Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θελῆσαι [58]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θελῆσαι


000-00-00 Serial Number=0430398643
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00162]  Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἄλλα πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν, καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἰπὼν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτοὺς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καί τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς.
000-00-00 Serial Number=0036116719
Ad Eudoxiam i Ante [Go Back]  
 [00040]  Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ' ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ [296] θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατενεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης.
000-00-00 Serial Number=0539702237
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01839]  καὶ τοῦτο πρῶτον ἔχει πρὸς τὸ κατορθωθῆναι χαλεπὸν, πεῖσαι τὴν ψυχὴν ὅλως θελῆσαι καὶ βουληθῆναι τὴν ἀπαλλαγήν·
000-00-00 Serial Number=0504226446
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00531]  Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ' ἡμῶν παροξῦναι δύναιτ' ἄν, ὡς τὸ μηδὲ θελῆσαι καὶ μεταβαλέσθαι λοιπόν.
000-00-00 Serial Number=0872311532
Ad populum Antiochenum Ante [Go Back]  
 [02632]  ἐπὶ δὲ τῆς ψυχῆς οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀρκεῖ θελῆσαι καὶ βουληθῆναι μόνον, καὶ πάντα κατώρθωται.
 [05589]  Ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ κατόρθωμα τέλος ἔλαβε.
000-00-00 Serial Number=0920583129
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00245]  Τίς οὕτως ὠμὸς καὶ ἀνήμερος, τίς οὕτως ἠλίθιος καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς καὶ ἀνάλγητος, ὡς τὴν τὰ τοιαῦτα ὑβριζομένην καὶ ἐπηρεαζομένην ψυχὴν μὴ θελῆσαι, τό γε εἰς αὐτὸν ἧκον, τῆς ἐναγοῦς ἐκείνης ἀπαλλάξαι μανίας καὶ ὕβρεως, ἀλλὰ τοιαῦτα πάσχουσαν περιορᾷν;
 [00498]  καὶ τοσοῦτον ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν καλοῦντος ἐκείνου πρὸς ἑαυτὸν, μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν.
000-00-00 Serial Number=0505687773
Commentarius in Job Ante [Go Back]  
 [03618]  καὶ ὅτι οὐδὲ πρὸς ἐπίδειξιν ἐποίει καὶ φιλοτιμίαν, ἀλλὰ διὰ τὸν θεόν, δῆλον μὲν ἐκ τοῦ μὴ θελῆσαι πρὸ τούτου ταῦτα εἰπεῖν, καίτοι μακρῶν οὕτω λόγων ἀποταθέντων καὶ πολλῆς τῆς ὁμιλίας γεγενημένης, δῆλον δὲ καὶ ἐκ τοῦ ἐκεῖνα κατορθοῦν, ὧν οὐδένα μάρτυρα ἀνθρώπων εἶχεν, τὰ κατὰ διάνοιαν λέγω, τὰ περὶ τῶν παίδων.
 [03850]  οὕτω γὰρ εὔκολον αὐτῷ πάντας ἀπολέσαι, ὥστε ἀρκεῖ θελῆσαι, καὶ τὸ κωλύον οὐδέν.
000-00-00 Serial Number=0998115540
De Anna i Ante [Go Back]  
 [00559]  Ὥσπερ γὰρ τὸν ἐν ἀσωτίᾳ ζῶντα, καὶ πόρναις προσέχοντα, κἂν ἁπάντων εὐπορώτερος ᾖ, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς θελῆσαι κηδεστὴν λαβεῖν·
000-00-00 Serial Number=0465107143
De beato Philogonio Ante [Go Back]  
 [00131]  τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον.
000-00-00 Serial Number=0168807626
De cruce et latrone i Ante [Go Back]  
 [00310]  Σαμουὴλ ὁ προφήτης ἐκεῖνος ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἀπεχειροτονήθη, ἠτιμάσθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι καὶ εἰπεῖν·
000-00-00 Serial Number=0931180298
De cruce et latrone ii Ante [Go Back]  
 [00381]  Σαμουὴλ ὁ προφήτης ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἐξουθενήθη, ἠτιμώθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι.
