Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κιβωτὸν [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κιβωτὸν


000-00-00 Serial Number=0675857484
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00273]  Ἔπειτα, ἵνα μὴ διὰ τὸ μῆκος τῆς προῤῥήσεως εἰς λήθην ἐμπέσωσι καὶ ῥᾳθυμίαν, παρεσκεύασε τὴν κιβωτὸν τεκταίνεσθαι κατ' ὀφθαλμοὺς ἐκείνων αὐτῶν, πάσης φωνῆς λαμπρότερον βοῶσαν τοῦ Θεοῦ τὴν ἀπειλήν.
 [01554]  Κρατήσας δὲ καὶ τούτων καὶ ἑτέρων πολεμίων, ἀνάγει μὲν τὴν κιβωτὸν μετὰ πολλῆς τῆς εὐφροσύνης·
 [01556]  Τὸν γὰρ Ὀζᾶν βουληθέντα περιτρεπομένην ὀρθῶσαι τὴν κιβωτὸν, παραχρῆμα ἐπάταξε καὶ νεκρὸν ἔθηκεν ἡ τοῦ Θεοῦ ὀργὴ, καὶ οὕτως ἐπὶ πολὺ κατέσεισε τοῦ ∆αυῒδ τὴν ψυχὴν οὗτος ὁ φόβος, ὡς μὴ πρότερον τολμῆσαι πρὸς ἑαυτὸν ἀνενεγκεῖν τὴν κιβωτὸν, πρὶν ἢ μαθεῖν ὅπως χρήσαιτο τῷ τότε αὐτὴν ὑποδεξαμένῳ Ἀβεδδαρᾶ.
000-00-00 Serial Number=0075374961
Ad populum Antiochenum Ante [Go Back]  
 [05317]  Καὶ γὰρ Ἱερουσαλὴμ, ἡ πόλις τοῦ Θεοῦ, ἡ τὴν κιβωτὸν τὴν ἁγίαν ἔχουσα καὶ τὴν λατρείαν ἅπασαν ἐκείνην, ἔνθα προφῆται ἦσαν καὶ Πνεύματος χάρις, καὶ κιβωτὸς, καὶ πλάκες διαθήκης, καὶ στάμνος ἡ χρυσῆ, ἔνθα ἄγγελοι πολλάκις ἐφοίτων, αὕτη ἡ πόλις, μυρίων [49.192] γενομένων πολέμων καὶ πολλῶν αὐτὴν ἐπιδραμόντων βαρβάρων, καθάπερ τεῖχος ἐξ ἀδάμαντος περιβεβλημένη, οὕτω πάντων ἀεὶ κατεγέλασεν ἐκείνων, καὶ τῆς χώρας ἀφανισθείσης ἁπάσης οὐδὲν ἔπασχε δεινόν.
 [05880]  Πολλοὶ καὶ τοῦ Νῶε κατεγέλασάν ποτε, ὅτε τὴν κιβωτὸν κατεσκεύαζεν·
000-00-00 Serial Number=0345023215
Adversus Judaeos Ante [Go Back]  
 [02172]  Καὶ γὰρ πολέμου ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, κρατήσαντες οἱ Ἀζώτιοι, καὶ τὴν κιβωτὸν λαβόντες, εἰς τὸ ἑαυτῶν ἱερὸν εἰσήγαγον.
 [02173]  Ἆρα οὖν διὰ τοῦτο ἅγιος ἦν ὁ ναὸς, ἐπειδὴ τὴν κιβωτὸν εἶχεν;
 [02179]  Ἄλλως δὲ, ποία κιβωτὸς νῦν παρὰ Ἰουδαίοις, ὅπου ἱλαστήριον οὐκ ἔστιν, ὅπου οὐ χρισμὸς, οὐ διαθήκης πλάκες, οὐ τὰ ἅγια τῶν ἁγίων, οὐ τὸ καταπέτασμα, οὐκ ἀρχιερεὺς, οὐ θυμίαμα, οὐχ ὁλοκαύτωσις, οὐ θυσία, οὐ τὰ ἄλλα τὰ ποιοῦντα σεμνὴν τὴν κιβωτὸν τότε ἐκείνην;
 [02182]  Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, καὶ τοὺς πρὸς ταῦτα ἐπτοημένους τῆς ἀκαίρου ταύτης ἀγωνίας ἀπαλλάττοντες, παιδεύσατε τί χρὴ φοβεῖσθαι καὶ δεδοικέναι, οὐχὶ τὴν κιβωτὸν ταύτην, ἀλλὰ τὸ καταφθείρειν τὸν ναὸν τοῦ Θεοῦ διὰ τῶν ἐκεῖ δρόμων, διὰ τοῦ πρὸς τὸν Ἰουδαϊσμὸν συνειδότος, διὰ τῆς ἀκαίρου ταύτης παρατηρήσεως.
000-00-00 Serial Number=0568976402
Adversus catharos Ante [Go Back]  
 [00004]  Ὡς καλὴ τῶν εἰρηκότων ἡ ξυνωρὶς, τοῦ μὲν διὰ τῶν βοῶν τὴν κιβωτὸν ἕλκοντος, τοῦ δὲ τὰς ἀπαρχὰς τῶν λόγων ἀνατιθέντος.
