Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κρατεῖν [104]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κρατεῖν


000-00-00 Serial Number=0921343088
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00211]  Πρὸς δὲ τούτοις εἰ μὲν εἰδὼς αὐτὸν ἀκαταγώνιστον ὄντα, καὶ πάντων μέλλοντα κρατεῖν, εἶτα ἀφῆκεν, ἦν μὲν οὐδὲ οὕτως ἄξιον ὑπὲρ τούτων ἀπορεῖν·
 [00212]  καὶ γὰρ καὶ τότε παρ' ἡμᾶς ἐγίνετο τὸ κρατεῖν ἐκεῖνον καὶ νικᾶν τοὺς οὐ βιαζομένους, ἀλλ' ἑκόντας ὑποκλινομένους αὐτῷ·
 [00767]  τοὺς γὰρ τὰ ἄνω φρονοῦντας καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, οὐ θυμοῦ μόνον καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων παθῶν, ἀλλὰ καὶ ἀθυμίας κρατεῖν δεῖ.
 [01289]  Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ' ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν;
000-00-00 Serial Number=0318715513
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00040]  Ὅρα πόσον κακὸν τὸ μὴ κρατεῖν ἡδονῆς, ἀλλὰ τὴν τῆς φύσεως ἀνατρέπειν ἀρχήν, καὶ ἄνδρα ὄντα γυναικῶν εἶναι δοῦλον.
000-00-00 Serial Number=0988109469
Ad populum Antiochenum Ante [Go Back]  
 [01624]  καὶ ὅτε κρατεῖν προσεδόκησε, τότε μετ' αἰσχύνης πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε.
 [03355]  Τὰ μέλη πλεονεκτεῖν ἀλλήλων πεποίηκεν, οὐκ ἐν τοῖς αὐτοῖς, ἀλλὰ τὰ μὲν ἐν κάλλει, τὰ δὲ ἰσχύϊ κρατεῖν παρεσκεύασεν·
 [03980]  ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερισκέπτως, καὶ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ.
000-00-00 Serial Number=0582893908
Adversus Judaeos Ante [Go Back]  
 [01686]  ἀλλ' ἐπειδὴ συνεῖδε τὸν προφήτην οὐχ ὁρίσαντα χρόνον, καίτοι ἀνωτέρω εἰπὼν ἐπὶ τῆς Ἀντιόχου νίκης καὶ τῆς ἐρημώσεως καὶ ἡμέρας καὶ ἔτη, ὅσα ἔμελλεν ἡ αἰχμαλωσία κρατεῖν, ἐπὶ τῆς Ῥωμαίων μὲν οὐδὲν τοιοῦτον εἶπεν·
 [01694]  Ἕτερον δέ ἐστι χρόνον εἰπεῖν ὅσον ἔμελλε κρατεῖν ἡ αἰχμαλωσία, καὶ χρόνον μεθ' ὃν ἀπαντᾷν ἔμελλε καὶ παραγίνεσθαι.
 [02399]  Εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν, ἔδει λέγεσθαι.
000-00-00 Serial Number=0427141666
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00037]  καὶ καθάπερ στρατιώτης γενναῖος καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, ναυμαχεῖν, πεζομαχεῖν καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων καὶ πανταχοῦ κρατεῖν·
000-00-00 Serial Number=0696095169
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01357]  ποῦ βέλτιον, εἰπέ μοι, κρατεῖν;
 [01420]  Γλώττης δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι ἔργον ἐστίν.
000-00-00 Serial Number=0421644330
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00142]  [31] Καὶ ταῦτα ἔπραττεν ἔργῳ τὸν τοῦ Σωτῆρος λόγον βεβαιῶν ὅτι μόνος δοῦλός ἐστιν ὁ τὴν ἁμαρτίαν ποιῶν, κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους, κἂν ἁπάντων δοκῇ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων κρατεῖν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδὼς πονηρὸν κἂν ἐν τῇ τῶν ὑπηκόων καταλέγηται τάξει πάντων ἐστὶ βασιλέων βασιλικώτερος.
 [00582]  Εἰ μὲν γὰρ αὐτὸς μείζονα καὶ τὴν τέχνην καὶ τὴν ἐμπειρίαν τοῦ δαίμονος ἔχειν φὴς οὐκ ἐχρῆν αὐτὸν τιμᾶν ἀμαθέστερόν τε ὄντα καὶ ἀσθενέστερον ἐν οἷς αὐτόν φατε πάντων κρατεῖν.
