Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἴωθεν [172]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἴωθεν


000-00-00 Serial Number=0431064427
Ad Eudoxiam i Ante [Go Back]  
 [00038]  ὅπερ τηνικαῦτα κατορθοῦσθαι μάλιστα εἴωθεν, ὁπηνίκα πρῶτοι τῶν ἄλλων οἱ τὰς ἀρχὰς ἐγκεχειρισμένοι αὐτοὶ τοῦ δικαίου καὶ τῆς ἄλλης ἀρετῆς ἀντιποιούμενοι φαίνονται·
000-00-00 Serial Number=0725647688
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00557]  Εἰ δὲ καὶ ταύτην ἐπιλύσασθαι δεῖ, ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ ἑνὶ τρόπῳ τὰ καθ' ἡμᾶς οἰκονομεῖν ὁ Θεὸς εἴωθεν, ἀλλ' εὔπορος ὢν πολλὰς ἡμῖν τέμνει τὰς πρὸς σωτηρίαν ὁδούς.
 [00578]  οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς.
000-00-00 Serial Number=0521524370
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00023]  Οὐ γὰρ τὸ τῶν ἁμαρτημάτων πλῆθος εἰς ἀπόγνωσιν ἐμβάλλειν εἴωθεν, ἀλλὰ τὸ ψυχὴν ἔχειν ἀσεβῆ.
 [00075]  ἐπειδὴ δὲ ἀπαθὲς τὸ θεῖόν ἐστι, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ' ὀργῆς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ φιλανθρωπίας καὶ κηδεμονίας πολλῆς, σφόδρα θαρρεῖν χρὴ καὶ πεποιθέναι τῇ τῆς μετανοίας δυνάμει, Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν οὐ δι' ἑαυτὸν εἴωθεν ἐπεξέρχεσθαι·
 [00497]  καὶ ἔνθα μὲν ἡ τῶν νοσημάτων φύσις εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλειν εἴωθεν, καθάπερ τῶν πολλὰς ἐλπίδας ἐχόντων ὑγιείας ἐπιμελούμεθα·
000-00-00 Serial Number=0032514930
Ad illuminandos catecheses Ante [Go Back]  
 [00157]  Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος.
 [00480]  Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐμβάλλειν εἴωθεν καὶ εἰς ἔχθρας καὶ φιλονεικίας καὶ μάχας·
 [00484]  διάθεσιν δὲ οὐδὲν οὕτως, ὡς σωφροσύνη καὶ σεμνότης ποιεῖν εἴωθεν.
000-00-00 Serial Number=0991181433
Ad populum Antiochenum Ante [Go Back]  
 [00209]  Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα.
 [00667]  Πρὸς δὲ τούτοις οὐ πᾶσι πάντα ἐπιτάττειν ὁ Παῦλος εἴωθεν, ἀλλὰ καὶ τῇ τῶν ἀκουόντων ἀσθενείᾳ συγκαταβαίνει, καθάπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησε.
 [00729]  Οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπιμελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης.
 [00796]  ἐδεσμάτων, ἀλλ' ἡ διάθεσις τῶν ἑστιωμένων ποιεῖν εἴωθεν·
 [00818]  Ἔμαθες πῶς καὶ ποτὸν ἡδὺ ποιεῖν εἴωθεν ἡ τῶν διψώντων διάθεσις;
 [00824]  Οὐ γὰρ ἁπαλὴ στρωμνὴ, οὐδὲ ἀργυρένδετος κλίνη, οὐδὲ ἡσυχία κατὰ τὸ δωμάτιον γινομένη, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν τὸν ὕπνον γλυκὺν καὶ προσηνῆ ποιεῖν εἴωθεν, ὡς τὸ πονεῖσθαι καὶ κάμνειν καὶ δεομένους ὕπνου σφόδρα καὶ νυστάζοντας κατακλίνεσθαι·
 [00829]  Ἀμφότερα [49.45] ταῦτα ἀγρυπνίαν ἐμποιεῖν εἴωθεν, ἔνδεια καὶ ἀδηφαγία·
 [00985]  καὶ ὅταν τι δέοι γενέσθαι χρηστὸν ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθεν.
 [01259]  Οὐδὲν γὰρ οὕτως ἁμαρτίας ἀναμιμνήσκειν εἴωθεν, ὡς τιμωρία καὶ κόλασις·
 [01325]  ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥᾳθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπιστρέφει.
