Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λαβόντες [217]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λαβόντες


000-00-00 Serial Number=0157161236
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00433]  Εἰ γὰρ οἱ τὰς ὑποσχέσεις ἐνταῦθα λαβόντες οὕτω διετέθησαν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρὴ, τοὺς οὐ κατὰ τὸν παρόντα βίον, ἀλλ' εἰς ἑτέρους αἰῶνας προσδοκῶντας τὴν ἔκβασιν τῶν χρηστῶν.
000-00-00 Serial Number=0999200523
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00563]  καὶ ὥσπερ θῆρες ἄγριοι καὶ ἀνήμεροί τινες ἀρνίον ἐν μέσῳ λαβόντες, οὕτω καθ' ἑκάστην ἐπεβούλευον αὐτῷ τὴν ἡμέραν.
 [00567]  [10.22] Εἶτα μετὰ ταῦτα λαβόντες αὐτὸν ἔξω τῶν πατρικῶν ὀφθαλμῶν καὶ ἐπ' ἐρημίας εὑρόντες αὐτοῖς κομίζοντα τροφὴν καὶ εἰς ἐπίσκεψιν αὐτῶν ἀφιγμένον, οὐ τὴν αἰτίαν τῆς ἀφίξεως ᾐδέσθησαν, οὐ τὴν τράπεζαν ᾐσχύνθησαν τὴν ἀδελφικήν, ἀλλὰ τὰ ξίφη ἠκόνουν καὶ πρὸς σφαγὴν ηὐτρεπίζοντο καὶ ἀδελφοκτόνοι πάντες ἐγίνοντο, οὐ μικρόν, οὐ μέγα ἐγκαλεῖν ἔχοντες τῷ μέλλοντι ἀναιρεῖσθαι παρ' αὐτῶν·
 [00578]  Καὶ οὐδὲ ἐνταῦθα ἵσταντο τῆς μανίας, ἀλλ' ἰδόντες ἀνθρώπους βαρβάρους καὶ πόρρω τῆς αὐτῶν ἀπῳκισμένους χώρας εἰς τὴν Αἴγυπτον κατιόντας, λαβόντες ἀπέδοντο τὸν ἀδελφόν, ἕτερον θάνατον ἐντεῦθεν αὐτῷ κατασκευάζοντες, μακρότερόν τινα καὶ χαλεπώτερον καὶ πολλῆς γέμοντα ταλαιπωρίας.
000-00-00 Serial Number=0032836080
Ad populum Antiochenum Ante [Go Back]  
 [00821]  οἱ δὲ πλουτοῦντες οἶνον ἡδὺν, καὶ ἀνθοσμίαν, καὶ πᾶσαν ἀρετὴν ἔχοντα τὴν ἐν οἴνῳ λαβόντες, οὐκ ᾔσθοντο τῆς αὐτῆς εὐφροσύνης.
 [01980]  Ἂν τοίνυν κενοὶ καὶ μηδὲν λαβόντες ἀπίωμεν, καὶ κατάκρισις ἡ σπουδὴ γίνεται.
 [02298]  Καὶ γὰρ τῆς ἡδυπαθείας ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων δι' ὧν ἔπαθον δεινῶν ἐνταῦθα διαλύσαντες ἄπεισιν.
 [02310]  Ἀπαλλαγέντες τοίνυν τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας, μὴ τοὺς πίπτοντας βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας, καὶ σπουδάσωμεν μνημόσυνον τῆς παρούσης νηστείας λαβόντες ἀπελθεῖν.
 [02327]  καὶ καθάπερ πολλοὶ πολλάκις ἐκ λειμῶνος ἀναχωροῦντες, ῥόδον ἢ ἴον ἤ τι τῶν τοιούτων ἀνθῶν λαβόντες, καὶ τοῖς δακτύλοις περιφέροντες ἀναχωροῦσιν·
 [02885]  Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες, καὶ κατὰ κεφαλῆς κλίναντες τοῦ πυρὸς τὴν ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν·
 [02984]  καὶ μεγάλα τῆς σωτηρίας ἡμῶν λαβόντες ἐφόδια, οὕτως ἐντεῦθεν ἀπελευσόμεθα μετὰ χρηστῆς τῆς ἐλπίδος.
 [03894]  ∆ιὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρίσκομεν οἵους καταλιμπάνομεν, ἀλλ' ἐπειδὰν λαβόντες μετὰ πολλοῦ καμάτου διαπλάσωμεν, διορθώσωμεν, θερμοτέρους ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμάτων περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν.
 [04551]  ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστιν, ἵνα μὴ ἐνταῦθα φιλοσοφῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἔξω τὴν εὐλάβειαν ταύτην λαβόντες ἀπέλθωμεν, ὅπου μάλιστα αὐτῆς δεόμεθα.
 [04716]  Ταύτην τοίνυν λαβόντες τὴν ῥῆσιν ἀπέλθωμεν·
 [04865]  ὅπου καὶ αὐτοὶ οἱ δικάζειν λαβόντες ἐξουσίαν, οἱ τὰς ἀνωτάτω διέποντες ἀρχὰς, παρ' αὐτῶν τούτων παρακαλούμενοι τῶν μοναχῶν μετὰ συγγνώμης ποιήσασθαι τὴν ψῆφον, οὐκ ἔφησαν εἶναι κύριοι τοῦ τέλους·
 [04871]  Καὶ ταύτας οἱ δικάζοντες διὰ γραμμάτων λαβόντες τὰς φωνὰς, ἀπῆλθον, ὃ παντὸς στεφάνου λαμπρότερον τὴν ἡμετέραν κοσμήσει πόλιν.
 [04945]  ἀλλὰ πολέμου ποτὲ γενομένου βαρβαρικοῦ, τὰς μὲν πόλεις τὰς τειχήρεις κατέσκαψάν τε καὶ εἷλον οἱ βάρβαροι, καὶ τοὺς ἐνοικοῦντας λαβόντες αἰχμαλώτους ἀπῆλθον, τὸν δὲ τῆς ἐρήμου πολίτην Ἀβραὰμ οὐκ ἤνεγκαν ἐπελθόντα·
 [05829]  ἀλλ' ὅμως οὗτοι οἱ βάρβαροι καὶ ἀνόητοι, οἱ μηδενὸς μηδέποτε ἀκούσαντες φιλοσοφοῦντος, οἱ μηδέποτε παραγγέλματα τοιαῦτα λαβόντες, ἀκούσαντες τοῦ προφήτου λέγοντος, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, ἐν τρισὶν ἡμέραις πᾶσαν ἀπέθεντο πονηρὰν συνήθειαν·
 [05996]  Εἰ βάρβαροι τὴν πόλιν ἡμῶν καταδραμόντες κατέσκαψαν τὰ τείχη, καὶ τὰς οἰκίας ἐνέπρησαν, καὶ λαβόντες αἰχμαλώτους ἀπῆλθον, ἔλαττον ἦν τὸ δεινόν.