 [00705]  Καὶ ταῦτα μὲν καὶ τούτων πλείονα ἡνίκα ἦν ἐν σαρκί, ἐπειδὴ δὲ μετέστη καὶ ἀπεδήμησε κατέλυσε τοῦ δαίμονος τὴν ἰσχύν, διήλεγξε τὴν τῶν Ἑλλήνων ἀπάτην, ἀπεκάλυψε τῆς μαντείας τὸν λῆρον, συνέτριψε τὸ προσωπεῖον αὐτῆς καὶ πᾶσαν αὐτῆς τὴν ὑπόκρισιν γυμνώσας ἐπέδειξε τὸν ἐν αὐτῇ δοκοῦντα κρατεῖν ἐπιστομίσας καὶ καταβαλὼν μετὰ πολλῆς τῆς σφοδρότητος.
000-00-00 Serial Number=0835267842
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00021]  Ἡδονῇ γὰρ ἡδονὴν παραβάλλουσα, πολὺ ταύτην ἐκείνης τυραννικωτέραν εἶναί φησι, καὶ τὴν μὲν κρατεῖν, τὴν δὲ αὐτῇ παραχωρεῖν·
000-00-00 Serial Number=0261084318
De Maccabeis Ante [Go Back]  
 [00076]  κατεφρόνησε φύσεως, πράγματος τυραννικοῦ, φύσεως, ἣ καὶ τῶν θηρίων κρατεῖν εἴωθε.
000-00-00 Serial Number=0671073854
De continentia Ante [Go Back]  
 [00030]  Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν [579] πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης;
000-00-00 Serial Number=0316288352
De decem millium talentorum debitore Ante [Go Back]  
 [00084]  Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ' ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων·
000-00-00 Serial Number=0942595541
De diabolo tentatore Ante [Go Back]  
 [00602]  ἔστι δὲ καὶ ἑτέρα ταύτης οὐκ ἐλάττων, τὸ μὴ μνησικακεῖν τοῖς ἐχθροῖς, τὸ κρατεῖν ὀργῆς, τὸ ἀφιέναι τὰ συνδουλικὰ ἁμαρτήματα·
000-00-00 Serial Number=0815321922
De fato et providentia Ante [Go Back]  
 [00049]  τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν μὴ δύνηται περιγενέσθαι;
000-00-00 Serial Number=0629698932
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00540]  Οὕτω δὴ καὶ οἱ παῖδες αὐτὸν παροξυνέτωσαν συνεχῶς καὶ δικαίως καὶ ἀδίκως, ὥστε μανθάνειν πανταχοῦ κρατεῖν τοῦ πάθους.
000-00-00 Serial Number=0826399446
De jejunio [2] Ante [Go Back]  
 [00034]  Ἡ παρὰ τοῦ Θεοῦ τάξις, τὸ ψυχὴν κρατεῖν σώματος·
000-00-00 Serial Number=0504303277
De mansuetudine sermo Ante [Go Back]  
 [00053]  οὐδὲ γὰρ κρατεῖν ἑαυτοὺς δύνανται ταχέως οἱ δεδωκότες ἑαυτοὺς τῷ θυμῷ·
 [00066]  ἀλλ' ὅμως ὁ Παῦλος ζηλωτὰς Θεοῦ τοὺς ἡμέρους ὠνόμασεν, ἵνα διὰ τοῦ μεγέθους τῆς τιμῆς πραοτάτους εἶναι παιδεύσῃ τοὺς ἀκούοντας, ἵνα πᾶς ὁ ὑβριζόμενος ἢ ἄλλο τι πάσχων δεινὸν, πράως ἐνέγκῃ τὰς λοιδορίας, καὶ κρατήσῃ τῆς ὀργῆς, ὡς τῷ Θεῷ μέλλων ἀκολουθεῖν ἐν τῷ κρατεῖν τῆς ὀργῆς.
 [00099]  ἡμᾶς δὲ τοὺς ὑπὸ Χριστοῦ στεφανοῦσθαι μέλλοντας μὴ κρατεῖν ὀργῆς, μηδὲ πάντα φέρειν γενναίως, ἀλλὰ βραχεῖαν ἡδονὴν καὶ θυμὸν ἄδικον τῆς ἐν οὐρανοῖς προτιμᾷν τιμῆς τε καὶ εὐδοξίας.
