Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζῇν [288]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζῇν


000-00-00 Serial Number=0014305651
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00279]  Μὴ γὰρ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
 [00809]  Καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται·
 [01087]  καὶ τοῦτο αὐτῆς ἄκουσον λεγούσης, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἱνατί μοι τὸ ζῇν;
 [01296]  Ὁ γὰρ μηδὲ ζῇν ἀνασχόμενος, μηδὲ ἐν τῇ βίβλῳ γεγράφθαι τοῦ Θεοῦ τῆς σωτηρίας τῆς ἐκείνων χωρὶς, πῶς ἂν τῶν ἐν τοῖς βασιλείοις ἀπέλαυσε καλῶν ἐν τοσούτῳ κλύδωνι κειμένους ὁρῶν ἅπαντας;
 [01382]  Τοὺς οὖν οὕτως ὑπ' αὐτοῦ ποθουμένους ἐπὶ τὸ χεῖρον ἀεὶ προβαίνοντας ὁρῶν, πόσῃ λύπῃ, πόσοις δὲ ἄρα συνανεστρέφετο δάκρυσιν! Εἰ γὰρ ἕνα τις υἱὸν ἔχων οὐκ ἂν δύναιτο ζῇν, εἴ ποτε αἴσθοιτο πρὸς κακίαν αὐτὸν ἀποκλίναντα, καὶ εἰ πάντων αὐτὸς πονηρότερος ὢν τύχοι, τὸν μυριάδας τοσαύτας ἐν τάξει παίδων κεκτημένον, μᾶλλον δὲ καὶ ὑπὲρ παῖδας φιλοῦντα·
 [01679]  Ὁ δὲ ∆ανιὴλ ἐδόκει μὲν τιμῆς ἀπολαύειν πολλῆς, καὶ οὐχ ὡς ἐν αἰχμαλωσίᾳ ζῇν ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος, καὶ ἐν δυναστείαις ὤν·
000-00-00 Serial Number=0148531437
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00063]  Τί μὲ πρὸς ταύτην, ὦ μῆτερ, τὴν ζωὴν ἀπεκύησας, ἐν ᾗ τοῦ ζῇν ἡ προσθήκη προσκοπὴ πρὸς τὸν θάνατον;
000-00-00 Serial Number=0485050857
Ad illuminandos catecheses Ante [Go Back]  
 [00541]  οὐ γὰρ ἡ ἀπάντησις τοῦ ἀνθρώπου πονηρὰν ποιεῖ τὴν ἡμέραν γενέσθαι, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ζῇν.
000-00-00 Serial Number=0195402265
Ad populum Antiochenum Ante [Go Back]  
 [02216]  Οὐ γὰρ τὸ μὴ κολάζεσθαι τοῦτο ἐλεύθερον ποιεῖ σῶμα, ἀλλὰ τὸ ζῇν ἐν δικαιοσύνῃ διηνεκῶς.
 [02284]  ὥσπερ οὖν ἡ μεγίστη τιμὴ καὶ ἄνεσις τὸ μετὰ ἀρετῆς ζῇν, κἂν κολαζώμεθα·
 [03707]  Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν, καὶ τοῦτον καὶ τοὺς λοιποὺς νόμους ἅπαντας καταξίωσον ἡμᾶς ἐξανύσαντας, οὕτω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ σου, ἵνα παῤῥησίας πολλῆς ἀπολαύσαντες, τῆς βασιλείας ἐπιτύχωμεν εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03923]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν·
 [03926]  οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως·
 [04435]  Ὁ ὀμόσας, κἂν δοκῇ ζῇν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴν ἐδέξατο·
 [05978]  ὑπὲρ ἀνθρώπων μιαρῶν καὶ παμμιάρων, καὶ οὓς οὔτε ζῇν ἔδει, πρεσβείαν ἥκεις κομίζων, τῶν τυράννων, τῶν νεωτεροποιῶν τῶν πάσης ἀξίων κολάσεως;
000-00-00 Serial Number=0092119038
Adversus Judaeos Ante [Go Back]  
 [01807]  Οὐ γὰρ ἐν χρόνοις βασιλέων εὐσεβῶν τοῦτο συνέβη, ἵνα μή τινες λέγωσιν, ὅτι Χριστιανοὶ ταῦτα ἐπελθόντες διεκώλυσαν, ἀλλ' ἡνίκα τὰ ἡμέτερα ἠλαύνετο, ἡνίκα περὶ τοῦ ζῇν πάντες ἐκινδυνεύομεν, καὶ παῤῥησία ἀνθρωπίνη πᾶσα παρῃρεῖτο, καὶ τὰ Ἑλληνικὰ ἤνθει, καὶ τῶν πιστῶν οἱ μὲν ἐν τοῖς οἴκοις ἐκρύπτοντο, οἱ δὲ πρὸς τὰς ἐρημίας μετῳκίζοντο, καὶ τὰς ἀγορὰς ἔφευγον·
 [02041]  Ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες, πάντων ἐπετυγχάνετε, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῇν μετὰ τὸν σταυρὸν, μείζονα ὑπομένετε τιμωρίαν, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων.
 [02914]  Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ;
000-00-00 Serial Number=0756155729
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00283]  Οὐκ ἔξεστί σοι ἀδιαφόρως ζῇν·
000-00-00 Serial Number=0388984621
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00041]  ἀποπνίγεσθαι γὰρ ὁρῶν ἀνθρώπους ἐλευθέρους καὶ εὐγενεῖς καὶ δυναμένους ἐν τρυφῇ ζῇν, ἐπὶ τὸν σκληρὸν τοῦτον ἀγομένους βίον.
 [00085]  δώσει δὲ πάντως φιλάνθρωπός τε ὢν, καὶ τὸν θάνατον μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν.
 [01209]  Καὶ εἰ πάντες, ἢ καὶ οἱ πλείους ἐβούλοντο οὕτω ζῇν, οὐδ' ἄν τις ἐνενόησε ταῦτα τὰ ῥήματα, οὐδ' ἂν ὁ τῶν κακῶν τούτων ἐπεισῆλθε κολοφὼν τὸ ζητεῖν, πόθεν τὰ κακά.
 [01313]  Ἂν οὖν τοῦτο ἰσχῦσαι δυνηθῶ, φησὶ, καταμόνας αὐτὸν ἔχων λοιπὸν ἐπὶ τῆς ἀλλοτρίας, οὔτε τοῦ πατρὸς ἐνοχλοῦντος, οὔτε τῶν οἰκείων τινὸς, μετὰ πολλῆς αὐτὸν τῆς ἐξουσίας διαπλάσαι δυνήσῃ, καὶ καθάπερ ἐν μοναστηρίῳ διάγοντα, οὕτω ποιῆσαι ζῇν.