 [01384]  Ὁρᾷς ὅτι οὐχὶ τῶν πειρασμῶν ἡ φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία τὴν πτῶσιν ποιεῖν εἴωθεν;
 [01749]  ἀλλ' ὥσπερ ἐπὶ τῶν σωμάτων, ὅταν δύο ἡμᾶς κατάσχωσιν ὀδύναι, ἡ δυνατωτέρα τὴν καταδεεστέραν ἀποκρύπτειν εἴωθεν·
 [01762]  Καὶ ταῦτα οὐκ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως, ἀλλ' ἐξ ἀνοίας ἡμῖν συμβαίνειν εἴωθεν·
 [03336]  ἡ γὰρ ὁπλὴ ταῖς πρὸς τὰ τοιαῦτα βαδίσεσιν ἐμποδίζειν εἴωθεν.
 [04693]  Ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ πληγὰς καὶ μάστιγας, οὐδ' ἄλλο τι τῶν τοιούτων ὑπισχνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικία, προτείνουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευθερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχατον.
 [05012]  οὐδὲν γὰρ οὕτω τὸν Θεὸν εὐφραίνειν εἴωθεν, ὡς τὸ μετὰ πολλῆς προθυμίας ἀλγεῖν ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων.
 [05048]  μᾶλλον δὲ οὐκ ἂν φθάνοιμεν ἅπαντα καταλέγοντες, ὅσα καὶ ἰδίᾳ καὶ δημοσίᾳ λυπεῖν ἡμᾶς εἴωθεν.
 [05309]  Οὐδὲ γὰρ οὕτω λόγος καθικέσθαι διανοίας εἴωθεν, ὡς ὄψις φοβερὰ καὶ τὰ ἴχνη τῆς συμφορᾶς φέρουσα διὰ παντὸς τοῦ χρόνου.
 [06033]  Καὶ ὅτι ταῦτα οὐ κολακεύων λέγω, ἀλλ' οὕτως ἔσται πάντως, ἐρῶ σοι παλαιόν τινα λόγον, ἵνα μάθῃς, ὅτι οὐχ οὕτω στρατόπεδα καὶ ὅπλα καὶ χρήματα καὶ ὑπηκόων πλῆθος καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα λαμπροὺς ποιεῖν τοὺς βασιλεῖς εἴωθεν, ὡς φιλοσοφία ψυχῆς καὶ ἡμερότης.
000-00-00 Serial Number=0077767372
Ad viduam juniorem Ante [Go Back]  
 [00173]  Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ' ὑμῶν.
000-00-00 Serial Number=0617753208
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00025]  οὕτω δὴ καὶ ὁ διάβολος τοῖς μάλιστα πολλὴν συναγηοχόσι τὴν ἀρετὴν προσβάλλειν εἴωθεν καὶ φθονεῖν καὶ ἐπιβουλεύειν.
000-00-00 Serial Number=0536064744
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00381]  τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεία φύσις ὑπομένειν εἴωθεν.
 [00393]  Οὐδὲν γὰρ οὕτως ἡμᾶς εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί.
000-00-00 Serial Number=0353823006
De Anna i Ante [Go Back]  
 [00841]  Οὐ γὰρ ἐπὶ τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω συμβαίνειν εἴωθεν.
 [01060]  Τὰς γὰρ ἑορτὰς οὐ τὸ πλῆθος, ἀλλ' ἡ ἀρετὴ τῶν συλλεγομένων ποιεῖν εἴωθεν·
 [01200]  Ἐκείνοις μὲν γὰρ ἡ πολλὴ τρυφὴ, καὶ τὸ μήτε πεινῶντας ἐσθίειν, μήτε διψῶντας πίνειν, μήτε καθεύδειν νυστάζοντας, τὴν ἐν ἅπασιν ἡδονὴν ἐκλύειν εἴωθεν·
 [01202]  Οὐχ οὕτω γοῦν τὸ πίνειν οἶνον ἡδὺν καὶ ἀνθοσμίαν, ὡς τὸ διψῶντας πίνειν ὕδωρ εὐφραίνειν εἴωθεν·
000-00-00 Serial Number=0619969606
De Davide et Saule Ante [Go Back]  
 [00256]  οὐκ εἰδὼς ὅτι λαμπρὸν καὶ ἐπίσημον οὐ περιφάνεια προγόνων, ἀλλὰ ψυχῆς ἀρετὴ ποιεῖν εἴωθεν.
 [00682]  οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν.
000-00-00 Serial Number=0350765646
De Lazaro Ante [Go Back]  
 [01068]  καίτοι ἡ φύσις τῶν βασάνων θλῖψιν εἴωθεν ἐμποιεῖν καὶ ὀδύνην, ἀλλ' ἡ προαίρεσις τῶν μαστιγωθέντων καὶ τὴν φύσιν τῶν πραγμάτων ἐνίκησε.