000-00-00 Serial Number=0104075670
De mutatione nominum Ante [Go Back]  
 [01189]  ἐὰν δὲ ἀφῇς γυμνὴν καθ' ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι' ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης.
000-00-00 Serial Number=0091806829
De precatione [1] Ante [Go Back]  
 [00020]  Εἴτε γὰρ παρθενίας τις ἐραστὴς, εἴτε [50.776] τὴν ἐν γάμῳ σωφροσύνην τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν, προσευχῆς ἡγουμένης, καὶ προλεαινούσης τὴν τοιαύτην ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει τὸν τῆς εὐσεβείας δρόμον.
 [00043]  Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις [50.777] οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ τὴν παρ' αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν.
000-00-00 Serial Number=0704968333
De resurrectione mortuorum Ante [Go Back]  
 [00067]  ἀλλ' ἔδει καὶ θυμὸν χαλινοῦν, καὶ ἐπιθυμίας ἀτόπου κρατεῖν, καὶ χρημάτων ὑπερορᾷν, καὶ δόξαν καταπατεῖν, καὶ φθόνου καὶ βασκανίας ἀνώτερον εἶναι.
000-00-00 Serial Number=0323918879
De sacerdotio Ante [Go Back]  
 [00601]  Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ' ἑαυτὸν καὶ ἐν ταῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ' ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ' ἄν ποτε διάγειν καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά.
000-00-00 Serial Number=0529262066
De virginitate Ante [Go Back]  
 [01510]  Ἀλλ' ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς τὸν Χριστὸν πίστις τοιαύτη ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν.
 [01668]  Ὅτι οὔτε φροντίζειν τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδὲ θλίβεσθαι τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, οὐ διὰ τὸ μεταβάλλεσθαι τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὸ τὴν προαίρεσιν τῶν ταῦτα φερόντων μεθ' ἡδονῆς καὶ τῆς τῶν πραγμάτων φύσεως κρατεῖν.
000-00-00 Serial Number=0414148033
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02051]  παρ' ἡμῶν γὰρ τὸ κρατεῖν ἐκεῖνον, ἑκόντων ὑποκλινομένων, οὐ βιαζομένων·
 [02468]  Τὰ χρήματα δεῖ κεκτῆσθαι ἐν τάξει δεσποτῶν καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτὰ, καὶ μὴ κρατεῖσθαι παρ' αὐτῶν.
 [02472]  δοκεῖ κρατεῖν, κρατούμενος·
 [03297]  οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι.
 [06244]  τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέσθαι μὴ δύνηται;
 [09515]  [63.854] Ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν;
000-00-00 Serial Number=0194243550
Epistula ad Cyriacum Ante [Go Back]  
 [00697]  Καὶ οἱ μὲν ἀδελφοὶ οἱ μέλλοντές με προσκυνεῖν τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ καὶ πατρίδι καὶ οἰκίᾳ πατρῴᾳ, ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν μετὰ τυμβωρύχων, λῃστῶν, βαλαντιοτόμων ἐνταῦθα δέδεμαι οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν, θορύβων ἀπηλλαγμένος καὶ πραγμάτων.
000-00-00 Serial Number=0737196743
Epistula ad monachos Ante [Go Back]  
 [00126]  οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν.
000-00-00 Serial Number=0896117926
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01058]  ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν, μετὰ τυμβωρύχων, μετὰ λῃστῶν, μετὰ βαλαντιοτόμων ἐνταῦθα δέδεμαι·
 [01133]  Τί γάρ, εἰπέ μοι, τοῦ Κάϊν ἐλεεινότερον γέγονε, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν ἐδόκει κρατεῖν τοῦ ἀδελφοῦ καὶ περιγεγενῆσθαι καὶ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐμπεφορῆσθαι ἐκείνης τῆς ἀδίκου καὶ μυσαρᾶς;
000-00-00 Serial Number=0743512094
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04144]  Αὐτὸν γὰρ κατέστησε κρατεῖν τὸν τόπον ὁ Ναβουχοδονόσορ.