 [01410]  Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ' ἅπαντας τὸν τῶν μοναχῶν βούλονται βίον ζῇν, κἂν γυναῖκας ἔχοντες τύχωσιν.
 [01450]  καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξεῖναι ῥᾳθύμως ζῇν.
000-00-00 Serial Number=0553181052
Comparatio regis et monachi Ante [Go Back]  
 [00078]  [47.392] ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῇν ἐπιθυμοῦσιν οἱ πολλοὶ, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέρειν.
000-00-00 Serial Number=0060042441
De Anna i Ante [Go Back]  
 [00018]  Ὡς εἴγε μεμελετήκειμεν τὰς ἄλλας ἡμέρας σεμνῶς καὶ ἐπιεικῶς ζῇν, καὶ ἀπελθοῦσαν ἂν ἐποθήσαμεν τὴν νηστείαν, καὶ παραγίνεσθαι μέλλουσαν μετὰ πολλῆς ἂν ὑπεδεξάμεθα τῆς ἡδονῆς.
 [01168]  εἰ δὲ ἅπαντες ἔμελλον πλουτεῖν, ἅπαντες ἔμελλον ἐν ἀργίᾳ ζῇν·
000-00-00 Serial Number=0978606224
De Lazaro Ante [Go Back]  
 [00342]  Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι.
 [00345]  Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς.
 [00429]  Τοῦτον γὰρ, φασὶν, ἐκ τῆς θαλάσσης σωθέντα ἡ δίκη ζῇν οὐκ εἴασεν.
 [01070]  Πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.
 [01862]  Οὐ γὰρ βούλεται ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
000-00-00 Serial Number=0592971027
De diabolo tentatore Ante [Go Back]  
 [00665]  Οἱ γὰρ ἀγαθοὶ δοκιμώτεροι φαίνονται, ἐν μέσῳ τῶν κωλυόντων αὐτοὺς ὀρθῶς ζῇν καὶ πρὸς κακίαν ἑλκόντων ὄντες καὶ τῆς ἀρετῆς ἀντιλαμβανόμενοι.
000-00-00 Serial Number=0577208161
De oratione Ante [Go Back]  
 [00002]  ∆εῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
000-00-00 Serial Number=0330002129
De paenitentia [1] Ante [Go Back]  
 [00891]  Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ μετανοῆσαι, καὶ ζῇν αὐτόν.
 [01763]  οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
 [01951]  Εἰ ζῇν ὀφείλει, διὰ τί πόρνη;
000-00-00 Serial Number=0392604113
De paenitentia [3] Ante [Go Back]  
 [00016]  Ὢ [60.766] μετάνοια ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσα, καὶ ἀγγελικὰς δυνάμεις ὑπερβαίνουσα, καὶ τῷ θείῳ Πνεύματι Κυρίου προσεγγίζουσα θρόνῳ, καὶ Θεῷ συνόμιλος γινομένη, καὶ καθάπερ ἐξ οἰκείων θησαυρῶν τῶν τοῦ Θεοῦ θησαυρῶν τὸ ζῇν λαμβάνουσα, καὶ τοῖς ἔχουσί σε μετὰ παῤῥησίας δωρουμένη.
000-00-00 Serial Number=0929346502
De paenitentia sermo 2 Ante [Go Back]  
 [00079]  Ὁμολογοῦμεν, ∆έσποτα, ὅτι οὐδὲ τοῦ ζῇν ἄξιοι διὰ τὰς ἁμαρτίας ἡμῶν·
000-00-00 Serial Number=0082974315
De paenitentia sermo 3 Ante [Go Back]  
 [00119]  τουτέστιν, ἀπόθου τὴν ἁμαρτίαν, καὶ ἐργάτης γένου τῆς μετανοίας, ἵνα ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτοὺς, ἀποδεξάμενός σου τῆς ψυχῆς τὴν προθυμίαν, χαρίσηταί σοι τὴν ἄφεσιν τῆς ἁμαρτίας·
000-00-00 Serial Number=0518025935
De precatione [1] Ante [Go Back]  
 [00031]  ἡμᾶς δὲ προσήκει τῷ Θεῷ πειθομένους ἀεὶ ζῇν ἐν ὕμνοις καὶ προσευχαῖς, ἀκριβέστερον τῆς τοῦ Θεοῦ λατρείας ἐχομένους, ἢ τῆς ἑαυτῶν ψυχῆς·
 [00032]  οὕτω γὰρ ἡμῖν ὑπάρξειε ζῇν ἀεὶ τὴν πρέπουσαν ἀνθρώποις ζωήν.
 [00105]  ἀναγκαῖον δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται·
000-00-00 Serial Number=0962565899
De proditione Judae Ante [Go Back]  
 [00725]  Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον.
000-00-00 Serial Number=0067361534
De pseudoprophetis Ante [Go Back]  
 [00638]  τὸν εἰπόντα διὰ τοῦ προφήτου, Ζῶ ἐγὼ, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν·
000-00-00 Serial Number=0375228047
De resurrectione mortuorum Ante [Go Back]  
 [00066]  Οὐ γὰρ ἐξῆν ἀδεῶς ζῇν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἐν αἰσχρότητι καὶ μέθῃ καὶ ἀδδηφαγίᾳ καὶ τρυφῇ καὶ πολυτελείᾳ·
000-00-00 Serial Number=0772368252
De studio praesentium Ante [Go Back]  
 [00069]  πῶς ἂν ὁ ἀνὴρ εἰς τὴν τῶν ἀνδρῶν καταλεχθῇ τάξιν ταῦτα ποιῶν, ἅπερ γυνὴ πράττουσα καὶ τὸ ζῇν ἀπολώλεκε;
000-00-00 Serial Number=0056228399
De virtute animi Ante [Go Back]  
 [00088]  εἴη μέν με, φησὶν, ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν.
 [00090]  εἴη μέν με ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν.
000-00-00 Serial Number=0466305673
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00993]  Τοσοῦτον τοίνυν ἑαυτοὺς ἐθίσωμεν ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι.
 [00995]  οὐ γὰρ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς.
 [01733]  Ὥσπερ γὰρ τοῖς ἀνθρώποις προηγεῖται τὸ ζῇν, καὶ οὕτω τὸ τρέφεσθαι·
 [01735]  Τὸν γὰρ μὴ τρεφόμενον ἐγχωρεῖ ζῇν πολλάκις·
 [02670]  Τοῦτον δεῖ ὅλως ζῇν;
 [04116]  Τιμῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς ζῇν προαιρουμένοις προσθήκη τιμωρίας ἐστί.
