Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐκολίας [156]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐκολίας


000-00-00 Serial Number=0029597640
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00397]  καὶ οὔτε ἀνατροφὴν, οὔτε σώματος ἕξιν, οὐ τὰς μετὰ ταῦτα λογιεῖται νόσους, τὰς ἀπὸ τῆς ταλαιπωρίας ἐκείνης, ἀλλὰ μετὰ πολλῆς ἅπαντα οἴσει τῆς εὐκολίας.
000-00-00 Serial Number=0778253615
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00035]  Καίτοι μή με νομίσῃς διὰ τὸ ἔξω τοῦ πόνου καὶ τῆς ζάλης ταύτης ἑστάναι, ταῦτα ἐπαγγέλλεσθαί σοι μετ' εὐκολίας νῦν.
 [00685]  Νῦν μὲν γὰρ καθάπερ οἱ τοιχωρύχοι καταλαμβανούσης νυκτὸς, τὸ φῶς ἀποσβέσαντες, καὶ ὑφελέσθαι τὰ ὄντα, καὶ τοὺς τούτων κυρίους μετὰ πολλῆς ἀποσφάξαι τῆς εὐκολίας δύναιντ' ἄν·
 [01546]  Ἀκμάζοντος δὴ τούτου τοῦ πάθους, ἑτέρᾳ περιβάλλει πάλιν αὐτὸν ὁ στρατηγὸς ἀθυμίᾳ τὸν ἀπονητὶ καὶ μετὰ πάσης εὐκολίας πᾶσαν αὐτῷ παραδοῦναι τὴν στρατιὰν ἐπαγγειλάμενον, τοῦτον προαναρπάσας τῆς ὑποσχέσεως, καὶ δόλῳ διαχρησάμενος.
000-00-00 Serial Number=0381589890
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00062]  ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται·
 [00565]  Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ ἡττηθείς, καὶ ἔνθα ἦν ἰσχυρὸς καταπεσών, ἡμεῖς τε μείζονα τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον.
000-00-00 Serial Number=0711168468
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00595]  ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα καὶ νέας ἡλικίας θορύβους καὶ ἀκολάστου γυναικὸς ἐπιβουλὴν καὶ δεσποίνης ἐφόδους καὶ νεότητος ταραχὰς καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι καὶ τῆς ὄψεως καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερὸν καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἕχων τὴν περιβολὴν καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν.
 [00651]  [11.2] Ἤδεσαν γὰρ σαφῶς ὅτι εὐμήχανος ὢν καὶ σοφός, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαι ταῦτα μᾶλλον ἢ ἔμπροσθεν καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τὸ τέλος.
000-00-00 Serial Number=0241170526
Ad populum Antiochenum Ante [Go Back]  
 [00558]  Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν αὐτὸν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ μετὰ τῆς οἰκείας δυνάμεως.
 [01278]  οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ [49.60] ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ, καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν·
 [03778]  Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
 [04225]  Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη μόνον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν.
 [05380]  Καὶ εἰσελθόντες μετ' εὐκολίας πολλῆς ἐνέπρησαν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πάντα οἶκον μέγαν ἐνέπρησεν ὁ ἀρχιμάγειρος, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καθεῖλε, καὶ πανταχοῦ πῦρ ἦν βαρβαρικὸν, τοῦ ὅρκου τῶν ἐμπρησμῶν στρατηγοῦντος καὶ τὴν φλόγα πανταχοῦ περιάγοντος·
 [05944]  οὐχ ὑπελογίσατο τὴν ἡλικίαν, καὶ καθάπερ νέος καὶ σφριγῶν, οὕτω μετ' εὐκολίας διέδραμε τὴν μακρὰν ταύτην ὁδόν·
000-00-00 Serial Number=0282450974
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00211]  ∆ιὰ δὴ τοῦτο καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας τὴν ἀφαίρεσιν, καὶ παρόντων δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο, [63.484] πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας.
000-00-00 Serial Number=0702249765
Commentarius in Job Ante [Go Back]  
 [01068]  «ἀνέστιος, ἄπολις, ἄοικος πλανῶμαι», φησίν, «κατὰ τὴν πόλιν οὐδὲ δουλείας εὐποροῦσα οὐδὲ τὴν θητείαν αὐτὴν ἐξ εὐκολίας δυναμένη λαβεῖν·
000-00-00 Serial Number=0499432981
Contra Anomoeos Ante [Go Back]  
 [00184]  κἂν ὀργίζῃ, μετ' εὐκολίας κοιμίσεις τὸ θηρίον·
000-00-00 Serial Number=0875644565
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00408]  Τί γὰρ ἂν γένοιτο ἥδιον τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων ∆εσπότην καλεῖν;
000-00-00 Serial Number=0631226122
De Anna i Ante [Go Back]  
 [00034]  Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρνην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκολίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρότερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν.
000-00-00 Serial Number=0149332523
De Christi precibus Ante [Go Back]  
 [00213]  ἡνίκα ἀτελέστερον διεκείμεθα καὶ γυμνάζεσθαι ἐμανθάνομεν, κατάλληλα ἡμῖν ἔδωκεν ὅπλα, ἅπερ ἠδυνάμεθα φέρειν μετ' εὐκολίας·
000-00-00 Serial Number=0927960098
De Davide et Saule Ante [Go Back]  
 [00348]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν.