 [05500]  Τουτέστιν, Οὐ κατὰ γνώμην Θεοῦ ταῦτα πρὸς ἡμᾶς ἐφθέγξω, ἀλλὰ ταῦτά σοι συνεβούλευσε Βαροὺχ εἰπεῖν πρὸς ἡμᾶς, τοῖς Χαλδαίοις χαριζόμενος, ἐπειδήπερ ἐκεῖνοι νῦν ἐν τῷ κρατεῖν τυγχάνουσι.
000-00-00 Serial Number=0166356444
Fragmenta in Job Ante [Go Back]  
 [00626]  καὶ ὅτε κρατεῖν προσεδόκησε, τότε μετ' αἰσχύνης πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε.
 [00852]  Καὶ καθάπερ στρατιώτης γενναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν καὶ σφενδόναις, καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων, καὶ πανταχοῦ κρατεῖν·
000-00-00 Serial Number=0190242827
Fragmenta in Proverbia Ante [Go Back]  
 [01358]  Καίτοι νομίζουσί τινες ἐν πολέμοις, ὀργῆς δεῖν, τότε δὲ μάλιστα δεῖ κρατεῖν τῶν παθῶν.
000-00-00 Serial Number=0678825378
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00072]  Ἐπειδὴ γὰρ οὐκ ἔμελλε διηνεκῶς ὁ θάνατος κρατεῖν, διὰ τοῦτο τὸν πρῶτον αὐτοῦ θεμέλιον καὶ τὴν πρώτην ῥίζαν ἐν δικαιώματι παγῆναι ἐποίησεν, ἵνα σαθρὸς ὁ θεμέλιος γένηται.
000-00-00 Serial Number=0219852626
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00055]  Καὶ γὰρ καὶ ἡμεῖς κελευόμεθα τῶν μὲν βιωτικῶν ὑπερορᾷν πραγμάτων καὶ τῶν φαινομένων, πρὸς δὲ τὰ ἄδηλα τὴν ἐλπίδα τείνειν, καὶ τὴν πίστιν κρατεῖν, τὴν ἄγκυραν τῆς ἡμετέρας σωτηρίας, καὶ ἐκεῖνα ζητεῖν·
000-00-00 Serial Number=0513946176
In Acta apostolorum Ante [Go Back]  
 [09417]  Εἰπὲ δή μοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρατοῦντες τὴν αὐτὴν ἔχοντες ψυχὴν, τὸ αὐτὸ σῶμα, τὴν αὐτὴν μορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν;
 [09739]  Πόσης οὐκ ἂν εἴη νωθείας, μηδὲ διῃρημένων δύνασθαι κρατεῖν τῶν παθῶν, ἀλλὰ καθ' ἕκαστον ἡττᾶσθαι καιρὸν, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις τοῖς οὐκ ἐκ τῆς ἡμετέρας σπουδῆς, ἀλλ' ἐξ αὐτῆς τῆς ἡλικίας κοιμιζομένοις;
 [09999]  περὶ βίου οὐδὲν εἶπεν, ὅτι σωφρονεῖν δεῖ, ὅτι χρημάτων κρατεῖν, ὅτι μὴ εἶναι ὠμὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις;
 [09999]  Ὅταν γὰρ καὶ γαστρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυμὸν ἐν λέοντι δαμάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐν μὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι κατορθώματα, ἐν δὲ λογικαῖς τὰ τῶν ἀλόγων ἐπεισάγειν πάθη;
 [09999]  Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν.
 [09999]  τὸ δὲ κρατεῖν, ἀνδρειότητος.
000-00-00 Serial Number=0067639649
In Genesim sermones Ante [Go Back]  
 [00329]  ∆εῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι.
 [01620]  Καὶ γὰρ τὸν Βαλαὰμ ἠνάγκασέ ποτε τὰ μέλλοντα εἰπεῖν, τὴν οἰκείαν δύναμιν ἐπιδεικνύμενος, καὶ δηλῶν ὅτι οὐχὶ ἐν τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀλλοτρίοις κρατεῖν δύναται.