 [01271]  καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
 [01462]  ∆ιὰ τοῦτο καὶ ἐκ διαλειμμάτων ἡμῖν τὸν τοῦ συνειδότος ἔλεγχον παρεσκεύασεν ἐπιτίθεσθαι, ἐπειδὴ σφόδρα ἐστὶν ἀπότομος, καὶ παντὸς κέντρου σφοδρότερον τὸν ἡμαρτηκότα νύττειν εἴωθεν.
 [01705]  Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν·
000-00-00 Serial Number=0508170009
De beato Philogonio Ante [Go Back]  
 [00025]  Πανήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ' ἢ τὸ πλῆθος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννημάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέλαι.
 [00066]  Ὅτι καὶ προστασίαι φίλων καὶ περιδρομαὶ καὶ κολακεῖαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχρότερα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν·
000-00-00 Serial Number=0174079478
De incomprehensibili dei natura Ante [Go Back]  
 [00028]  Τὸν δὲ γενναῖον οὐχ οὕτω τὰ ἄνωθεν διδόμενα δῶρα χαρακτηρίζειν εἴωθεν ὡς τῶν οἰκείων πόνων τὰ κατορθώματα.
 [00729]  Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ' ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται·
000-00-00 Serial Number=0199483395
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00963]  [7.1] Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης καὶ πολλῶν στρατιωτῶν προηγουμένων, εἰς τὰς πόλεις εἰσίωσιν, ἅπας ὁ δῆμος συντρέχειν εἴωθεν, ὥστε καὶ τῆς ἠχῆς ἀκοῦσαι, καὶ τὸ σημεῖον ἰδεῖν ἐφ' ὑψηλοῦ φερόμενον, καὶ τοῦ βαστάζοντος τὴν ἀνδρείαν.
000-00-00 Serial Number=0741374671
De mutatione nominum Ante [Go Back]  
 [00354]  Οὐδὲν γὰρ ἁπλῶς οὔτε εἰκῆ οὔτε ποιεῖν οὔτε λέγειν ὁ Θεὸς εἴωθεν, ἀλλ' ἕκαστον μετὰ τῆς αὐτῷ προσηκούσης σοφίας.
000-00-00 Serial Number=0198891759
De paenitentia [1] Ante [Go Back]  
 [00080]  ἐκείνη τῶν πορισθέντων ἀγαθῶν ἀποστερεῖν εἴωθεν, αὕτη τῶν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν·
000-00-00 Serial Number=0764267743
De profectu evangelii Ante [Go Back]  
 [00274]  Οὐχ οὕτω δι' ἑτέρων ὑπὲρ ἡμῶν παρακαλούμενος ἐπινεύειν εἴωθεν, ὡς δι' ἡμῶν αὐτῶν τῶν δεομένων, κἂν μυρίων ὦμεν γέμοντες κακῶν.
000-00-00 Serial Number=0691858053
De prophetiarum obscuritate Ante [Go Back]  
 [00632]  καὶ γὰρ τὰ πρὸ πολλῶν χρόνων εἰρημένα εἰς ὀλιγωρίαν ἐμπίπτειν εἴωθεν·
000-00-00 Serial Number=0725432336
De sancta pentecoste Ante [Go Back]  
 [00420]  καὶ τὰ λοιπὰ πάντα, ὅσα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κοσμεῖν εἴωθεν, ἐντεῦθεν ἔχει τὴν χορηγίαν.
000-00-00 Serial Number=0113173842
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00087]  καίτοι γε ἐν ταῖς ἀποβολαῖς τῶν φιλτάτων οὐχ οὕτω συμβαίνειν εἴωθεν·
000-00-00 Serial Number=0672056258
De virginitate Ante [Go Back]  
 [01377]  Ἀλλ' οὐδὲ ταῦτα, φησί, πᾶσιν οὐδὲ ἀεὶ συμπίπτειν εἴωθεν.
 [01509]  οὐ γὰρ ἡδονὴν καὶ χαρὰν ἀλλ' ὀδύνην καὶ κόπον ἐργάζεσθαι εἴωθεν.
 [01545]  Τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῶν θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπής τις οὖσα τύχῃ.
 [01726]  Οὐ γὰρ ἔνι τὴν βιωτικαῖς ἐμπεπλεγμένην φροντίσι καὶ πανταχοῦ περιελκομένην εὐπρόσεδρον εἶναι, τῆς σπουδῆς καὶ σχολῆς ἁπάσης εἰς πολλὰ μεριζομένης, εἰς ἄνδρα λέγω καὶ οἰκίας ἐπιμέλειαν καὶ τῶν ἄλλων ἁπάντων ἅπερ ὁ γάμος ἐπισύρεσθαι εἴωθεν.