000-00-00 Serial Number=0530737042
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00028]  διὸ δὴ πάλιν πρὸς τοὺς συνήθεις ἀποδύομαι δρόμους, πρᾶγμα ἐπίπονον, τὸ λέγειν, μετὰ πολλῆς τῆς εὐκολίας μεταχειρίζων, οὐ διὰ τὴν ἐμαυτοῦ δύναμιν, ἀλλὰ διὰ τὴν προθυμίαν ὑμῶν τῶν ἀκροωμένων.
000-00-00 Serial Number=0093927205
De Lazaro Ante [Go Back]  
 [01383]  πρὸς δὲ τούτοις καὶ πονηρὰ ἂν εἰσήγαγε δόγματα ὁ διάβολος μετὰ πολλῆς τῆς εὐκολίας.
000-00-00 Serial Number=0727293730
De consubstantiali Ante [Go Back]  
 [00303]  ἀλλὰ κἂν θυμὸς ἀναζέῃ, κοιμίζεται ῥᾳδίως, κἂν ἐπιθυμία φλέγῃ, σβέννυται, κἂν φθόνος τήκῃ, μετὰ πολλῆς τῆς εὐκολίας ἀπελαύνεται·
000-00-00 Serial Number=0545883119
De gloria in tribulationibus Ante [Go Back]  
 [00106]  ὅτι μετ' εὐκολίας ἁπάσης;
 [00120]  Οὐ μόνον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ' εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ διαγωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν·
 [00183]  οὕτω δὴ καὶ ἡ ψυχὴ πολλοὺς ὑπομείνασα πειρασμοὺς, καὶ μεγάλας θλίψεις ἀνασχομένη, ἐν μελέτῃ λοιπὸν πόνων καὶ ἕξει καρτερίας καθίσταται, οὐχ ὑπάρχουσα ψοφοδεὴς, οὐδὲ εὐπτόητος, οὐδὲ ταραττομένη τοῖς προσπίπτουσι λυπηροῖς, ἀλλ' ἀπὸ τῆς συνεχοῦς γυμνασίας τῶν συμβαινόντων, καὶ τῆς πυκνῆς μελέτης τῶν γινομένων, μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα φέρουσα τὰ ἐπιόντα δεινά.
000-00-00 Serial Number=0871548057
De incomprehensibili dei natura Ante [Go Back]  
 [00425]  τοῦτον τὸν καλόν, τὸν μέγαν, τὸν φαιδρόν, τὸν κατηστερωμένον, τὸν διαρκῆ, τὸν ἐπὶ τοσοῦτον ἑστηκότα χρόνον, ὁ Θεὸς οὗτος, ὃν σὺ περιεργάζῃ καὶ τῇ τῶν οἰκείων λογισμῶν ὑποβάλλεις περιγραφῇ, ὡς ἂν εἰ παίζων τις καλύβην ποιήσειεν, οὕτω μετ' εὐκολίας εἰργάσατο.
 [00434]  Ἀλλ' ὅμως τὴν τοιαύτην καὶ τοσαύτην οὕτως εὐκόλως ἐποίησεν, ὡς καὶ τὸν προφήτην, μηδὲ παράδειγμα τῆς εὐκολίας δυνάμενον εὑρεῖν, εἰπεῖν ὅτι τὴν γῆν ἐποίησεν «ὡς οὐδέν».
 [00437]  Τὸ μὴ τὰ μεγέθη προθεῖναι τῶν κτισμάτων μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας εἰπεῖν, ἵν' ἑκατέρωθεν, καὶ ἐκ τοῦ μεγέθους τῶν γεγενημένων καὶ ἐκ τῆς κατὰ τὴν δημιουργίαν εὐκολίας, δυνηθῶμεν ἀξίαν τινὰ κατὰ δύναμιν τὴν ἡμετέραν ἔννοιαν λαβεῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως.
 [00456]  Ἀλλ' ὅμως μυρίαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων καὶ φῦλα ἀμύθητα καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε μεθ' ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται.
 [01433]  Ἵν' οὖν καὶ μετ' εὐκολίας τὸν παρόντα διανύσωμεν βίον καὶ, ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παρρησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό·
000-00-00 Serial Number=0737753928
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00151]  ἐκεῖνος δὲ καὶ χωρὶς τῶν ἐπάθλων αὐτὴν ἠσπάζετο καὶ ἐφίλει, καὶ τὰ δοκοῦντα αὐτῆς εἶναι κωλύματα μετὰ πάσης ὑπερήλατο τῆς εὐκολίας·
000-00-00 Serial Number=0047034264
De mutatione nominum Ante [Go Back]  
 [00292]  Ὁ μὲν γὰρ ἑνὶ δουλεύων κυρίῳ, καὶ μιᾷ γνώμῃ ὑπηρετεῖν ἀναγκαζόμενος, μετ' εὐκολίας ἀρέσκειν δύναται τῷ δεσπότῃ, καὶ μὴ διαμαρτάνειν·
 [01268]  Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ, ἀλλὰ καὶ ἐνταῦθα δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἐκεῖνα ἅπαντα μετ' εὐκολίας διαδραμεῖν τὰ δεινὰ, καὶ τὰς ἐκεῖ κειμένας τοῖς ἁμαρτάνουσι διαφυγεῖν τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ προηγουμένης, καὶ πάντα ἐξευμενιζούσης αὐτῷ·
000-00-00 Serial Number=0082999408
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00211]  Ὥσπερ γὰρ ὁ βαπτιζόμενος ὕδατι, μετὰ πολλῆς ἀνίσταται τῆς εὐκολίας, οὐδὲν ὑπὸ τῆς φύσεως τῶν ὑδάτων κωλυόμενος·
 [00212]  οὕτω καὶ αὐτὸς εἰς θάνατον καταβὰς, μετὰ πλείονος ἀνέβη τῆς εὐκολίας·
000-00-00 Serial Number=0021185517
De profectu evangelii Ante [Go Back]  
 [00025]  Ὅταν γὰρ ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετ' ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν.
