Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζημία [120]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζημία


000-00-00 Serial Number=0356450081
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00235]  Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν·
 [00472]  ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαρρεῖν ἔχοντες καὶ ἀκριβῶς εἰδότες ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε ἡ περὶ τὸ τυχὸν ἡμῖν ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ' ἑαυτοῖς ἔχοντες;
000-00-00 Serial Number=0840298831
Ad populum Antiochenum Ante [Go Back]  
 [01141]  μέγιστον μὲν οὖν ἀπὸ τούτου βλάβος καὶ ἐσχάτη ζημία.
 [01515]  κἂν γὰρ ζημία χρημάτων ἐπίῃ, κἂν θάνατος, τὴν δὲ εὐσέβειαν μηδεὶς ἡμᾶς ἀφέληται, μακαριώτεροι πάντων ἐσμέν.
 [01745]  οὐκ ἔτι λοιπὸν ἡμᾶς ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ' ἕτερα ἀντ' ἐκείνων πάντων ἀκούω λεγόντων·
 [01747]  Ὥσπερ οὖν πρὶν ἢ τὸν τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακνεν ἡμᾶς ἡ ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα ταῦτα τολμήματα, ὁ τοῦ θανάτου φόβος ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν·
 [01776]  ὡς εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἂν ἐφόβησεν, οὐ θάνατος, οὐ λιμὸς, οὐ ζημία χρημάτων, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν.
 [01977]  Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μόνον, ἀλλ' ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμβήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδημία.
 [01981]  Ὅπως ἂν τοῦτο μὴ γένηται καὶ ζημία ἐσχάτη, ἀπιόντες ἐντεῦθεν, μετ' ἀλλήλων οἱ φίλοι, μετὰ τῶν τέκνων οἱ πατέρες, μετὰ τῶν οἰκετῶν οἱ δεσπόται, μελετᾶτε καὶ γυμνάζεσθε ὅπως τὸ ἐπιταχθὲν ἀνύσητε, ἵνα [49.80] ἐπειδὴ ἐπανέλθητε πάλιν, καὶ περὶ τῶν αὐτῶν ἀκούσητε συμβουλευόντων ἡμῶν, μὴ καταισχύνησθε τοῦ συνειδότος ὑμῶν ἐπιλαμβανομένου, ἀλλὰ χαίρητε καὶ εὐφραίνησθε συνορῶντες τὸ πλέον τῆς παραινέσεως ὑμῖν κατορθωθέν.
 [03772]  καὶ οὔτε ζημία χρημάτων, οὔτε ἀτιμία, οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἕδακνε.
 [03852]  καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα.
 [03863]  Ἀλλ' ἀῤῥωστία πολλάκις ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατώρθωσε, καὶ ζημία δὲ τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον·
 [04488]  Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἡμᾶς λυπήσει τῶν ἐμπιπτόντων δεινῶν, ἀλλὰ καὶ κερδανοῦμεν ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, καὶ ζημία πλούτου, καὶ λύπη ἡδονῆς καὶ εὐφροσύνης, καὶ ὕβρις τιμῆς ἡδίων ἔσται καὶ ποθεινοτέρα, καὶ τὰ ἐναντία πάντα εἰς κέρδος ἡμῖν ἀποβήσεται·
 [05112]  Εἰ δὲ θάνατος καὶ παίδων ἀποβολὴ λυπεῖν οὐ δύνανται, πολλῷ μᾶλλον ζημία χρημάτων, καὶ ἀτιμίαι, καὶ κατηγορίαι, καὶ διαβολαὶ τῆς οὕτω μεγάλης καὶ γενναίας ψυχῆς οὐκ ἄν ποτε ἅψαιντο, οὐδὲ ὀδύνη σώματος·
 [05122]  Ὅταν οὖν μήτε θάνατος, μήτε ζημία χρημάτων, μήτε νόσος σώματος, μήτε ἀτιμία, μήτε λοιδορία, μήτε ἄλλο τι τῶν τοιούτων μηδὲν λυπῆσαι αὐτὸν δύνηται, ἀλλὰ καὶ εὐφραίνῃ μᾶλλον, ποίαν ἀθυμίας ὑπόθεσιν ἕξει ποτέ;
 [05593]  τοῦτο γὰρ καὶ αἰσχύνη καὶ ὄνειδος καὶ ζημία μεγίστη.