000-00-00 Serial Number=0440169156
Adversus Judaeos Ante [Go Back]  
 [01874]  ἐπειδὰν δὲ αὐτὰ λαβόντες οἱ κυνηγέται εἰς τὰς πόλεις ἀγάγωσι, καὶ κατακλείσαντες πρὸς τὸν τῶν θηριομάχων διεγείρωσι πόλεμον, εἶτα ἐπιπηδήσαντα σαρκὸς ἀπογεύσηται καὶ αἷμα ἀνθρώπινον πίῃ, οὐκ ἂν ῥᾳδίως ταύτης ἀποσταίη λοιπὸν τῆς θοίνης, ἀλλὰ μετὰ πολλῆς ἐπὶ ταύτην τρέχει τὴν τράπεζαν τῆς ἐπιθυμίας.
 [02172]  Καὶ γὰρ πολέμου ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, κρατήσαντες οἱ Ἀζώτιοι, καὶ τὴν κιβωτὸν λαβόντες, εἰς τὸ ἑαυτῶν ἱερὸν εἰσήγαγον.
 [02896]  καὶ τοῦτο ἐξουσίαν λαβόντες κατὰ τῶν χοίρων ἐδήλωσαν.
000-00-00 Serial Number=0130950689
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00005]  Καὶ λαβόντες ταύτην παρ' ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ' ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν.
 [01753]  Οὐδὲ γὰρ, εἴ τινας πίπτειν μέλλοντας λαβόντες ὑποσκελίσαιμεν, ἀρκεῖ τοῦτο πρὸς ἀπολογίαν ἡμῖν, ἀλλ' αὐτὸ δὴ τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς.
000-00-00 Serial Number=0007763803
Catecheses ad illuminandos Ante [Go Back]  
 [01169]  Εἰ γὰρ αὐτοὶ τοσοῦτον ὁδοῦ μῆκος διανύσαι οὐκ ὤκνησαν ὥστε διὰ τῆς ἑαυτῶν παρουσίας πολλὴν ἡμῖν παρασχεῖν τὴν εὐφροσύνην, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον δαψιλεστέραν αὐτοῖς σήμερον παραθεῖναι τὴν πνευματικὴν ταύτην τροφήν, ἵν' ἐφόδια λαβόντες ἱκανὰ οὕτως ἐντεῦθεν οἴκαδε ἐπανέλθωσιν.
000-00-00 Serial Number=0467351317
Commentarius in Job Ante [Go Back]  
 [02911]  οἱ ἐπιβουλεύσαντες καὶ λαβόντες τὰ θρέμματα.
000-00-00 Serial Number=0006008208
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00196]  καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν.
000-00-00 Serial Number=0075279236
De Anna i Ante [Go Back]  
 [00407]  Πολλοὶ δὲ καὶ ἄλλοι βασιλεῖς πολλάκις τοιαῦτα ἐφιλοσόφησαν, τὴν ὑπερβολὴν τῆς μανίας τῶν ὑβρικότων εἰς ἀπολογίαν λαβόντες.
000-00-00 Serial Number=0499241054
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00114]  [24] ∆όξαν δὴ καταθέσθαι τὸν πόλεμον καὶ τὸν ἀπράγμονα βίον ζῆν ἔδοξεν ἰσχυρῷ τινι θεσμῷ καὶ ὅροις ἀσφαλέσι τοῦτο καταδῆσαι τὸ καλόν, καὶ ποιησάμενοι συνθήκας καὶ λαβόντες ὅρκους καὶ δόντες ἐκ περιουσίας ἐπεχείρουν πείθειν τὸν βασιλέα τὸν αὐτῶν τὸν υἱὸν τὸν αὐτοῦ παιδίον δὲ ἦν κομιδῇ τῆς εἰρήνης ἐνέχυρον καταθέντα ἀσφαλὲς, τοῖς τε πρότερον πολεμίοις οὖσι παρέχειν θαρρεῖν τῆς τε οἰκείας γνώμης μαρτύριον ἐξενεγκεῖν ὡς ἀδόλως τὴν εἰρήνην πεποιημένου πρὸς αὐτούς.
 [00639]  Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ ∆άγων ἦν ὄνομα αὐτῷ;
000-00-00 Serial Number=0269530892
De Christi divinitate Ante [Go Back]  
 [00192]  ∆ιὰ τοῦτο μόνον καὶ καθ' ἑαυτὸν πέμπει τὸν τεθεραπευμένον, ἵνα ὡς βούλωνται, καταμόνας λαβόντες, βασανίσωσι τὸ γεγενημένον, καὶ λαβόντες ἱκανὴν τοῦ πράγματος ἀπόδειξιν, παύσωνται τῆς ἀκαίρου μανίας.
000-00-00 Serial Number=0019635499
De Davide et Saule Ante [Go Back]  
 [00193]  Πολλοὶ γὰρ καὶ ἄλλοι βασιλεῖς πολλάκις ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι λελυπηκότας λαβόντες, ἀνάξιον αὐτῶν εἶναι ἐνόμισαν ἐν ἀρχῆς ὄγκῳ τοσούτῳ δίκην ἀπαιτῆσαι τῶν πεπλημμελημένων, καὶ ἡ τῆς ἐξουσίας περιουσία καταλλαγῆς ὑπόθεσις γέγονεν.
 [00309]  ἐπαινέσαντες δὲ τὴν νίκην ὑμεῖς, οὐ μικρὸν τοῦ στεφάνου μέρος λαβόντες ἀπήλθετε.
000-00-00 Serial Number=0023899317
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00117]  Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους.
000-00-00 Serial Number=0934874952
De Lazaro Ante [Go Back]  
 [00579]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος καίτοι γε ἀληθεύοντας ἐπεστόμισεν αὐτοὺς, ἵνα μὴ πρόφασιν λαβόντες τοῖς ἀληθέσι καὶ ψευδῆ πάλιν ἀναμίξωσι, καὶ ἀξιόπιστοι γένωνται.
 [00720]  ἀποστέρησις γὰρ λέγεται, ὅταν τὰ ἀλλότρια λαβόντες κατέχωμεν.
 [00842]  ∆ιὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τί μὲν εἴρηται, τί δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων.
 [00944]  Πολλοὶ μὲν γὰρ, εὖ οἶδ' ὅτι, διαρκῆ τὴν ὠφέλειαν ἐκ τῆς ἀκροάσεως λαβόντες ἀπῆλθον·
 [02097]  Οὐκ ἄν τις ἁμάρτοι τοὺς τοιούτους λύκους προσειπὼν, οἳ καθάπερ πρόβατον τὸν πλούσιον ἐν μέσῳ λαβόντες, ἐπαίρουσι τοῖς ἐπαίνοις, καὶ φυσῶσι τοῖς ἐγκωμίοις, καὶ οὐκ ἀφιᾶσιν αὐτὸν οὐδὲ τὸ ἕλκος ἰδεῖν, ἀλλὰ τυφλοῦσιν αὐτοῦ τὴν διάνοιαν, καὶ αὔξουσιν αὐτοῦ τὴν σηπεδόνα.
