Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λίθων [161]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λίθων


000-00-00 Serial Number=0370754898
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00282]  ἀλλ' ὥσπερ τις πτωχὸς καὶ πένης ἐν οἰκίσκῳ γνοφώδει καὶ ταπεινῷ τὸν ἅπαντα χρόνον κατακλεισθεὶς, ἐπὰν ἴδῃ βασιλέα χρυσῷ τε πολλῷ καὶ λίθων ἀστραπαῖς ἀποστίλβοντα, οὐκ ἂν ἕλοιτο λοιπὸν οὐδὲ εἰς νοῦν τὴν τῆς οἰκείας πτωχείας οἰκίαν λαβεῖν, ἀλλ' ἅπαντα πραγματεύσεται ὑπὲρ τοῦ μεταστῆναι πρὸς ἐκείνην τὴν οἴκησιν, ἂν ἐξῆ·
000-00-00 Serial Number=0374227643
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00198]  Καθάπερ γάρ τις βασίλεια ἑαυτῷ λαμπρὰ κατασκευάσας, πολλῷ μὲν ἀποστίλβοντα τῷ χρυσῷ, πολλῇ δὲ λάμποντα τῇ τῶν λίθων αἴγλῃ, οὕτω τὸν κόσμον τεκτηνάμενος ὁ Θεὸς ἤγαγε τὸν ἄνθρωπον βασιλεύοντα πάντων τῶν ἐν αὐτῷ.
 [00199]  Καὶ τὸ πολλῷ θαυμασιώτερον, τούτου τοῦ οἴκου οὐκ ἀπὸ λίθων κατασκευάσας τὸν ὄροφον, ἀλλ' ἐξ ἑτέρας ὕλης τιμιωτέρας αὐτὸν συμπηξάμενος, οὐδὲ λυχνίας χρυσῆς φλόγα ἀνάψας, ἀλλ' ἄνωθεν τὰς λαμπάδας ἀφεὶς διατρέχειν τούτου τοῦ οἴκου τὴν στέγην ἐκέλευσεν, ὡς μὴ χρήσιμον μόνον, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἶναι τὴν ἡδονήν·
000-00-00 Serial Number=0047830403
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00045]  Ζημία γὰρ ἡμᾶς ἐσχάτη κατείληφεν, οὐχ ὅτι χρυσοῦ τάλαντα τόσα καὶ τόσα τῆς ἐμῆς ἐξέπεσεν χειρὸς, οὐδ' ὅτι λίθων τιμίων πολὺς ἀριθμός, ἀλλ' ὅτι τούτων ἁπάντων ὁ τιμιώτερος συμπλέων ἡμῖν τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, οὐκ οἶδα πῶς, ἐξολισθήσας, εἰς αὐτὸν τῆς ἀπωλείας τὸν πυθμένα κατέπεσεν.».
 [00327]  εἴ τίς σε εἰς θέατρον εἰσήγαγεν ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων, καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεψαλῆς, εἶτά σε ἐπηγγέλλετο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρ' οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;
 [00328]  Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς οὐρανοὺς καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τοιούτων συγκείμενον ἀνδρῶν, ἀλλ' ἀπ' ἐκείνων οἳ καὶ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν τιμίων καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν καὶ πάσης ὁρωμένης φαιδρότητός εἰσιν τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον ἀλλὰ καὶ ἀπὸ τῶν πολὺ τούτων τιμιωτέρων ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν.
 [00458]  Τῆς γοῦν γῆς ὁ οὐρανὸς καὶ τοῦ ὕδατος τὸ πῦρ καὶ οἱ ἀστέρες τῶν λίθων εἰσὶν ὡραιότεροι·
000-00-00 Serial Number=0412459135
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00360]  Πρὸς δὲ τούτοις, τὴν χρείαν τὴν ἄφατον, τὴν ἐν σπέρμασι, τὴν ἐν φυτοῖς καὶ ἐν σώμασιν ἀνθρώπων, τετραπόδων, ἰχθύων, ἀέρων, λίθων, βοτανῶν, τὴν ἐν γῇ, τὴν ἐν θαλάσσῃ, τὴν ἐν ἀέρι, τὴν ἐν πᾶσιν ἁπλῶς τοῖς ὁρωμένοις;
 [00373]  ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, [7.18] ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, [7.19] ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, [7.20] ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων.
000-00-00 Serial Number=0849761903
Ad illuminandos catecheses Ante [Go Back]  
 [00471]  τῶν γὰρ πολυτελῶν λίθων ἀναγκαιότεροι οἱ λίθοι οὗτοι·
000-00-00 Serial Number=0881786704
Ad populum Antiochenum Ante [Go Back]  
 [01599]  Καὶ τὰ τραύματα δὲ ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιώτερα.
000-00-00 Serial Number=0941412985
Adversus Judaeos Ante [Go Back]  
 [02006]  μὴ τὰ ἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν, αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως;
 [02013]  Πάλιν ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔκλαμψις, καὶ τὰ μέλλοντα ἐσήμαινε.
 [02016]  Ἵν' οὖν μὴ ἀναισχυντῶσιν οἱ Ἰουδαῖοι, μηδὲ ἀνθρώποις λογίζωνται τὴν αὐτῶν ἐρήμωσιν, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν, καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδὼν γενέσθαι ἐποίησε, τὸ πῦρ, τὴν φωνὴν, τὴν τῶν λίθων ἔκλαμψιν, τὰ ἄλλα πάντα τὰ τοιαῦτα.
 [02021]  μὴ τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων;
000-00-00 Serial Number=0732932091
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01090]  ὅπως δὲ αὐτὸς γένοιτο καλὸς, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδὴν, τὴν ψυχὴν οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους·
000-00-00 Serial Number=0134680927
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00036]  Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίαις λίθων εὐμεγεθῶν ὠχυρωμένον, καὶ πολεμίων ἀποτρέπον ἐφόδους, οἷον ἁγίων σύστημα ἡρμοσμένον τοῖς τῆς ἀγάπης δεσμοῖς, καὶ τὰς τοῦ διαβόλου πείρας (sic);
000-00-00 Serial Number=0538015962
Commentarius in Job Ante [Go Back]  
 [01794]  [6,12a] μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου;
 [01800]  εἰ γὰρ ἐβούλετο, οὐκ ἂν ὑπέμεινεν, ἀλλ' ἑαυτὸν ἂν διεχρήσατο, ὥστε, εἰ καὶ μηδαμόθεν ἑτέρωθεν, ἐντεῦθεν κατάμαθε τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, ὃς ἄνθρωπος ὢν τὰ μείζονα τῶν λίθων ὑπομένει διὰ τὸν τοῦ θεοῦ φόβον, καὶ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ.
