Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κόρην [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κόρην


000-00-00 Serial Number=0378642797
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00102]  ὸ μὲν πρῶτον ἔδησεν, ὡς δὲ οὐκ ἔπειθε τῆς πρὸς τὴν κόρην ἀποσχέσθαι συμβουλῆς, τέλος ἀπέκτεινε.
000-00-00 Serial Number=0838906229
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00324]  Τὴν ∆άφνην κόρην οὖσάν φησι καὶ θυγατέρα τοῦ Λάδωνος ποταμοῦ καὶ γὰρ ποταμοὺς γεννῶντας εἰσάγειν καὶ τὰ γεννώμενα εἰς ἀναίσθητα μετα βάλλειν καὶ πολλὰ τοιαῦτα αὐτῷ τερατεύ εσθαι ἔθος ἀεὶ τοῖς πλανωμένοις ταύτην οὖν κόρην εὔμορφον οὖσαν ἰδεῖν ποτε τὸν Ἀπόλλω φησὶ καὶ ἰδόντα παθεῖν τι πρὸς αὐ τὴν καὶ παθόντα διώκειν ὥστε ἑλεῖν.
 [00612]  Τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς ᾗ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου ὅτι τὴν κόρην ἔκρυψε ῥα γεῖσά τε καὶ συνελθοῦσα.
000-00-00 Serial Number=0251267791
De continentia Ante [Go Back]  
 [00035]  Τὸν μὲν διάβολον ὁρῶν ἐπερχόμενον οὐκ ἔφευγεν, ἀλλ' ἔμενεν ὥςπερ λέων τῇ δυνάμει θαρρῶν, κόρην δὲ ἰδὼν οὐκ ἔστη οὐδὲ διέτριψε περὶ τὴν θέαν τῆς εὐμορφίας, ἀλλ' ὑπεχώρησε ταχέως, τὸν μὲν πρὸς τοὺς δαίμονας πόλεμον ἀνδρείαν ἀπαιτεῖν νομίζων καὶ θαρσαλέαν ψυχήν, σωφροσύνης δὲ ἄσκησιν οὐκ ἐκ τοῦ κόραις ὁμιλεῖν, ἀλλ' ἐκ τοῦ φεύγειν παρθένους, εὐχερῶς περιγενέσθαι.
000-00-00 Serial Number=0822227538
De corruptoribus virginum Ante [Go Back]  
 [00034]  Ἐὰν κόρην ἕτερος ἀνθ' ἑτέρου ἁρπάσῃ, τῆς ἰσοτιμίας δοκιμαζομένης, κυρία μὲν ἡ ἁρπαγὴ τῷ ποιήσαντι, καὶ νόμος καὶ βασιλεὺς παραχωρεῖ τῇ ἁρπαγῇ.
000-00-00 Serial Number=0122714996
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00461]  Ἂν ἴδῃς κόρην, μάλλον δὲ μηδὲ προσίτω κόρη μηδὲ ὑπεκκαιέσθω τὸ πῦρ, πλὴν εἴ που γραῦς καὶ οὐδὲν ἔχουσα ἱκανὸν νέον ἑλεῖν·
 [00668]  Ἂν ἐγκωμιάζῃς τὴν κόρην καὶ ἐπὶ κάλλει καὶ ἐπὶ κοσμιότητι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, εἶτα προσθείης ὅτι «οὐκ ἀνέχεται μαθοῦσα ῥαθύμως σε διάγοντα συγγενέσθαι σοι», λοιπὸν ὡς ὑπὲρ ἐσχάτων ὄντος αὐτῷ τοῦ κινδύνου πολλὴν ποιήσεται τὴν φροντίδα.
 [00709]  Καὶ ἡ μήτηρ δὲ μαθέτω τὴν αὑτῆς κόρην τούτοις παιδεύειν καὶ πολυτελείας ἀπάγειν καὶ κόσμου καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐστὶ πορνῶν γυναικῶν.
 [00710]  Κατὰ τοῦτον δὴ τὸν νόμον πάντα ποιείτω καὶ τρυφῆς ἀπαγέτω καὶ μέθης, καὶ τὸν νέον καὶ τὴν κόρην.
000-00-00 Serial Number=0868652523
De jejunio sermones 1 Ante [Go Back]  
 [00071]  Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτίμους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχηλον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, χείλη προφέροντα τὰ φίλα Χριστῷ.
000-00-00 Serial Number=0626140237
De patientia sermo 1 Ante [Go Back]  
 [00146]  Θαλαμευομένην κόρην δέδωκας;
 [00301]  μὴ θρηνήσω, μηδὲ ὡς κόρην ὀφθαλμοῦ ζητήσω;
000-00-00 Serial Number=0555276215
De sacerdotio Ante [Go Back]  
 [00755]  Καὶ καθάπερ οὐκ ἴσον κόρην τε ἐλευθέραν καὶ τὴν ταύτης θεράπαιναν ἁμαρτεῖν, οὕτως οὐδὲ παρθένον καὶ χήραν.