 [02314]  Οἱ δὲ ἄλλοι αὐτοῦ ἀδελφοὶ λαβόντες πάλλιον ὀπισθοφανῶς, ἵνα μὴ ἴδωσι τὰ παρ' ἐκείνου ἐκπομπευόμενα, εἰσελθόντες ἐκάλυψαν τὸν πατέρα.
000-00-00 Serial Number=0368146777
De Lazaro et divite Ante [Go Back]  
 [00004]  Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς διδασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόντες, πᾶσιν ὑμῖν τὰς παρ' ἡμῶν ὀφειλομένας ψεκάδας
000-00-00 Serial Number=0757235110
De beato Abraham Ante [Go Back]  
 [00275]  κἂν μὴ εὐπορῶσι, φησὶ, γείτων γείτονα συγκαλέσει, καὶ συγγένεια συγγένειαν συγκαλέσει, καὶ οὕτω λαβόντες τὸ πρόβατον, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, θύσατε, φησὶ, κατὰ συγγενείας καὶ κατ' οἴκους πατριῶν.
000-00-00 Serial Number=0960758686
De beato Philogonio Ante [Go Back]  
 [00060]  Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ' ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας.
000-00-00 Serial Number=0925322235
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00053]  καὶ πρῶτον ποιμένας δι' ἀγγέλων εὐαγγελίζεται, οὐχ ἵνα τοῖς λόγοις ἀνάθωνται τὰ θαύματα, ἀλλ' ἵνα ἀφορμὴν λαβόντες τῶν λογικῶν προβάτων ποιμένες τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τοῖς λαοῖς εὐαγγελίσωνται.
000-00-00 Serial Number=0243728757
De diabolo tentatore Ante [Go Back]  
 [00362]  Ἀλλ' ὅμως ἀπὸ τῶν ὀλίγων καὶ περὶ τοῦ παντὸς σαφῆ καὶ δήλην λαβόντες πίστιν, ὑπὲρ ἁπάντων τῶν γιγνομένων εὐχαριστῶμεν αὐτῷ.
 [00976]  κἂν τὰ πάντων οἴκτιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντων λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα.
000-00-00 Serial Number=0839717686
De incomprehensibili dei natura Ante [Go Back]  
 [00842]  κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παρρησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0835625410
De mutatione nominum Ante [Go Back]  
 [00049]  εἶτα, καθάπερ ἀνδραποδισταὶ λαβόντες [51.116] αὐτοὺς ἐκεῖνοι, καὶ τὸν χρυσοῦν τῆς πίστεως ἀφελόμενοι κόσμον, ἀποπνίγουσιν εὐθέως, οὐκ εἰς ποταμοὺς ἐμβάλλοντες, ἀλλ' εἰς τὰ θολερὰ τῆς δυσωδίας αὐτῶν καταποντίζοντες δόγματα.
 [00141]  οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν·
000-00-00 Serial Number=0183778703
De nativitate Ante [Go Back]  
 [00013]  ἱππεῖς καὶ τοξόται ἄνδρες τούτων καταφρονήσαντες, τὰ δῶρα λαβόντες, τῷ ἀστέρι ἠκολούθησαν·
000-00-00 Serial Number=0069189429
De negatione Petri Ante [Go Back]  
 [00021]  ὁ Κύριος ὃν εἶχε τὸν ἄνωθεν ὑφανθέντα, λαβόντες οἱ στρατιῶται διενείμαντο.
000-00-00 Serial Number=0810845435
De paenitentia [1] Ante [Go Back]  
 [01242]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται.
 [02739]  Ταῦτα εἰδότες, καὶ τὴν φοβερὰν ἡμέραν ἐκείνην ἐνθυμηθέντες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὰ φοβερὰ κολαστήρια εἰς νοῦν λαβόντες, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν.
000-00-00 Serial Number=0829712868
De paenitentia sermo 1 Ante [Go Back]  
 [00241]  Ὑμεῖς δὲ καυχᾶσθε, ὡς μὴ λαβόντες·
000-00-00 Serial Number=0729104221
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00011]  Καὶ γὰρ τοσαύτην ἡμῖν οἱ ἀκροαταὶ τὴν προθυμίαν ἐπεδείξαντο, ὡς πάντα λαβόντες οἴκαδε ἀναχωρῆσαι, καὶ μηδὲν ἀφεῖναι [48.769] διαῤῥυῆναι τῶν εἰρημένων.
000-00-00 Serial Number=0100449204
De precatione [1] Ante [Go Back]  
 [00098]  Εὐκαταφρόνητος καὶ εὐάλωτος τοῖς πονηροτάτοις δαίμοσιν ἔσῃ, οἳ περιέρχονται συνεχῶς καιροφυλακτοῦντες ἡμᾶς, τίνα λαβόντες γυμνὸν προσευχῆς ἀναρπάσαιεν ὀξέως.
000-00-00 Serial Number=0965357125
De proditione Judae Ante [Go Back]  
 [00012]  τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ, λαβόντες αὐτὸν, ἀπῆλθον οἱ Ἰουδαῖοι.
000-00-00 Serial Number=0871304750
De resurrectione mortuorum Ante [Go Back]  
 [00400]  Μὴ τοίνυν ἀσχάλλωμεν περὶ τῶν μελλόντων, τοιαῦτα λαβόντες ἐνέχυρα·
000-00-00 Serial Number=0338947713
De sacerdotio Ante [Go Back]  
 [00070]  Ὅταν γὰρ ἴδωσι φανέντα που τῆς πόλεως, λαβόντες κατὰ μόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλείονί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει·
 [00670]  Τί γὰρ θαυμαστὸν ἀνθρώπους βιωτικοὺς καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ' ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες ὡς περὶ πλέθρων γῆς ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν καὶ ἄνθρωπος γενέσθαι καὶ δούλου μορφὴν λαβεῖν καὶ ἐμπτυσθῆναι καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρῃτήσατο ὁ μονογενὴς τοῦ Θεοῦ παῖς;
000-00-00 Serial Number=0317061305
De sancta pentecoste Ante [Go Back]  
 [00072]  οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν·
000-00-00 Serial Number=0427093089
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00199]  Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες·
 [00362]  γὰρ αὐτοῖς ἀπολογίαν ἐσπούδαζον εἰς τὸ δικαστήριον, ἵνα μὴ ὁ ὠμὸς καὶ ἀπηνὴς δικαστὴς ἐκεῖνος ἐγκαλεῖν ἔχῃ προδοσίαν, καὶ ὅτι λαβόντες ἀργύριον τὰς γυναῖκας ἀφῆκαν·
000-00-00 Serial Number=0401380062
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00067]  ἵνα οἱ πανταχοῦ τῆς γῆς ἐπίσκοποι ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τὴν ἁγιωσύνην ἰδόντες τὴν ἐκείνου, καὶ παράδειγμα σαφὲς τῆς κατὰ τὴν ἀρχὴν ταύτην διακονίας ἐξ ἐκείνου λαβόντες, κανόνα τινὰ, καθ' ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν καὶ κυβερνᾷν, ἔχωσιν ἀσφαλῇ καὶ σαφέστατον.