 [05091]  τοῦτο γὰρ μάλιστά ἐστι ζῇν·
 [06502]  Καὶ ὁ ∆αυῒδ ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα, καὶ συνεχῶς ἔλεγεν, ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδέν σοι προσπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσεις τῆς ἀσφαλείας·
 [06626]  διὰ τούτων μὲν γὰρ τὸ ζῇν, δι' ἐκείνων δὲ τὸ καλῶς ζῇν γίνεται.
 [07145]  Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ, ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως;
 [07720]  μὴ ζητεῖς χωρὶς τροφῆς ζῇν;
 [08219]  Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ' ἡμέρας πολλὰς [63.819] καὶ ζῇν καὶ ἐσθίειν.
 [09557]  καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.
 [09999]  Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν·
 [09999]  Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται.
000-00-00 Serial Number=0388600707
Epistulae Ante [Go Back]  
 [02943]  οὕτω [52.715] καὶ τὸν ἐν εὐλαβείᾳ ζῇν ἐσπουδακότα, καὶ πολλὴν ἔχοντα ἀνδρείαν, ἡ τῶν καιρῶν δυσκολία.
000-00-00 Serial Number=0351635039
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01245]  Χρόνου γὰρ παρελθόντος μακροῦ, ὁ τὸν γεγεννηκότα ἀρνησάμενος τὸ τόλμημα ὅπερ ἐτόλμησεν, ὁ μηδενὶ τῶν ἄλλων ἀνθρώπων ἐξειπών, οὐδενὸς κατηγοροῦντος, οὐδενὸς ἐλέγχοντος, οὐδενὸς ἐφεστῶτος, οὐδενὸς ἀναμιμνήσκοντος τῆς δραματουργίας ἐκείνης, κινδυνεύων περὶ ἐλευθερίας καὶ αὐτοῦ τοῦ ζῇν, δεικνὺς ὅτι οὐκ ἐπεστομίσθη τοῦ συνειδότος ὁ κατήγορος ἐν οὕτω μακρῷ χρόνῳ οὐδὲ κατεχώσθη, ταῦτά φησι τὰ ῥήματα·
 [01331]  Τίνος ἕνεκεν ἀλγεῖς καὶ αὐτοῦ τοῦ ζῇν μελετήσασα καταφρονεῖν, ἢν καιρὸς καλῇ;
 [01491]  Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς καὶ τῇ κλίνῃ προσηλωμένη ἦς, μὴ νόμιζε ἀργὸν βίον ζῇν·
000-00-00 Serial Number=0710273743
Expositiones in Psalmos Ante [Go Back]  
 [01177]  Εἰ δὲ μὴ πᾶσιν ἐπεξῆλθε, τῷ συνετωτέρῳ ἔδωκε νοῆσαι ἀπὸ τῶν εἰρημένων, ὅτι ὁ τῶν τυραννικῶν παθῶν ἀπηλλαγμένος καὶ ὧν ἄνευ ζῇν οὐκ ἔστι, πολλῷ μᾶλλον τῶν ἄλλων ἠλευθέρωται.
 [01720]  Ὥσπερ οὖν καὶ Παῦλος ἐποίει, κελευόμενος ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μὴ ζῶν, ἀλλ' ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον·
 [01954]  ∆ιὸ καὶ ἔλεγον, Σωθέντα τὸν ἄνθρωπον τοῦτον ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε.
 [03650]  Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν.
 [04147]  καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν.
 [05413]  Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν.
 [05910]  καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν.
000-00-00 Serial Number=0578632534
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01949]  Μὴ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν;
 [01985]  ὡς ἀεὶ τῷ θανάτῳ ἐπενδόντες, ὥστε ἐπὶ πολὺ ζῇν.
 [02005]  Τοὺς οὕτω ζῶντας ζῇν ἔτι καλὸν ἦν;
 [04078]  Τὸ οὖν, εἰς ὠφέλειαν, τοῦτ' ἔστι, τοῦτο αὐτὸ κερδανεῖ, τὸ ζῇν.
 [05347]  οὐδὲ γὰρ ζῇν οὕτως ἠδύνατο.
000-00-00 Serial Number=0078231454
Fragmenta in Job Ante [Go Back]  
 [00363]  οὐδὲ τὸ ζῇν ἁπλῶς καὶ εἰκῆ, ἵνα μὴ φοβερός σοι γένηται ὁ θάνατος·
 [01367]  τοῦτο γὰρ τὸ, Ἡ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα, τουτέστι, Καὶ μετὰ τὸ γενέσθαι, τῇ σῇ προνοίᾳ τὸ ζῇν κέκτημαι·
 [01841]  εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον, καὶ οὗ χωρὶς ζῇν οὐκ ἔνι, μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ, καὶ οὐκ ἀναγκαίως ἡμῖν προκείμενα.
000-00-00 Serial Number=0452908814
Fragmenta in Proverbia Ante [Go Back]  
 [01145]  οὐδὲν γὰρ οὕτως δείκνυσι τὸ τῆς σοφίας ἔργον, ὡς τὸ κοινωφελῶς ζῇν.
000-00-00 Serial Number=0145954370
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00102]  Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύνετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν·
000-00-00 Serial Number=0303084791
In Acta apostolorum Ante [Go Back]  
 [02899]  Οὐκ ἄρα παρ' ἑτέρου ἔσχε τὸ ζῇν.
 [04329]  οὐκ ἦν οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ ζῇν.
 [07893]  Ἀπὸ τούτου πάντα ἀνατέτραπται, ἀπὸ τούτου τὰ τῆς οἰκουμένης διέφθαρται, ὅτι οὐδεὶς οὐδενὶ σκοπὸς κατὰ Θεὸν ζῇν.
 [07921]  ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ', Ἔσο ἐν τῇ οἰκίᾳ μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων, καὶ αὐτὰ ταῦτα διάπλαττε καὶ ῥύθμιζε, τὸν ἀπράγμονα βίον ζῇν καὶ ἀκίνδυνον.
 [08213]  Οἱ γὰρ θέλοντες, φησὶν, εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
 [09637]  Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα προτιθέντων, καὶ τὰ δυνάμενα ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστώντων ὑμῖν.
 [09999]  οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν.
 [09999]  ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.
 [09999]  Καὶ ἡ δίκη, φησὶ, ζῇν οὐκ εἴασε αὐτόν.
 [09999]  οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν.
 [09999]  Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει·
 [09999]  Ὢ τῆς θρασύτητος! καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῇν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ.
 [09999]  Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ.
 [09999]  Οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῇν.
 [09999]  Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι.
 [09999]  Λέγομεν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, μυρία καὶ ἕτερα παράγομεν, μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο, ὅτι ἔπεισεν ἅπαντας ὀρθῶς ζῇν·
 [09999]  Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε.
 [09999]  Εἰ γὰρ μὴ κόλασις ἦν, ποίας ταῦτα κολάσεως οὐ χείρω, ὑπὸ φόβῳ ζῇν ἀεὶ, μηδέποτε θαῤῥεῖν, μηδέποτε ἀνίεσθαι;
 [09999]  Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.