 [00323]  Ἵν' οὖν καὶ τὸν παρόντα βίον μετ' εὐκολίας διανύσωμεν, κἀκεῖ μετὰ παῤῥησίας ἀπέλθωμεν, πολλῇ σπουδῇ καὶ προθυμίᾳ ταύτην ἐπιτελέσωμεν διηνεκῶς.
000-00-00 Serial Number=0255882561
De prophetiarum obscuritate Ante [Go Back]  
 [00379]  τί μεῖζον τούτου τεκμήριον τῆς τοῦ νόμου συγγενείας τῆς πρὸς τὴν χάριν εἴποι τις ἂν, ἀλλ' ἢ ὅταν μὲν Χριστὸς ἀνοίγῃ τοὺς ὀφθαλμοὺς τῶν αὐτῷ προσιόντων, ὥστε δυνηθῆναι κατιδεῖν τοῦ νόμου τὴν ἀγωγὴν, ἐκείνη δὲ φανεῖσα καὶ γενομένη δήλη, παραπέμψαι μετὰ πολλῆς τῆς εὐκολίας δυνήσεται τοὺς συνιέντας τὰ Χριστοῦ;
 [00459]  Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως, τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ.
000-00-00 Serial Number=0841525316
De sacerdotio Ante [Go Back]  
 [00245]  καὶ γὰρ δῆσαι εὔκολον ὅταν καῦσαι δέῃ καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολὺν ἡνίκα ἂν τοῦτο συμφέρῃ καὶ ἑτέραν δὲ ἀνθ' ἑτέρας προσαγαγεῖν τροφὴν καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἄλλα δὲ πάντα ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι μετὰ πολλῆς προσάγουσι τῆς εὐκολίας.
 [00787]  Πρὸς δὲ τούτοις ὁ μὲν δι' ἑαυτοῦ ταῦτα πράττων μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα διεξέρχεται·
 [01279]  Ὅτι πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν Ἐκκλησίας προεστῶτα Ἤδη γάρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν·
000-00-00 Serial Number=0902895391
De sancta Droside martyre Ante [Go Back]  
 [00111]  Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν δυνατώτερον τοῦ μετὰ σπουδῆς πολλῆς τὸν φόβον τοῦ Θεοῦ ἔχοντος ἐῤῥιζωμένον, ἀλλὰ κἂν πῦρ, κἂν σίδηρος, κἂν θηρία, κἂν ὁτιοῦν ἕτερον ἀπειλῆται, πάντων ὑπερορᾷ μετὰ πολλῆς τῆς εὐκολίας, καθάπερ οὖν καὶ ἡ μακαρία αὕτη ∆ροσίς.
000-00-00 Serial Number=0201390147
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00061]  τί δὲ τῆς εὐκολίας εὐπορώτερον, ἐν ᾗ τότε οἱ στρατιῶται ἦσαν;
000-00-00 Serial Number=0045590937
De virginitate Ante [Go Back]  
 [00369]  Οἱ δὲ ὄντως γενναῖοι καὶ τοῦ φωτὸς ἐρασταὶ μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτὴν πρὸς τὰ μετέωρα πέτανται καὶ τῶν οὐρανῶν ἔχονται, πάντα τὰ ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε.
 [01564]  Πολλὴ γάρ με ἐνταῦθα κατέσχεν ἀπορία καὶ οὐ δύναμαι συνιδεῖν πόθεν ἅπαν ὡς εἰπεῖν τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ μετ' εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾶν μάλιστα πάντων ἥδονται.
000-00-00 Serial Number=0731433392
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01572]  Ὅταν ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ' εὐκολίας, ὡς δικαιοσύνην μετὰ ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν·
 [02531]  οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα, καὶ αἱ αἰσθήσεις τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας;
 [02845]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὑτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα γράψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα.
 [03040]  τοῦ Ναχὼρ, ὃς ἦν ἀδελφὸς Ἀβραὰμ τοῦ κυρίου αὐτοῦ, ἡσθεὶς ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, προσεκύνησε τῷ Κυρίῳ τῷ διὰ τὴν εἰς τὸν πατριάρχην εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κηδεμονίαν, οὕτω πάντα μετ' εὐκολίας αὐτῷ κατευοδώσαντι·
 [03868]  Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ, μετὰ τῆς οἰκείας δυνάμεως.
 [05108]  ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται εὐκολίας ἡ ἀνταπόδοσις.
 [06685]  εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς παρασκευῆς, καὶ μετὰ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ, καὶ μετὰ εὐκολίας ἁπάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανήξομεν.