000-00-00 Serial Number=0266588211
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00427]  Οὐ γὰρ οὕτως δι' ἑτέρων ὑπὲρ ἡμῶν παρακαλούμενος ἐπινεύειν εἴωθεν, ὡς δι' ἡμῶν αὐτῶν τῶν δεομένων, κἂν μυρίων ὦμεν γέμοντες κακῶν Ἀκουέτωσαν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ τῇ μελλήσει τῆς δόσεως δυσχεραίνοντες.
 [01272]  Οὐδὲν γὰρ οὕτως αὐτοῦ τὴν καθ' ἡμᾶς ἔφοδον ἀποτειχίζειν εἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής.
 [01772]  εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων ἐπακολουθεῖν εἴωθεν.
 [01789]  οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπίς.
 [01861]  Οὐ γὰρ οὕτω τοὺς ἐξαμαρτάνοντας, ὡς τοὺς μὴ μετὰ τὴν ἁμαρτίαν συστελλομένους ἀποστρέφεσθαι εἴωθεν ὁ Θεός.
 [02107]  ∆ιὰ τοῦτο τοὺς τῶν αὐτῶν ἀξίους τιμωριῶν, οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν ὁ Θεὸς, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς·
 [02243]  Οὔτε γὰρ σοφώτερον οὔτε σωφρονέστερον ὁ πλοῦτος ποιεῖν εἴωθεν, οὐ χρηστὸν, οὐ φιλάνθρωπον, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγειν καὶ καταφυτεύειν.
 [02635]  Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνάς σου αἰσχρολογίας, καὶ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴωθεν.
 [02648]  Οὐδὲ γὰρ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθεν διατρώγειν καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως.
 [03524]  Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ' ἀλλήλων εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον.
 [03529]  Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυμαίνεται.
 [03749]  οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν·
 [04045]  Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς κολάζειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς καταγελᾷν τῶν ὕβρεων.
 [04121]  Οὐδὲν γὰρ οὕτως ἐκτραχηλίζειν εἴωθεν, ὡς ἡ παρὰ τῶν πολλῶν δόξα.
 [08541]  Καὶ γὰρ καὶ τὸ τῆς νεάνιδος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ Γραφὴ τιθέναι, ὡς ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται·
 [08926]  Ἐκείνη τῶν πορισθέντων ἀγαθῶν ἀποστερεῖν εἴωθεν, αὕτη τῶν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν·
000-00-00 Serial Number=0356954753
Epistulae Ante [Go Back]  
 [00048]  Ἀλλ' οὐκ ἐπὶ τοῦ συμβολαίου τῆς ἀγάπης τοῦτο συμβαίνειν εἴωθεν.
 [01084]  ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν·
 [02042]  ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν·
000-00-00 Serial Number=0401467919
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00277]  Ὅπερ γὰρ ἐπὶ τῶν τὰ σώματα καμνόντων συμβαίνειν εἴωθεν, ἂν τὰ τῶν ἰατρῶν μὲν εἰσφέρηται, τὰ δὲ ἐκείνων ἐλλιμπάνῃ, διακόπτεται τῆς ὑγιείας τὸ κέρδος, τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν.
 [00314]  «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», ὅτι καὶ διὰ τῶν ὠφελούντων πολλάκις, ὅταν μὴ δεόντως ταῦτα γένηται, τοὺς μὴ προσέχοντας ὑποσκελίζειν εἴωθεν.
 [01119]  Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν·
000-00-00 Serial Number=0508590043
Expositiones in Psalmos Ante [Go Back]  
 [00010]  Οὐ γὰρ δὴ ῥημάτων πλῆθος πείθειν τὸν Θεὸν εἴωθεν, ἀλλὰ καθαρὰ ψυχὴ καὶ ἔργων ἀγαθῶν ἐπίδειξις.
 [00130]  Οὐδὲν γὰρ οὕτω ποιεῖν ἄνεσιν εἴωθεν, ὡς θλίψις τῶν βιωτικῶν ἀπάγουσα πάντων.
 [00279]  Τῶν γὰρ σωμάτων τὰ μὲν κάτω φέρεσθαι εἴωθεν, οἷον λίθοι, καὶ ξύλα, καὶ πάντα τὰ τοιαῦτα·
 [00290]  οὕτω καὶ ἐπὶ τῶν ποδῶν τῆς διανοίας, λέγω δὴ τῶν λογισμῶν, συμβαίνειν εἴωθεν.
 [00625]  Οὐδὲν γὰρ οὕτως εἰρήνην ποιεῖν εἴωθεν, ὡς ἡ τοῦ Θεοῦ γνῶσις, καὶ ἡ τῆς ἀρετῆς κτῆσις, τὸν ἔνδοθεν τῶν παθῶν ἐξοικίζουσα πόλεμον, καὶ οὐκ ἀφιεῖσα αὐτὸν πρὸς ἑαυτὸν διαστασιάζειν τὸν ἄνθρωπον.