 [09999]  Ἄρα οἰκονομικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήμῳ, ὥστε τὸν προσήκοντα χρόνον πληρωθῆναι, ὥστε αὐτὸν ἐμφιλοσοφῆσαι τῇ ἐρήμῳ, καὶ ἐν ἀσφαλείᾳ ζῇν.
 [09999]  οὐδὲ γὰρ παρὰ τὸ πολλὰ ζῇν ἔτη ἢ ὀλίγα ἡ εὐημερία, ἀλλὰ παρὰ τὸ εἰς δέον κεχρῆσθαι τῇ ζωῇ.
000-00-00 Serial Number=0060392261
In Bassum martyrem Ante [Go Back]  
 [00126]  Ζῶ ἐγὼ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
000-00-00 Serial Number=0289873660
In Eliam prophetam Ante [Go Back]  
 [00122]  Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
000-00-00 Serial Number=0534718037
In Genesim sermo 3 Ante [Go Back]  
 [00456]  Ἀλλὰ κἂν πλουσία ὑπάρχῃ, ἐγκαυχωμένη ἐν τῷ πλούτῳ αὐτῆς ἡμέρας καὶ νυκτὸς, ζῇν ἐν εἰρήνῃ τὸν ὁμόζυγον οὐκ ἐᾷ.
000-00-00 Serial Number=0687819183
In Herodem et infantes Ante [Go Back]  
 [00088]  Ὥσπερ γὰρ ἰχθὺς ἔξω τοῦ ὕδατος ζῇν οὐκ ἀνέχεται, οὕτω καὶ βρέφος μητρικῶν μαστῶν στερούμενον οὐκ εἰς μακρὰν τὴν διαφθορὰν δέχεται.
000-00-00 Serial Number=0503112912
In Isaiam Ante [Go Back]  
 [00483]  Τί γὰρ ὄφελος τῆς τούτων ζωῆς, ὅταν καὶ ἑαυτοῖς καὶ ἑτέροις ἐπιβουλεύωσιν ἐν τῷ ζῇν;
 [00760]  Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἔλαμψεν ἥλιος, καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη πάντα τοσοῦτον ἀπέχουσι τοῦ ζῇν ἐν κινδύνοις τοιούτοις, ὅτι οὐδὲ μεταχειρίζεσθαί τι τῶν πολεμικῶν ἴσασιν, ἀλλ' εἴσω πόλεων καὶ τειχῶν καθήμενοι, πόρρω τὰ τῶν πολέμων μανθάνουσι πράγματα, καὶ δῆμος ἅπας ἐν ἐλευθερίᾳ ζῇ καὶ ἀτελείᾳ τῆς πικροτάτης ταύτης λειτουργίας.
000-00-00 Serial Number=0420940220
In Joannem Ante [Go Back]  
 [01164]  Τῆς γὰρ ζωῆς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ τοῦ φωτὸς λάμψαντος ἡμῖν, οὐκ ἔτι τὸ σκότος ἐστὶν, ἀλλὰ μένει διαπαντὸς ἐν ἡμῖν τὸ ζῇν, καὶ θάνατος αὐτοῦ περιγενέσθαι οὐ δύναται.
 [04495]  Ἡ μὲν γὰρ ψυχὴ οὐχ ἑτέρῳ παρέχει τὸ ζῇν, τὸ δὲ Πνεῦμα οὐ καθ' ἑαυτὸ ζῇ μόνον, ἀλλὰ καὶ ἑτέροις παρέχει τοῦτο.
 [05789]  Τὸ γὰρ μὴ τὰ δοκοῦντα τῷ Θεῷ ποιεῖν, εἰκῆ ζῇν ἐστι·
000-00-00 Serial Number=0013832808
In Psalmum 094 Ante [Go Back]  
 [00135]  Καλόν μοι τὸ ἀποθανεῖν μᾶλλον ἢ ζῇν.
000-00-00 Serial Number=0883531511
In Psalmum 705 Ante [Go Back]  
 [00083]  Ἰδοὺ γὰρ ἀστάτως τῷ νῷ καὶ τρόμῳ τὸ ζῇν ἐξετέλεσας.
000-00-00 Serial Number=0266806006
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00380]  ἐπήγαγεν, ὅτι Καὶ μέγας ἦν καὶ τὴν δύναμιν ἐνίκα τὴν ἡμετέραν, καὶ οὕτως ἐνίκα, ὡς ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν, τουτέστι, μηδὲ προσδοκῆσαι λοιπὸν ἡμᾶς ζῇν.
 [01397]  Ἢ τοῦτο ποιήσας ὅπερ καὶ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χείρων γενόμενος.
 [02018]  Καὶ γὰρ τὸ σῶμα τότε λέγομεν ζῇν, ὅταν βαδίζῃ ὑγιῆ τινα βάδισιν·
 [02019]  ὅταν δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή.
 [02021]  Οὕτω καὶ ἡ ψυχὴ, ὅταν μηδὲν ὑγιὲς ἔχῃ, κἂν δοκῇ ζῇν, τέθνηκεν·
 [03119]  Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν·
 [03281]  Εἰ τοίνυν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶ, μηδὲ θορυβεῖσθε κινδύνων ἐπιόντων καὶ θανάτων.
 [03283]  Εἰ γὰρ δι' αὐτοῦ ζῶμεν ἀποθανόντος, αὐτῷ ζῇν ὀφείλομεν δι' ὃν ζῶμεν.
 [03321]  Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν.
 [03322]  Ὅρα πόσα δικαιώματα τοῦ καλῶς ζῇν τίθησι.
 [03454]  καὶ τυχὼν δὲ, πεπλημμεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται·
 [04163]  Ἀλλὰ τὸ μὲν ἀποθανεῖν δῆλον ὅτι φιλίας, τὸ δὲ ζῇν τίς οὐκ ἂν ἕλοιτο καὶ τῶν μὴ φίλων;
 [04243]  ∆ι' ἐκείνων μὲν γὰρ τὸ ζῇν, διὰ δὲ τούτων τὸ καλῶς ζῇν γίνεται.
 [04457]  Ὑποδημάτων μὲν γὰρ ἄνευ καὶ ἱματίων δυνατὸν ζῇν, γεωργικῆς δὲ χωρὶς, ἀμήχανον.
 [04464]  Πλὴν οὐκ ἀναγκάζω, οὐδὲ νομοθετῶ οὕτω ζῇν·
 [05412]  [61.534] Αὐτάρκεια δὲ τῇ χρείᾳ τούτων ὁρίζεται, ὧν ἄνευ ζῇν οὐκ ἔνι.