 [07022]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος.
 [09999]  καὶ μετὰ τοσαύτης εὐκολίας τὸ σῶμα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον.
000-00-00 Serial Number=0706071556
Epistula ad Cyriacum Ante [Go Back]  
 [00158]  Ἀλλ', ἵνα μὴ πάντα μετ' εὐκολίας παρ' ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας πάντα παραθεῖναι τοῖς λυπηροῖς καὶ καλὴν ἀσχολούμενος ἀσχολίαν οὕτω σὲ παραγαγεῖν σαυτὸν τῆς ἀθυμίας·
 [00734]  Οὕτω γὰρ καὶ αὐτὸς μείζονα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ ἡμῖν πολλὴν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης.
000-00-00 Serial Number=0623160481
Epistulae Ante [Go Back]  
 [00935]  Νῦν μέντοι ὅτε ἐξῆν μετ' εὐκολίας πάσης ἐπιστεῖλαι, καὶ μάλιστα τοιούτων γεγενημένων αὐτόθι, σφόδρα ἐπεθύμουν δέξασθαι γράμματα.
 [00966]  Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους.
 [01155]  Ὁ δὲ κάματος ἡμῖν ἅπας, διὰ τοῦ ἔργου καὶ τὴν σὴν κερδᾶναι κοσμιότητα, καὶ ἀπὸ τῶν παρόντων κατορθωμάτων τὰ μέλλοντα καὶ ἀθάνατα ἀγαθὰ μετὰ πολλῆς καρπώσασθαι τῆς εὐκολίας.
 [01175]  Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων, διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα, συγκροτῶν, ἀλείφων, ἅπαντας διεγείρων, νευρῶν, σπουδαιοτέρους ποιῶν.
 [01237]  Οὐδὲ γὰρ τοσοῦτος ὑμῖν ὁ μισθὸς, ὅτε μετ' εὐκολίας τὰ πράγματα ἠνύετο, ὅσος ἐστὶν ὑμῖν νῦν, ὅτε πολλὴ ἡ δυσκολία, πολλὴ ἡ ταραχὴ, πολλοὶ οἱ σκανδαλίζοντες.
 [01893]  Νῦν μέντοι ὅτε ἐξῆν μετ' εὐκολίας πάσης ἐπιστεῖλαι, καὶ μάλιστα τοιούτων γεγενημένων αὐτόθι, σφόδρα ἐπεθύμουν δέξασθαι γράμματα.
 [01924]  Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους.
 [02113]  Ὁ δὲ κάματος ἡμῖν ἅπας, διὰ τοῦ ἔργου καὶ τὴν σὴν κερδᾶναι κοσμιότητα, καὶ ἀπὸ τῶν παρόντων κατορθωμάτων τὰ μέλλοντα καὶ ἀθάνατα ἀγαθὰ μετὰ πολλῆς καρπώσασθαι τῆς εὐκολίας.
 [02133]  Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων, διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα, συγκροτῶν, ἀλείφων, ἅπαντας διεγείρων, νευρῶν, σπουδαιοτέρους ποιῶν.
 [02195]  Οὐδὲ γὰρ τοσοῦτος ὑμῖν ὁ μισθὸς, ὅτε μετ' εὐκολίας τὰ πράγματα ἠνύετο, ὅσος ἐστὶν ὑμῖν νῦν, ὅτε πολλὴ ἡ δυσκολία, πολλὴ ἡ ταραχὴ, πολλοὶ οἱ σκανδαλίζοντες.
 [02477]  Εἰ δὲ μηδὲ τοῦτο εὔκολον, ἀλλ' ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων παραινοῦντες καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς.
 [02478]  Οὕτω γὰρ οὐ μόνον τὴν ἐντεῦθεν εὐφροσύνην καρπώσῃ, ἀλλὰ καὶ τὸν οὐρανὸν μετὰ πολλῆς λήψῃ τῆς εὐκολίας.
 [02525]  καὶ τὴν σχολὴν ἅπασαν εἰς τὴν τῶν θείων ἀνάλισκε Γραφῶν ἀνάγνωσιν, τοσοῦτον αὐταῖς ὁμιλῶν, ὅσον καὶ ἡ τῶν ὀφθαλμῶν ἀσθένεια ἐπιτρέπει, ἵν' εἴ ποτε γένοιτο καιρὸς ἡμῖν καὶ τὰ νοήματα αὐτῶν ἐνθεῖναι τῇ εὐγενεστάτῃ σου ψυχῇ, μετὰ πολλῆς τοῦτο ποιήσωμεν τῆς εὐκολίας.
 [02618]  ἀθρόον καὶ μετὰ πολλῆς τῆς εὐκολίας πανταχοῦ παραγίνεται, κἂν μυρία τὰ κωλύματα ᾖ.
 [02946]  Οἱ γὰρ μετὰ πλειόνων ἱδρώτων καὶ πόνων μέγα τι καὶ γενναῖον κατορθοῦντες, τῶν ῥᾳδίως καὶ μετ' εὐκολίας τοῦτο ποιούντων πλείονα λήψονται τὸν μισθόν.