 [00697]  Οὐ γὰρ οὕτω θηρία πλήττειν εἴωθεν, ὡς πονηρία ἀνθρώπων.
 [00933]  Οὐ γὰρ ἀπὸ τῶν ἀξιωμάτων, ἀλλ' ἀπὸ τῆς ἀρετῆς τοὺς φίλους ἐγκρίνειν ὁ Θεὸς εἴωθεν.
 [01400]  Ὀφθαλμὸν γὰρ ἐνταῦθα τὸν τῆς ψυχῆς φησι, τὸ διορατικὸν ἐκεῖνο καὶ λογικὸν, ὅπερ ἡ ἔννοια τῶν οἰκείων ἁμαρτημάτων ταράττειν εἴωθεν.
 [01423]  Οὐδὲν γὰρ οὕτω παλαιοῦν εἴωθεν, ὡς ἁμαρτίας φύσις.
 [02585]  ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς ∆εσπότην.
 [04348]  ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς ∆εσπότην.
 [06328]  Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ' ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργεσίας μέγεθος, ἢ τὸ φιλεῖσθαι παρ' αὐτοῦ.
 [06370]  Ἐπεὶ οὖν τὰς φιλίας καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων οὐδὲν οὕτως ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν, ὧν ἀπελαύσαμεν·
000-00-00 Serial Number=0902738810
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00362]  τὰ γὰρ ἀγαθὰ παρόντα μὲν καταφρονεῖσθαι εἴωθεν·
 [00472]  Ὃ μάλιστα τῶν συμφορῶν τοὺς ἀνθρώπους δάκνειν εἴωθεν, τὸ ἔγνωσάν σε, καθάπερ τινὶ κόρῃ εὐγενίδι ῥιφείσῃ, καὶ ἐμπαροινήσαντες κατέπαιξάν σου.
000-00-00 Serial Number=0261247098
Fragmenta in Job Ante [Go Back]  
 [00239]  οὐ μαθεῖν βουλόμενος τὴν τοῦ πονηροῦ διατριβὴν (πῶς γὰρ, ὁ παρεστῶσαν ἔχων πάντων τὴν γνῶσιν;), ἀλλ' εἴωθεν ὡς τὰ πολλὰ ἐν ἐρωτήσεως σχήματι ἠθοποιεῖν τὰ λεγόμενα, καθάπερ καὶ ἐν Εὐαγγελίοις τοῖς περὶ τὸν Κλεόπαν προσάγει τὰς πεύσεις ὁ Κύριος, Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους;
 [00354]  καὶ ἔδειξεν, ὅτι οὐχ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία, τὴν πτῶσιν ποιεῖν εἴωθεν·
000-00-00 Serial Number=0500358462
Fragmenta in Proverbia Ante [Go Back]  
 [01558]  οὐδὲν γὰρ οὕτως ὡς ἄρνησις παροξύνειν εἴωθεν.
000-00-00 Serial Number=0026615679
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00075]  καὶ καθάπερ ἀνέμου ῥύμη ῥαγδαία προσπίπτουσα ἐνοχλοῦσαν κόνιν ἀποσοβεῖ, οὕτω καὶ ἡ τῆς ἀγάπης ἰσχὺς τῶν παθῶν πάντων τὴν προσβολὴν ἀποσοβεῖν εἴωθεν.
000-00-00 Serial Number=0154570103
In Acta apostolorum Ante [Go Back]  
 [07554]  Οὐδὲν γὰρ οὕτως ἀγάπην τρέφειν εἴωθεν, ὡς τὸ ἐλεήμονα εἶναί τινα.
 [08978]  Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁμαρτημάτων τῶν ἡμετέρων.
 [09999]  Οὐ γὰρ οὕτως εἴωθεν ἐντίθεσθαι τῇ ψυχῇ τὰ μαθήματα ἀπὸ ῥημάτων, ὡς ἀπὸ πραγμάτων·
 [09999]  Πόθεν τίκτεσθαι εἴωθεν;
000-00-00 Serial Number=0338028610
In Genesim sermones Ante [Go Back]  
 [00011]  Οὐχ οὕτω χελιδὼν φανεῖσα τὸν χειμῶνα ἀπελαύνειν εἴωθεν, ὡς νηστεία φανεῖσα τὸν χειμῶνα τῶν παθῶν τῆς διανοίας ἐκβάλλει τῆς ἡμετέρας.
 [01043]  Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ καιρῶν ποιεῖν εἴωθεν.