 [02020]  μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου;
 [02090]  [8,17a] ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, [17b] εἰς δὲ μέσον χαλίκων ζήσεται.
000-00-00 Serial Number=0689766228
Contra theatra Ante [Go Back]  
 [00407]  ἐγώ σοι κατ' ἐξαίρετον ἐκ λίθων ἐγερῶ τέκνα.
000-00-00 Serial Number=0586749315
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00147]  Εἶτα αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλοῦ μὲν ἐπιβαίνοντα τοῦ φρονήματος σεμνότερον δὲ ἀπὸ τῶν ἱματίων φαινόμενον καὶ ἀλουργίδος καὶ τῶν λίθων τῶν πανταχοῦ διεσπαρμένων κατὰ τὴν δεξιὰν κατὰ τὴν συμβολὴν τῆς χλανίδος, τῶν ἀπὸ τοῦ διαδήματος ἐξ αὐτῆς ἀστραπτόντων τῆς κεφαλῆς.
 [00349]  Πρὶν ἢ δὲ τὸν τρόπον τῆς διώξεως εἰπεῖν ἐκεῖνο ὑμᾶς ἐπισημήνασθαι ἀξιῶ, ὅτι οὐκ εὐθέως αὐτὸν ἀνελθὼν ἐξέβαλεν ἀλλὰ μένοντα εἰργάσατο ἄπρακτον καὶ ἐπεστόμισε καὶ τῶν λίθων ἀπέφηνεν ἀφωνότερον, τοῦ δὲ ἀπελάσαι τὸ μένοντος περιγενέσθαι οὐκ ἔλαττον ἦν.
 [00517]  Ἐπειδὴ δὲ οὐδὲ οὕτω τὰ τῆς πλάνης ἔληγεν ἀλλ' ἐνέκειντο πάλιν οἱ τῶν λίθων ἀναισθητότεροι τὸν ἡττημένον παρακαλοῦντες καὶ πρὸς οὕτω φανερὰν ἀλήθειαν τυφλώττοντες, τηνικαῦτα ἐπαφεῖναι ἠναγκάσθη τῷ ξοάνῳ τὸ πῦρ ὥστε διὰ τούτου τοῦ ἐμπρησμοῦ ἕτερον τὸν τῆς εἰδωλολατρείας σβέσαι ἐμπρησμόν.
 [00617]  Μουσῶν οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὥραν.
000-00-00 Serial Number=0526598394
De Davide et Saule Ante [Go Back]  
 [00332]  Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως·
000-00-00 Serial Number=0752156138
De Lazaro Ante [Go Back]  
 [00231]  ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ' ἀποτυγχάνοντας μὲν ἀεὶ, μὴ δυσχεραίνοντας δὲ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα.
 [02593]  Εἰπὲ γάρ μοι, εἰ ἐθεάσω ἐν ταῖς αἰσθηταῖς ταύταις οἰκοδομαῖς ταῖς διὰ τῶν λίθων γινομέναις τοῦτό τινα ποιοῦντα, οὐχὶ ὡς μεμηνότι αὐτῷ προσέξεις καὶ εἰκῆ καὶ μάτην κοπτομένῳ, καὶ εἰς οὐδὲν δέον πάντα τὰ αὑτοῦ καταναλίσκοντι;
000-00-00 Serial Number=0127667964
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00172]  τὸ μὲν ἐξ ὕλης ἢ χρυσοῦ ἢ μαργαριτῶν ἢ λίθων τιμίων, ὃ καὶ ἀφαιρεῖται πολλάκις ὑπὸ βαρβάρων ἢ κλεπτῶν·
000-00-00 Serial Number=0282077312
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00122]  ∆ιδασκόμεθα δὲ πρὸς τούτοις, μὴ σφόδρα τῷ παρόντι βίῳ προστετηκέναι, ἀλλὰ καταφρονεῖν μὲν τῶν παρόντων, ἐπιθυμεῖν δὲ τῶν μελλόντων ὡς μενόντων, καὶ τὴν βασιλείαν ἐκείνην ζητεῖν τὴν οὐράνιον καὶ αἰώνιον, καὶ τοῖς ἐνταῦθα τερπνοῖς μὴ κατέχεσθαι, μὴ σωμάτων εὐμορφίᾳ, μὴ χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λίθων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγε [51.46] μονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ ὀψοποιίαις καὶ καρυκείαις καὶ παντοδαπαῖς χλιδαῖς, μὴ ἄλλῳ τινὶ τῶν τὰς ἡμετέρας δελεαζόντων αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι.
000-00-00 Serial Number=0663514793
De cruce et latrone i Ante [Go Back]  
 [00277]  οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων, βαλλόμενος ὑπὸ πάντων, δεχόμενος τὰς βολὰς τῶν λίθων, καὶ τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς, ἔλεγε·
000-00-00 Serial Number=0922705770
De cruce et latrone ii Ante [Go Back]  
 [00350]  Καθάπερ γὰρ ὁ ∆εσπότης μεταξὺ τῶν σταυρούντων αὐτὸν κρεμάμενος ὑπὲρ τῶν σταυρούντων παρεκάλει, οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων ὢν, βαλλόμενος ὑπὸ πάντων, καὶ τὰς νιφάδας τῶν λίθων δεχόμενος, τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς ἔλεγε·
000-00-00 Serial Number=0122122586
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00181]  Οἱ δὲ λιθοξόοι τῶν λίθων καὶ αὐτοὶ τὸ αὐτὸ πράττουσιν, τὸ μὲν περιττὸν περιαιροῦντες, τὸ δὲ ἐνδέον προστιθέντες.
 [00227]  Οὐ λεπίδας χρυσοῦ μόνον ἐπικεῖσθαι δεῖ ταῖς θύραις, ἀλλ' ὅλας δι' ὅλου ἀπὸ χρυσοῦ κατεσκευάσθαι παχείας καὶ ναστάς, καὶ λίθους ἔχειν τιμίους ἀντὶ λίθων προσπεπηγότων ἔξωθεν.