 [05420]  Οὐκοῦν μηδὲν πλέον τούτου ζητῶμεν, εἰ καὶ τρυφᾷν βουλόμεθα καὶ μετὰ ὑγείας ζῇν·
000-00-00 Serial Number=0327370703
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00668]  Θεὸς γὰρ οἰκτιρμῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς οὐδεὶς ἀγαθὸς, καὶ χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος, καὶ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
 [00888]  Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν μηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐμαυτοῦ ἐσκόπουν.
 [02038]  Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
 [02041]  ἕκαστος τῶν θελόντων ζῇν εὐσεβῶς, διωχθήσεται.
000-00-00 Serial Number=0952012062
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02006]  Καὶ γὰρ οὗτος ὑποπτευθεὶς ἐπὶ καινοτομίᾳ τινὶ τοιαύτῃ, τοσοῦτον ἀπέσχε τοῦ κατορθῶσαι ὅπερ ἐβούλετο, ὅτι καὶ τοῦ ζῇν ἐξέπεσε, καὶ ταῦτα ἀπολογησάμενος.
 [02180]  Συμβαίνει γὰρ ἄρχοντας μὲν εἶναι φαύλους καὶ μιαροὺς, τοὺς δὲ ἀρχομένους ἐπιεικεῖς καὶ μετρίους, καὶ λαϊκοὺς μὲν ἐν εὐλαβείᾳ ζῇν, ἱερέας δὲ ἐν πονηρίᾳ·
 [02852]  καὶ αὐτὸ τὸ εἶναι δι' αὐτοῦ ἔχομεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν·
 [03212]  ∆ιηγώμεθα δὲ αὐτοῖς καὶ τὰς ἀλλοτρίας συμφορὰς, τὰς ὀρφανίας τὰς ἀώρους, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, τοὺς ἐν δικαστηρίοις σπαραττομένους, τοὺς περὶ τὸ ζῇν δεδοικότας, τὰς χηρείας τὰς ἀδοκήτους τῶν γυναικῶν, τὰς ἀθρόους μεταβολὰς τῶν πλουτούντων, καὶ τῷ φόβῳ τούτῳ καταμαλάττωμεν αὐτῶν τὴν διάνοιαν.
 [03431]  Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν·
 [06306]  Τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα·
 [06407]  Οὐκοῦν καὶ ἡμεῖς ἐξουσίαν ἔχομεν καὶ τοῦ ἀργοῦντες ζῇν, καὶ τοῦ τρέφεσθαι παρὰ τῶν μαθητευομένων.
 [06598]  Τοῦτον δὲ δεῖ ζῇν;
 [06706]  Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.
 [06739]  Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.
 [06881]  Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γένωμαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν.
 [07068]  οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν.
 [07356]  Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται·
 [09234]  Κἂν πένης ᾖς, δύνασαι μετὰ εὐθυμίας ζῇν φιλοσοφῶν·
 [09478]  οὐκ ἠδύναντο, εἴπερ βούλοιτο τοῦ ζῇν ἐπιεικῶς ἀμελεῖν, κἀκεῖθεν μετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας;
 [09999]  ἐν ἀγνωσίᾳ μέλ-λομεν ζῇν τότε;
 [09999]  Καὶ γὰρ ὁρῶμεν, καὶ ἐξ ἁρπαγῆς καὶ ἀπὸ τῆς περὶ τάφους κακουργίας καὶ ἀπὸ γοητείας καὶ ἐξ ἑτέρων τοιούτων προφάσεων πολὺν πολλοῖς συναγό-μενον πλοῦτον, καὶ τοὺς ἔχοντας οὐδὲ ζῇν ἀξίους ὄντας.
000-00-00 Serial Number=0346581638
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00376]  Τίς γὰρ ἂν ἕλοιτο ὑπὲρ τῶν ἐνταῦθα τοσαῦτα ὑπομένειν, καὶ βίον ἐναγώνιον ζῇν, καὶ κινδύνων γέμοντα;
 [00581]  Οὕτω καὶ ὁ Χριστὸς διέταξε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν.
 [00833]  Πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται;
 [01174]  Ὥστε ἄνευ τούτου οὐδὲ ζῇν τὸ ζῇν ἡγούμεθα.
 [01470]  Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν;
000-00-00 Serial Number=0294891953
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01742]  Γένοιτο δὲ πάντας ἡμᾶς τὰ τῷ Θεῷ δοκοῦντα ποιεῖν, καὶ εἰς δόξαν αὐτοῦ ζῇν, ὥστε καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ.
 [02889]  Καὶ ἵνα μάθῃς, ἄκουε πῶς ἔστι καὶ ἀποθανόντα ζῇν.
 [03280]  Ἐμοὶ γὰρ τὸ ζῇν, φησὶ, Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.
000-00-00 Serial Number=0241403878
In epistulam ad Colossenses Ante [Go Back]  
 [02084]  Ὅστις ἂν ᾖ, φησὶν, οὐ τὸ ζῇν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ.
 [02157]  εἰ μή ἐστιν αὕτη ἡ ζωὴ ζωὴ, ἀλλὰ κέκρυπται, ὡς νεκροὶ ζῇν ὀφείλομεν ταύτην τὴν ζωήν.
 [02715]  Τί γὰρ ὄφελος τοῦ ζῇν;
 [02812]  Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν·
 [04256]  μὴ χρήματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει μεθ' ἡδονῆς τὸ θυγάτριον ζῇν.
000-00-00 Serial Number=0465039492
In epistulam ad Ephesios Ante [Go Back]  
 [01026]  ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ζῇν ἡμῖν περιγέγονεν.
 [05133]  οὐχὶ τῆς ἐκείνου προνοίας ἐστὶ, καὶ τὸ ζῇν, καὶ τὸ ὑγιαίνειν αὐτοὺς, καὶ παιδοποιεῖν, καὶ ὅσα τοιαῦτα;
 [06010]  Ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέταξε, τὴν εἰς τοὺς γονέας λέγω τιμὴν, ἐπειδὴ καὶ πρὸ πάντων τοῦ ζῇν μετὰ τὸν Θεὸν αὐτοὶ γεγόνασιν αἴτιοι.
000-00-00 Serial Number=0292118490
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00182]  Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι, οὐ γνωρίζω.
 [00183]  Καὶ αἵρεσιν δὲ ἑαυτῷ προσθεὶς τοῦ ζῇν ἐνταῦθα, καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν.
 [00196]  οὕτω καὶ ὁ βιαίῳ θανάτῳ, καὶ δι' ἀγχόνης ἢ δι' ἄλλων τινῶν καταλύων τὸ ζῇν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ' ὑμᾶς.
 [01057]  Θεῷ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ' ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ.
 [01085]  ἀλλ' ἡ τοῦ Χριστοῦ παρουσία στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῇν ἡμᾶς ἐποίησεν.
 [01376]  Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν.