000-00-00 Serial Number=0023187757
In Isaiam Ante [Go Back]  
 [00466]  Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν παροξύνειν εἴωθεν, ὡς ἡ κατὰ τῶν πενήτων ἀδικία κατ' αὐτοὺς γινομένη.
 [00810]  Ὃ καὶ Παῦλος εἴωθεν ἐργάζεσθαι συνεχῶς·
 [00853]  Βδέλυγμα δὲ εἴωθεν ἡ Γραφὴ καλεῖν τὰ εἴδωλα·
 [00983]  Γίγαντα ἀεὶ ἡ Γραφὴ τὸν ἰσχυρὸν λέγειν εἴωθεν, ἢ τὸν ὑπερέχοντα τῶν πολλῶν τῇ τῶν μελῶν ἀναλογίᾳ.
 [01201]  Ὃ καὶ τὴν συγκατάβασιν τοῦ Θεοῦ πολλὴν δείκνυσιν, ἀνεχομένου δικάζεσθαι μετ' ἐκείνων καὶ ἐντρεπτικὸν ποιεῖ τὸν λόγον, ὃ καὶ τοὺς νοῦν ἔχοντας εἰς μεγάλην ἀγωνίαν ἐμβαλεῖν εἴωθεν.
 [02610]  [Τίνος οὖν ἕνεκεν εἰσηνέχθη, ἀναγκαῖον εἰπεῖν.] Μέλλειν εἴωθεν ὁ Θεὸς καὶ βραδύνειν πρὸς τὰς τῶν ἁμαρτανόντων τιμωρίας, ὥσπερ οὖν ταχύς ἐστι καὶ ὀξὺς εἰς τὰς τῶν κατορθούντων εὐεργεσίας.
 [02690]  ὅτι πανταχοῦ ἐν ταῖς μεταφοραῖς ἑαυτὴν ἑρμηνεύειν εἴωθεν ἡ Γραφή;
000-00-00 Serial Number=0448606312
In Joannem Ante [Go Back]  
 [00079]  ∆ιὰ τοῦτο καὶ τὴν ἡδονὴν αὐτῶν μέλιτι πολλάκις παραβάλλειν εἴωθεν, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῆς τὸ μέτρον μόνον, ἀλλ' ὅτι τούτου οὐδέν ἐστιν ἕτερον ἥδιον παρ' ἡμῖν.
 [00342]  Τοῦτο καὶ ἐπὶ παίδων συμβαίνειν εἴωθεν.
 [00688]  Καὶ τὸ μὲν τῆς ὀργῆς πάθος, εἰ καὶ αὐτὸ τυραννικόν τί ἐστι καὶ ἀφόρητον, ἀλλ' οὐκ ἀεὶ διενοχλεῖν εἴωθεν, ἀλλ' ὅταν ἔχῃ τοὺς παροξύνοντας μόνον·
000-00-00 Serial Number=0167162657
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00034]  οὕτω καὶ ἡ πίστις ἡ ἡμετέρα πολεμουμένη μᾶλλον ἀνθεῖ, καὶ ἐνοχλουμένη πλεονάζει, καὶ οὐχ οὕτω τοὺς κήπους εὐθαλεῖς ἡ τῶν ὑδάτων ἀρδεία ποιεῖν εἴωθεν, ὡς τὰς Ἐκκλησίας τῶν μαρτύρων τὸ αἷμα ποτίζειν πέφυκε.
000-00-00 Serial Number=0714557588
In Kalendas Ante [Go Back]  
 [00063]  Οὐδὲν γὰρ οὕτως εὐθυμίαν καὶ εὐφροσύνην ποιεῖν εἴωθεν, ὡς τὰ περὶ φιλοσοφίας δόγματα, τὸ τῶν παρόντων ὑπερορᾷν πραγμάτων, τὸ πρὸς τὰ μέλλοντα κεχηνέναι, τὸ μηδὲν τῶν ἀνθρωπίνων βέβαιον εἶναι νομίζειν, μὴ πλοῦτον, μὴ δυναστείαν, μὴ τιμὰς, μὴ θεραπείας.
000-00-00 Serial Number=0900680900
In Lazarum i Ante [Go Back]  
 [00009]  φιλάνθρωπος γὰρ ὢν, εἴωθεν ἀεὶ τὰς ὑπὲρ ἐκείνων οἰκειοῦσθαι τιμάς.
000-00-00 Serial Number=0044886649
In catechumenos Ante [Go Back]  
 [00105]  Τοῦτο ποιεῖν εἴωθεν ὁ ∆εσπότης καὶ ἐπὶ τὸν εὐμετάδοτον·
000-00-00 Serial Number=0942042351
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00292]  Ὥσπερ γὰρ δόγματα πονηρὰ βίον ἀκάθαρτον εἰσάγειν εἴωθεν, οὕτω καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολλάκις ἔτεκεν.