 [00101]  Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον, αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0252872169
De virginitate Ante [Go Back]  
 [01283]  Ἄν τε γὰρ πενίαν εἴποι τις τὴν ἐσχάτην, ἄν τε νόσον ἀνίατον ἄν τε πῦρ ἄν τε σίδηρον, οὐδὲν ἴσον ἐρεῖ καὶ τοῦτο οἱ πεῖραν λαβόντες ἴσασι μόνοι καλῶς·
000-00-00 Serial Number=0312836766
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02414]  Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται, οὐκ ἔτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀνταῦθα·
 [02824]  Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν σεσηπότα μέλλωσι τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς, καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν.
 [03277]  οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λαβόντες ἰδιοποιήσαιντο.
 [05540]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο·
 [06685]  εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς παρασκευῆς, καὶ μετὰ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ, καὶ μετὰ εὐκολίας ἁπάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανήξομεν.
 [08732]  ∆ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, ἢν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [09005]  Ταύτας τὰς ἐμπλάστρους λαβόντες, τὰ τραύματα ἑαυτῶν θεραπεύσωμεν, λέγοντες·
000-00-00 Serial Number=0477120221
Epistula ad Cyriacum Ante [Go Back]  
 [00119]  Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν;
 [00637]  Καὶ λαβόντες μόνον ἐν ἐρημίᾳ καὶ ἔσφαξαν καὶ ἀπέδοντο καὶ δοῦλον ἀντ' ἐλευθέρου ἐποίησαν καὶ δουλείαν τὴν ἐσχάτην·
000-00-00 Serial Number=0389238119
Epistulae Ante [Go Back]  
 [00202]  Εἰ καὶ μὴ συνεχῶς ἐπεστάλκαμεν τῇ τιμιότητί σου, ἀλλὰ συνεχῶς σε ἐπὶ μνήμης ἔχομεν, πεῖράν σου τῆς σφοδροτάτης, τῆς σπουδαίας, τῆς γνησίας φιλίας πολλὴν ἐν ἡμέραις ὀλίγαις λαβόντες.
 [00665]  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [01623]  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [02962]  καὶ ἐν τοσαύτῃ καθήμενοι ἐρημίᾳ, μεγίστην ἔχομεν παράκλησιν, τῆς ἀγάπης σου τὸ θερμὸν καὶ γνήσιον, ἧς πεῖραν ἐνταῦθα λαβόντες, ἔγνωμεν αὐτὴν ἀκμάζουσαν καὶ ἐκεῖσε, καὶ οὐδὲν οὔτε τῷ πλήθει τοῦ χρόνου, οὔτε τῷ μήκει τῆς ὁδοῦ καταμαρανθεῖσαν.
000-00-00 Serial Number=0125479639
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00222]  Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον εἶναι ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ, καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν, οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν;
 [00992]  Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς κακίας, ἀλλ' ἐπηγωνίζοντο τοῖς προτέροις ἀεί, καὶ λαβόντες μόνον ἐν ἐρημίᾳ καὶ ἔσφαξαν καὶ ἀπέδοντο καὶ δοῦλον ἀντ' ἐλευθέρου ἐποίησαν καὶ δουλείαν τὴν ἐσχάτην.
000-00-00 Serial Number=0436469436
Expositiones in Psalmos Ante [Go Back]  
 [01379]  Ἴσασιν οἱ πεῖραν λαβόντες ὃ λέγω, ὅσην εὐφροσύνην ἔχουσιν αὗται τῶν δακρύων αἱ πηγαί.
 [01581]  Εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς προπαρασκευῆς, καὶ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ καὶ μετ' εὐκολίας πάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανάξομεν.
 [06151]  Ὥσπερ οὖν οἱ νωθρῶς καὶ παρειμένως αἰτούμενοι, καὶ λαβόντες, μόλις τῆς δωρεᾶς ἐπαισθάνονται·
 [06152]  οὕτως οἱ συνεπιτεταμένῃ προθυμίᾳ καὶ σπουδῇ τὴν αἴτησιν ποιούμενοι, καὶ πρὸ τοῦ λαβεῖν, ἀπὸ τῆς κατ' αὐτοὺς σφοδρᾶς καὶ καθαρᾶς διαθέσεως, ὡς λαβόντες, ἔχουσι τοῦ δώρου συναίσθησιν, τῆς θείας αὐτοῖς χάριτος τὴν εὐφροσύνην προεντιθείσης·
 [06477]  Μὴ τοίνυν ἁπλῶς ἐνταῦθα εἰσίωμεν, μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι ὑπακούωμεν, ἀλλὰ ἀντὶ βακτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν.
 [06933]  Τῶν γοῦν οἰκετῶν τοὺς ἀγνώμονας οἱ μὲν τὰς ἡμισείας τῆς τιμῆς, οἱ δὲ τούτους ἀπέδοντο μὴ λαβόντες μηδέν.
000-00-00 Serial Number=0131856978
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00453]  Οὐδὲ παρ' ἑτέρων λαβόντες δοῦναι, ἐρήμους, γυμνοὺς, καὶ κενοὺς ἀγαθῶν, ἐν δίψει εἵλοντο εἶναι διηνεκῶς, μάτην ἐπόνησαν·
 [00454]  εἰκότως οὐδὲν ἔχουσιν οἴκοθεν ἀγαθὸν, ἀλλ' οὐδὲ παρ' ἑτέρου λαβόντες, οὐδ' ἂν ἐθέλωσι δύνανται, οὐδ' ἂν ἐπιχέῃ τις κατέχουσιν ἀγαθόν τι.
000-00-00 Serial Number=0598123550
Fragmenta in Job Ante [Go Back]  
 [02101]  κἂν οἴκτιστά τε καὶ μήκιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντως λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ·
000-00-00 Serial Number=0229536235
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00179]  τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων δεινότητα, οὐ [63.500] ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι·
000-00-00 Serial Number=0182160974
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00119]  καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0971198380
In Acta apostolorum Ante [Go Back]  
 [00318]  Ἀλλ' οὐ διὰ τοῦτο ταῦτα εἰρήκαμεν, ἀλλ' ἵνα λαβόντες μείνωσιν ἐν σωφροσύνῃ καὶ ἐπιεικείᾳ πολλῇ.
 [00405]  ∆ιὰ τοῦτο ἔδωκε τὸ βάπτισμα, οὐχ ἵνα λαβόντες ἀπέλθωμεν, ἀλλ' ἵνα ἐπιζήσαντες καρποὺς ἐπιδειξώμεθα.
 [00483]  Ἀλλὰ τότε οὐκ ἔγνωσαν, καίτοι λαβόντες τεκμήρια.