000-00-00 Serial Number=0536383450
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00262]  Ἀλλ' ἵνα μὴ πάντα μετ' εὐκολίας παρ' ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας ἀναλέξαι πάντα καὶ παραθεῖναι τοῖς λυπηροῖς καὶ καλὴν ἀσχολουμένη ἀσχολίαν οὕτως ἀπαγαγεῖν σαυτὴν τῆς ἀθυμίας·
 [01104]  Οὕτω γὰρ καὶ αὐτὴ τὰ μέγιστα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ πολλὴν ἡμῖν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης.
 [01122]  καὶ οἱ πρὸ τούτου ἐπ' ὄψιν μετὰ τρόμου καὶ φόβου κείμενοι, μετὰ τὴν πολλὴν τοῦ χειμῶνος πεῖραν καὶ σχοῖνον ἕλκουσι καὶ ἱστία ἀνάγουσι καὶ κωπῶν ἅπτονται καὶ πανταχοῦ τῆς νηὸς μετὰ εὐκολίας περιτρέχουσι.
 [01172]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01181]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01397]  Ὧν γὰρ προσέλαβες τὰ γυμνάσια, τούτων τοὺς ἀγῶνας μετὰ πολλῆς νῦν μεταχειρίζεις τῆς εὐκολίας ἐν γυναικείῳ σώματι καὶ ἀραχνίων ἀσθενεστέρῳ ἀνδρῶν σφριγώντων καὶ τοὺς ὀδόντας βρυχόντων μετὰ πολλοῦ τοῦ γέλωτος τὴν μανίαν καταπατοῦσα καὶ πλείονα ἑτοίμη οὖσα παθεῖν ἢ ἐκεῖνοι παρασκευάζονται.
000-00-00 Serial Number=0240745306
Expositiones in Psalmos Ante [Go Back]  
 [00640]  ἀλλὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ καὶ ἀῤῥωστίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν.
 [01581]  Εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς προπαρασκευῆς, καὶ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ καὶ μετ' εὐκολίας πάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανάξομεν.
 [02970]  τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων ἐπειδὴ πάντα μετ' εὐκολίας ἔχων ἐξετραχηλίσθη, ἀνέμιξέ τινα καὶ δυσκολίαν τῇ χρήσει τοῦ βίου, καὶ οὔτε πάντα μετὰ καμάτου, οὔτε πάντα ἄνευ καμάτου καρποῦσθαι αὐτὸν εἴασεν·
 [03013]  Οὐ γὰρ ἁπλῶς δημιουργὸν αὐτὸν εἰσάγει, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς εὐκολίας δημιουργοῦντα.
 [03376]  οὐδὲν γὰρ ταύτης ἴσον τῆς καταφυγῆς, καὶ εἰς εὐκολίας καὶ ἀσφαλείας λόγον.
 [03862]  Ἐπισφαλὲς γὰρ τοῦτο τὸ χωρίον καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει μετ' εὐκολίας πολλῆς.
 [03914]  ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν.
 [03927]  Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ' εὐκολίας ἁπάσης;
 [04733]  τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων ἐπειδὴ πάντα μετ' εὐκολίας ἔχων ἐξετραχηλίσθη, ἀνέμιξέ τινα καὶ δυσκολίαν τῇ χρήσει τοῦ βίου, καὶ οὔτε πάντα μετὰ καμάτου, οὔτε πάντα ἄνευ καμάτου καρποῦσθαι αὐτὸν εἴασεν·
 [04776]  Οὐ γὰρ ἁπλῶς δημιουργὸν αὐτὸν εἰσάγει, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς εὐκολίας δημιουργοῦντα.
 [05139]  οὐδὲν γὰρ ταύτης ἴσον τῆς καταφυγῆς, καὶ εἰς εὐκολίας καὶ ἀσφαλείας λόγον.
 [05625]  Ἐπισφαλὲς γὰρ τοῦτο τὸ χωρίον καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει μετ' εὐκολίας πολλῆς.
 [05677]  ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν.
 [05690]  Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ' εὐκολίας ἁπάσης;
000-00-00 Serial Number=0483067453
Fragmenta in Job Ante [Go Back]  
 [01815]  ∆ιὰ δὴ τοῦτο, καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας·
000-00-00 Serial Number=0627377868
In Acta apostolorum Ante [Go Back]  
 [02457]  καὶ κατώρθωσαν μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τῆς εὐκολίας.
 [05437]  Πάλιν ὁ τρυφῶν μυρία πράγματα ἔχει, κἂν ἐξ εὐκολίας καὶ ὥσπερ ἀπὸ πηγῶν αὐτῷ τὰ τῶν προσόδων ἐπιῤῥέῃ, τὰ ἀπὸ τῆς τρυφῆς δεινὰ δέδοικε, καὶ τὸ ἄδηλον τοῦ μέλλοντος·
 [07177]  Οὐ πάντα συγχωρεῖ ὁ Θεὸς μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐργάζεσθαι.
 [09999]  Ὅρα τὸν τοιοῦτον καὶ τὰ πνευματικὰ καὶ τὰ σαρκικὰ κατορθοῦντα μετ' εὐκολίας.
 [09999]  Ταῦτα γὰρ οἰκονομεῖται, ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ὑπὸ μηδενὸς ἐπιβουλευόμενον·
000-00-00 Serial Number=0768116057
In Genesim sermones Ante [Go Back]  
 [00318]  Τὰ γὰρ μετ' εὐκολίας εὑρισκόμενα καὶ εὐκαταφρόνητα πολλοῖς εἶναι δοκεῖ.