000-00-00 Serial Number=0692646623
Ad viduam juniorem Ante [Go Back]  
 [00217]  Πρῶτον μὲν τὸ βραδύτερον ἰδεῖν τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ὅπερ οὐ μικρὰ ζημία τοῖς ὑπὲρ τῶν μελλόντων πεπιστευκόσιν ἐστίν·
000-00-00 Serial Number=0411421120
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01254]  σωφρονούσης μὲν γὰρ ταύτης οὐδεμία ἀπὸ τῆς τῶν λόγων ἀπειρίας ἔσται ζημία, διεφθαρμένης δὲ μεγίστη ἡ βλάβη, κἂν σφόδρα ἡ γλῶττα ἠκονημένη τυγχάνῃ, καὶ τοσούτῳ μείζων, ὅσῳπερ ἂν ἐκείνη προσῇ ἡ δύναμις.
000-00-00 Serial Number=0865144014
Contra Anomoeos Ante [Go Back]  
 [00141]  Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόντας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία;
000-00-00 Serial Number=0361336172
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00253]  μάλιστα μὲν οὖν οὐδὲ οὕτως ταῦτα πραγματεύεσθαι ἔδει ἔνθα μείζων ἡ ζημία τοῦ κέρδους.
000-00-00 Serial Number=0238177180
Contra ludos et theatra Ante [Go Back]  
 [00118]  Κἂν δέκα μόνον ὦσιν, οὐχ ἡ τυχοῦσα ζημία·
000-00-00 Serial Number=0698901713
De consubstantiali Ante [Go Back]  
 [00315]  κἂν πειρασμὸς ἐπέλθῃ, ῥᾳδίως ἀποκρούεται, κἂν ζημία χρημάτων, κἂν ὁτιοῦν ἕτερον τῶν λυπουμένων ἡμῶν τὴν ψυχὴν, ἅπαντα ἀπελαύνει ταχέως·
000-00-00 Serial Number=0480485439
De incomprehensibili dei natura Ante [Go Back]  
 [01064]  Ἵν' οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδήν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ.
 [01070]  Ἂν μὲν γὰρ ἴδῃ ὅτι σε ταπεινοῖ τῶν χρημάτων ἡ ζημία καὶ πείθει κατὰ τοῦ ∆εσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος·
 [01074]  Ταῦτα οὖν καὶ ἡμεῖς εἰδότες ἓν μόνον φοβώμεθα, τὴν ἁμαρτίαν, τὰ δὲ ἄλλα γενναίως φέρωμεν, κἂν χρημάτων ζημία, κἂν νόσος σωμάτων, κἂν περιστάσεις πραγμάτων, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ἄλλο ὁτιοῦν ἐπάγηται δεινὸν ἡμῖν·
000-00-00 Serial Number=0331962287
De paenitentia [1] Ante [Go Back]  
 [01396]  καίτοι γε οὐδὲ τοῦτο φορητὸν ἀνδρὶ ἐλευθέρῳ, ἀλλ' ἐσχάτη ζημία τῷ νοῦν ἔχοντι καὶ κατάγνωσις καὶ αἰσχύνη·
000-00-00 Serial Number=0126347661
De perfecta caritate Ante [Go Back]  
 [00178]  Ἐνταῦθα δουλεία καὶ εἰρωνεία, ἐκεῖ ζημία πολλὴ καὶ τὸ διηνεκὲς ἐμπυρίζεσθαι.
000-00-00 Serial Number=0884243786
De precatione [1] Ante [Go Back]  
 [00007]  Εἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ προσεύχεσθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς εἰς τὴν ψυχὴν εἰσάγειν;
000-00-00 Serial Number=0624898672
De proditione Judae Ante [Go Back]  
 [00355]  Εἰς χρήματα πάντως ἡ ζημία·
000-00-00 Serial Number=0047404230
De sacerdotio Ante [Go Back]  
 [00223]  εἰ δὲ καὶ δίκην ἀπαιτοῖτο, μέχρι τῶν χρημάτων ἡ ζημία.
