Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κλίνης [92]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κλίνης


000-00-00 Serial Number=0689717114
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01192]  ὅτι ὁ τῆς φιλουμένης υἱὸς, ὅτι ὁ τῶν ἄλλων ἁπάντων βελτίων, ὅτι ὁ μάλιστα ἀγαπώμενος, ὅτι ἐν αὐτῷ τῷ τῆς ἡλικίας ἄνθει, ὅτι παρ' αὐτοῦ πεμφθεὶς, ὅτι μηδὲ ἐπὶ τῆς οἰκίας, μηδὲ ἐπὶ τῆς κλίνης, μηδὲ παρεστῶτος τοῦ πατρὸς, μηδὲ εἰπών τι καὶ ἀκούσας, ὅτι μὴ τῷ κοινῷ πάντων θανάτῳ, ὅτι ζῶν ὑπὸ τῆς τῶν θηρίων ὠμότητος ἐσπαράττετο, ὅτι μηδὲ τὰ λείψανα συναγαγεῖν εὕρισκε καὶ παραδοῦναι τῇ γῇ, ὅτι οὐδὲ ἐν νεότητι ταῦτα ὑπέμεινεν, ὅτε ἐνεγκεῖν δυνατὸν ἦν, ἀλλ' ἐν ἐσχάτῳ γήρᾳ.
 [01775]  Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ ἐκείνου κακά! Εἰ γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τί οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρὸν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι;
000-00-00 Serial Number=0388166189
Ad populum Antiochenum Ante [Go Back]  
 [01711]  Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ, τί γένοιτ' ἂν αὐτοῖς ὄφελος, κἂν οἴκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν;
 [01714]  Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θάνατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἴκοι καὶ ἐπὶ τῆς κλίνης καὶ τῶν ἐπιτηδείων παρόντων οἰκείᾳ τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετηγανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρόντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ.
 [05458]  Ἀνιστάμενος τοίνυν ἀπὸ τῆς κλίνης, καὶ τὴν οἰκίαν ἐκβαίνων τὴν σεαυτοῦ, τὸν νόμον ἐπίλεγε τοῦτον, Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, καὶ ἔσται σοι διδασκαλία τὸ ῥῆμα·
000-00-00 Serial Number=0218539178
Ad viduam juniorem Ante [Go Back]  
 [00135]  Σὺ μὲν γάρ, ὦ θαυμασία, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτοντος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκοφάνταις ἀποτειχίζοντος ἔφοδον.
000-00-00 Serial Number=0887759566
Admonitiones spirituales Ante [Go Back]  
 [00082]  Ἀνισταμένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον, καὶ ἑσπέρας ἀναχωροῦσα, ἀναπαυέσθω ἐπὶ κλίνης πνευματικῆς, ἐπὶ λογισμοῖς εὐσεβέσιν, ἐπὶ ἐλπίδι τοῦ Θεοῦ, ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ·
000-00-00 Serial Number=0586580336
Comparatio regis et monachi Ante [Go Back]  
 [00041]  τὸν δὲ πολλοῖς ἔθνεσιν ἐφεστηκότα καὶ δήμοις καὶ στρατοπέδοις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ ἄρχοντα θαλάττης, ἐπὶ τῆς κλίνης ἀνατεταμένον καὶ ῥέγχοντα.
000-00-00 Serial Number=0808172226
De Anna i Ante [Go Back]  
 [00791]  καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης.
 [01029]  Πάλιν ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνας, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθε ὑγείαν.
000-00-00 Serial Number=0876733959
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00598]  Ἐλθόντα δὲ ἐκεῖνον καὶ ἀμφοτέρους ἐπὶ τῆς κλίνης εὑρόντα δεσμὰ αὐτοῖς οὕτως ὡς εἶχον περιβαλ όντα καλέσαι τε τοὺς θεοὺς ἐπὶ τὴν ἀσχήμονα θεωρίαν καὶ ταύτην τῆς μοιχείας πράξασθαι δίκην αὐτούς.