000-00-00 Serial Number=0536136866
In Joannem Ante [Go Back]  
 [00216]  Ἐξ ὅτου γὰρ καὶ οὗτος καὶ οἱ λοιποὶ ἁλιεῖς, ἐξ ἐκείνου τὰ μὲν Πυθαγόρου σεσίγηται καὶ τὰ Πλάτωνος, δοκοῦντα πρότερον κρατεῖν, καὶ οὐδὲ ἐξ ὀνόματος αὐτοὺς ἴσασιν οἱ πολλοί·
 [00630]  Αὕτη τῶν ἁλόντων τὴν ψυχὴν ἀποσχίσασα τῶν οὐρανῶν, τῇ γῇ προσηλοῖ, καὶ πρὸς τὸ φῶς ἀναβλέψαι τὸ ἀληθινὸν οὐκ ἀφίησιν, ἀλλ' ἐν τῷ βορβόρῳ διαπαντὸς καλινδεῖσθαι πείθει, κατασκευάζουσα δεσπότας αὐτοῖς οὕτω δυνατοὺς, ὡς χωρὶς ἐπιταγμάτων αὐτῶν κρατεῖν.
 [00979]  [59.53] ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι πληγὰς παρὰ τοῦ διαβόλου, κρατεῖν αὐτοῦ νομίζομεν.
 [03434]  Ἐν τάξει δεσποτῶν, καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτῶν, καὶ μὴ κρατεῖσθαι ὑπ' αὐτῶν, ὥστε κεχρῆσθαι αὐτοῖς, καὶ μὴ παρακεχρῆσθαι.
000-00-00 Serial Number=0429412305
In Psalmum 118 Ante [Go Back]  
 [00899]  ∆ιδάσκει δὲ ἡμᾶς κρατεῖν τὰς παραδόσεις, ἃς παρελάβομεν·
000-00-00 Serial Number=0790784717
In adorationem venerandae crucis Ante [Go Back]  
 [00036]  Ὃν γὰρ ἐνόμιζον κρατεῖν ἐν χερσὶ, νῦν κρατοῦμαι ὑπ' αὐτοῦ·
000-00-00 Serial Number=0770571291
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01003]  Καὶ ἄλλως δὲ βασιλεῖς γινόμεθα, ἐὰν βουληθῶμεν κρατεῖν τῶν ἀτόπων λογισμῶν.
 [04484]  Καθ' ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ μὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήματα ἐκτρέφοντά τε καὶ αὔξοντα μετὰ ἀκριβείας ἁπάσης.
 [04535]  Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πάλιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον.
 [05203]  Μὴ δὴ παρορῶμεν τοὺς τὰ δέοντα συμβουλεύοντας, κἂν τῶν ἀρχομένων τις ᾖ, κἂν τῶν εὐτελῶν, μηδὲ ἅπερ ἂν ἡμεῖς εἰσηγησώμεθα, ταῦτα πάντως κρατεῖν ἀξιῶμεν·
 [07942]  Εἰπὲ γάρ μοι, εἴ τις ἄνεμον ἐδίωκεν ἢ κρατεῖν ἐπεχείρει, οὐκ ἂν ἔφαμεν αὐτὸν μαίνεσθαι;
000-00-00 Serial Number=0077000141
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02297]  τὰ δὲ πράγματα, ἅπερ ἐγὼ εἶπον, ἂν κρατεῖν βουλώμεθα, διηνεκῶς ἔχομεν.
000-00-00 Serial Number=0107847869
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01475]  Ἀλλ' ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν;
 [02705]  οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι.
 [03620]  τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον.
 [09999]  Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν.
 [09999]  καὶ τετάρτῳ, τῷ πανταχοῦ τῆς οἰκουμένης τοῦτον κρατεῖν τὸν νόμον, καὶ μηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι.
000-00-00 Serial Number=0102401853
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01932]  Μαθέτωσαν γαστρὸς κρατεῖν, πολυτελείας ἀπέχεσθαι, οἰκονομικοί τινες εἶναι, φιλόστοργοι, μαθέτωσαν ἄρχεσθαι.
000-00-00 Serial Number=0044948399
In epistulam ad Colossenses Ante [Go Back]  
 [00505]  Περὶ τοῦ Υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτὸν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει.
 [00891]  Ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτὸν, φησὶν, αὐτὸν αὐτὰ δια [62.320] κρατεῖν, ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαί ἐστι.
 [02120]  Ἀτιμάζουσι τὴν σάρκα, φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενοι, οὐχ ἑκόντος κρατεῖν συγχωροῦντες·
 [02941]  περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ τοῦ μὴ πλεονεκτεῖν·
 [02963]  Καὶ ὅτι δεῖ δώρων κρατεῖν, ἐντεῦθεν μαθήσονται·
 [02965]  καὶ ὅτι δόξης κρατεῖν, καὶ τοῦτο εὑρήσουσιν·
 [03759]  Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν.