 [01493]  Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἡλίῳ κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον οἷον καὶ τὴν ἀνθρωπείαν ὑπερβαῖνον φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾶν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ τῶν ἀνδρῶν γένος τῶν τε γενομένων τῶν τε ἐσομένων ποτὲ πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι, καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὅρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει·
000-00-00 Serial Number=0600570917
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00024]  Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ συμβὰν, ἀλλ' ἐννόησον πῶς ἦν εἰκὸς κόρην διατεθῆναι ἁπαλὴν, τοῦ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, στρατιωτῶν ἀθρόως ἐπιστάντων, πρὸ τῆς θύρας ἑστώτων, καλούντων εἰς δικαστήριον, εἰς ἀγορὰν ἑλκόντων ὑπὲρ τοιούτων καὶ τηλικούτων πραγμάτων.
000-00-00 Serial Number=0654078901
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00004]  Καί μοι δοκῶ σήμερον τὴν μακαρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ' εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ' ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέφανον·
 [00076]  Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρατεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν ἐρημίᾳ λῃστήν.
000-00-00 Serial Number=0862878680
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00085]  Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλομένην, καὶ σεμνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντου πράξεως ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολάσεως ἄξιον.
000-00-00 Serial Number=0316008151
De virginitate Ante [Go Back]  
 [01393]  Ἔστι δὲ ὅτε καὶ πρὸς αὐταῖς τοῦ γάμου ταῖς θύραις ὁ μὲν προσδοκηθεὶς νυμφίος κεναῖς ἀπήλλακται χερσί, τῷ δὲ μὴ ἐλπισθέντι τὴν κόρην παρέδωκαν οἱ γονεῖς.
000-00-00 Serial Number=0155533314
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02871]  Ὁ τοίνυν φιλοσώματος καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ βούλοιτο μαθεῖν τῷ λόγῳ τὸ εἰδεχθὲς τῆς οὐσίας, δι' αὐτῆς αὐτὸ τῆς ὄψεως εἴσεται.
 [03021]  Ἐπειδὴ γὰρᾔδει τοῦ πατριάρχου τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι, ὁμότροπον προσήκει εἶναι τῷ δικαίῳ, οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν χαρακτηρίσαι βούλεται τῆς κόρης·
 [03072]  Ἰδοὺ ἔχεις τὴν κόρην·
 [03105]  Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν πρὸς τὸν νυμφίον εἰδῆτε τὴν κόρην ἐπαναχθεῖσαν.
000-00-00 Serial Number=0727717102
Expositiones in Psalmos Ante [Go Back]  
 [03717]  Ἀλλ' ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει.
 [05480]  Ἀλλ' ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει.
000-00-00 Serial Number=0676387906
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00136]  Οὐκοῦν πλέον τῆς γλώσσης φύλαττε τὴν κόρην·
000-00-00 Serial Number=0022208989
In Acta apostolorum Ante [Go Back]  
 [05142]  Μηδέποτε κόρην ὑβρίζων, αἰσχρὸν ῥῆμα ἐκβάλῃς·
 [09147]  ∆ὸς εὔμορφον κόρην, τεταραγμένην, λάλον, λοίδορον, μέθυσον, πολυτελῆ, εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν;
000-00-00 Serial Number=0846745253
In Christi natalem Ante [Go Back]  
 [00003]  ∆εσπότης γὰρ ἐκ νύμφης παρθένου προέρχεται παράδοξον θάλαμον τὴν κόρην εὑράμενος.
000-00-00 Serial Number=0474637926
In Christi natalem diem Ante [Go Back]  
 [00057]  κατέδραμε, καὶ κόρην ἀσπάζεται·
000-00-00 Serial Number=0223955512
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02405]  κἂν εὔμορφόν τινα κόρην ἴδῃ, κατέπτηχεν εὐθέως ἁλοὺς, καὶ ὥσπερ κύων λυττῶν ἕπεται, δέον τοὐναντίον ποιεῖν.
 [06099]  Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεμψε μνηστευσόμενον κόρην ἐθνικήν·
000-00-00 Serial Number=0264515936
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη.
000-00-00 Serial Number=0714795113
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03158]  εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα.
000-00-00 Serial Number=0335576236
In epistulam ad Colossenses Ante [Go Back]  
 [03767]  Εἰπὲ γάρ μοι, εἴ τις κόρην ἐκαλλώπιζε βασιλέως, καὶ εὐδοκίμει καλλωπίζων αὐτὴν καὶ σεμνὴν ἐργαζόμενος, ἕτερος δέ τις ἐβούλετο ταύτην ἀσχημονῆσαι, καὶ μὴ δυνηθῆναι καλλωπίσαι, τίνι ἂν ἐπεβούλευσε, τούτῳ ἢ ἐκείνῃ καὶ τῷ ταύτης πατρί;
 [03965]  ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρμάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν·
000-00-00 Serial Number=0495876908
In epistulam ad Ephesios Ante [Go Back]  
 [05929]  καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐμὸν, καὶ Τὸ σόν.