000-00-00 Serial Number=0461139917
De decem millium talentorum debitore Ante [Go Back]  
 [00056]  ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται·
000-00-00 Serial Number=0107528150
De incomprehensibili dei natura Ante [Go Back]  
 [00457]  Ἤρκεσε γὰρ αὐτῷ τὸ θελῆσαι πρὸς ἅπαντα καὶ καθάπερ ἡμῖν ἡ βούλησις οὐ παρέχει κάματον, οὕτως οὐδὲ ἐκείνῳ τὸ δημιουργῆσαι τοσαύτας καὶ τηλικαύτας δυνάμεις.
000-00-00 Serial Number=0397062182
De resurrectione mortuorum Ante [Go Back]  
 [00330]  Ἐγὼ μὲν γὰρ τὸν τρόπον οὐκ ἂν ἔχοιμι λέγειν, ὅτι δὲ ἤρκεσεν αὐτῷ τὸ θελῆσαι μόνον.
000-00-00 Serial Number=0029863894
De sacerdotio Ante [Go Back]  
 [00128]  καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥαθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς.
 [01155]  Τοῦτο οὖν ἀπονοίας, τοῦτο κενοδοξίας, τὸ μὴ θελῆσαι τοσούτοις ἀπωλείας αἴτιον γενέσθαι, μηδὲ ἐμαυτῷ μείζονα προξενῆσαι τιμωρίαν τῆς νῦν ἀποκειμένης ἐκεῖ;
000-00-00 Serial Number=0064747334
De sancta trinitate Ante [Go Back]  
 [00344]  πρὶν γὰρ θελῆσαι, φησὶν, οὐκ ἦν ὁ Υἱός·
 [00353]  Ἐὰν εἴπῃς, Θέλων, ἰδὲ οὖν, πρὶν θελῆσαι οὐκ ἦν Πατήρ·
000-00-00 Serial Number=0847731292
De virginitate Ante [Go Back]  
 [00281]  Ὅταν γὰρ μέγα ᾖ τὸ κατορθούμενον καὶ διὰ τοῦτο μηδὲ εἰς ἐντολῆς ἀνάγκην κατακλείηται, τότε τῶν μελλόντων κατορθοῦν τὴν προθυμίαν ἀναμένειν χρὴ ἑτέρῳ τινὶ τρόπῳ καὶ ἀνυπόπτως τὸ θελῆσαι καὶ βουληθῆναι κατασκευάζοντας ἐν αὐτοῖς·
000-00-00 Serial Number=0773376584
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06161]  Εἰ γὰρ πράγματός τινος ἐντὸς γενέσθαι βουλόμενοι, οὐχὶ τῷ θελῆσαι μόνον ἀρκούμεθα, ἀλλὰ καὶ τοῦ πράγματος ἁπτόμεθα, πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀνελθεῖν βουλόμενοι τῆς πρακτικῆς ἀρετῆς δεησόμεθα.
 [09921]  Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
 [09924]  θελῆσαι οὐ δύνασαί τι ἀγαθόν;
 [09938]  ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται πρᾶγμα, πολλὴν ἔχον ὠφέλειαν.
000-00-00 Serial Number=0360149205
Expositiones in Psalmos Ante [Go Back]  
 [00104]  ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὰ τῆς τέχνης ἀπήρτισται.
 [07467]  ἀρκεῖ γὰρ αὐτῷ τὸ θελῆσαι μόνον.
000-00-00 Serial Number=0946205854
In Acta apostolorum Ante [Go Back]  
 [01189]  Οὐ γὰρ οἶμαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, μὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι.