 [01880]  Τοῦτον, φησὶ, τῇ ὡρισμένῃ βουλῇ [60.57] καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε.
 [02783]  μᾶλλον δὲ, ὃ συνεσταλμένως εἶπεν ἐκεῖ, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλατύνει ἐνταῦθα.
 [03333]  Ὢ τῆς ἀνοίας! Πεισθέντες ὅτι ἀνέστη, καὶ τοῦτο τεκμήριον λαβόντες ὅτι ἔστι [60.88] Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου μὴ κατασχεθέντα ὑπὸ οἰκείων προσεδόκησαν μηχανημάτων συσκιάζεσθαι.
 [03348]  Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλ' ἐν μέσαις νυξὶ λαβόντες αὐτὸν εὐθέως ἀπήγαγον, καὶ οὐκ ἀνεβάλοντο δεδοικότες σφόδρα τὸ πλῆθος.
 [04105]  ἐπεὶ καὶ ἡμεῖς πολλάκις ἀφορμὰς λαβόντες ἀπὸ μικρῶν, καὶ ὑπὲρ μεγάλων τὸ πᾶν κενοῦμεν.
 [05910]  Ἀλλ' ὅμως τὸν σημεῖα τοιαῦτα τῷ λόγῳ ἐργασάμενον, τὸν πάντων κρατοῦντα τῷ λόγῳ, τὸν τοιαῦτα διαλεγόμενον, λαβόντες ὥσπερ ἐβούλοντο, οὕτω τὸν θυμὸν τὸν ἑαυτῶν ἐπλήρουν.
 [05953]  Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὔπω ἦσαν λαβόντες.
 [05971]  Καὶ διὰ τί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα ἅγιον βαπτισθέντες;
 [07896]  οἱ δὲ ἐν ὑγείᾳ λαβόντες, ὀλίγην ταύτην καὶ αὐτοὶ ἐπιδείκνυνται, καὶ πρὸς τὸ παρὸν διατεθέντες θερμοὶ, μετὰ ταῦτα καὶ οὗτοι τὸ πῦρ ἔσβεσαν.
 [09690]  Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ' ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα.
 [09999]  Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν.
 [09999]  Καὶ λαβόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς.
 [09999]  Καὶ πῶς οἱ λαβόντες τὸ Πνεῦμα οὐκ ἐδίδασκον, ἀλλ' Ἀπολλὼς μήπω τὸ Πνεῦμα λαβών;
 [09999]  Καὶ οἰκονομεῖται τότε κατελθεῖν τοὺς κωλύοντας τοῖς ἔθνεσιν ὁμιλεῖν, ἵνα λοιπὸν ἀπὸ Ἱεροσολύμων πολλὴν λαβόντες ἄδειαν, μετὰ παῤῥησίας ἀπίωσιν.
 [09999]  Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀνημέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔμπειροι, ὡς τὸν ἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήμενον τῷ τῆς βαδίσεως εὐτάκτῳ·
 [09999]  Τίς γὰρ ἂν καὶ ἐπίστευσεν, ὅτι ἀπὸ τοῦ ποταμοῦ λαβόντες ἀνειλόμεθα, πάντων τότε καὶ τῶν ἀνυπόπτων κατεχομένων;
 [09999]  Ἐμαστίχθησαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, εἰς τὴν ἐσωτέραν φυλακήν·
 [09999]  Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν.
 [09999]  καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
 [09999]  ἀλλ' ὡς δῆθεν ἐξουσίαν λαβόντες αὐτοὶ τύπτουσιν, ἔργον ἀκρίτου θυμοῦ διὰ τὴν αἰσχύνην ποιοῦντες.
 [09999]  Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχηλον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ πολλὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλτρον.
 [09999]  τουτέστι, τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόντες.
000-00-00 Serial Number=0100851297
In Genesim sermones Ante [Go Back]  
 [00085]  Ἰωάννης δὲ καὶ Παῦλος, καθάπερ παρὰ διδασκάλου τοῦ Μωϋσέως αὐτοὺς λαβόντες, ἐπὶ τὰ ὑψηλότερα τῶν διδαγμάτων ἀνάγουσι, τῶν προτέρων ἀναμιμνήσκοντες ἐν βραχεῖ.
 [00175]  Πολλάκις γοῦν μετὰ θύρας μυρίας καὶ μοχλοὺς τὰς μὲν ἔξωθεν ἐπηρείας διέφυγε, τοὺς δὲ φύλακας οὐ διέφυγεν, ἀλλ' οἱ τηροῦντες αὐτὸ λαβόντες ἀπέδρασαν.
000-00-00 Serial Number=0909097135
In Isaiam Ante [Go Back]  
 [00938]  Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις.
 [01113]  οὐχ ὅταν βάρβαροι λαβόντες δούλους ἀπαγάγωσιν, ἀλλ' ὅταν ἡ τῆς ἁμαρτίας τυραννὶς αἰχμαλώτους ἔχῃ.
 [02309]  μετὰ δὲ πέντε καὶ ἑξήκοντα ἔτη ὁλόκληρον ἀπολεῖται τὸ ἔθνος καὶ ἡ βασιλεία τοῦ Ἰσραὴλ οἰχήσεται καὶ οἱ πολέμιοι λαβόντες αὐτοὺς ἀπελάσονται πάντας.
 [02312]  ἐὰν νῦν ἡμᾶς λαβόντες, τότε ἀπολοῦνται, τί τὸ ὄφελος ἡμῖν;
 [02503]  ∆ιὰ γὰρ τούτων τῶν βαρβάρων τὴν ἔφοδον δηλοῖ, δι' ἧς τὴν πόλιν πρόρριζον ἀνέσπασαν καὶ λαβόντες αὐτοὺς αἰχμαλώτους ἀπῆλθον.
000-00-00 Serial Number=0830245852
In Joannem Ante [Go Back]  
 [01732]  Οὐ ταύτῃ δὲ μόνον ἐβλάβησαν, ἀλλὰ καὶ τῷ μὴ τυχεῖν ὧν ἔτυχον οἱ λαβόντες αὐτόν.
 [01757]  Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων κῦρος τινῶν πραγμάτων λαβόντες, τοσαύτην ἔχουσι τὴν ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί·
 [01835]  Εἰπὼν ὅτι ἐκ Θεοῦ ἐγεννήθησαν οἱ λαβόντες αὐτὸν, καὶ τέκνα Θεοῦ γεγόνασι, τῆς ἀφάτου ταύτης τιμῆς τίθησι τὴν αἰτίαν καὶ τὴν ὑπόθεσιν.
 [05185]  Καὶ λαβόντες ἕνα τῶν βαπτισθέντων, ἐπεχείρουν τοῦτον πείθειν, ἀλλ' οὐκ ἔπειθον.