 [01954]  ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων·
 [02005]  Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναμις τῶν εἰρημένων καλῶν, ἢ τὸ πνεύματι ζῇν;
 [02116]  ἐπεὶ πῶς ἔμελλον ζῇν;
 [02188]  Καὶ γὰρ ἐν τῇ Καινῇ οὗτος κεῖται ὁ νόμος, ὥστε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν·
000-00-00 Serial Number=0254423976
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00674]  Ὅτι ὁ ἐν ὀλίγοις ζῇν δυνάμενος, τοῦ μὴ δυναμένου πολλῷ μείζων καὶ κρείττων ἐστίν.
 [01379]  Καὶ ἀπαλλάξῃ, φησὶ, τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.
 [01382]  Τί δέ ἐστιν, Ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας;
 [01389]  ∆ιὰ παντὸς τοῦ ζῇν.
 [01391]  εἴ γε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῇν ὑπὸ τῷ φόβῳ τούτῳ [63.42] ἦσαν καὶ δοῦλοι, αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο, ὅπερ ἐκεῖνοι πεφρίκασιν.
 [01426]  Καὶ ἀπαλλάξει τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.
 [01800]  Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
 [02975]  ὅτι τὸ ζῇν ὡς ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενος ἡμῖν ἡ υἱοθεσία γίνεται, τὸ εἰς τὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύματος ἔστι ταῦτα μαθεῖν.
 [04160]  Μηδὲν δείσητε, μηδὲ εἴπητε, Ναὶ, φιλεῖ μὲν ἡμᾶς, καὶ παῤῥησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ' οὐκ ἀεὶ δύναται ζῇν·
 [05468]  Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν αὐτόν·
 [06464]  Τοῦτο καὶ τοῦ ζῇν σημεῖόν ἐστι, καὶ τοῦ παρὰ πάντων ᾄδεσθαι, θαυμάζεσθαι καὶ μακαρίζεσθαι·
 [08215]  Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόμενον ἦν, οὐκ ἔδει πάντα ὑπομένειν ὑπὲρ τοῦ τυχεῖν τῶν ἐπηγγελμένων ἐκείνων ἀγαθῶν;
 [08223]  Οὐδὲν ἀναγκαῖον οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάμεθα ζῇν·
 [08225]  Τίνος οὖν ἄνευ οὐ δυνάμεθα ζῇν ἴδωμεν, εἰ δοκεῖ.
 [08226]  Κἂν δύο μόνους ἔχωμεν οἰκέτας, δυνάμεθα ζῇν·
000-00-00 Serial Number=0224380076
In epistulam ad Philemonem Ante [Go Back]  
 [00446]  Εἰ γὰρ ἀργυρίου παῖδας ὠνούμενοι, πάντα ἡμῖν αὐτοὺς ζῇν βουλόμεθα, καὶ ὅσα ἂν ἔχωσιν ἡμῖν ἔχειν, πόσῳ μᾶλλον ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὁ μετὰ ταῦτα τιμίῳ αἵματι ἡμᾶς πριάμενος;
000-00-00 Serial Number=0181394100
In epistulam ad Philippenses Ante [Go Back]  
 [00820]  Ἐν οὐδενὶ αἰσχυνθήσομαι, οὔτε ἐν τῷ ζῇν, οὔτε ἐν τῷ ἀποθανεῖν, φησίν·
 [00821]  ἀμφότερα γὰρ γενναίως ὑποίσω, εἴτε ζῇν, εἴτε ἀποθανεῖν.
 [00828]  ἀλλ' εἴτε ζῶ, διὰ τοῦ ζῇν οὐκ αἰσχυνθήσομαι·
 [00847]  Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.
 [00851]  Καὶ ἐν τῇ ζωῇ δὲ ταύτῃ οὐ τοῦτό ἐστί μου τὸ ζῇν, ἀλλὰ ὁ Χριστός.
 [00874]  Πῶς οὖν φησιν, Οὐκέτι ζῶ, καὶ πῶς πάλιν, Ἐμοὶ τὸ ζῇν Χριστὸς, ἀκούσατε·
 [00879]  Ἄρα ἔστι ζῇν τὴν τῆς ἁμαρτίας ζωήν·
 [00884]  Οὐ τὴν φυσικὴν οὖν φησι μὴ ζῇν ζωὴν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων, ἣν ἅπαντες ἄνθρωποι ζῶσιν·
 [00924]  Οὕτω καὶ Παῦλος, Ἐμοὶ, φησὶ, τὸ ζῇν Χριστός.
 [00934]  Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
 [00954]  τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ, καρπὸς ἔργου, τούτῳ ἔδειξε καὶ τὴν παροῦσαν ἀναγκαίαν ζωήν.
 [00959]  Τὸ γὰρ ζῇν πάλιν τῶν μέσων ἐστὶ καὶ ἀδιαφόρων·
 [00961]  Ὥστε οὐ μισῶμεν τὸ ζῇν·
 [00962]  ἔνεστι γὰρ ζῇν καὶ καλῶς·
 [00966]  Ὁ μὲν γὰρ Θεός σε ἐποίησε ζῇν, ἵνα αὐτῷ ζῇς·
 [01335]  καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.
 [02049]  Ὁ δὲ μὴ ἀπιστῶν τῇ ἀναστάσει, σπουδάσει μετὰ πολλῆς ζῇν τῆς προσοχῆς·
 [02598]  Θέλει γὰρ ἡμᾶς, ὡς αὐτὸς βούλεται, ζῇν.
 [02600]  θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῇν.
 [03029]  Ἀλλ' ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν καὶ ἐμπορικὸν βίον ζῇν, καὶ πάντως οὐκ ἂν ἠπόρησεν·
 [03414]  οὐχ ὁρᾶτε τοὺς ἐν τῷ ζῇν ἀπεστερημένους αὐτῶν;
 [04102]  ἦ γὰρ ἂν, εἰ τὸν σταυρὸν ἐφίλουν, ἐσπούδαζον τὸν ἐσταυρωμένον βίον ζῇν.
 [04130]  Τὸ οὖν τοιοῦτον βίον ζῇν οὐ δακρύων ἄξιον καὶ θρήνων;
 [04485]  πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν;
 [04867]  Οἵαν οἴεσθε ζωὴν ζῇν ἐκεῖνον;
 [04879]  Τὰς γὰρ ἐν τῷ ζῇν λύπας οὐδὲ εἰπεῖν ἔνι, ἃς, ὅτε οὗτος ἐπανέστη, ἠναγκάζετο ἔχειν.