000-00-00 Serial Number=0408536553
De Chananaea Ante [Go Back]  
 [00530]  Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης·
000-00-00 Serial Number=0788165390
De Christi divinitate Ante [Go Back]  
 [00091]  Ἴστε γὰρ ὡς μικρόψυχοι οἱ ἄῤῥωστοί εἰσιν, εἰ καὶ ἐνιαυτὸν μόνον ἐπὶ κλίνης κατακλιθεῖεν·
 [00128]  Ἐπειδὴ γὰρ περὶ τὴν κρίσιν τῶν θαυμάτων ἐκακούργουν, καὶ τῇ δόξῃ τῶν γιγνομένων ἐπηρεάζειν ἐπεχείρουν, ὥσπερ τι τρόπαιον καὶ ἔλεγχον ἀναμφισβήτητον τῆς ὑγιείας, τὴν φορὰν τῆς κλίνης ἐκέλευεν ἐπιδείκνυσθαι, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ τυφλοῦ ἔλεγον, τοῦτο καὶ ἐπὶ τούτου λέγωσι.
 [00204]  Ὅτε μὲν γὰρ ἦν ἐπὶ τῆς κλίνης, οὐδὲν τοιοῦτον εἶπεν, οὐκ ἀνέμνησεν αὐτὸν ἁμαρτημάτων·
000-00-00 Serial Number=0161669016
De Lazaro Ante [Go Back]  
 [00271]  Μὴ γὰρ ἡδίω καὶ γλυκύτερον ἡμῖν τὸν ὕπνον ἐργάζεται τῆς κλίνης τὸ κάλλος;
 [00273]  Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ' ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης;
 [00275]  Βούλει κάλλος κλίνης ἰδεῖν;
 [00276]  Ἐγώ σοι δείκνυμι νῦν, οὐκ ἰδιωτικῆς, οὐδὲ στρατιωτικῆς, ἀλλὰ βασιλικῆς κλίνης εὐπρέπειαν.
 [00277]  Κἂν γὰρ φιλοτιμότατος ᾖς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν·
 [00303]  Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἐν κρυμῷ ἐσχάτῳ, ἐν νυκτὶ μέσῃ, σοῦ καθεύδοντος ἐπὶ κλίνης, ὁ πένης ἐπὶ στιβάδος ἔῤῥιπται ἐν τοῖς τῶν βαλανείων προπυλαίοις, καλάμην περιβεβλημένος, τρέμων, πηγνύμενος τῷ κρύει, ἀγχόμενος τῷ λιμῷ·
 [00308]  στρατιώτης δὲ τοιοῦτος οὐ καθεύδει ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλὰ ἐπὶ ἐδάφους·
 [00469]  Καὶ γὰρ καὶ ἐπὶ κλίνης, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτὶ, καὶ ἐν αὐτοῖς τοῖς ὀνείρασι πολλάκις τὰ τῆς ἁμαρτίας εἴδωλα βλέπει, καὶ τὸν τοῦ Κάϊν ζῇ βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ μηδενὸς εἰδότος, ἔνδον ἔχει τὸ πῦρ συνειλεγμένον ἀεί.
 [01775]  οὐ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας.
 [02303]  Ἔκειτο δὲ ἐπὶ τῆς κλίνης, καθάπερ ἰατρῷ τῷ ὕπνῳ ἑαυτὸν ἐκδοὺς, λήθην ἐργαζόμενος τῇ διανοίᾳ τῶν γεγενημένων, οἷα εἰκὸς γεγηρακότα, καὶ οἶνον πιόντα, καὶ ὕπνῳ κατεχόμενον.
000-00-00 Serial Number=0191487730
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00166]  Τοῦτον καὶ ἐπὶ κλίνης καὶ ἐπὶ τραπέζης προφέρομεν, καὶ πανταχοῦ οὗπερ ἂν ὦμεν.
 [00168]  οὕτω καὶ νῦν ἀντὶ μαχαίρας ἐπὶ κλίνης κρεμάσωμεν, ἀντὶ μοχλοῦ ἐπὶ θύρας διαγράψωμεν, ἀντὶ τείχους τῇ οἰκίᾳ πάσῃ περιβάλωμεν·
000-00-00 Serial Number=0588542819
De diabolo tentatore Ante [Go Back]  
 [00349]  Ἂν δὲ ἁμαρτωλὸν ἴδῃς τιμωρούμενον, ἀναμνήσθητι τοῦ παραλυτικοῦ τοῦ τριάκοντα ὀκτὼ ἔτη ἔχοντος ἐπὶ τῆς κλίνης.