 [00228]  Μοχλὸς δὲ ἔστω τῶν θυρῶν τούτων ὁ τοῦ Κυρίου σταυρός, ὅλος δι' ὅλων ἀπὸ λίθων κατεσκευασμένος τιμίων καὶ διὰ μέσων βεβλημένος τῶν θυρῶν πλάγιος.
000-00-00 Serial Number=0030402899
De jejunio de Davide Ante [Go Back]  
 [00239]  ἴδε, διάδημα ἐκ λίθων τιμίων περίκειμαι.
000-00-00 Serial Number=0473469675
De jejunio sermones 1 Ante [Go Back]  
 [00357]  Μὴ εὐτρεπίσῃς ἐκ λίθων οἰκίαν·
 [00367]  Οὐ χρῄζει χρυσοῦ οὔτε ἀργύρου, οὐ χρῄζει λίθων πολυτελῶν οὔτε οἰκοδομιῶν μεγάλων, ἀλλὰ χρῄζει ψυχῆς φαιδρυνομένης, μετανοίας ἀνοθεύτου.
 [00508]  Λέγω γὰρ ὑμῖν, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ἐκ τῶν λίθων τούτων τέκνα ἐγεῖραι τῷ Ἀβραάμ.
000-00-00 Serial Number=0578046203
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00220]  καὶ γὰρ ἀδάμαντος ἦν παντὸς στερροτέρα, καὶ χρυσοῦ καὶ λίθων τιμίων τιμιωτέρα·
 [00430]  Καὶ ἐν τῇ γῇ δὲ τῆς ἐπαγγελίας οὗτοι μὲν, τῶν σημείων γινομένων, ἔμενον λίθων ἀναισθητότεροι·
000-00-00 Serial Number=0150486052
De mutatione nominum Ante [Go Back]  
 [00921]  Ἆρα τῶν λίθων οὐκ ἦσαν ἀναισθητότεροι;
000-00-00 Serial Number=0212158203
De paenitentia [1] Ante [Go Back]  
 [01118]  Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν.
000-00-00 Serial Number=0377666652
De paenitentia [2] Ante [Go Back]  
 [00421]  μεγάλα ποταμῶν βάθη καὶ ῥεύματα, χείμαῤῥοι σφοδροὶ καὶ βαθεῖς κορμῶν βάρη καὶ λίθων ἄχθη παρασύρειν πεφύκασι.
000-00-00 Serial Number=0767066598
De perfecta caritate Ante [Go Back]  
 [00050]  Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίᾳ λίθων εὐμεγεθῶν ὠχυρωμένον, ἀπόρθητον γίνεται ταῖς τῶν ἐχθρῶν ἐφόδοις, ὡς τὸ σύστημα τῶν ἀλλήλους ἀγαπώντων, καὶ ἐν ὁμοφροσύνῃ περιεσφιγμένων;
000-00-00 Serial Number=0128590882
De sacerdotio Ante [Go Back]  
 [00450]  Ὑπόγραψόν μοι τὸν Ἠλίαν τοῖς ὀφθαλμοῖς καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον, εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην, θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα.
 [01275]  Καὶ γὰρ προσώπων εὐμορφία καὶ κινημάτων διάθρυψις καὶ βαδίσεως ἐπιτήδευσις καὶ φωνῆς διάκλασις καὶ ὀφθαλμῶν ὑπογραφαὶ καὶ παρειῶν ἐπιγραφαὶ καὶ πλεγμάτων συνθέσεις καὶ τριχῶν βαφαὶ καὶ ἱματίων πολυτέλεια καὶ χρυσίων ποικιλία καὶ λίθων κάλλος καὶ μύρων εὐοδμία καὶ τἄλλα πάντα ἃ τὸ γυναικεῖον ἐπιτηδεύει γένος, ἱκανὰ θορυβῆσαι ψυχήν, ἢν μὴ πολλῇ τῇ τῆς σωφροσύνης αὐστηρότητι ἀπεσκληκυῖα τύχῃ.
000-00-00 Serial Number=0892345667
De sancta Droside martyre Ante [Go Back]  
 [00134]  Ὢ θαυμαστῆς πυρᾶς! οἷον εἶχεν ἔνδον θησαυρὸν τὴν κόνιν ἐκείνην καὶ τὴν τέφραν παντὸς χρυσίου τιμιωτέραν, πάντων μύρων εὐωδεστέραν, πάντων λίθων τιμαλφεστέραν! Ὅσα γὰρ οὐκ ἰσχύει πλοῦτος καὶ χρυσίον, τοσαῦτα ἰσχύει μαρτύρων λείψανα.
000-00-00 Serial Number=0743598402
De sanctis martyribus [1] Ante [Go Back]  
 [00060]  Ἐπεὶ καὶ ὁ μακάριος Στέφανος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ' ἀντ' ἐκείνων τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἠρίθμει.
000-00-00 Serial Number=0699788928
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00014]  Καὶ καθάπερ τις στέφανον πλέκων χρυσοῦν, εἶτα μαργαρίτας ἐντιθεὶς τῇ πυκνότητι τῶν λίθων, λαμπρότερον ἐργάζεται τὸ διάδημα, οὕτω δὴ κἀγὼ τὸν τῶν ἐγκωμίων στέφανον τῇ μακαρίᾳ πλέκων κεφαλῇ τήμερον, ὥσπερ τινῶν μαργαριτῶν πυκνότητα τῆς προσηγορίας αὐτοῦ τὴν συνέχειαν ἐνυφαίνω τῷ λόγῳ, ποθεινότερον ταύτῃ καὶ λαμπρότερον κατασκευάζειν αὐτὸν προσδοκῶν.
 [00036]  Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως ἄρχων τὸ ὄχημα ἐλαύνων διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν τοῦ ἄρχοντος κεφαλὴν, οὐ φερούσης τῆς πόλεως τὸν χωρισμὸν, ἀλλ' αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν ἅγιον ἐκεῖνον ἀποσπώμενον ἰδεῖν.
 [00038]  Ἰδὼν τὰς τῶν λίθων βολὰς τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μαθητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν ἐπιδείκνυσθαι χρή·
000-00-00 Serial Number=0488871157
De virginitate Ante [Go Back]  
 [01313]  Οὐ γὰρ εἴσοδοι καὶ ἔξοδοι πολυπραγμονοῦνται μόνον ἀλλὰ καὶ ῥήματα καὶ βλέμματα καὶ στεναγμὸς μετὰ πολλῆς βασανίζεται τῆς ἀκριβείας καὶ ἀνάγκη ἢ τῶν λίθων ἀκινητοτέραν εἶναι καὶ σιγῇ πάντα φέρειν καὶ τῷ θαλάμῳ προσηλῶσθαι διαπαντὸς δεσμώτου χεῖρον.