000-00-00 Serial Number=0397205055
In epistulam ad Romanos Ante [Go Back]  
 [00679]  Ἔπειτα δὲ ἐνταῦθα αἰνιξάμενος αὐτὸ μόνον (καὶ γὰρ ἐφ' ἕτερον ἔτρεχε θεώρημα, καὶ κατεπεῖγον), ἀπὸ τῶν προφητῶν πάλιν πιστοῦται τὸν λόγον, τὸν Ἀμβακοὺμ εἰς μέσον παράγων βοῶντα καὶ λέγοντα, ὅτι οὐδὲ ἔνι ἄλλως ζῇν τὸν μέλλοντα ζήσεσθαι, ἀλλ' ἢ διὰ πίστεως.
 [01022]  Ἐπειδὴ γὰρ περὶ γεέννης καὶ κολάσεως λέγων, νῦν οὐκ ἐδόκει πιστὸς εἶναι τοῖς ἀσεβέσι καὶ οὕτω ζῇν προαιρουμένοις, ἀλλὰ καὶ καταγέλαστος, δείκνυσιν ἐν αὐτῇ τῇ ἡδονῇ ταύτην τὴν κόλασιν οὖσαν.
 [01045]  καὶ γὰρ βέλτιον ἀποθανεῖν, ἢ ζῇν ὑβριζόμενον οὕτως.
 [02920]  ἢ ὁ ἐν τῷ ζῇν τρέμων καὶ δεδοικώς;
 [03139]  Εἰ δὲ γελᾷς ἐπὶ τοῖς εἰρημένοις, καὶ μυριάκις ἐν πονηρίᾳ ζῇν ἐθέλεις, ἢ μίαν κολάζεσθαι ἡμέραν, θαυμαστὸν οὐδέν·
 [03752]  Ὀρθῶς ζῇν καὶ μετὰ πολιτείας ἀρίστης.
 [04871]  Τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα, τὸ ζωὴν ἀθάνατον ζῇν, τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα, τὸ μετ' εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον.
 [04921]  Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν.
 [04942]  Οὐκοῦν ἐπειδὴ μάχη καὶ φιλονεικία τέως ἐστὶν, εἰς τὰς ἑκατέρων εἰσέλθωμεν οἰκίας, καὶ τότε, ὅτε σοι μάλιστα δοκεῖ ζῇν ὁ πλούσιος, ἐν αὐτῷ τῷ καιρῷ τῆς τρυφῆς, καὶ εἰσελθόντες κατίδωμεν ἐν τίσιν ἐστὶν ἑκάτερος τούτων·
 [04948]  Τίνα οὖν ἂν εἴποιμεν μᾶλλον ζῇν, τὸν ἀναισθήτως κείμενον, καὶ προκείμενον ἅπασι γέλωτα·
 [05046]  Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν.
 [05051]  Οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα.
 [05065]  Τοῦ κατὰ σάρκα ζῇν Καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν, τὸ τρέφειν αὐτὴν, [60.524] τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν.
 [05067]  Τοῦ κατὰ σάρκα ζῇν.
 [05080]  Καὶ τοῦτο προσθέμενος, πρότερον ἀπὸ τῶν λυπηρῶν φοβεῖ καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα ζῇν, οὕτω λέγων·
 [05092]  καὶ γὰρ καὶ τὸ ὁρᾷν, καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσὶ, καὶ εἰ μέλλοιμεν αὐτὰς θανατοῦν, τοσοῦτον ἀφέξομεν τοῦ ζῇν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην.
 [05229]  Οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν·
 [05641]  Ἄνεσις γοῦν καὶ κινδύνων ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συμφέρον εἶναι ἐκείνοις.
 [07804]  Ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῇν·
 [07883]  Ἐν πενίᾳ ζῇν, ἐν ταπεινοφροσύνῃ, ἐν ὑπεροψίᾳ δόξης, ἐν ἐγκρατείᾳ, οὐκ ἐν τρυφῇ, ἐν θλίψει, οὐκ ἐν ἀνέσει, ἐν τῷ πένθει, οὐκ ἐν τῷ διαχεῖσθαι καὶ γελᾷν, ἐν τοῖς ἄλλοις οἷς ἐνομοθέτησεν ἅπασιν.
 [09171]  Ὁ γὰρ τῷ νόμῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν;
 [09175]  Οὐκ ἐσμὲν ἐλεύθεροι, ∆εσπότην ἔχομεν τὸν καὶ ζῇν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐ θέλοντα, καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει.
 [09471]  Τὸ γὰρ ἀγαθὸν ὑμῶν ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ ἡνῶσθαι, τὸ συνδεδέσθαι, τὸ μετ' εἰρήνης, τὸ μετ' ἐπιεικείας ζῇν.
000-00-00 Serial Number=0426713109
In epistulam ad Titum Ante [Go Back]  
 [00247]  ἀπὸ τοῦ οὐρανοῦ ζῇν ὀφείλει;
 [01397]  Καὶ γὰρ μετριάζειν δυσκολώτερον τὸν πλούσιον ἢ τὸν πένητα, καὶ ἐν εὐτελείᾳ ζῇν, καὶ θυμοῦ ἀπηλλάχθαι δυσκολώτερον τοῦτον ἢ ἐκεῖνον.
000-00-00 Serial Number=0494866192
In filium viduae Ante [Go Back]  
 [00026]  κἂν γὰρ δοκῇ ζῇν (πρὸς τὰ παρόντα λέγω, οὐχὶ δὲ πρὸς τὰ μέλλοντα), τέθνηκε.
 [00060]  ἐμοὶ γὰρ λοιπὸν τὸ ζῇν καταγέλαστον.
000-00-00 Serial Number=0257875204
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00088]  ὦ φθόνε, ὁ μήτε τοὺς ὑπὸ σοῦ βασκαινομένους ζῇν ἐθέλων, καὶ τοὺς ἔχοντάς σε μειζόνως κολάζων·
000-00-00 Serial Number=0753943384
In illud Domine non est in homine Ante [Go Back]  
 [00125]  Πολλοὶ μιαροὶ καὶ γόητες καὶ ἀκόλαστοι, καὶ οὐδὲ τὸν ἥλιον τοῦτον ὁρᾷν ἄξιοι, οὔτε ζῇν, οὔτε ἀναπνεῖν, πολλῆς ἀπολαύουσιν εὐπορίας, ἀνατρέποντες πάντα, οἰκίας χηρῶν ἁρπάζοντες, ὀρφανοὺς λυμαινόμενοι, τῶν καταδεεστέρων ἐπαιρόμενοι.
000-00-00 Serial Number=0847953200
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00689]  Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται·
 [00719]  Ἐνενόουν πρὸς ἑαυτοὺς, ὅτι ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ οὐχ οὕτω τὰ πράγματα ᾠκονομήθη, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἄθλους καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον οἱ μετ' ἐπιεικείας καὶ σωφροσύνης προῃρημένοι ζῇν.