000-00-00 Serial Number=0125343859
De incomprehensibili dei natura Ante [Go Back]  
 [01352]  Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀρρωστίαν·
000-00-00 Serial Number=0768541813
De paenitentia [3] Ante [Go Back]  
 [00061]  Ἔνιδε τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἐξόδου, οἷος ἐθέλεις εἶναι ἐπὶ κλίνης βεβλημένος καὶ ἀδύνατος, μὴ ἔχων ἑαυτῷ τινα βοηθῆσαι·
000-00-00 Serial Number=0765644729
De precatione [1] Ante [Go Back]  
 [00091]  ∆ι' ὅπερ χρὴ καὶ τῆς κλίνης ἀπανισταμένους φθάνειν ἀεὶ τὸν ἥλιον τῇ τοῦ Θεοῦ λατρείᾳ, καὶ τραπέζης ἁπτομένους, καὶ καθεύδειν μέλλοντας·
000-00-00 Serial Number=0931745648
De salute animae Ante [Go Back]  
 [00117]  Τότε ἡμεῖς τούτους θεωροῦντες, ἐὰν ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν ταράττεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες μὲν, μὴ δυνάμενοι δὲ, προσέχοντες πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς, καὶ στυγνῷ τῷ προσώπῳ παρακαλοῦντες, δυσωποῦντες, ἱκετεύοντες καὶ λέγοντες·
000-00-00 Serial Number=0148713887
De sancta Droside martyre Ante [Go Back]  
 [00188]  Μὴ γάρ μοι τοῦτον εἴπῃς τὸν ἐπὶ τῆς κλίνης τῆς διαχρύσου φερόμενον, τὸν τῆς πόλεως προπεμπούσης ἁπάσης, τὸν τῶν δήμων εὐφημούντων, τὸν ἱμάτια σηρικὰ καὶ διάχρυσα μετὰ πολλῆς ἔχοντα ἐπεστοιβασμένα τῆς ἀφθονίας·
 [00209]  Ταῦτ' οὖν εἰδότες, μὴ τοὺς ἐν ἀλλοτρίᾳ, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις τελευτῶντας ταλανίζωμεν, μηδὲ τοὺς ἐπὶ τῆς οἰκίας, καὶ τοὺς ἐπὶ τῆς κλίνης, ἀλλὰ τοὺς μετ' ἀρετῆς ἀπιόντας μακαρίζωμεν, καὶ ἀρετῆς μὲν ἐπιμελώμεθα, κακίαν δὲ [50.694] φεύγωμεν.
000-00-00 Serial Number=0789496183
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00080]  Ἔκειτο δὴ τὸ σῶμα λοιπὸν οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ ἐδάφους·
000-00-00 Serial Number=0679588258
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00199]  Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες·
000-00-00 Serial Number=0509495139
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00070]  Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης·
000-00-00 Serial Number=0706725180
De virginitate Ante [Go Back]  
 [01794]  Οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ' ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν.
000-00-00 Serial Number=0491683006
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00531]  Καὶ ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνων, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθεν ὑγίειαν.
 [04497]  Οὐδὲ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας.
 [05803]  ἐπὶ τῆς τῶν χρημάτων δαπάνης εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων, ἵνα ἴδωμεν, τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται·
 [06156]  Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι, καθάπερ ἐπὶ κλίνης καθήμενον;
 [07630]  ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος;
 [07957]  Ἀλλὰ καὶ ἐπὶ τῆς κλίνης κείμενος, φησὶν, ὁ τεθνηκὼς, φέρει τοῦ τύφου καὶ τοῦ πλούτου τὰ σύμβολα·
 [07992]  Ἀνδρεῖος γὰρ ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων·
 [08206]  ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο;
 [09121]  Βαβαί! πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία! πόση ἡ ἀγρυπνία! πόση ἡ μέριμνα! ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο;
000-00-00 Serial Number=0694365680
Expositiones in Psalmos Ante [Go Back]  
 [00653]  ἀλλὰ κἂν οἴκοι μένωσι, κἂν ἐπὶ κλίνης κέωνται, νέφη βελῶν, καὶ θορύβους κυμάτων βιαιοτέρους, καὶ σφαγὰς, καὶ κραυγὰς, καὶ οἰμωγὰς, καὶ ἕτερα πολλῷ τῶν ἐν τοῖς πολεμίοις συμβαινόντων χαλεπώτερα ὑπομένουσιν.