000-00-00 Serial Number=0216641009
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00133]  Μετὰ πολλῆς τοίνυν τῆς πίστεως, μετὰ πολλῆς τῆς προθυμίας ἐκεῖ [50.577] βαδίζωμεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως τῶν ἁγίων τούτων μνημάτων, καὶ ἀπὸ τῆς ἐννοίας τῶν ἄθλων, καὶ πανταχόθεν πολλοὺς καὶ μεγάλους λαβόντες θησαυροὺς, καὶ τὸν παρόντα βίον δυνηθῶμεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν διανύσαι, καὶ μετὰ πολλῆς τῆς ἐμπορίας εἰς ἐκεῖνον [50.578] καταπλεῦσαι τὸν λιμένα, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0045431614
In Psalmos 101-107 Ante [Go Back]  
 [01229]  Οὐ συνῆκαν οὖν, φησὶ, τὰ ἐν Αἰγύπτῳ γενόμενα τέρατα, καί περ ἐν μέσῳ τῶν Αἰγυπτίων αἴσθησιν μὴ λαβόντες τῶν γενομένων κολάσεων·
000-00-00 Serial Number=0282631576
In Psalmum 092 Ante [Go Back]  
 [00004]  Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου·
000-00-00 Serial Number=0337816358
In Psalmum 145 Ante [Go Back]  
 [00277]  Ἐπειδὴ γὰρ λαβόντες πολ λάκις ὅπερ αἰτοῦμεν, μετὰ τὸ λαβεῖν τὴν περὶ τὰς εὐχὰς καταλύομεν σπουδὴν, βουλόμενος ἐπιτεῖναι τὴν ἐν ταῖς ἱκετηρίαις ἡμῶν ἀγρυπνίαν, παρέλκει τὴν δόσιν.
000-00-00 Serial Number=0059408009
In Rachelem et infantes Ante [Go Back]  
 [00004]  τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγα πητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν.
000-00-00 Serial Number=0670695066
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00194]  ἐκείνῳ πιστεύσαντες, οὕτως ἐθάῤῥησαν ἐπιβῆναι τῶν ὑδάτων, ἡγεμόνα τῆς ὁδοιπορίας λαβόντες.
000-00-00 Serial Number=0196147859
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01736]  Οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, εἰ τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν εἶχον, ὡς ἔχειν δεῖ, οὐκ ἂν ἐπ' ἐρημίας τὸν ἀδελφὸν λαβόντες ἀπέκτειναν.
 [01748]  Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα.
 [01854]  ἵνα καὶ ἡμεῖς τῶν ἡμαρτημένων ἡμῖν λαβόντες συγχώρησιν, μετὰ παῤῥησίας τῷ βήματι τοῦ Χριστοῦ παραστῶμεν·
 [02541]  Οὕτω γὰρ καὶ αὐτοὶ δυνησόμεθα, ταύτην λαβόντες τὴν εὐμορφίαν, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν·
 [02729]  Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ τῆς τῶν μελλόντων ὑποσχέσεως, τὰ γεγενημένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε μεθ' ἡμῶν τὴν ἄμαχον τοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορήτους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε·
 [03053]  τουτέστιν, ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες·
 [03618]  Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ' αὐτοῖς, καὶ ἐπαρθέντες, ἐμωμήθησαν·
 [03941]  Ἀλλ' ὅμως οὐδὲν ἀκριβολογοῦμαι, φησὶ, κἂν παρ' ἐμοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ μέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω.
 [06472]  Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται.
000-00-00 Serial Number=0479347587
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01741]  καὶ δύναμιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλλυμεν αὐτὴν διὰ τὸ μὴ βούλεσθαι μισεῖσθαι μηδὲ ἀπεχθάνεσθαι·
000-00-00 Serial Number=0238574088
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00705]  Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε;
 [01252]  εἶπεν, ὅτι Κρατήσουσι τῆς οἰκουμένης Πνεῦμα λαβόντες ἅγιον·
 [02069]  καίτοι γε οὐκ ἄλλους ἀνθρώπους, οὐδὲ ἐξ ἄλλης οἰκουμένης λαβόντες ἔπεισαν οἱ ἀπόστολοι.
 [03839]  Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέμῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν·
 [07595]  Καὶ ὥσπερ οἱ τροφὴν λαβόντες, ἣν οὐκ εἰσὶ δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείμενα δι' ἐκείνην ἐμοῦσιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε·
 [07649]  ∆ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, τὴν οἰκίαν ταύτην κατασκευάζωμεν, ἣν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
 [07819]  τί οὖν οὐκ ἐργάσονταί με λαβόντες εἰς μέσον;
 [09618]  Ἐπειδὴ γὰρ μυρίας παρα-μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα-βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν·
 [09999]  Οἱ μὲν γὰρ δι-καίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς [61.296] τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν·
 [09999]  Καὶ μετὰ ταῦτα πάντα λαβόντες αὐτὸν ἐῤῥάπισαν, ἔδησαν, ἐμαστίγωσαν, κατεγέλασαν, τέλος ἐσταύρωσαν.
 [09999]  Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπει-ρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁμονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον·
 [09999]  Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃ-σταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀν-ταῦθα·
 [09999]  Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃ-σταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀν-ταῦθα·
000-00-00 Serial Number=0571917534
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00436]  Καὶ τὸ, Ἐν μέσῳ ὑμῶν, τοιοῦτόν ἐστιν, ὡς ἂν εἴποι τις, ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λαβόντες λῆξιν.
000-00-00 Serial Number=0426318347
In epistulam ad Colossenses Ante [Go Back]  
 [00312]  Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο.
000-00-00 Serial Number=0237322450
In epistulam ad Ephesios Ante [Go Back]  
 [02985]  Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν·
 [04324]  σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύμενοι σχῆμα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν·
 [07052]  Βαβαὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ! Ἔπεμψε πρεσβεύοντας ἐκ τῶν οὐρανῶν ὑπὲρ [62.174] αὐτοῦ, ὑπὲρ εἰρήνης, καὶ λαβόντες ἔδησαν αὐτοὺς οἱ ἄνθρωποι, καὶ οὐδὲ τὸν κοινὸν νόμον ᾐδέσθησαν, ὅτι ὁ πρεσβεύων οὐδέποτε πάσχει τι κακόν.