000-00-00 Serial Number=0948756397
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00126]  Τοῦτο καὶ ἀεὶ ποιεῖν εἴωθεν ὁ Θεός·
 [00652]  Ἐπειδὴ γὰρ ἐν τῷ μακρῷ λόγῳ καταδαρθάνειν εἴωθεν ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι.
 [03663]  οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν.
 [03739]  Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν.
 [03891]  Καθάπερ γὰρ τὸ θερμαῖνον εὐρύνειν εἴωθεν·
 [06644]  ἀμφότερα γὰρ ταυτὶ τὰ κακὰ ἑαυτὰ συγκατασκευάζειν εἴωθεν.
 [06904]  Οὐ γὰρ ἡ τῶν κατορθωμάτων φύσις ἐπαίρειν εἴωθεν, ἀλλ' ἡ τῶν πολλῶν μαρτυρία καὶ γνῶσις.
000-00-00 Serial Number=0771570802
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00415]  ἂν δὲ λογίσῃ, ὅτι καὶ μᾶλλον αὐτὸ ἀνάπτειν εἴωθεν, οὐ μόνον οὐκ ἐπιζητήσεις, ἀλλὰ καὶ ἀποστραφήσῃ καὶ ἀποκρούσῃ.
000-00-00 Serial Number=0961757958
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00137]  Οὐδὲν γὰρ οὕτω φιλίαν διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη.
 [00214]  Ἡ γὰρ κοινωνία τῶν λυπουμένων τὸ σφόδρα φορτικὸν τῆς λύπης ἀφαιρεῖν εἴωθεν.
 [01763]  Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν·
000-00-00 Serial Number=0852805376
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02182]  Νυνὶ δὲ καὶ δι' ἀναξίων εἴωθεν ἐνεργεῖν ὁ Θεὸς, καὶ οὐδὲν τοῦ βαπτίσματος ἡ χάρις παρὰ τοῦ βίου τοῦ ἱερέως παραβλάπτεται·
 [02723]  ∆ύο γὰρ ταῦτα μάλιστα ἀπάγειν ἡμᾶς ἁμαρτίας εἴωθεν, ὅταν τὴν κειμένην τῇ ἁμαρτίᾳ κόλασιν ἐννοήσωμεν, καὶ ὅταν τὴν ἡμετέραν ἀξίαν ἀναλογισώμεθα.
 [03965]  πάντα, ὡς εἴωθεν, ἀνατιθεὶς τῷ ∆εσπότῃ, καὶ τὸ ἀξιόπιστον τῶν ἑξῆς ἐντεῦθεν κατασκευάζων·
 [04976]  Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας.
 [05977]  Καὶ γὰρ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία·
 [09800]  Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴω-θεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφρο-σύνην λυμαίνεται.
 [09999]  ὃ μάλιστα δάκνειν εἴωθεν, ὅταν παρὰ τοῖς γνωρίμοις τις τὰ ἐπονείδιστα πάσχῃ.
 [09999]  Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων·
000-00-00 Serial Number=0482336462
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02367]  Τοῦτο δὲ αὐτῇ συμβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμένην τὴν διάνοιαν ἔχῃ.
000-00-00 Serial Number=0623223186
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02228]  Οὐδὲν γὰρ οὕτω ποιεῖν εἴωθεν ἀγεννεῖς, ὡς τὸ δολερόν·
000-00-00 Serial Number=0299623072
In epistulam ad Colossenses Ante [Go Back]  
 [01675]  Τὸ πῦρ καίειν εἴωθεν, οὐκ ἀνάγειν.
000-00-00 Serial Number=0410743237
In epistulam ad Ephesios Ante [Go Back]  
 [00462]  τὸ γὰρ κλέπτειν, ἀργίας ἐστὶν, ἡ δὲ πενία οὐκ ἀργίαν, ἀλλὰ φιλοπονίαν τίκτειν εἴωθεν.
000-00-00 Serial Number=0343923271
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02043]  Τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶμα λέγουσα εἶναι τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0682261586
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08312]  Πᾶς γὰρ ἄνθρωπος εἴωθεν ἀκκίζεσθαι κατὰ τῶν δεομένων αὐτοῦ·
000-00-00 Serial Number=0441111386
In epistulam ad Philippenses Ante [Go Back]  
 [02715]  ὅπερ μάλιστα πάντων δάκνειν ἡμᾶς εἴωθεν, ἢ αἱ συμφοραί.
000-00-00 Serial Number=0280467749
In epistulam ad Romanos Ante [Go Back]  
 [00347]  Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν.