 [01479]  Οὕτω γοῦν πολλαὶ οὐ ταῦτα μόνον ἀλλὰ πολλῷ τούτων ἔτι τιμιώτερα περιδέραια ἀπὸ τιμίων συγκείμενα λίθων διασπασθέντα καὶ ἐκπεσόντα ἀπώλεσαν.
 [01488]  ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσείδειαν μειζόνως.
000-00-00 Serial Number=0586163044
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00124]  ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίᾳ λίθων εὐμεγεθῶν ὠχυρωμένον, ἀπόρθητον γίνεται ταῖς τῶν ἐχθρῶν ἐφόδοις, ὡς τὸ σύστημα τῶν ἀλλήλους ἀγαπώντων καὶ ἐν ὁμοφροσύνῃ περιεσφιγμένων;
 [01665]  Πορευόμενος γὰρ εἰς Χαῤῥὰν, ἔδυ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη.
 [03195]  Ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινὸς περιέρχεται τῆς οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη·
 [04034]  ∆ιὰ γὰρ τοῦτο ἡμῖν μάλιστα τοῦτο τὸ μέρος ὥσπερ ἔκ τινων λίθων τῶν ὀστῶν ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ θεὶς, ὥστε μὴ διαῤῥήξαντά ποτε μηδὲ διατεμόντα, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον.
 [04256]  οὐ δέδοικας ταῦτα φθεγγόμενος, καὶ μετὰ τῶν ἵππων καὶ τῶν λίθων τὸν Χριστὸν ἀριθμῶν;
 [05460]  Καὶ ποίων οὐκ ἂν εἴης ἀναισθητότερος λίθων, τοσούτων σε ἑλκόντων πραγμάτων, ἐπὶ τῆς διαβολικῆς ταύτης μένων ὠμότητος;
 [06088]  Εἴ τίς σε εἰς θέατρον ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς περιβεβλημένοι στολὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἀπέδειξεν ἀπὸ λίθων καὶ μαργαριτῶν μόνων καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον τὸν ἐπὶ τῆς κεφαλῆς ἔχοντα, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρα οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;
 [07011]  Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως·
 [09999]  Καὶ διὰ τοῦτο ἡμῖν τοῦτο μάλιστα τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περιθεὶς, ὥστε μὴ διαῤῥῆξάν ποτε, μήτε διατεμὸν, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον.
000-00-00 Serial Number=0588171661
Epistula ad Cyriacum Ante [Go Back]  
 [00468]  Τίς γὰρ οὐκ ἂν αἰσχυνθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργασάμενον ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων ἀλυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, πλοκάμους λυούσης, χοροὺς περιϊστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀπρεπῆ διαδεχόμενα, ἀφωνίαν καὶ ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσῳδίαν, ἀφανισμὸν παντελῆ καὶ ὀστέα εἰδεχθῆ καὶ ἄσημον τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα.
000-00-00 Serial Number=0637992978
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00155]  καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγένετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα, καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην καὶ σιδήρου καὶ λίθων περιγινομένην καὶ πάσης κρατοῦσαν ὕλης τριχῶν ἐνίκα φύσις.
 [00808]  Τίς γὰρ οὐκ ἂν συγχυθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργαζόμενον, ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων κωκυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, παρειὰς ξαινούσης, πλοκάμους λυούσης, χοροὺς περιιστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς, οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀτερπῆ διαδεχόμενα, ἀφωνίαν, ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσωδίαν, ἀφανισμὸν παντελῆ καὶ εἰς ὀστέα εἰδεχθῆ καὶ ἄσημα τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα;
000-00-00 Serial Number=0508487523
Expositiones in Psalmos Ante [Go Back]  
 [00603]  Ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις οὔτε λόγον ἔχει, οὔτε λογισμὸν, παντί που δῆλόν ἐστι, καὶ πᾶς τοῦτο οἶδε, κἂν λίθων ἀναισθητότερός τις ᾖ.
 [02181]  Εἰ δὲ ὁρῶν μόνον τὴν γῆν, καὶ λίθων τήκει φύσιν, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων τοῦτο δυνήσεται.
 [04093]  Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων·
 [05856]  Καθάπερ ἐπὶ τῶν χρωμάτων, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων·
000-00-00 Serial Number=0274628401
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00998]  Ἀσφάλεια γὰρ πόλεως, οὐκ οἰκοδομῆς ἁρμονία, οὐδὲ λίθων μέγεθος, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετή.
 [04933]  οὐχ ὡς τῶν λίθων δεχομένων τὴν ἀρετὴν, ἀλλὰ τῶν ἐνοικούντων.
 [05950]  Ἔλαβε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν καιομένων λίθων εἰς ἄσβεστον.
000-00-00 Serial Number=0530832231
Fragmenta in Job Ante [Go Back]  
 [00178]  Οὐχ ἵππων μέμνηται, καὶ ἁρμάτων χρυσοκολλήτων, ἢ ἀργυρίου καὶ χρυσίου θησαυρῶν, καὶ λίθων τιμίων, καὶ ἑτέρων τῶν τὴν φιλόπλουτον νόσον ἀναφλεγόντων, ἀλλὰ τῶν ἥκιστα τὴν χρείαν ἐκβαινόντων.
 [00599]  καὶ τὰ τραύματα ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιώτερα.
000-00-00 Serial Number=0035841346
In Acta apostolorum Ante [Go Back]  
 [02443]  Εἰπέ μοι, εἰ χρυσοῦ προκειμένου καὶ λίθων τιμίων ἔλεγον, Ἐπιθύμησον μολύβδου·
 [08625]  Ὅταν τῶν σηρικῶν ἱματίων τούτων καὶ τῶν λίθων ἀπωλολότων, ἀπὸ μόνων τῶν τῆς ἀρετῆς καὶ τῆς κακίας ἱματίων ἅπαντες φαίνωνται·
 [09999]  ἔστι ῥήμασι βάλλεσθαι καὶ νῦν λίθων χαλεπωτέροις.