000-00-00 Serial Number=0869190514
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01192]  Καὶ οὐκ εἶπε, Σαρκὶ τελεῖσθε, ἀλλὰ, Σαρκὶ ἐπιτελεῖσθε, δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς [61.650] ἐκεῖνοι κατέκοπτον, τούτων ἑαυτοὺς ἐκδιδόντων εἰς τὸ πάσχειν ἅπερ ἐβούλοντο ἐκεῖνοι·
000-00-00 Serial Number=0216445208
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01921]  Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες, καὶ πολλὴν ὁδὸν διανύσαντες, καὶ μυρία τῆς τοῦ Θεοῦ δυνάμεως λαβόντες τεκμήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ, ἔν τε τῇ ἐρήμῳ, ἐβουλεύσαντο πέμψαι κατασκόπους τοὺς διασκεψομένους τὴν φύσιν τῆς γῆς·
 [02991]  ἔδει ἡμᾶς παντὶ τρόπῳ κολασθῆναι παρὰ τὴν ἀρχὴν, ὅτι καὶ νόμον λαβόντες τὸν φυσικὸν καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν, τόν τε ∆εσπότην ἠγνοήκαμεν, καὶ βίον ἀκάθαρτον βεβιώκαμεν·
 [06004]  Ἐκεῖνοι μὲν οὖν κἂν χρυσία λαβόντες ἐξῆλθον, τὸν μισθὸν τῆς οἰκοδομῆς·
 [06730]  ἀπὸ μεταφορᾶς εἶπε τῶν πλεόντων καὶ πόῤῥωθεν ὁρώντων τὰς πόλεις τὰς ποθουμένας, ἃς πρὶν ἢ εἰσελθεῖν εἰς αὐτὰς τῇ προσρήσει λαβόντες αὐτὰς οἰκειοῦνται.
 [07666]  ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν.
 [07695]  ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
000-00-00 Serial Number=0133604467
In epistulam ad Philippenses Ante [Go Back]  
 [04296]  Ὅταν γὰρ τοὺς μὲν δέχηται καὶ ἀπάγῃ πρὸς τὸν Πατέρα εἰς τοὺς οὐρανοὺς, τοὺς δὲ ἀφιῇ, καὶ λαβόντες ἄγγελοί τινες ἕλκωσιν ἄκοντας καὶ δεδακρυμένους καὶ κάτω νεύοντας ἐπὶ τὸ τῆς γεέννης πῦρ, πρῶτον παραδειγματισθέντας ἐπὶ τῆς οἰκουμένης ἁπάσης, πόσην οἴει τὴν ὀδύνην εἶναι;
000-00-00 Serial Number=0442856669
In epistulam ad Romanos Ante [Go Back]  
 [00780]  οὕτω καὶ οὗτοι λαβόντες τὴν περὶ τοῦ Θεοῦ γνῶσιν καὶ τῆς δόξης αὐτοῦ, εἶτα εἰδώλοις αὐτὴν περιθέντες, ἐν ἀδικίᾳ τὴν ἀλήθειαν κατέσχον, καὶ, τό γε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι.
 [03301]  Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί τινες πολλῷ μείζονα τῆς ἁμαρτίας ἐκείνης λαβόντες χάριν καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ;
 [03312]  Τοῦτο γὰρ καὶ Παῦλος ᾐνίξατο εἰπὼν, ὅτι Οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες, ἐν ζωῇ βασιλεύσουσι·
 [04536]  οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίαν, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας καὶ φοβουμένους ἀφεῖναι αὐτὴν, ὥσπερ δεδοίκασιν οἱ νόμον λαβόντες ἀφεῖναι τὸν νόμον.
 [05618]  ∆ιὰ τοῦτο ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, καὶ τῶν σφόδρα πενήτων πτωχότεροι, ὅτι ταύτας καλλωπίζομεν τὰς οἰκίας, ἃς οὐ δυνάμεθα λαβόντες ἐντεῦθεν ἀπελθεῖν, ἀφέντες ἐκείνας, ἃς μεθ' ἡμῶν αὐτῶν συμμεταθεῖναι ἔνι.
 [06145]  Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι.
 [06544]  μὴ προσελθόντες δὲ τῇ πίστει, μηδὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου μὴ δυνηθέντες δικαιωθῆναι, πάντοθεν ἐξέπεσον.
 [09999]  Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
000-00-00 Serial Number=0520410120
In epistulam ad Titum Ante [Go Back]  
 [00220]  οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύομεν·
000-00-00 Serial Number=0709319592
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00024]  Ἀλλ' ἐπειδὴ φόβος Θεοῦ καὶ ὁ πόθος ὑμῶν πρὸς τὸ λέγειν ἡμᾶς διεγείρει, δύο ἢ τρεῖς λόγους τοῦ γλυκυτάτου Εὐαγγελίου λαβόντες καθάπερ φοίνικας, καὶ ἀπογεύσαντες, ὑμᾶς διεγείρωμεν·
000-00-00 Serial Number=0565381706
In illud In faciem ei restiti Ante [Go Back]  
 [00093]  οὐ κατ' ἰδίαν λαβόντες σε ἔλεγον·
000-00-00 Serial Number=0666323781
In illud Ne timueritis Ante [Go Back]  
 [00640]  Τοῦτον λαβόντες τὸν στίχον, ἐξάρξωμεν τῷ Κυρίῳ, ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦντες αὐτῷ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0543612301
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00031]  Τοιγαροῦν οἱ λαβόντες παρ' ἐμοῦ μεγάλα, κἂν μικρὰ τοῖς πένησι χαρίσασθε.
000-00-00 Serial Number=0808902502
In illud Pater si possibile est Ante [Go Back]  
 [00077]  Ὢ ποτήριον ζωῆς καὶ ἀθανασίας μεμεστωμένον! ὃ λαβόντες Εὐνόμιος καὶ Ἄρειος, τῇ οἰκείᾳ κακοπιστίᾳ ἐπιθολώσαντες, ποτίζουσι τῷ πλησίον ἀνατροπὴν δολερὰν, οἱ τὴν ἐν αὐτῷ γλυκεῖαν κρᾶσιν τῶν νοημάτων πικρὰν εἶναι νομίζοντες, καὶ μήτε τὴν, Οὐαὶ, φωνὴν φοβούμενοι, λεγούσης τῆς Γραφῆς·
 [00080]  Ἡμεῖς δὲ, ἀγαπητοὶ, λαβόντες τὸ ποτήριον τοῦ Κυρίου ἡμῶν, τὴν ἐν αὐτῷ γέμουσαν διδασκαλίαν πόθῳ ψυχῆς ἀρυσώμεθα.
000-00-00 Serial Number=0009064615
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00296]  Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν οἰκουμένην ἐξελθεῖν ἅπασαν.
000-00-00 Serial Number=0357980132
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00209]  Οὐχ ὁρᾶτε ἐν τοῖς σκάμμασι τοὺς παιδοτρίβας, οἳ μετὰ μυρίους ἄθλους ἀτέλειαν λοιπὸν τῶν παλαισμάτων ἀπὸ τῆς ἡλικίας λαβόντες, ἔξω τῶν σκαμμάτων καθήμενοι παρὰ τὴν κόνιν αὐτὴν, τοῖς ἔνδον οὖσι καὶ παλαίουσιν ὑποφωνοῦσιν, ὥστε χεῖρα κατασχεῖν, ὥστε σκέλος ἑλκύσαι, ὥστε λαβεῖν μετὰ τὰ νῶτα, καὶ ἕτερα πολλὰ τοιαῦτα λέγοντες, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, ἐκτενεῖς ῥᾳδίως τὸν ἀνταγωνιστὴν, τὰ μέγιστα συντελοῦσι τοῖς μαθηταῖς;
000-00-00 Serial Number=0650528014
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00210]  καὶ βαδίζομεν ἐντεῦθεν λαβόντες μι σθοὺς ὁμοίους τοῖς μὴ κεκμηκόσιν ὁμοίως ἡμῖν·
000-00-00 Serial Number=0192501068
In illud Vidi dominum Ante [Go Back]  
 [01153]  Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν μέλλωσι σεσηπότα τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν.