000-00-00 Serial Number=0006780684
In illud In faciem ei restiti Ante [Go Back]  
 [00357]  Τὸ δὲ, ἐθνικῶς ζῇν, τοῦτό φησιν ὁ Παῦλος, τὸ χωρὶς Ἰουδαϊκῆς παρατη ρήσεως, τὸ μηδὲν τῶν νομίμων ἐκείνων παραφυλάτ τειν, οἷον, περιτομὴν, ἢ σάββατον, ἤ τι τῶν τοιούτων.
 [00359]  Τούτους ἰδὼν ὁ Πέτρος, τοὺς ἀπὸ Ἰακώβου καὶ ἐξ Ἱεροσολύμωνκατελθόντας, ἀσθενέστερον διακειμένους ἔτι, καὶ φοβηθεὶς μὴ σκανδαλισθέντες τῆς πίστεως ἀποπη δήσωσι, μετετάξατο πάλιν, καὶ τὸ ζῇν ἐθνικῶς ἀφεὶς, ἐπὶ τὴν προτέραν συγκατάβασιν ἦλθε, βρωμάτων παρατηρήσεις φυλάττων.
 [00496]  Τί γὰρ κατέλυσεν ὁ Πέτρος τὴν τῶν βρωμάτων παρατήρησιν, ἐθνικῶς ζῇν προῃρημένος;
000-00-00 Serial Number=0645227432
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00199]  τὸ ζῇν καλὸν, ὅταν εἰς δέον χρώμενος αὐτῷ τις εἴη·
 [00203]  ∆ιὰ δὴ τοῦτο ὁ Παῦλος οὐχ ἁπλῶς ἐπεθύμει ζῇν ἐν Χριστῷ, ἀλλ' ἐπειδὴ τοῦτο αὐτῷ καρπὸς ἔργου.
000-00-00 Serial Number=0072599590
In illud Memor fui dei Ante [Go Back]  
 [00302]  ∆εῦτε, πάντα τὰ ζῶα τὰ μικρὰ μετὰ τῶν μεγάλων, συνέλθετε τὰ ἐν τοῖς βάθεσιν, ἐπαναπλεύσατε τὸν ἐξ ἀρχῆς ὑμᾶς ἐνθρονιάσαντα, καὶ τὸ ζῇν ὑμῖν χαρισάμενον·
000-00-00 Serial Number=0699845910
In illud Ne timueritis Ante [Go Back]  
 [00771]  βουλόμενος δόξης ἀπολαῦσαι ἐν τῷ ζῇν, οὐδὲ μετὰ τὸ καταλῦσαι τὸ ζῇν ἀπαλλάττῃ τῶν κατηγόρων·
000-00-00 Serial Number=0277518570
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00173]  τὸ δὲ ἐκ δικαίων πόνων ζῇν, ὡς αἰσχρὸν καὶ καταγέλαστον φεύγομεν.
 [00227]  ἐπειδὴ δὲ οἱ καὶ τὰς ψυχὰς ἑαυτῶν ἐπιδιδόντες, καὶ κορυφαῖοι καὶ πρῶτοι τῶν μαθητῶν εἰσιν οὗτοι, καὶ πάντα ἐπείθοντο τῷ Χριστῷ, ὁ δὲ Παῦλος οὐ μόνον τὰ ἐπιταττόμενα ἐποίει, ἀλλὰ καὶ ὑπὲρ τὰ σκάμματα ἐπεπήδα, κἀκείνου κελεύοντος ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὗτος ἐκ τῶν χειρῶν αὐτοῦ ἔζη, πλέον τι τῶν ἐπιτεταγμένων ποιήσας, ἄξιον ὄντως ζητῆσαι, τίνος ἕνεκεν, πάντα αὐτῷ πειθόμενοι, ἐνταῦθα δοκοῦσι παραβαίνειν αὐτοῦ τὸν νόμον.
000-00-00 Serial Number=0603765726
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00332]  Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελθόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος, τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας, φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως;
000-00-00 Serial Number=0134728849
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00172]  τὸ ἀργῶς ζῇν·
000-00-00 Serial Number=0950225711
In illud Vidi dominum Ante [Go Back]  
 [00688]  Οὐ γὰρ δὴ ἡ τοῦ σώματος ἀναλογία, οὐδὲ τὸ τρέφεσθαι, οὐδὲ τὸ πίνειν, οὐδὲ τὸ νέμεσθαι, οὐδὲ τὸ ζῇν·
000-00-00 Serial Number=0466076434
In illud Vidua eligatur Ante [Go Back]  
 [00068]  [51.324] κωλύσομεν οὖν ἐκείνας, εἰπέ μοι, καὶ βουλομένας ἐν χηρείᾳ ζῇν ἀναγκάσομεν δευτέροις ὁμιλῆσαι γάμοις;
 [00248]  ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας·
000-00-00 Serial Number=0469000340
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00046]  οὐ γὰρ τὸ ζῇν κακὸν, ἀλλὰ τὸ εἰκῆ καὶ ἁπλῶς ζῇν.
 [00048]  Ὡς ἐάν τις ἐπὶ κατορθώμασι καὶ τῇ τῶν μελλόν των ἀγαθῶν ἐλπίδι τὸν παρόντα ζήσῃ βίον, δυνήσε ται κατὰ Παῦλον λέγειν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ πολλῷ κρεῖσσον·
000-00-00 Serial Number=0496300399
In sanctum Romanum Ante [Go Back]  
 [00040]  Ὅρα πῶς περισπούδαστος ἦν αὐτῷ τῶν ἀδελφῶν ἡ εὐδοκίμησις, ὃς οὔτε ζῇν ἐνόμιζεν, ἐκείνων μὴ σωζομένων.
000-00-00 Serial Number=0243684888
In sanctum pascha [1] Ante [Go Back]  
 [00211]  Οὐκ ἔξεστί σοι, ἀγαπητὲ, λοιπὸν ἀδιαφόρως ζῇν·
000-00-00 Serial Number=0701177418
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00041]  Νῦν γὰρ ἀρχὴ [τοῦ] ζῇν, ὅτε ἀποτάσσῃ τῇ κοσμικῇ καὶ γηΐνῃ ζωῇ·
 [00042]  νῦν εὑρί σκεις τί τὸ ἀληθινὸν ζῇν, τὸ ἐν πνεύματι.
000-00-00 Serial Number=0667261839
In secundum domini adventum Ante [Go Back]  
 [00233]  Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
000-00-00 Serial Number=0440822542
Oratio secunda Ante [Go Back]  
 [00048]  Οἶδα γὰρ τοῦ ἐμοῦ ∆εσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, θέλων δὲ πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας.
000-00-00 Serial Number=0042198539
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00010]  Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.
000-00-00 Serial Number=0659396231
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00008]  Ἐμοὶ τὸ ζῇν ὁ Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»