 [00522]  Εἶτα ἔνθα μὲν εἰς χρήματα ἡ ζημία καὶ ὁ κίνδυνος σωματικὸς μέχρι θανάτου, οὐδεὶς ἐγκαλέσει πολλῇ κεχρημένοις προνοίᾳ·
 [00940]  Εἶτα ὅπου μὲν ζημία περὶ μικρῶν, τοσαύτῃ χρησόμεθα προνοίᾳ καὶ οὐκ ἂν εἴξομεν τῇ τῶν βιαζομένων ἀνάγκῃ·
 [00962]  Ἀλλ' ἐκείνῳ μὲν μέχρι τοῦ γέλωτος ἡ ζημία·
 [01204]  οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ἡ ζημία ἀμελοῦσι τούτοις κἀκείνοις, ἀλλὰ τοσοῦτον αὕτη πλείων ὅσον καὶ τῆς κτήσεως ἑκατέρας τὸ μέσον.
 [01257]  Οὐ γὰρ μέχρις αἰσχύνης ἡ ζημία, ἀλλὰ καὶ αἰώνιος ἐκδέχεται κόλασις.
 [01447]  οὐ γὰρ εἰς αὐτὸν περιΐσταται μόνον ἡ ζημία, ἀλλὰ καὶ τὰς τῶν ἀσθενεστέρων καὶ εἰς αὐτὸν βλεπόντων καταβάλλει ψυχάς.
000-00-00 Serial Number=0783976912
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00007]  ἀλλ' ἵνα μὴ ἡ ζημία αὐτῶν ἀνίατος γένηται, πάλιν ἐν ἑτέρᾳ ἡμέρᾳ ἀνακηρύττομεν αὐτὸν, ἵνα καὶ οἱ ἀπολειφθέντες διὰ ῥᾳθυμίαν διπλασιάσωσι τῇ σπουδῇ τὴν εὐλογίαν τὴν παρὰ τοῦ μάρτυρος.
000-00-00 Serial Number=0749490798
De virginitate Ante [Go Back]  
 [00085]  Τοῖς μὲν γὰρ ἡ ζημία μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν, ὑμῖν δὲ καὶ τοῦ κακὰ προσλαβεῖν.
 [00519]  Ἐπὶ δὲ τοῦ γάμου καὶ μείζων ἡ ζημία·
 [01371]  Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ' ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν.
000-00-00 Serial Number=0764753342
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01547]  Μέγιστον μὲν οὖν [63.616] ἀπὸ τούτου βλάβος καὶ ἐσχάτη ζημία.
 [02514]  Ἂν μὲν γὰρ ἴδῃ, ὅτι σε ταπεινοῖ ἡ τῶν χρημάτων ζημία, καὶ πείθει κατὰ τοῦ.
 [07882]  [63.809] ὡς, εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἂν ἐφόβησεν, οὐ θάνατος, οὐ ζημία χρημάτων, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.
 [07943]  Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν·
 [09999]  εἰ γὰρ εἰκῆ μόνον ἀνήλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία;
000-00-00 Serial Number=0671053112
Epistulae Ante [Go Back]  
 [01256]  Ἴστε δὲ καὶ ἡ κατάγνωσις αὕτη καὶ ἡ ζημία ἐπὶ τίνα ἔρχεται.
 [02214]  Ἴστε δὲ καὶ ἡ κατάγνωσις αὕτη καὶ ἡ ζημία ἐπὶ τίνα ἔρχεται.
000-00-00 Serial Number=0033391595
Expositiones in Psalmos Ante [Go Back]  
 [03105]  Ὅταν γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται δάκνειν, ὅσον ἡ εὐχαριστία εὐφραίνει.
 [03880]  Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος.
 [04868]  Ὅταν γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται δάκνειν, ὅσον ἡ εὐχαριστία εὐφραίνει.
 [05643]  Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος.
000-00-00 Serial Number=0890162766
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02888]  Εἰκότως καὶ ὑμεῖς, ἵνα μάθητε πόση ζημία γεωργῷ, πόση ἀθυμία, ὅταν ἕτερ' ἀνθ' ἑτέρων φέρητε.