000-00-00 Serial Number=0876183271
In epistulam ad Ephesios Ante [Go Back]  
 [01554]  Νῦν δὲ οὐδὲν τούτων ἔχοντες ἡμεῖς, βουλόμεθα πάντων κρατεῖν.
 [02356]  Τὸ τῆς [62.66] χειρὸς κρατεῖν, τὸ μὴ πρὸς πλεονεξίαν ἕτοιμον εἶναι.
 [03433]  εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ·
 [05648]  Ὅτι τοῦτο μᾶλλον βούλεται κρατεῖν, τὸ τῆς ἀγάπης.
000-00-00 Serial Number=0093355119
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00090]  ἐκεῖ δὲ ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο.
 [02411]  Νέος γὰρ ἐκεῖ δύναται συγγνώμην ἔχειν μόνον, ὅταν εἰς διοίκησιν πραγμάτων καλῆται, ὅταν ἄπειρος ᾖ, ὅταν χρόνου δέηται καὶ πείρας ὅταν, δὲ δέῃ σωφροσύνην καὶ ἀνδρείαν ἐπιδείξασθαι, οὐκέτι, οὐδὲ ὅταν δέῃ χρημάτων κρατεῖν.
000-00-00 Serial Number=0246710181
In epistulam ad Philippenses Ante [Go Back]  
 [01294]  ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν, οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ καὶ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν;
 [02493]  Πόθεν οὖν ἄξιος εἶ κρατεῖν τῶν ἀλόγων;
 [03529]  Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ περιουσίας κρατεῖν, μηδεμίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν.
000-00-00 Serial Number=0559533179
In epistulam ad Romanos Ante [Go Back]  
 [05831]  Καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, [60.546] οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους.
000-00-00 Serial Number=0739899635
In epistulam ad Titum Ante [Go Back]  
 [00346]  Πῶς γὰρ ἑτέρους παιδεύσει κρατεῖν τοῦ πάθους τούτου, ἑαυτὸν μὴ παιδεύσας;
000-00-00 Serial Number=0529793918
In illud Exiit edictum Ante [Go Back]  
 [00037]  ἀρχὴν ἔλαβε τοῦ κρατεῖν ἐπὶ Αὐγούστου, τότε δὴ καὶ ὁ Χριστὸς ἐτέχθη.
000-00-00 Serial Number=0104630113
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00153]  Παιδεύονται τῶν ἀτόπων κρατεῖν, βασιλεύειν ἐπιθυμίας πονηρᾶς, ἄρχειν ὀργῆς ἀποτάσσειν φθόνον, δουλοῦσθαι κενοδοξίαν.
000-00-00 Serial Number=0734064400
In parabolam de filio prodigo Ante [Go Back]  
 [00071]  ἔμαθον κρατεῖν τὸν ἀεὶ φυλάσσοντα τοὺς κρατοῦντας αὐτόν·
000-00-00 Serial Number=0221432924
In principium Actorum Ante [Go Back]  
 [00467]  Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν·
000-00-00 Serial Number=0319813192
In ramos palmarum [2] Ante [Go Back]  
 [00162]  Ὡς εἶδεν ὁ διάβολος, τοῦ Κυρίου βοήσαντος, Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα, καὶ τὰς κάτω δυνάμεις μὴ ὑπομενούσας κρατεῖν, καὶ ὅτι ὡς βασιλικοῦ προστάγματος κατα-πεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐῤῥιζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλετο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν προτέραν καὶ ἀρχαίαν μονὴν παρελάμβανεν·
000-00-00 Serial Number=0280714869
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00093]  ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται.
000-00-00 Serial Number=0817382395
Prooemia in Psalmos Ante [Go Back]  
 [00034]  Περὶ δὲ τοῦ συνεῖναι ἀγαθοῖς, περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ [55.535] χεῖρας κατέχειν, περὶ ἀκολασίας, περὶ τοῦ μὴ πλεονεκτεῖν, ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ δόξα, καὶ ὅσα τοιαῦτα.
000-00-00 Serial Number=0386762142
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00319]  οὐδὲ γὰρ πανταχοῦ τὸ κρατεῖν ἔπαινον φέρει, ἀλλ' ἔστι καὶ μὴ κρατοῦντα εὐδοκιμεῖν, καὶ κρατοῦντα ἀσχημονεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»