 [02625]  ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν γέγονε·
 [02929]  Τὸ γὰρ τὸν λῃστὴν αἰτῆσαι, τὸ τὸν κριθέντα ἀπολυθῆναι μὴ λαβεῖν, τὸ καὶ θελῆσαι ἀνελεῖν, ποίας ἀγνοίας;
 [04699]  Οὐκ ἔστι γὰρ ἴσον εὐποιῆσαι ἐχθρὸν, καὶ μείζονα θελῆσαι παθεῖν ἢ βούλεσθαι·
 [09416]  θελῆσαι δὲ πάντας χρή.
 [09999]  εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι·
000-00-00 Serial Number=0836412370
In Genesim sermones Ante [Go Back]  
 [00832]  Οὕτω γὰρ ἀπεδέξατο τὴν θέσιν τῶν ὀνομάτων ὁ Θεὸς, ὡς μηκέτι κινῆσαι τὰς προσηγορίας ἐκείνας, μηδὲ ἁμαρτόντος αὐτοῦ θελῆσαι ἀνελεῖν τὰς ἐπωνυμίας αὐτῶν.
000-00-00 Serial Number=0158163428
In Joannem Ante [Go Back]  
 [00673]  Εἴ τις αὐτὸν ἔροιτο πάλιν, οὐκ ἄν μοι δοκεῖ θελῆσαι γενέσθαι.
 [02857]  Τίς οὖν οὕτως ἄθλιος, ὡς μὴ θελῆσαι τοῖς χρήμασιν ἐντρυφᾷν τοῖς ἑαυτοῦ διόλου;
000-00-00 Serial Number=0403298438
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01400]  Πολὺ δὲ μεῖζον καὶ ἀπείρως μεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι.
 [04068]  Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς.
000-00-00 Serial Number=0474228859
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01346]  θελῆσαι δεῖ μόνον, ῥῆμά ἐστι, προαίρεσίς ἐστι.
 [04060]  θελῆσαι δεῖ μόνον, καὶ πάντως περιεσόμεθα τῆς πυρᾶς.
000-00-00 Serial Number=0529931247
In epistulam ad Ephesios Ante [Go Back]  
 [00150]  Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι.
 [03165]  Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ πάντα ὁμοῦ θελῆσαι εἰπεῖν.
 [06756]  Τῷ μαλακισθῆναι, καὶ μὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι.
000-00-00 Serial Number=0494843125
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01639]  Ἦν μὲν γὰρ καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεμονίας καὶ ἀγάπης·
 [05103]  θελῆσαι γὰρ δεῖ μόνον ἐνταῦθα, καὶ πάντα ἕπεται.
 [05124]  Εἶτα ἐν πᾶσιν οὐκ ἀρκεῖ τὸ θελῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἔργον προσθεῖναι δεῖ·
 [05221]  οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκε, διὰ τὸ μὴ θελῆσαι αὐτούς.
 [07112]  ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα ἤνυσται.
 [07501]  Ἁμαρτίαν εἶπε τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχεῖσθαι·
000-00-00 Serial Number=0391550362
In epistulam ad Philemonem Ante [Go Back]  
 [00177]  οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, [62.707] οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
 [00190]  Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου, οὐ χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενὸς, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται.
000-00-00 Serial Number=0764600039
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00042]  ἐμόν ἐστι τὸ θελῆσαι δοῦναι μισθὸν, ἐκείνων ἐστὶν τὸ θελῆσαι λαβεῖν·
000-00-00 Serial Number=0143436849
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00160]  Ἡ μὲν γὰρ προαίρεσις ἐκ τοῦ μὴ θελῆσαι, ἡ δὲ χάρις ἐκ τοῦ δυνηθῆναι.
 [01364]  ποῖος οὕτω φιλόσοφος ἐγκρατὴς, ὡς λιμοῦ κελεύοντος, καὶ τῆς λύσεως τοῦ λιμοῦ παρούσης, μὴ ἂν θελῆσαι λῦσαι τὸ δεινόν;
000-00-00 Serial Number=0450468898
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00105]  ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»