 [09999]  ταῦτα στεφάνων ἄξια, ταῦτα ἀνακηρύξεως, ταῦτα μυρίων ἀγαθῶν, οὐ λίθων·
000-00-00 Serial Number=0887452185
In Genesim sermones Ante [Go Back]  
 [00201]  Εὐχὴ δὲ Ἐκκλησίας τοσοῦτον δύναται, ὡς εἰ καὶ λίθων ἦμεν ἀφωνότεροι, πτεροῦ παντὸς κουφοτέραν ἡμῖν τὴν γλῶτταν ἐργάσασθαι.
 [00313]  Τί γὰρ ἂν μέγα εἰσενέγκοι εἰς τὸν βίον τὸν ἡμέτερον λίθων εὕρεσις πολυτελῶν;
 [00593]  Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἡδονῆς τοὺς περὶ τοῦ πατραλοίου λόγους ἐδέξασθε, καὶ ἀντὶ τῶν λίθων ταῖς βοαῖς αὐτὸν ἐβάλλετε·
000-00-00 Serial Number=0670205116
In Isaiam Ante [Go Back]  
 [01579]  Οὐ γὰρ περὶ φυτῶν ὁ λόγος μοι, φησίν, οὐδὲ περὶ γῆς ἀψύχου, οὐδὲ περὶ λίθων καὶ τοίχων, ἀλλὰ περὶ δήμου τοῦ ὑμετέρου.
000-00-00 Serial Number=0996689975
In Joannem Ante [Go Back]  
 [00080]  Ἐπεὶ ὅτι γε καὶ λίθων φύσιν τιμίων, καὶ παντὸς μέλιτος ἡδονὴν, κατὰ πολλὴν νικᾷ τὴν ὑπερβολὴν, ἄκουσον τοῦ Προφήτου λέγοντος περὶ αὐτῶν, καὶ τὴν ὑπερβολὴν ταύτην δεικνύντος·
 [01332]  Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον·
 [01940]  Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν.
 [02006]  τῶν δὲ τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν σημάντρων ἐπικειμένων, ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς, ὁ προσηλωθεὶς, καὶ τῆς δυνάμεως τῆς πολλῆς τότε τοὺς ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας γῆς, τὴν δὲ τῶν δαιμόνων λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν ψυχῆς ἀθανασίαν, καὶ σώματος ζωὴν αἰώνιον, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος.
000-00-00 Serial Number=0930504441
In Joannem theologum Ante [Go Back]  
 [00153]  τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἐκδικηταὶ τοῦ Κυρίου, τὴν φάσιν δεξάμενοι περὶ τῶν δυσωνύμων καὶ κακοδόξων, οἳ τὰς θείας Γραφὰς στρεβλώσαντες καὶ τὴν ἀλήθειαν συγχέαντες, καὶ τῆς εὐθείας ὁδοῦ ἐκνεύσαντες ψυχὰς αἰχμαλωτεύουσιν, εἰς τὸ ἀΐδιον ἕλκοντες τῆς αἱρέσεως σκότος, συναθροισθέντες ἅμα πάντες ὁμοφρόνως οἱ πιστοὶ, ∆αυϊδικὸν ζῆλον, δίκην λίθων τὰ θεῖα λόγια ἐκ τοῦ χειμάῤῥου, ἤγουν τοῦ Εὐαγγελίου, καὶ τὴν ἄῤῥηκτον πίστιν τῆς ἁγίας Τριάδος ἀναλαβόντες, παρετάξαντο πόλεμον κατὰ τῶν ἀναριθμήτων καὶ ἀθέων αἱρετικῶν, σύμψυχοι τὸ ἓν συμφωνοῦντες καὶ λέγοντες μετὰ τοῦ Ἀποστόλου, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ἓν Πνεῦμα ἅγιον, ὁ φωτισμὸς πάντων, μία θεότης, εἷς Θεός·
000-00-00 Serial Number=0576753914
In Lazarum i Ante [Go Back]  
 [00135]  ταῦτα γὰρ καὶ λίθων πεφραγμένων ἐξιέναι δύναται.
000-00-00 Serial Number=0732426882
In Psalmum 094 Ante [Go Back]  
 [00034]  Ἐστράφη ποτὲ Ἐζεκίας πρὸς τὸν τοῖχον, οὐ τὸν ἐκ λίθων συγκείμενον, ἀλλὰ τὸν διὰ προφητικῆς καὶ ἀποστολικῆς διδασκαλίας οἰκοδομούμε νον.
 [00061]  οὐ χρυσοκόλλητος [55.618] θρόνος ἐκ λίθων συγκείμενος, ἀλλ' ἐξομολόγησις.
000-00-00 Serial Number=0669643819
In Psalmum 100 Ante [Go Back]  
 [00084]  Ἐνταῦθα οἶκον, ἀγαπητοὶ, οὐ τὸν χειροποίητον τοῦτον, ἐκ λίθων καὶ ξύλων συγκείμενον, οὐδὲ τὸν ἐξ ἀμόρφου ὕλης σκευαζόμενον, ἀλλὰ τὸν λογικὸν τῆς ψυχῆς ναὸν, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπού μενον, τὸν ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς φύσεως μορφού μενον, τὸν ὑπὸ τοῦ θείου ἐμφυσήματος ζωοποιούμενον, τὸν φέροντα τὴν ψυχὴν καὶ ὑπὸ τῆς ψυχῆς φερόμενον, τὸν δεκτικὸν χαρισμάτων τῆς ἀκινήτου δυνάμεως.
000-00-00 Serial Number=0582785487
In Psalmum 118 Ante [Go Back]  
 [01272]  Τῶν γὰρ τιμίων λίθων τοπάζιον·
 [01274]  Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν χρόνον τοῦτον προτιμᾶσθαι τῶν ἄλλων λίθων.
000-00-00 Serial Number=0856483042
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00183]  λίθων ἐγενόμεθα ἀναισθητότεροι.