 [07245]  Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν ἁπάντων διῆλθεν, οὔτε μητέρα βασιλίδα ἐπιγραψάμενος, οὔτε ἐν καιρῷ τῶν σπαργάνων ἐπὶ κλίνης τεθεὶς χρυσῆς, ἀλλ' ἐν φάτνῃ, οὔτε ἐν οἰκίᾳ τραφεὶς πολυτελεῖ, ἀλλ' ἐν εὐτελεῖ τέκτονος δωματίῳ.
000-00-00 Serial Number=0351149201
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00105]  Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω [63.505] πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα·
000-00-00 Serial Number=0773804009
In Acta apostolorum Ante [Go Back]  
 [08910]  ποῦ δὲ οἱ ἄνδρες οἱ μηδὲ μεταστρεφόμενοι ἐπὶ τῆς κλίνης;
 [09999]  οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης ἑωλοκρασίας, τὸ μέγεθος τῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας.
 [09999]  ἂν ἐπὶ κλίνης ὦσι, μυρίας ἑαυτοῖς ὑπογράφουσι τιμωρίας, ἀναρτῶντες, βασανίζοντες ἐκεῖνον τὸν ἐχθρόν·
000-00-00 Serial Number=0764323473
In Genesim sermo 3 Ante [Go Back]  
 [00481]  Εἶτα ὅταν ἐπὶ κλίνης τῷ ἀνδρὶ αὐτῆς προσέλθῃ, οὐκ ἐᾷ αὐτὸν ὑπνῶσαι, ἀλλὰ θυμοῖ αὐτὸν κατὰ τῶν οἰκετῶν, ἐγείρει αὐτὸν πρὸς μάχας κατὰ τῶν πλησίον.
000-00-00 Serial Number=0704813421
In Joannem Ante [Go Back]  
 [05667]  Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης διανιστάμενοι πρὸ τῶν ἄλλων τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ' ἐκεῖνα τῶν ἄλλων οὕτως ἁπτόμενοι, τὰ βιωτικὰ πρὸ τῶν πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες.
000-00-00 Serial Number=0084698558
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00192]  Ἴστε πάντες, πῶς ἡ χήρα δύο παῖδας ἔχουσα γνησίους καὶ ὁμοκοιλίους, ὄρθρου τῆς κλίνης διεγερθεῖσα, θεωρεῖ τὸν ἕνα αὐτῆς υἱὸν θανάτῳ παραδοθέντα.
000-00-00 Serial Number=0528478205
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00220]  Ἕως ὅτε ἐμπνέεις, ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης, ἐὰν ᾖς κείμενος ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου καὶ τοῦ βίου, τότε μετανόησον.
000-00-00 Serial Number=0884334087
In Psalmum 118 Ante [Go Back]  
 [01126]  Ἐὰν τοὺς ἑωθινοὺς ὕμνους ἐκλείπωμεν καθεύδοντες καὶ ἐπὶ κλίνης ἀναπαυόμενοι·
 [01468]  ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν.
000-00-00 Serial Number=0442681968
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00042]  Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος, τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι·
000-00-00 Serial Number=0827391744
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00299]  καὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς·
 [00304]  διὰ δὲ τῆς κλίνης καὶ τῆς ἀναπαύσεως τοὺς ἐν πλούτῳ καὶ τιμῇ πάντας ᾐνίξατο.
000-00-00 Serial Number=0681502163
In decem virgines Ante [Go Back]  
 [00179]  κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι.
000-00-00 Serial Number=0531951666
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05456]  Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων·
 [06351]  Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείμενος φέρει τοῦ πλούτου καὶ τοῦ τύφου τὰ σύμβολα, ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων.