000-00-00 Serial Number=0062393188
In Isaiam Ante [Go Back]  
 [02549]  Ξυρὸν δὲ ἐνταῦθα τὴν ἀφόρητον ὀργὴν αὐτοῦ φησι καὶ ἣν οὐδεὶς ὑποστῆναι δυνήσεται, μετ' εὐκολίας ἐπιοῦσαν καὶ ἀναλίσκουσαν.
 [02698]  Οὐ γὰρ στήσεται, φησί, καὶ παρατάξεται, ἀλλὰ τῷ πλήθει τῶν σωμάτων καλύψει τῆς γῆς τὴν ὄψιν καὶ μετ' εὐκολίας περιέσται.
000-00-00 Serial Number=0717586696
In Joannem Ante [Go Back]  
 [01318]  καὶ εἴ τι τῶν ἀτόπων ἦν ταῖς τῶν ἀνοητοτέρων ὑφορμοῦν διανοίαις, τοῦτο ἐκ μέσου μετὰ ἀκριβείας ἄρας, οὕτως ἅπασι μετ' εὐκολίας λοιπὸν καὶ ἀκωλύτως τὸν τῆς διδασκαλίας ἐφεξῆς ἐνίησι λόγον.
 [01679]  Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ ἄλλα μετ' εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01993]  Καὶ πάντα ἀθρόον μετεσχηματίζετο, τῶν σωμάτων τὰ πάθη, τῶν ψυχῶν τὰ νοσήματα, καὶ πρὸς ὑγείαν καὶ τὴν ἀκριβεστάτην ἀρετὴν μετεπλάττοντο, καὶ τούτων, οὐ δύο καὶ τρεῖς ἄνθρωποι, οὐδὲ πέντε, καὶ δέκα, καὶ εἴκοσι καὶ ἑκατὸν μόνον, ἀλλὰ πόλεις ὁλόκληροι καὶ ἔθνη μετὰ πολλῆς τῆς εὐκολίας μετεῤῥυθμίζοντο.
 [04419]  ∆ιὰ τοῦτο καὶ κατὰ μικρὸν διαξαίνομεν ὑμῖν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἵνα μετ' εὐκολίας ἐξῇ λαβεῖν ὑμῖν αὐτὰ, καὶ τοῖς ταμιείοις ἐναποθέσθαι τῆς διανοίας, καὶ οὕτω πάντα διὰ μνήμης ποιεῖσθαι σπουδάζειν, ὡς δύνασθαι καὶ ἀπαγγέλλειν αὐτὰ μετὰ ἀκριβείας ὑμᾶς·
000-00-00 Serial Number=0075431466
In Psalmum 118 Ante [Go Back]  
 [00475]  Μετὰ πολλῆς, φησὶν, εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυνα στείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιού μην διάλεξιν.
000-00-00 Serial Number=0219121277
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00191]  ∆ιέβη πρῶτος Μωϋσῆς, καὶ πᾶσι μετ' εὐκολίας ἔδωκεν ἀκολουθῆσαι λοιπόν.
000-00-00 Serial Number=0573879480
In diem natalem Ante [Go Back]  
 [00132]  Ἄνωθεν γὰρ τὴν πηγὴν διορύττομεν, καὶ ἐπ' αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ' εὐκολίας ὑμῖν ἅπαντα γενέσθαι δῆλα·
000-00-00 Serial Number=0839621961
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02416]  Φέρε οὖν, πρῶτον τοῦτό σε διδάξομεν, ὅτι τῆς σῆς ῥᾳθυμίας τὸ γινόμενον, καὶ ὅτι σὺ παρὰ τὴν ἀρχὴν τῷ δαίμονι δέδωκας πάροδον, καὶ νῦν, ἂν ἐθέλῃς, μετὰ πολλῆς αὐτὸν ἀπώσῃ τῆς εὐκολίας.
 [05756]  Οὐ γὰρ ἐκ τοῦ ἴσου ἡ μάχη ἀλλὰ μετὰ πολλῆς εὐκολίας.
000-00-00 Serial Number=0989843249
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00851]  Καὶ γὰρ ὁ μέγας οὗτος οὐ μόνον ἐγένετο ὑπ' αὐτοῦ, ἀλλὰ καὶ μετ' εὐκολίας, καὶ ἡ ἄπειρος ἐκείνη γῆ καὶ αὐτὴ ὡς οὐδὲν παρήγετο.
 [01217]  καὶ ἐδείξαμεν, ὅτι οὐ μόνον ἐνενόησαν, ἀλλὰ καὶ εἰς τέλος ἤγαγον μετὰ πολλῆς τῆς εὐκολίας.
 [05604]  οὕτω δὴ καὶ ἐνταῦθα πολλῆς προενόησεν εὐκολίας, εἰπών·
 [06585]  Εἰ γὰρ ἐξ εὐκολίας ἐπεκλώμεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑπομένειν.
000-00-00 Serial Number=0884333193
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02742]  καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν τῆς φύσεως, ἀπό τε τῶν νόμων τῶν ἔξωθεν μετὰ πολλῆς τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ·
000-00-00 Serial Number=0602901936
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02765]  Ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ' εὐκολίας·
000-00-00 Serial Number=0928579986
In epistulam ad Ephesios Ante [Go Back]  
 [02657]  Μετ' εὐκολίας σπουδάζοντες.