 [00189]  Ποίαν οὖν ἔτι ζητεῖς ὑπερβολὴν κακίας, ὅταν καὶ ὄνων ἀναισθητότεροι, καὶ βοῶν ἀλογώτεροι, καὶ χελιδόνος καὶ τρυγόνος ἀγνωμονέστεροι, καὶ μυρμήκων ἀσυνετώτεροι, καὶ λίθων ἀναισθητότεροι, καὶ ὄφεων ἴσοι φαινώμεθα;
 [00195]  Ἀλλ' ὅμως ἡμεῖς οἱ ἀναίσθητοι καὶ ἀγνώμονες, οἱ ἀνόητοι, οἱ τῶν λίθων ἀναισθητότεροι, οἱ πάντων κατώτεροι, οἱ ἄτιμοι, οἱ εὐτελέστατοι·
000-00-00 Serial Number=0433522701
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03832]  Καθάπερ ἐπὶ τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, [61.490] καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη·
 [05593]  Οὐ Βεσελεὴλ αὐτὸ ᾠκοδόμησεν, οὔτε ἄλλος τις, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι' ὕλης τοῦ οὐρανοῦ λαμπροτέρας, διὰ ψυχῶν λογικῶν.
 [06860]  ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν ἀναισθήτων λίθων·
000-00-00 Serial Number=0195506752
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01588]  Εἰπέ μοι, εἰ πρὸς ἔμπορόν τινα ἀπελθὼν, δύο λίθων κειμένων, τοῦ μὲν εὐτελοῦς, τοῦ δὲ βαρυτίμου καὶ ἱκανὸν ἐργαζομένου πλοῦτον, καταθεὶς ἐκείνου τοῦ μικροῦ τὸ τίμημα, τὸν μέγαν ἔλαβες, ἆρα ἂν ἐνεκάλεσας ἐκείνῳ;
000-00-00 Serial Number=0367745519
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03134]  Κἂν γὰρ εἰς εἰκόνα βλέψωσι βασιλικὴν, οὐ θαυμάζουσι τῶν λίθων τὸ κάλλος οὐδὲ τὸν χρυσὸν οὐδὲ τὸ ἁλουργὲς ἱμάτιον, ἀλλὰ τήκονται.
 [06044]  Ἐπειδὴ γὰρ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσι, πρὸς μὲν οὖν ἐκείνους φησὶν, ὅτι Οὐδὲν εἴδωλον ἐν κόσμῳ·
 [07301]  Ἐννόησον τοὺς λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων·
 [09999]  Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι.
 [09999]  Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύ-λων καὶ λίθων·
000-00-00 Serial Number=0663956463
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02795]  Εἰπέ μοι, εἰ βουληθεὶς ἰδεῖν τὰ βασίλεια πολλῷ καταλάμποντα τῷ χρυσῷ, καὶ περιαστράπτοντα τῇ τῶν λίθων αἴγλῃ, εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις;
000-00-00 Serial Number=0774041891
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03608]  Ἀλλ' εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ ὄψει ταῦτα ὅτι μυρμήκων καὶ κωνώπων ἐστὶν ἔργα.
000-00-00 Serial Number=0135130823
In epistulam ad Colossenses Ante [Go Back]  
 [00852]  Ἂν τοίνυν πλέον ἡμῶν οὐδὲν ἔχῃ, τάχα κατὰ τοῦτον τὸν λόγον πάντων ἐστὶ πρωτότοκος, καὶ ὁμοούσιος ἔσται ὁ Θεὸς Λόγος καὶ λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν·
 [01429]  Τὸ γὰρ ἀθρόως ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωμα ἁπλῶς διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου·
 [01446]  Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα, ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν θρόνων καὶ τῶν κυριοτήτων ποιήσας κυριώτερον τὸν ὑποκάτω λίθων ὄντα.
000-00-00 Serial Number=0915328383
In epistulam ad Ephesios Ante [Go Back]  
 [00729]  Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι;
 [02902]  Καὶ γὰρ ἔνθα μόνος ὁ δεσπότης εἰσῄει μετὰ τῆς ἑαυτοῦ συζύγου, ἔνθα τῶν πολλῶν ἱματίων καὶ ἀρωμάτων τὸ ταμεῖον ἦν, τῶν λίθων τῶν πολυτελῶν τὰ δοχεῖα, μιᾶς πυρᾶς γενομένης, καὶ βαλανευταὶ καὶ κοπρῶναι καὶ δραπέται καὶ πάντες λοιπὸν ἔνδον, καὶ πάντα τὰ ἔνδον ὕδωρ καὶ πῦρ καὶ πηλὸς καὶ κόνις, καὶ ξύλα ἡμίκαυστα.
 [02912]  Ἡ δὲ οἰκία αὕτη οὐκ ἔστιν ἰσότιμος ἅπασα, ἀλλὰ τῶν εἰς αὐτὴν συντελούντων λίθων οἱ μέν εἰσι λαμπροὶ καὶ φαιδροὶ, οἱ δὲ ἐκείνων μὲν ἐλάττους καὶ ἀμαυρότεροι, πολλῷ δὲ ἄλλων βελτίους.
 [02918]  τὸ γὰρ πολὺ πλῆθος τὴν τάξιν ἐπέχει τῶν λίθων τῶν τοὺς τοίχους οἰκοδομούντων.
 [02921]  Αὕτη ἡ Ἐκκλησία οὐκ ἀπὸ τῶν λίθων τούτων ᾠκοδόμηται, ἀλλ' ἀπὸ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λίθων τῶν τιμίων, καὶ πολὺς πανταχοῦ διέσπαρται ὁ χρυσός.
 [02929]  Καὶ γὰρ ἐπὶ τῶν οἰκοδομημάτων, ὅταν μὲν ξύλων ἐπιλάβηται, μᾶλλον ὁπλίζεται κατὰ τῶν λίθων·
 [05380]  Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων, εἰς ἓν αὐτοὺς συνάγων.
000-00-00 Serial Number=0171842635
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01868]  Καὶ διὰ τοῦτο μάλιστα ἡμῖν τοῦτο τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περιθεὶς ταῦτα, ὥστε μὴ διαῤῥῆξάν ποτε, μηδὲ διατεμὸν εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον.
000-00-00 Serial Number=0048479080
In epistulam ad Philippenses Ante [Go Back]  
 [01950]  Ἀλλὰ καὶ οὕτως ἐκτεθηριωμένον ἐκάλει, καὶ διὰ τῶν θαυμασίων ἔργων ἐπήγετό σε τὸν λίθων ἀναισθητότερον.