000-00-00 Serial Number=0429760873
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02897]  ἀλλ' ὥσπερ ἐκεῖνος ὁ τεταμένος ἐπὶ τῆς κλίνης τοὺς ὀφθαλμοὺς μύσας, καὶ τὰ ὄμματα συνειλημμένος, τῶν ὄντων οὐδενὸς ἐπαισθάνεται, οὕτω καὶ οὗτος·
000-00-00 Serial Number=0326360106
In epistulam ad Ephesios Ante [Go Back]  
 [03435]  Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ;
000-00-00 Serial Number=0053981841
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05097]  Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερ ἐπὶ κλίνης καθήμενον;
 [06929]  Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόμενοι ὕπνῳ, οὐ μόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαμπρᾶς γενομένης ἡμέρας κεῖνται ἐπὶ κλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόμενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούμενοι ὕπνου καὶ νωθείας·
000-00-00 Serial Number=0056358337
In epistulam ad Philippenses Ante [Go Back]  
 [00615]  Εἰπὲ γάρ μοι, εἴ τις πυρετοῦ ἀπηλλαγμένος, ἀλύει καὶ περιστρέφεται, ὑγιαίνων ἐπὶ τῆς κλίνης κείμενος, ἆρα τῶν πυρεττόντων μᾶλλον οὐχὶ δακρύων ἄξιος ὁ τοιοῦτος, οὐκ ἐπειδὴ πυρέττει, οὐδὲ γὰρ πυρέττει, ἀλλ' ἐπειδὴ μηδὲν ἔχων δεινὸν, ἔχειν τι νομίζει;
 [03770]  καὶ [62.269] ἐκείμεθα οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ τῆς κακίας αὐτῆς, καθάπερ ἐν κοπρίᾳ, τῇ πονηρίᾳ ἐῤῥιμμένοι, ἡλκωμένοι, δυσωδίας ἀνάπλεῳ, αὐχμῶντες, κατατρυχόμενοι, εἴδωλα μᾶλλον ὄντες, ἢ ἄνθρωποι.
000-00-00 Serial Number=0181003749
In epistulam ad Romanos Ante [Go Back]  
 [03844]  καὶ πάντων σοι γέγονεν ἀτιμότερος ὁ Χριστὸς, καὶ οἰκετῶν καὶ ἡμιόνων καὶ κλίνης καὶ θρόνου καὶ ὑποποδίου.
 [03890]  εἰ δὲ τῆς σαρκὸς, πολλῷ μᾶλλον τῆς ψυχῆς καὶ τῆς οἰκίας, καὶ τῆς ψυχῆς καὶ τῆς κλίνης καὶ τοῦ ὑποποδίου.
000-00-00 Serial Number=0349242806
In filium viduae Ante [Go Back]  
 [00160]  οὐδέποτε ἐπὶ κλίνης ὤφθη νεκρὸς ἐγηγερμένος.
000-00-00 Serial Number=0405499756
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00073]  παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσι σύγχρονον τῆς ἑαυτοῦ ζωῆς τὴν νόσον ἔχοντα, ῥήματι ἐξήγειρε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν.
000-00-00 Serial Number=0991306543
In illud Ne timueritis Ante [Go Back]  
 [00754]  Ἡδίων ὁ ὕπνος ἐκ τῆς τοιαύτης γίνεται κλίνης;
000-00-00 Serial Number=0657653272
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00429]  ηὗρε νοσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων, νοσοῦσαν, οὐκ ἐπὶ κλίνης κειμένην, ἀλλ' ἐπὶ κακίας ἐῤῥιμμένην, τὸ κοινὸν μέλος διεφθαρμένον, βωμοὺς ἀναπτομένους, κνίσσαν τὸν ἀέρα μολύνουσαν, τέκνα σφαττόμενα παρὰ γονέων, τὴν φύσιν πατουμένην, τοὺς νόμους τῆς οὐσίας σαλευομένους, τὴν συμπάθειαν ἀτιμαζομένην·
000-00-00 Serial Number=0324811816
In infirmos Ante [Go Back]  
 [00006]  ὁ τὸν νομοδότην καὶ δικαιότατον Μωϋσῆν ἐξ Αἰγύπτου καλέσας, ὁ τὸν ἠγαπημένον σου παῖδα Ἰσραὴλ ἐκ τῆς κακίστης καὶ πονηρᾶς δουλείας τοῦ πικροτάτου φαραὼ διασώσας αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν βοήθησον, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, πᾶσαν πονηρὰν ἀσθένειαν ἀπέλασον ἀπ' αὐτῆς καὶ ἔγειρον τὴν δούλην σου ἀπὸ κλίνης ὀδυνερᾶς (= νη ) καὶ ἀπὸ στρωμνῆς κακώσεως.