 [05731]  Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς τῆς εὐκολίας.
 [05991]  Ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν καὶ ἰσχυρὰν καὶ κοσμίαν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπὸν μετὰ πολλῆς τῆς εὐκολίας.
000-00-00 Serial Number=0444893003
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01839]  καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον.
000-00-00 Serial Number=0603412449
In epistulam ad Romanos Ante [Go Back]  
 [01539]  καὶ γὰρ οὐκ ἔκαμνεν ὁ Ἰουδαῖος περιιὼν καὶ ζητῶν τὰ πρακτέα, ἀλλ' ἐξ εὐκολίας εἶχε τὸν νόμον δεικνύντα τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν.
 [02397]  ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται τῆς εὐκολίας ἡ ἀπόδοσις.
 [04660]  τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι' ἧς μετ' εὐκολίας ταῦτα ἐγένετο, τοῦτό ἔστι τὸ θαυμαστόν.
 [04871]  Τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα, τὸ ζωὴν ἀθάνατον ζῇν, τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα, τὸ μετ' εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον.
 [05602]  Ἔνι, καὶ μετὰ πλείονος εὐκολίας.
 [05818]  Καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλ' ὑπερνικῶμεν, τουτέστι, μετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων.
 [06101]  Εἶδες ἡλίκον ἀπέδειξε, καὶ πῶς μέγα ἐπαγγειλάμενος κατεσκεύασεν αὐτὸ μετ' εὐκολίας ἁπάσης;
 [06308]  ἵν' ὅταν τοῦτο κατασκευάσῃ παρὰ τῷ ἀκροατῇ, καὶ καταστείλῃ καὶ λεάνῃ τὴν γνώμην, τότε μετὰ πολλῆς τῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσῃ τὸ λεγόμενον.
000-00-00 Serial Number=0442978621
In epistulam ad Titum Ante [Go Back]  
 [00871]  Ἔστω δὲ κοινὸν πᾶσι διδασκαλεῖον καὶ ὑπόδειγμα ἀρετῆς ἡ τοῦ σοῦ βίου λαμπρότης, εἰς μέσον πᾶσι προκειμένη, ὥσπερ ἀρχέτυπός τις εἰκὼν, πάντα ἔχουσα ἐν ἑαυτῇ τὰ καλὰ, μετὰ πολλῆς τῆς εὐκολίας τοῖς βουλομένοις ἐναπομάξασθαί τι τῶν ἐν αὐτῇ καλῶν παρεχομένη τὰ παραδείγματα.
 [01389]  Καὶ γὰρ καὶ πρὸς ἐλεημοσύνην μετὰ πλείονος ἥξουσι τῆς εὐκολίας, καθάπερ ἡ χήρα, καὶ τῆς πρὸς τὸν πλησίον ἔχθρας οὐδεμίαν ἕξουσιν ἀφορμὴν, καὶ πάντων ἔσονται ἐλευθερώτεροι·
000-00-00 Serial Number=0666406572
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00013]  Ὅταν γὰρ θύραι διὰ παντὸς ὦσιν ἀνεῳγμέναι, μετὰ πολλῆς τῆς εὐκολίας ὁ λῃστὴς ἐπεισέρχεται, μετὰ πολλῆς τῆς ἐξουσίας τὸν θησαυρὸν τῆς σωφροσύνης συλᾷ.
000-00-00 Serial Number=0707243323
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00030]  Τίνα δέ ἐστι τὰ ἀναγνωσθέντα, ἀναγκαῖον εἰπεῖν, ἵν' ὑπομνησθέντες τῶν εἰρημένων, μετὰ πλείονος τῆς εὐκολίας δέξησθε τὰ παρ' ἡμῶν λεγόμενα.
000-00-00 Serial Number=0638871253
In illud Domine non est in homine Ante [Go Back]  
 [00013]  Ὥσπερ γὰρ οἱ διαπαντὸς εὐκολίας ἀπολαύοντες, χαυνότεροι γίνονται·
 [00022]  Ἡ γὰρ διάνοια τῶν ἀκροατῶν, ὅταν μετ' εὐκολίας τοῖς λεγομένοις παρακολουθῇ, πολλῆς ἀνέσεως ἀπολαύουσα, προθυμότερον πρὸς τὸν ἔπαινον τοῦ λέγοντος διεγείρεται.
000-00-00 Serial Number=0119072914
In illud In faciem ei restiti Ante [Go Back]  
 [00242]  Καὶ γὰρ ἄτοπον ἐμὲ μὲν τὸν διασκάπτοντα τοσοῦτον πόνον ὑπομένειν, ὑμᾶς δὲ τοὺς ἐξ εὐκολίας μέλλοντας τὸ χρυσίον ὁρᾷν, τῇ ῥᾳθυμίᾳ τὸ κέρδος τοῦτο παρα δραμεῖν.
000-00-00 Serial Number=0540711582
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00244]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα.
000-00-00 Serial Number=0626564622
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00413]  καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας.
000-00-00 Serial Number=0504198372
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00310]  Ἴστε γὰρ δήπου τοῦτο, ὡς μειζόνως ἐπιτρέχομεν τοῖς εὐκολίας γέμουσι πράγμασι, καὶ ἡ τοῦ κατορθῶσαι ἐλπὶς μείζονα τῆς πράξεως ἡμῖν ἐπιθυμίαν ἐντίθησιν, ὥσπερ καὶ ἐπ' ἐκείνου τότε ἦν.