 [01257]  Οὐ γὰρ αὐτοὶ λαβόντες αὐτὸν ἀπήλασαν, ἀλλ' ἡ τελευτὴ νόμῳ φύσεως ἐπελθοῦσα τῆς πόλεως αὐτὸν ἐξέβαλε τότε.
000-00-00 Serial Number=0995231807
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00028]  ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε.
000-00-00 Serial Number=0238589883
In natalem Christi diem Ante [Go Back]  
 [00180]  Σήμερον γὰρ καὶ μάγοι προσῆλθον, ἀρχὴν λαβόντες ἀρνεῖσθαι τὸν τύραννον, καὶ ὁ οὐρανὸς καυχᾶται ἀστέρι τὸν ἴδιον ∆εσπότην μηνύων, καὶ ὁ Κύριος ἐπὶ νεφέλης κούφης τοῦ σώματος καθεζόμενος ἐπὶ τὴν Αἴγυπτον τρέχει, τῷ μὲν δοκεῖν φεύγων τὴν Ἡρώδου ἐπιβουλὴν, τῇ δὲ ἀληθείᾳ ἀποπληρῶν τὸ παρὰ τοῦ Ἡσαΐου εἰρημένον·
000-00-00 Serial Number=0741364777
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00107]  Αἰγύπτιοι κατεπόθησαν εἰκότως μετὰ τοῦ Φαραὼ, Μωσέως γὰρ διδάσκοντος οὐκ ἐπείθοντο πληγέντες πολλάκις, καὶ τῆς σῆς δεξιᾶς πεῖραν λαβόντες.
000-00-00 Serial Number=0971992731
In principium Actorum Ante [Go Back]  
 [00720]  Ἀλλὰ λαβόντες αὐτὸν διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν, ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ·
 [00741]  Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ.
 [01296]  τέως δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν τοῦ λόγου, δεικνύντες, ὅτι οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συναλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας μεταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε πρὸς τὸν Πατέρα ἐν τοῖς οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ' ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο ποιεῖν θαύματα.
 [01490]  Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν.
000-00-00 Serial Number=0750750959
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00022]  Ἀλλὰ καὶ Ἰουδαῖοι λαβόντες ἐντεῦθεν ἀντιλογίας ἀφορμὴν, λέγουσι·
000-00-00 Serial Number=0940050006
In ramos palmarum [3] Ante [Go Back]  
 [00092]  μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ' ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν, ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0982931674
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00049]  αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται, οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος;
000-00-00 Serial Number=0459450245
Laus Diodori episcopi Ante [Go Back]  
 [00020]  Οὕτω που καὶ βασιλεῖς ποιοῦσι πολλάκις, καὶ τὸ αὐτοῖς ἁρμόζον διάδημα λαβόντες, ταῖς τῶν παιδίων ἐπιτιθέασι κεφαλαῖς·
 [00021]  εἶτα ἐπειδὰν ἴδωσιν ἐλάττω τὴν παιδικὴν οὖσαν κο ρυφὴν τοῦ στεφάνου, αὐτῷ τούτῳ τῷ περιθεῖναι ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαβόντες λοι πὸν ἑαυτοῖς περιτίθενται.
000-00-00 Serial Number=0901903808
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00110]  Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἂν προσέλθωσι νήφοντες, καὶ εἴπωσι τὰ ἡμαρτημένα, καὶ ἀποδύρωνται ζεούσῃ τῇ ψυχῇ, πολλὴν λαβόντες συγγνώμην ἀπέρχονται·
000-00-00 Serial Number=0896015286
Prooemia in Psalmos Ante [Go Back]  
 [00120]  Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες, καὶ τὰ ἄλλα πάντα εἴσεσθε·
000-00-00 Serial Number=0136764348
Quales ducendae sint uxores Ante [Go Back]  
 [00055]  τοιαύτην δὲ λαβόντες οὐ τοῦτο καρπωσόμεθα μόνον, ὅτι οὐδέποτε αὐτὴν ἐκβαλοῦμεν, ἄλλ' ὅτι καὶ μετὰ πολλῆς αὐτὴν ἀγαπήσομεν τῆς σφοδρότητος, καὶ μεθ' ὅσης ὁ Παῦλος ἐκέλευσεν.
 [00195]  Πόσοι πλουτοῦντες, γυναῖκας λαβόντες εὐπόρους, τὴν οὐσίαν αὐξήσαντες, τὴν ἡδονὴν καὶ τὴν ὁμόνοιαν κατέλυσαν, καθημερινὰς μάχας ἐπὶ τῆς τραπέζης ποιούμενοι, φιλονεικίας ἔχοντες;
 [00196]  πόσοι πένητες πενεστέρας λαβόντες, εἰρήνης ἀπολαύουσι, καὶ μετ' εὐφροσύνης πολλῆς τὸν ἥλιον τοῦτον βλέπουσιν οἱ δὲ εὔποροι, πανταχόθεν αὐτοῖς περικειμένης τρυφῆς, διὰ τὰς γυναῖκας ηὔξαντο πολλάκις ἀποθανεῖν, καὶ τῆς παρούσης ἀπαλλαγῆναι ζωῆς;
000-00-00 Serial Number=0182766676
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00181]  Τὸν δὲ Λὼτ λαβόντες οἱ ἄγγελοι ἐξῆλθον τῆς οἰκίας·
 [00282]  Καὶ λαβόντες μόνον ἐβούλοντο ἀνελεῖν·
 [00323]  Ὡς δὲ ἐνεβλήθη καὶ λαβόντες ἀπῆλθον, προστάσσει τῷ ἐπὶ τῆς οἰκίας ὁ Ἰωσὴφ καταδιῶξαι τοὺς ἄνδρας.
 [00420]  Οἱ δὲ ἐξῆλθον, λαβόντες τὰ σκεύη τὰ ἀργυρᾶ καὶ χρυσᾶ, καὶ πολὺν λαὸν μετ' αὐτῶν ἐπίμικτον, καὶ πρόβατα, καὶ βόας, καὶ κτήνη.
 [00905]  Καὶ λαβόντες αὐτὸν οἱ ἀλλόφυλοι, ἐτύφλωσαν καὶ ἐνέβαλον εἰς τὸ δεσμωτήριον.
 [00914]  Οἱ δὲ λαβόντες τὴν παλλακὴν, ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα.
 [01087]  καὶ λαβόντες αὐτὸν οἱ πολέμιοι, προσέπηξαν τῷ τείχει Βιθσὰν, ἥ ἐστι Σκυθόπολις.
 [02517]  Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»