000-00-00 Serial Number=0485922992
Catechesis de juramento Ante [Go Back]  
 [00020]  ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλάκας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην.
000-00-00 Serial Number=0906164765
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00639]  Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ ∆άγων ἦν ὄνομα αὐτῷ;
000-00-00 Serial Number=0319694817
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00035]  οὗτος δέ, πολὺ χαλεπωτέρου τὴν οἰκουμένην κατακλυσμοῦ καταλαβόντος, οὐ σανίδας πηξάμενος καὶ κιβωτὸν ποιήσας, ἀλλ' ἀντὶ σανίδων τὰς ἐπιστολὰς συνθείς, οὐ δύο καὶ τρεῖς καὶ πέντε συγγενεῖς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν καταποντίζεσθαι μέλλουσαν ἐκ μέσων ἥρπασε τῶν κυμάτων.
 [00037]  Σύμμετρον γὰρ τῷ πλήθει τῶν σωζομένων αὐτὴν κατασκευάσας, δεχόμενος ἀλόγων ἀνοητοτέρους, ταῖς ἄνω δυνάμεσιν ἐφαμίλλους ἐργάζεται, καὶ ταύτῃ νικῶν τὴν κιβωτὸν ἐκείνην.
000-00-00 Serial Number=0493838549
De paenitentia [1] Ante [Go Back]  
 [01998]  πίστει Νῶε κιβωτὸν εἰργάσατο·
000-00-00 Serial Number=0414705694
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09155]  οὗτος δὲ, πολὺ χαλεπωτέρου τὴν οἰκουμένην κατακλυσμοῦ καταλαβόντος, οὐ σανίδας πηξάμενος, καὶ κιβωτὸν ποιήσας, ἀλλὰ ἀντὶ σανίδων τὰς ἐπιστολὰς συνθεὶς, οὐ δύο καὶ τρεῖς καὶ πέντε συγγενεῖς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν καταποντίζεσθαι μέλλουσαν ἐκ μέσων ἥρπασε τῶν κυμάτων.
 [09156]  Οὐδὲ γὰρ τοιαύτη ἦν ἡ κιβωτὸς, ὡς ἐν ἑνὶ περιφέρεσθαι τόπῳ, ἀλλὰ τὰ τέρματα τῆς οἰκουμένης κατέλαβε, καὶ πάντας εἰσάγει μέχρι τοῦ νῦν εἰς τὴν λάρνακα ταύτην, σύμμετρον τῷ πλήθει τῶν σωζομένων αὐτὴν κατασκευάζων, καὶ δεχόμενος ἀλόγων ἀνοητοτέρους, ταῖς ἄνω δυνάμεσιν ἐφαμίλλους ἐργάζεται, καὶ ταύτῃ νικῶν τὴν κιβωτὸν ἐκείνην.
000-00-00 Serial Number=0259709239
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00035]  Καὶ γὰρ ἀνεμνήσθη τοῦ μακαρίου ∆αυῒδ, ὃς καὶ ἁλουργίδα περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὰ σκῆπτρα τοῦ τῶν Ἑβραίων ἔχων δήμου, ἐπειδὴ τὴν κιβωτὸν ἀνέφερε, τὴν σκηνὴν ἅπασαν ἐκείνην ἀφεὶς, ἐσκίρτα καὶ ἐχόρευε καὶ ἐπήδα μεγάλα παίζων τε καὶ ὀρχούμενος, καὶ διὰ τῶν ἁλμάτων τὴν ἡδονὴν ἐπιδεικνύμενος, ἢν εἶχεν ἐπὶ τοῖς τελουμένοις.
 [00037]  ἐπεὶ καὶ αὕτη κιβωτὸν ἀνῆγε πολλῷ βελτίονα ἐκείνης τῆς τοῦ ∆αυΐδ.
000-00-00 Serial Number=0089383662
In Jordanem fluvium Ante [Go Back]  
 [00043]  Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔχων κιβωτὸν ἔτεμεν.
 [00048]  Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ' ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσέρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ ∆εσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ' ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος.
 [00051]  Καὶ ἵνα δειχθῇ ὅτι οὐ τῷ λαῷ ὑποχωρεῖ, ἀλλὰ τὴν κιβωτὸν αἰδεῖται, λέγει Ἰησοῦς·
 [00053]  Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν.
 [00099]  Ὁ μὲν Ἰησοῦς οὕτω διαβὰς ἔτεμε τὸν Ἰορδάνην, τὴν κιβωτὸν αὐτῷ δείξας·
000-00-00 Serial Number=0943805218
In diem natalem Ante [Go Back]  
 [00123]  Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ·
000-00-00 Serial Number=0037706077
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00315]  καὶ Ὀζᾶ τὴν κιβωτὸν μέλλουσαν περιτρέπεσθαι στηρίξας, παραχρῆμα ἀπέθανεν, ὅτι μὴ προσηκούσης αὐτῷ διακονίας ἥψατο;
000-00-00 Serial Number=0722006917
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04615]  Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγο μένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμ μένην πάντοθεν χρυσίῳ·
 [04651]  Χρυσοῦν ἔχουσα θυμιατήριον, φησὶ, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ·
 [06629]  Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ·
 [06659]  Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.