000-00-00 Serial Number=0134542763
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00104]  Ὥσπερ γὰρ ἡ ἡμέρα εἰς ἐργασίαν ἐξάγει τὸν ἄνθρω πον, οὕτως ἡ νὺξ διαδεχομένη, ἀπὸ τῶν μυρίων ἀνα παύει μόχθων, καὶ τῶν φροντίδων ἀφίησι, καὶ κά μνουσαν τὴν κόρην κοιμίζουσα, καὶ τὰ βλέφαρα κατα στέλλουσα, ἀκμαζούσῃ τῇ δυνάμει παρασκευάζει τὴν ἀκτῖνα δέχεσθαι πάλιν.
000-00-00 Serial Number=0297341585
In infirmos Ante [Go Back]  
 [00019]  ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμολογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντες καὶ πρὸς τὴν πατρίδα αὐτῆς ἀπαγαγόντες.
000-00-00 Serial Number=0260055959
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00123]  Σὺ τὴν κόρην εἰς ἑτέραν μετέδωκας ἀφομοίωσιν, ἔδωκας ἀσπασμὸν καὶ συνέλαβεν τὸν ἱλασμὸν, εἶπας «20Χαῖρε» καὶ ὁ [20Λόγος] ἐν αὐτῇ [20σὰρξ] ἐγένετο20.
000-00-00 Serial Number=0956080317
In oraculum Zacharia Ante [Go Back]  
 [00011]  Ὁ τότε τοίνυν τὴν ἄγονον πέτραν μεταβαλὼν εἰς λίμνην, καὶ νῦν τὴν στείραν Ἐλισάβετ παιδογόνον ἐκέλευσεν ἀναδειχθῆναι μητέρα, καὶ τὴν ἄκαρπον κατάκαρπον ἔδειξε, καὶ τὴν τῷ γήρᾳ βεβαρημένην ὡς νεόγαμον κόρην.
000-00-00 Serial Number=0303004801
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00285]  Οἷον πολλάκις ὑπὸ πονηροῦ χυμοῦ καὶ διεφθαρμένου ῥεύματος ἐνοχλουμένων ὀφθαλμῶν, ἀφεὶς ὁ ἰατρὸς τὴν νοσοῦσαν θεραπεῦσαι κόρην, τῆς κεφαλῆς ἐπεμελήσατο, ἔνθα ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ἀῤῥωστίας ἦν·
000-00-00 Serial Number=0394738674
In sanctam Pelagiam Ante [Go Back]  
 [00015]  οἱ δὲ δελεασθέντες τῶι πλάσματι καὶ τῆι τῆς κόρης ἱλαρότητι κλαπέντες, ἔπαθόν τι πρὸς αὐτὴν καὶ φιλάν θρωπον καὶ σχῆμα περιθέσθαι νυμφικὸν αἰτησάσηι διδόασιν ἄδειαν, ὡς οὐ τῆι παρθένωι χαριούμενοι μόνον, ἀλλὰ καὶ τῶι δικαστῆι φανούμενοι κρείττους, εἰ κεκαλλωπισμένην ἀπαγάγοιεν κόρην.
 [00025]  ταῦτα ἂν ἄλλην παρετάραξε κόρην·
 [00032]  εἰ δὲ ὄντως καλεῖς πρὸς παράταξιν, ἢ πρὸς σκάμματα μεταστέλληι τὴν κόρην, ἐκ τοῦ στέγους ἐμβαλλούσηι συμ πλέκου, ἐκεῖθεν ἐκπεσουμένην ὑπόμεινον.
000-00-00 Serial Number=0409515083
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00074]  κόρην εὐτελῆ, καὶ εὐκαταφρόνητον θυρωρόν·
 [00315]  Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ·
000-00-00 Serial Number=0432751775
In synaxim archangelorum Ante [Go Back]  
 [00012]  Ὁποῖος ἦν καὶ ὁ θαυμάσιος καὶ θεσπέσιος Ῥαφαὴλ, δι' ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἱστάμενος, καὶ γέροντι τυφλῷ τὸ φῶς τεχνινάμενος.
000-00-00 Serial Number=0347843945
In synaxim incorporalium Ante [Go Back]  
 [00051]  ὁποῖος ἦν ὁ θεσπέσιος Ῥαφαὴλ δι' ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἰασάμενος καὶ γέροντι τυφλῷ τὸν ἥλιον θεωρεῖν τεχνασάμενος.
000-00-00 Serial Number=0085660696
Quales ducendae sint uxores Ante [Go Back]  
 [00434]  Ἐπειδὴ γὰρ εἶπε, πῶς ἐπὶ τῆς πηγῆς ἔστη, πῶς ᾔτησε τὴν κόρην, πῶς ἔδωκεν ἐκείνη πλέον τῆς αἰτήσεως, πῶς ὁ Θεὸς μεσίτης ἐγένετο, καὶ πάντα μετὰ ἀκριβείας ἀπαγγείλας, κατέλυσεν ἐν τούτοις τὸν λόγον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»