000-00-00 Serial Number=0925989389
Homilia de capto Eutropio Ante [Go Back]  
 [00191]  οὐ γὰρ τοῦ πένητος τοσαύτη ζημία, ὅση τοῦ πλουσίου.
000-00-00 Serial Number=0687589109
In Acta apostolorum Ante [Go Back]  
 [01146]  Ἡ μὲν γὰρ ἁμαρτία ἡ αὐτὴ, ἡ δὲ ζημία οὐχ ἡ αὐτὴ, μᾶλλον δὲ οὐδὲ ἡ ἁμαρτία·
 [06968]  οὕτως ἀπὸ τῆς κακίας διπλῆ πάλιν ἡ ζημία, εἴς τε ἡμᾶς, εἴς τε τοὺς βλαπτομένους διαβαίνουσα.
 [07244]  Εἰ γὰρ εἰκῆ μόνον ἀνάλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία.
 [08294]  ἐπὶ δὲ τοῦ τοὺς πονηροὺς ἔχοντος, καὶ ἑαυτὸν προσαπόλλυσι μετ' ἐκείνων, καὶ μείζων ἡ ζημία.
 [09192]  Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς.
 [09999]  [60.357] μὲν γὰρ εἰς χρήματα ἡ ζημία, αὐτῷ δὲ εἰς ψυχήν·
000-00-00 Serial Number=0733051181
In Genesim sermones Ante [Go Back]  
 [01056]  οὐχ ὅση ἡ ζημία, τοσαύτη καὶ ἡ πραγματεία·
000-00-00 Serial Number=0793381274
In Joannem Ante [Go Back]  
 [00645]  Ἐκείνοις μὲν γὰρ μέχρι χρημάτων ἡ ζημία·
 [01528]  Οὐδὲ γὰρ ἐν τοῖς τυχοῦσιν ὑμῖν ἀπὸ τούτων ἡ ζημία γίνεται, ἀλλ' ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν.
 [01548]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, οὐδὲ αὕτη ἡ ζημία μόνον, ὅτι οὐκ ἀμύνει κολαζομένοις·
 [02026]  Ἐνταῦθα μὲν γὰρ ἐν τούτῳ μόνον ἡ ζημία, ἐκεῖ δὲ οὐ μέχρι τούτου μόνον·
000-00-00 Serial Number=0459742069
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00133]  καὶ γὰρ ὅπερ ἀπολειφθῇ, ζημία [51.257] γίνεται.
000-00-00 Serial Number=0606106460
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00226]  καίτοι καὶ καθ' ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία.
 [00595]  ἄν τε ἀποκαλύψῃ, μὴ δέξωνται δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζημία περιίσταται.
 [03134]  Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν·
 [03223]  δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς.
 [04056]  Καὶ μετὰ τούτων ἡ ζημία ἄφατος.
 [04335]  Ὁρᾷς ὅτι τὸ μὴ ἐπιτιμᾷν τοῖς ἁμαρτάνουσι, ζημία ἐστὶ καὶ τῷ διδασκάλῳ καὶ τῷ μαθητῇ;
000-00-00 Serial Number=0668172956
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01213]  προσέπεσε ζημία ἐπὶ τῆς οἰκίας;
000-00-00 Serial Number=0165994465
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01642]  Εἰ γὰρ ὁ χρημάτων μὴ μεταδιδοὺς εἰς τὴν γέενναν ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις ὁρῶν κινδυνεύοντα, καὶ χεῖρα μὴ ὀρέγων, πολλῷ μᾶλλον ἐκείνου τοῦτο πείσεται, ὅσῳ καὶ ἐν μείζονι ἡ ζημία γέγονεν·
000-00-00 Serial Number=0057966948
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04876]  ∆ιὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος.
 [04887]  Τοὐναντίον δὲ ἅπαν ἐστὶν ἡ μεγίστη ζημία, καὶ ὅλως ὅταν μὴ ἑκόντες ταῦτα φιλοσοφῶμεν, ἀλλ' ἡττηθέντες ἐκεῖθεν.