000-00-00 Serial Number=0512239993
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00004]  Περιτυχόντες πρῴην τῷ παραλυτικῷ περὶ τὴν κολυμβήθραν ἐπὶ τῆς κλίνης κειμένῳ, πολὺν καὶ μέγαν εὑρήκαμεν θησαυρὸν, οὐχὶ γῆν διορύξαντες, ἀλλὰ
 [00197]  Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς ἰδίαν πόλιν, καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ·
 [00243]  Ἴστε γὰρ δήπου τοῦτο, ὅτι οὕτω μικρόψυχοι καὶ δυσάρεστοι νοσοῦντές εἰσιν, ὡς καὶ τὰς ἐπὶ κλίνης θεραπείας διακρούεσθαι πολλάκις, καὶ αἱρεῖσθαι τὰς ἀπὸ τῶν νοσημάτων φέρειν ὀδύνας, ἢ τὴν ἀπὸ τῶν βοηθημάτων ὑπομένειν ἐπάχθειαν.
 [00415]  Σὺ μὲν γὰρ, ἄνθρωπε, καὶ παρηκολούθησας ᾳκαὶ κατακλινόμενον ἐπὶ τῆς κλίνης εἶδες,
000-00-00 Serial Number=0820744038
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00100]  ἐπλησίασας παραλύτῳ κει μένῳ, καὶ τῆς κλίνης ἐργάτην ἀνέδειξας·
000-00-00 Serial Number=0970366180
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00136]  ἀνεκλίθην οὐκ ἐπὶ κλίνης βασιλικῆς, ἀλλ' ἐπὶ φάτνης εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ·
 [00175]  Ὦ δεξιὰ, πόσον ὑψώθης! ὦ πήλινον ὄργανον, πόσον τετίμησαι! Φιλάνθρωπε καὶ μεγαλόδωρε Κύ ριε, μετὰ τὸ κεράσαι τὴν χάριν τοῖς ὕδασι, καὶ δοῦ ναι τούτοις ὥσπερ τινὰ ζύμην ἁγιασμοῦ τὴν κατάδυ σιν, ἀνελθὼν τῶν ὑδάτων (γονυπετῶ, ∆έσποτα), ἀνά δραμε καὶ κατάλαβε τὴν ἀνθρωπότητα ψυχοῤῥαγοῦ σαν καὶ κάμνουσαν, ἐπίσκεψαι τὴν ἑκουσίως πυρέτ τουσαν, ἀνάστησον τὴν ἐπὶ τῆς γῆς ὡς ἐπὶ κλίνης ἐξηπλωμένην, καὶ νοσοῦσαν πάθει διαφόρῳ·
000-00-00 Serial Number=0233596921
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00223]  Εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν λόγον τῶν δαπανηθέντων, ἵν' εἰδῶμεν τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται·
 [00233]  Τῶν μὲν οὖν χρημάτων ὑπὸ τὴν ἕω τὸν λόγον ποιεῖν εἰώθαμεν, τῶν δὲ πράξεων μετὰ τὸ δεῖπνον καὶ τὴν ἑσπέραν αὐτὴν, ἐπὶ τῆς κλίνης κείμενοι, οὐδενὸς ἐνοχλοῦντος, οὐδενὸς θορυβοῦντος, τῶν μεθ' ἡμέραν ἡμῖν πεπραγμένων καὶ λελεγμένων ἁπάντων ἀπαιτῶμεν τὰς εὐθύνας ἡμᾶς ἑαυτούς·
 [00241]  Πάντων δὲ τούτων ἀπαλλαγέντες, καὶ καθ' ἑαυτοὺς γενόμενοι κατὰ τὴν ἑσπέραν, καὶ πολλῆς ἀπολαύοντες ἡσυχίας, συγκροτῶμεν ἐπὶ τῆς κλίνης τὸ δικαστήριον, ἵνα τὸν Θεὸν ἵλεων διὰ τῆς τοιαύτης κρίσεως ἔχωμεν.
000-00-00 Serial Number=0495113194
Non esse desperandum Ante [Go Back]  
 [00217]  Ἡ θύρα κέκλεισται, τὰ παιδία ἐπὶ τῆς κλίνης ἐστί·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»