 [03377]  ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειμένη καὶ λίθων, τί τὸ πλέον ἔχει;
000-00-00 Serial Number=0167532146
In epistulam ad Romanos Ante [Go Back]  
 [02215]  Τί οὖν, ἂν τοῦ πυρὸς τούτου δαπανητικωτέραν τις φέρῃ φλόγα, τὴν βασκανίαν λέγω, οὐχὶ λίθων οἰκοδομὰς καθαιροῦσαν, οὐδὲ χρυσοῦν θυσιαστήριον κατασκάπτουσαν, ἀλλὰ τὸ πολὺ καὶ τῶν τοίχων καὶ τοῦ θυσιαστηρίου τιμιώτερον, τῶν διδασκάλων τὴν οἰκοδομὴν ἀνατρέπουσαν καὶ λυμαινομένην, ποίας ἂν εἴη συγγνώμης ἄξιος;
 [05573]  Καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος καταβὰς ἄνωθεν, καὶ ὑπόγραψον τὰ περὶ τὸν βασιλέα τὸν παρ' ἡμῖν, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεύγη λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων, καὶ ὀχήματα λιθοκόλλητα, καὶ στρωμνὴν χιονώδη, καὶ πέταλα τοῖς ὀχήμασι περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀμφαλοὺς, καὶ τελαμῶνας ἐκ τούτων πρὸς τὰς ἄντυγας ἄνω διὰ πολλῶν ἐκτεινομένας λίθων, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς.
 [05879]  Ποίων οὐκ ἂν εἶεν ἀναισθητότεροι λίθων, οἱ τοσούτων αὐτοὺς ἑλκόντων πραγμάτων, ἐπὶ τῆς διαβολικῆς ταύτης μένοντες ὠμότητος;
 [06249]  καὶ πωλοδάμναι πολλάκις ἐπὶ τῶν ἵππων τοῦτο ἐποίησαν, καὶ οἱ τῶν τιμίων λίθων κριταὶ, καὶ οἱ τῶν ἄλλων δὲ τεχνῶν δημιουργοί·
 [09999]  Ταῦτα χρυσῶν ἱματίων βελτίω, ταῦτα λίθων σεμνότερα καὶ περιδεῤῥαίων, ταῦτα καὶ παρ' ἀνθρώποις εὐδόκιμον ποιεῖ, καὶ παρὰ τοῦ Θεοῦ μέγαν φέρει σοι τὸν μισθόν.
000-00-00 Serial Number=0500985742
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00265]  Τίς δὲ οὐκ ἂν ᾐδέσθη Παῦλον δακρύοντα καὶ ὀδυρό μενον ὁρῶν, εἰ καὶ τῶν λίθων ἀναισθητότερος ἦν;
000-00-00 Serial Number=0616286576
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00078]  περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ τοῦ διὰ λίθων κατεσκευασμένου λέγοντες·
000-00-00 Serial Number=0360899210
In illud Vidi dominum Ante [Go Back]  
 [00342]  ἀρκεῖ μόνον ἀνοῖξαι καὶ τῶν λίθων εὐθέως θεωρῆσαι τὰς μαρμαρυγάς.
 [00471]  ἀλλ' ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον ἡμῶν τὸ πλοῖον τῶν πολυτελῶν τῆς εὐσεβείας λίθων, τότε προσβάλλει, πάντοθεν διορύττων τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν.
 [00942]  Οὐ γὰρ ἀπὸ τῶν φαινομένων φαίνεται βασιλεύς, οὐδὲ ἀπὸ τῶν πεπηγμένων αὐτῷ λίθων, καὶ οὗ περίκειται χρυσίου, ὀφείλει κρίνεσθαι ὁ βασιλεύς.
 [01111]  Εἰ γὰρ καὶ λαμπρὸς ἡμῖν ὁ θρόνος φαίνεται ὁ βασιλικὸς ἀπὸ τῶν προσπεπηγότων αὐτῷ λίθων καὶ τοῦ περισφίγγοντος αὐτὸν χρυσίου, ἀλλ' ὅμως τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν καὶ πλεῖον ἔχει τῆς ἐξουσίας ταύτης οὐδέν·
000-00-00 Serial Number=0543015897
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00163]  λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
000-00-00 Serial Number=0686302066
In parabolam de ficu Ante [Go Back]  
 [00019]  Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχουσαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γεγραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδοθεν λίθων·
 [00020]  σπεύδει γὰρ καὶ τὸ τῶν λίθων περιαθρῆσαι κάλλος, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα μυστήρια γνῶναι·
000-00-00 Serial Number=0375034869
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00032]  Οὐδὲ γὰρ λίθων οἰκοδομὴ, καὶ πολυχειρίᾳ συντιθέμενος πύργος εἰς οὐρανὸν ἀνάγειν πέφυκεν, ἀλλὰ ἅρματα θεογνωσίας, καὶ πολλοὶ δικαιοσύνης, καὶ φωτὸς καθαρώτερος βίος, καὶ πτέρυγες ἀρετῆς πρὸς ἐκείνην τὴν ὁδὸν ἀνάγουσιν.
000-00-00 Serial Number=0390562534
In principium Actorum Ante [Go Back]  
 [00402]  Καὶ καθάπερ πύργον ἐξ ἀδαμαντίνων λίθων συγκείμενον, σιδήρῳ συνδεδεμένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ' ἀπέρχονται τὸν μὲν πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες δύναμιν·
000-00-00 Serial Number=0786301315
In resurrectionem domini [2] Ante [Go Back]  
 [00017]  [3] Αὕτη ἡ ἡμέρα ἐν ᾗ ὁ Ἀδὰμ ἠλευθερώθη, ἐν ᾗ ἡ Εὕα ἀπηλλάγη τῆς λύπης, ἐν ᾗ ὁ ἀνήμερος θάνατος ἔφριξεν, ἐν ᾗ τῶν κραταιῶν λίθων ἡ δύναμις παρελύθη ῥαγεῖσα καὶ τὰ τῶν μνημείων κλεῖθρα διασπασθέντα ἀνέθη, ἐν ᾗ τὰ τῶν τελευτησάντων πάλαι σώματα τῇ προτέρᾳ ζωῇ παρεδόθη, ἐν ᾗ οἱ διὰ παντὸς ἰσχυροὶ καὶ βέβαιοι τῶν καταχθονίων νόμοι ἥττηνται, ἐν ᾗ ἐξανισταμένου τοῦ δεσπότου Χριστοῦ οἱ οὐρανοὶ ἀνεῴχθησαν, ἐν ᾗ τὸ τῆς ἀναστάσεως εὐθαλὲς καὶ εὔκαρπον ὡς ἐν κήπῳ τῇ οἰκουμένῃ τῷ γένει τῶν ἀνθρώπων ἐβλάστησεν, ἐνᾗ τὰ τῶν νεοφωτίστων ἀνεφύησαν κρίνα, ἐν ᾗ τὰ τῶν ἁμαρτωλῶν ἐξηράνθησαν ῥεῖθρα, ἐν ᾗ τὰ τοῦ διαβόλου παρελύθησαν νεῦρα, ἐν ᾗ τὰ τῶν δαιμόνων ἐσκορπίσθησαν τάγματα, ἐν ᾗ τὰ τῶν Ἰουδαίων κατῃσ χύνθησαν πλήθη, ἐν ᾗ τὰ τῶν πιστῶν εὐφραίνονται τάγματα, ἐν ᾗ τὰ τῶν μαρτύρων ἀναθάλλουσι διαδήματα.