 [09433]  καίτοι γε περὶ τὸ τυχόν ἐστιν ἡ ζημία, ἀλλ' ὅμως καὶ οὕτω πᾶσα διεφθάρη ἡ εὐμορφία·
 [09444]  Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ μέλους ζημία, καὶ κοινὸν κάλλος ἡ σωτηρία, μὴ ἐπαιρώμεθα μηδὲ ἐπεμβαίνωμεν τοῖς πλησίον.
000-00-00 Serial Number=0913238466
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00924]  Τὸ μὲν γενόμενον βαρὺ, καὶ δοκεῖ ζημία τὸ πρᾶγμα εἶναι, οὐκ ἔστι δὲ οὐδέπω, ἀλλ' ἐν σοὶ κεῖται ἢ ζημίαν αὐτὸ ποιῆσαι, ἢ κέρδος.
 [00929]  μὴ βουληθέντος δὲ, χαλεπωτέρα τῆς γενομένης ζημία.
 [00963]  Οὕτω γίνεται κέρδος ἡ ζημία, καὶ οὐδὲν βλαβήσῃ, ἀλλὰ καὶ ὠφεληθήσῃ παρὰ τοῦ διαβόλου.
 [00965]  Πῶς δὲ καὶ ζημία γίνεται χαλεπή;
000-00-00 Serial Number=0691357017
In epistulam ad Colossenses Ante [Go Back]  
 [02888]  λάβε παραμυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζημία, ἂν θάνατος, ἂν ἀποβολὴ οἰκείων·
000-00-00 Serial Number=0512702048
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02807]  Τοῦτο δὲ οὐ μικρὰ ζημία.
 [06055]  Ὁρᾷς ὅτι οἶδε καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅση τοῦ πράγματός ἐστιν ἡ ζημία;
 [06068]  Ἐπειδὴ γὰρ οὐχ εἷλεν αὐτὸν ἡ τῶν χρημάτων ἀφαίρεσις, οὐδὲ μέγα τι εἰργάσατο ἡ τούτων ζημία, ἀλλὰ καὶ μάτην ἠλέγχθη εἰπών·
 [06168]  Ὁ δὲ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα.
 [08457]  Οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι·
000-00-00 Serial Number=0019064903
In epistulam ad Philemonem Ante [Go Back]  
 [00491]  Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)·
000-00-00 Serial Number=0276282489
In epistulam ad Philippenses Ante [Go Back]  
 [00349]  ζημία γὰρ τοῦτό ἐστιν, οὐκ ἐλεημοσύνη.
 [03354]  καίτοι γε οὐδὲν ἄλλο τοῦτό ἐστιν, ἢ ζημία.
 [03355]  Εἰπὲ γάρ μοι, καθ' ἕκαστον ἐξετάσωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν.
 [03367]  Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐτελῆ ἱμάτια καὶ τοῦ μηδενὸς πωλούμενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλειν ἀναγκάζοντα χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζημία τὸ πολὺ περιττόν;
 [03382]  ὅταν ἐκπέσῃ καὶ ἀπόληται, οὐχὶ ζημία;
 [03384]  ὅταν φθόνον ἐπισπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζημία;
 [03385]  Ὅταν γὰρ [62.260] ὠφελῇ μὲν μηδὲν τὴν περικειμένην, ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν ὀφθαλμοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ μᾶλλον, οὐχὶ ζημία γίνεται;
 [03387]  ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος φέρον, μὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέλειαν, ἀλλ' ἀναγκάζηται λιμώττειν καὶ στενοχωρεῖσθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα;
 [03389]  Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος μὴ ἀφῇ, οὐχὶ ζημία ἐστὶ τὸ πᾶν;
 [03404]  Ὁρᾷς ὅτι ζημία τὸ πρᾶγμα;
 [03406]  Εἰ γὰρ μήτε χρείαν παρέχει πλείονα, μήτε τέρψιν (προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐδὲν ἕτερόν ἐστιν ἢ ζημία.
 [03540]  Σκύβαλα εἴρηται ὁ νόμος, φησὶ, ζημία εἴρηται·
 [03545]  Ἰδοὺ ζημία ὁ νό [62.264] μος, ἰδοὺ σκύβαλα εἴρηται.