000-00-00 Serial Number=0903218508
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00014]  ἁπλώσατε τὸν κόλπον τῆς ψυχῆς, ὥστε μετ' εὐκολίας καταβληθῆναι τὰ σπέρματα.
000-00-00 Serial Number=0297893941
In martyres Aegyptios Ante [Go Back]  
 [00004]  Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις οἰκοῦντες πλείω τῆς χρείας τῶν οἰκούντων γενομένην τὴν φορὰν, καὶ πρὸς τὰς ἔξω διαπέμπουσι πόλεις, ὁμοῦ τε τὴν παρ' ἑαυτῶν ἐπιδεικνύμενοι φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ' εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι παρ' ἐκείνων·
000-00-00 Serial Number=0276160121
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00195]  Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον, ὅτι μετ' εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ' ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θεραπευομένοις.
 [00429]  Πειθώμεθα τοίνυν, καὶ ἐν πᾶσι τοῖς συμβαίνουσι χαίρωμεν, καὶ εὐχαριστῶμεν τῷ φιλαν [51.64] θρώπῳ Θεῷ, ἵνα καὶ τὸν παρόντα μετ' εὐκολίας διάγωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0041984141
In principium Actorum Ante [Go Back]  
 [00603]  Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ' εὐκολίας ἐπιτυχεῖν τῆς θήρας·
 [00604]  οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες, μετ' εὐκολίας τύχωσι τῆς ἄγρας.
000-00-00 Serial Number=0080144405
In ramos palmarum [3] Ante [Go Back]  
 [00067]  Οὐ ταῦτα δὲ μόνον δηλοῦται διὰ τῶν εἰρημένων, ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἀξιοῦσιν οἱ ἀπόστολοι.
000-00-00 Serial Number=0646266639
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00028]  καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀπέθετο, μεθ' ὅσης ἄν τις ἱμάτιον ἀποδύσαιτο.
000-00-00 Serial Number=0843590856
In sanctum pascha [1] Ante [Go Back]  
 [00225]  Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ' εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν.
000-00-00 Serial Number=0752045453
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00083]  Σκοπὸς λέγεται ὁ τῶν στρατοπέδων κάτω καθημένων ὑψηλὸν καὶ γεώλοφον χωρίον καταλαβὼν κἀκεῖθεν ἐπιόντας τοὺς πολεμίους σκοπεύων, καὶ τοῖς κάτω καθημένοις μηνύων τὴν ἔφοδον, καὶ διεγείρων πρὸς τὴν τοῦ πολέμου παράταξιν, ὥστε μὴ ἀφυλάκτοις ἐπιπεσόντας, μετὰ πολλῆς διαχειρίσασθαι τῆς εὐκολίας.
000-00-00 Serial Number=0962899923
Quales ducendae sint uxores Ante [Go Back]  
 [00484]  Ἂν οὕτως οἱ γάμοι γένωνται, καὶ τὰ παιδία μετὰ πολλῆς τῆς εὐκολίας εἰς ἀρετὴν ἀγαγεῖν δυνησόμεθα.
000-00-00 Serial Number=0209181726
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00038]  Οὐ τὸ δύνασθαι μετ' εὐκολίας ἀχθοφορεῖν καὶ ῥᾳδίως τὰς ὁδοὺς διανύειν καὶ πόδας ἔχειν στερρότητα πέτρας μιμουμένους;
 [00204]  Οὐχὶ τὰ μὲν τῶν διαιτωμένων συμμέτρως μὴ γάρ μοι τὸ σπανιάκις συμβαῖνον εἴπῃς, καὶ εἴ τινες ἀσθενεῖς εἶεν ἐκ περιστάσεως ἑτέρας τινός, ἀλλ' ἀπὸ τῶν ἀεὶ καὶ συνεχῶς συμβαινόντων τὰς ψήφους λάμβανε οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα καὶ τετρανωμέναι αἱ αἰσθήσεις, τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας·
 [00220]  [9] Ἀλλὰ τιμᾶσθαι παρασκευάζει τοὺς ἔχοντας ὁ πλοῦτος, φησί, καὶ ἐχθροὺς ἀμύνασθαι μετ' εὐκολίας.
 [00233]  ∆ιὰ τοῦτο οὖν, εἰπέ μοι, ὁ πλοῦτός σοι περισπούδαστος, ὅτι σε εἰς τοιαύτην ἁμαρτίαν μετ' εὐκολίας ἐξάγει;
 [00311]  Καὶ ὅτε μὲν αὐτοῖς ὑπεστόρεστο, γῆν ἐμιμεῖτο στερρὰν τὸ στοιχεῖον καὶ πεδία ὕπτια καὶ ἀρούρας, ὅτε δὲ τοὺς ἐχθροὺς ἀπέλαβε τὰ θαλάσσης κατειργάζετο καὶ αὐτοῖς μὲν ἐγένετο ὄχημα, τοῖς δὲ πολεμοῦσιν αὐτοὺς τάφος, τοὺς μὲν μετ' εὐκολίας παραπέμπουσα, τοὺς δὲ μετὰ πολλῆς τῆς σφοδρότητος καταποντίζουσα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»