000-00-00 Serial Number=0209619641
In saltationem Herodiadis Ante [Go Back]  
 [00084]  Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν.
000-00-00 Serial Number=0295560658
In sanctum Stephanum Ante [Go Back]  
 [00055]  Καὶ τῶν πραγμάτων τὸ ξένον, ὅτι οὐ πυρὶ, οὐ σιδήρῳ, οὐ θηρίοις, οὐχ ἑτέροις δεινοῖς τὸ τοῦ δικαίου τούτου πληροῦται μαρτύριον, ἀλλὰ μόνῃ τῇ τῶν λίθων βολῇ.
 [00056]  Ἔδει λίθοις κοσμηθῆναι μόνοις τὸν Στέφανον, καὶ δέξασθαι τῆς ἀληθείας τὴν χάριν ἐκ τῆς τῶν λίθων προσθήκης.
 [00057]  Ὡς γὰρ ἐν χρυσῷ τῷ σώματι ἡ τῶν λίθων ἐνετέθη βολὴ, καὶ μάλιστα ἐν τῇ πανταχόθεν περιῤῥεομένῃ τῷ αἵματι τῇ κεφαλῇ.
000-00-00 Serial Number=0407549620
In sanctum Stephanum i Ante [Go Back]  
 [00015]  καὶ τῷ μὲν σώματι ἐδέχετο τὰ διὰ τῶν λίθων τραύματα, τοῖς δέ γε ῥήμασι πικρότερον ἐτίτρωσκε τοὺς βάλλοντας, καὶ ἀνερέθιζε πρὸς τὸν κατ' αὐτοῦ πόλεμον, ἵνα συντομωτέραν αὐτῷ τὴν ὁδοιπορίαν κατασκευάσωσι τὴν εἰς οὐρανοὺς ἀναπέμπουσαν.
 [00019]  Ὢ γλώττης σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι' αὐτοῦ φθάσαι τὸν οὐρανόν.
 [00026]  Οὐ περιήγαγον οἱ λίθοι τὸν ἀθλητὴν, ἀλλ' ὥσπερ τι φυτὸν οὐρανομῆκες ἐπὶ γῆς ἐῤῥιζωμένον, οὕτω καὶ ἀκαμπὴς ἐφυλάττετο, δεχόμενος τὰς τῶν λίθων βολὰς, καὶ μὴ καταπίπτων.
 [00028]  Ἐφοινίσσετο μὲν οὖν τὸ σῶμα, καὶ περιεῤῥεῖτο τοῖς τῶν αἱμάτων ῥεύμασιν, ἐπάλληλα δεχόμενος τῶν λίθων τὰ κύματα, πολλῷ δὲ πλέον τῇ
000-00-00 Serial Number=0649646699
In sanctum Stephanum iii Ante [Go Back]  
 [00005]  Ἀλεξανδρεῖς ἔπεισι, καὶ Λιβερτίνοι ἐτόξευον, Κίλικες καὶ Ἀσιανοὶ ἐπολιόρκουν, εἰς συνέδριον ἥρπαζον, ψευδομάρτυρας ἐμισθοῦντο, νιφάδας λίθων ηὐτρέπιζον, ὡς λέοντες κατ' αὐτοῦ τοῖς ὀδοῦσιν ἔβρυχον·
 [00010]  ἀγγελικῇ μορφῇ τὸ πρόσωπον ἐκαλλώπιζε, νιφάδας λίθων ταῖς νιφάσι τῶν λόγων ἀπεκρούετο·
000-00-00 Serial Number=0126663566
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00317]  Ἀλλὰ καὶ μετὰ λίθων βολὰς ὁ ἀγωνιστὴς ἀνεδέξατο νίκας, καὶ τοιαύτῃ φωνῇ πρὸς τὸν Κτίστην ἐκέχρητο·
000-00-00 Serial Number=0273188651
In synaxim archangelorum Ante [Go Back]  
 [00022]  Ἐθαύμασαν γὰρ τὴν ἰσχὺν αὐτοῦ, δι' ἧς ὁ πειράζων κατέπεσε, καὶ κατὰ τὴν φωνὴν τοῦ ∆αυῒδ, Ἐπὶ χειρῶν ἄραντες αὐτὸν, ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον.
000-00-00 Serial Number=0538386345
In synaxim incorporalium Ante [Go Back]  
 [00063]  καὶ κατὰ τὴν φωνὴν τοῦ ∆αυὶδ ἐπὶ χειρῶν ἄραντες αὐτὸν ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον·
000-00-00 Serial Number=0315974414
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00284]  οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὐδ' ἵνα οἰκοδομὴν λίθων καὶ ὀρόφων, οὐδ' ἵνα ποταμοὺς καὶ ὑετὸν καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ' ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ.
000-00-00 Serial Number=0201166749
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00260]  Καὶ τέλος, φαγόντες καὶ πιόντες, διεχωρίσθησαν ἀλλήλων, βουνὸν λίθων στήσαντες ἐκεῖ, ὃν καὶ Βουνὸν μαρτυρίου ἐκάλεσαν.
 [00804]  Οἰκοδομεῖ Ἰησοῦς θυσιαστήριον ἐκ λίθων ὁλοκλήρων καὶ γράφει τὸ ∆ευτερονόμιον ἐκεῖ.
 [01769]  Μὴ ἰσχὺς λίθων καὶ ἰσχύς μου;
 [02093]  Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμένων.
 [02322]  Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων (λ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»