 [03555]  οὐκ ἔστι, φησὶ, ζημία ὁ νόμος;
 [03575]  Οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ' ἐπειδὴ πολὺ μείζων ἡ χάρις.
 [03578]  ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον (οὐ γάρ ἐστι), ἀλλ' ἐπειδὴ οὐκ ἔνι ὁμοῦ τὰ δύο λαβεῖν, ἀλλ' ἀνάγκη τὸ ἓν καταλιπεῖν·
 [03581]  Ὥστε, ὅταν ἀπάγῃ ἡμᾶς Χριστοῦ, τότε ζημία·
 [03584]  Εἰ διὰ τὸν Χριστὸν, οὐ φύσει ζημία.
 [03598]  Τοῦ γὰρ ἡλίου φανέντος, προσκαθῆσθαι τῷ λύχνῳ ζημία.
 [03599]  Ὥστε ἀπὸ τῆς παραβολῆς ἡ ζημία γίνεται, ἀπὸ τοῦ ὑπερέχοντος.
000-00-00 Serial Number=0113211274
In epistulam ad Romanos Ante [Go Back]  
 [04978]  ἐκεῖ μὲν γὰρ ἡ ζημία μέχρι τοῦ
 [06723]  Πλέον μὲν οὐδὲν, ζημία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ μετὰ πολλοῦ συλλεγέντα πόνου.
 [09121]  καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει, πεσόντος, ὥσπερ οὖν καὶ ὁ πλοῦ [60.630] τος, ἑστῶτος.
000-00-00 Serial Number=0964180291
In epistulam ad Titum Ante [Go Back]  
 [01318]  Καὶ γὰρ περιττὰ φθέγγεσθαι πολλὴ ζημία, δέον ἢ διδάσκειν, ἢ εὔχεσθαι, ἢ εὐχαριστεῖν.
000-00-00 Serial Number=0763507128
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00352]  ἂν δὲ τῷ δικαστῇ καθ' ἑαυτοὺς ἐπιτρέψωσι, καὶ χρημάτων ζημία καὶ τιμωρία πολλάκις, καὶ τὸ τὴν ἔχθραν μένειν ἀκίνητον αὐτοῖς περιέσται·
000-00-00 Serial Number=0996324956
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00011]  Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημά των καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί·
000-00-00 Serial Number=0342976451
In illud Vidi dominum Ante [Go Back]  
 [00043]  Ὡς εἴ γε τοῦτο μὴ προσῇ, ἀλλὰ σὺν τῷ κέρδει καὶ ἡ τῶν κεφαλαίων αὐτῷ ἐπιγένηται ζημία, οὐδὲ ἀπαίρειν ἔξεστιν αὐτῷ, οὐδὲ τοὺς πολυπλόκους ἐκείνους ὑπομένειν κινδύνους.
000-00-00 Serial Number=0355207026
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00421]  Ταύτην καὶ ἡμεῖς ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώμεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν·
000-00-00 Serial Number=0599460125
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00213]  ὕβρις γὰρ παιδὸς ζημία πατρός·
000-00-00 Serial Number=0711366355
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00032]  Τί γάρ, εἰπέ μοι, τὸν τὰ αὐτοῦ πάντα ἀπολωλεκότα ἢ παρὰ συκοφαντῶν ἢ λῃστῶν ἢ καὶ οἰκείων κακούργων ἀφαιρεθέντα τὰ ὄντα ἔβλαψεν αὕτη ἡ ζημία εἰς ἀρετὴν τοῦ ἀνθρώπου;
 [00117]  [5] Ὅταν οὖν μήτε ζημία χρημάτων μήτε συκοφαντίαι καὶ λοιδορίαι μήτε τὸ πρὸς τὴν ὑπερορίαν μεταστῆναι, μήτε νόσοι καὶ βάσανοι, μήτε αὐτὸ ὁ πάντων δοκεῖ φοβερότερον εἶναι, ὁ θάνατος, βλάπτῃ τοὺς πάσχοντας, ἀλλὰ καὶ ὠφελῇ μειζόνως, πόθεν ἔχεις μοι δεῖξαί τινα ἀδικούμενον, ὅταν ἐντεῦθεν μηδὲν ἀδικῆται;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»