000-00-00 Serial Number=0958594143
In illud Memor fui dei Ante [Go Back]  
 [00387]  μὴ γὰρ καὶ ἄλλοτε οὐ κατέβη, καὶ τὴν κιβωτὸν διετάξατο ἐπὶ τοῦ Νῶε;
000-00-00 Serial Number=0817863226
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00508]  οὐδὲ γὰρ ἀνέτρεπον τὴν κιβωτὸν, ἀλλ' ἀνατρέπεσθαι μέλλουσαν καὶ καταπίπτειν ἀνώρθουν.
000-00-00 Serial Number=0220463693
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00087]  Καθάπερ γὰρ Νῶε σανίδας ῥάψας κιβωτὸν εἰργάσατο, οὕτω καὶ Παῦλος ἐπιστολὰς γράψας κατεσκεύασε κιβωτὸν νοεράν·
 [00092]  Εἰσῆλθεν εἰς τὴν κιβωτὸν λύκος, καὶ ἐξῆλθε λύκος·
000-00-00 Serial Number=0008939147
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00031]  [3] Ὁρῶ τὴν παρθένον πόλιν τὸν βασιλέα ἐγκολπιζομένην, ὁρῶ ναὸν ἔνθεον τὸν ἐν ὑψίστοις σκηνώσαντα καὶ ἐν αὐτῷ ἱερουργήσαντα, ὁρῶ κιβωτὸν ἁγίαν τὴν διαθήκην περισφίγγουσαν, ὁρῶ στάμνον χρυσῆν τὸ μάννα προβαλλομένην, ὁρῶ στήλην ἄλυτον τὸν χαρακτῆρα βαστάζουσαν.
000-00-00 Serial Number=0842182219
In principium indictionis [2] Ante [Go Back]  
 [00051]  κραιπαλῶν τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκεφάλισας.
000-00-00 Serial Number=0183944702
In resurrectionem domini [3] Ante [Go Back]  
 [00094]  Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.
000-00-00 Serial Number=0321682155
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00142]  Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος·
000-00-00 Serial Number=0356895089
Prooemia in Psalmos Ante [Go Back]  
 [00015]  Ἔνεστι δὲ πάλιν καὶ περὶ τοῦτο μαθεῖν, ὡς [55.534] αὐτὸς δι' ἑαυτοῦ ὁ ∆αυῒδ ἀναλαβὼν ἐκ τῶν ἀλλοφύλων τὴν κιβωτὸν, ὠρχήσατο ἔμπροσθεν αὐτῆς, καὶ ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μελχὼ, ἔφη·
000-00-00 Serial Number=0093480408
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·
000-00-00 Serial Number=0794552088
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00128]  Προλέγει ὁ Θεὸς τῷ Νῶε τὴν μέλλουσαν τῶν ἀνθρώπων ἀπώλειαν διὰ τοῦ κατακλυσμοῦ, καὶ παραινεῖ ποιῆσαι τὴν κιβωτὸν, τριακοσίων πήχεων τὸ μῆκος, πεντήκοντα πήχεων τὸ πλάτος, τριάκοντα πήχεων τὸ ὕψος.
 [00129]  Ὡς δὲ εἰσῆλθεν εἰς τὴν κιβωτὸν, ἐφέρετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
 [00583]  καὶ ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, εἶπε Μωϋσῆς·
 [00938]  Ὡς δὲ καὶ τὴν κιβωτὸν ἐξήγαγον υἱοὶ Ἠλεὶ, οὗτοι μὲν πίπτουσιν ἐν τῷ πολέμῳ μετὰ καὶ ἑτέρων πολλῶν, τὴν δὲ κιβωτὸν λαμβάνουσιν οἱ πολέμιοι.
 [00942]  Εἰσήνεγκαν οἱ ἀλλόφυλοι τὴν κιβωτὸν εἰς τὸν οἶκον ∆αγών·
 [00946]  Ἀποστέλλουσι τὴν κιβωτὸν εἰς Γέθ·
 [00953]  καὶ φοβηθέντες οἱ ἀπὸ Βεθσαμῦς, ἀποστέλλουσιν ἐξ αὐτῶν τὴν κιβωτὸν εἰς τὸν οἶκον Ἀμιναδάβ.
 [01115]  Ἀνάγει τὴν κιβωτὸν ὁ ∆αυῒδ, καὶ ἀποθνήσκει Ὀζᾶ, ὅτι ἐξέτεινε τὴν χεῖρα αὐτοῦ πρὸς τὴν κιβωτόν.
 [01147]  Ὡς δὲ διέβησαν τὸν χειμάῤῥουν, προσέταξε τοῖς ἱερεῦσιν ἀποστρέψαι τὴν κιβωτὸν εἰς τὴν πόλιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»