 [01937]  Ὅτι τὴν Παλαιὰν πᾶσαν νόμον καλεῖν εἴωθεν ὁ Παῦλος.
 [03391]  ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων ἀτόπων ποιεῖν εἴωθεν·
 [04297]  Οὐδὲν γὰρ οὕτως, οὐδὲν κόπτειν ἡμᾶς εἴωθεν καὶ πιέζειν, ὡς προσδοκία πονηρά·
 [04411]  Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς δάκνειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς τῶν ὕβρεων καταγελᾷν.
 [05711]  οὕτω καὶ ἐν οἷς αὐτὸς ὑπομένεις ποιεῖν εἴωθεν, εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσιν.
 [07584]  Πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει, ἅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐν τῇ τῶν ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος.
 [09999]  Οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐῤῥιζωμένος ἐν αὐτοῖς εἴη.
 [09999]  Ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι δοκεῖ, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθεν ὡς γαστριμάργους.
000-00-00 Serial Number=0102181375
In epistulam ad Titum Ante [Go Back]  
 [00855]  Εἰ γὰρ συμβαίη γυναῖκα πιστὴν ἀπίστῳ συνοικοῦσαν μὴ εἶναι ἐνάρετον, ἡ βλασφημία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν·
000-00-00 Serial Number=0555192351
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00006]  καὶ γὰρ καὶ πηγῆς οὐκ ἔλαττον βρύειν εἴωθεν·
000-00-00 Serial Number=0629203856
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00167]  Τῶν δὲ κατορθωμάτων ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται.
 [00231]  ἡ δὲ τοῦ Πνεύματος βοήθεια διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης ἡμῖν εἴωθεν παραμένειν.
000-00-00 Serial Number=0545536041
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00052]  Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι εὐγένειαν οὐ πλούτου περιφάνεια, οὐδὲ χρημάτων περιουσία, ἀλλὰ τρόπων ἐπιείκεια ποιεῖν εἴωθεν·
000-00-00 Serial Number=0068939388
In illud Vidi dominum Ante [Go Back]  
 [00068]  Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν.
 [00418]  Οὐδὲν γὰρ οὕτως ἀπόνοιαν τίκτειν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν, ἐὰν μὴ προσέχωμεν.
 [00600]  Ἀλλ' ὅπερ ἔλεγονοὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ λόγου ποιεῖσθαι τὰς ἐκτροπάς, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν·
 [01356]  Τὰ μὲν γὰρ λαμπρὰ τῶν σωμάτων, κἂν μεθ' ὑπερβολῆς ᾖ λαμπρά, τότε ἡμᾶς μόνον ἐκπλήττειν εἴωθεν, ὅταν πρῶτον αὐτῶν ταῖς ὄψεσιν ἀντιλαμβανώμεθα·
000-00-00 Serial Number=0619029641
In parabolam de filio prodigo Ante [Go Back]  
 [00120]  Καὶ νῦν τὰ αὐτὰ γίνεται, καὶ ἐγένετο, ἐπειδὴ οὕτως εἴωθεν ὑφ' ἑαυτοῦ νικᾶσθαι ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως.
000-00-00 Serial Number=0795358002
In principium Actorum Ante [Go Back]  
 [00774]  Ἐκεῖνα [51.89] τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι.
 [01370]  τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μόνιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς·
000-00-00 Serial Number=0224075556
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00909]  Ἀλλ' ἐπειδὴ φθείρεσθαι εἴωθεν ἡ φυὴ πολλάκις, οὕτως Ἐάσατε, φησὶ, ὡς ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ.
 [01573]  τὰς δὲ νεφέλας ἀντὶ τοῦ οὐρανοῦ παραλαμβάνειν εἴωθεν ἡ Γραφή.
000-00-00 Serial Number=0752314985
Laus Diodori episcopi Ante [Go Back]  
 [00029]  Οὐ γὰρ ὥσπερ οἱ τῆς ἔξωθεν φιλο σοφίας μετέχοντες, οὕτω καὶ ἡ Γραφὴ περὶ τούτων φιλοσοφεῖν εἴωθεν.
000-00-00 Serial Number=0661920428
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00191]  Οὔτε γὰρ σοφώτερον, οὔτε σωφρονέστερον, οὔτε ἐπιεικέστερον, οὔτε συνετώτερον πάντως ποιεῖν εἴωθεν, οὐ χρηστόν, οὐ φιλάνθρωπον, οὐκ ὀργῆς κρείττονα, οὐ γαστρὸς ἀμείνω, οὐχ ἡδονῶν ἀνώτερον·
 [00225]  Τιμὴν γὰρ οὐδὲν οὕτως εἴωθεν ποιεῖν ὡς ἀρετή, τιμὴν οὐ κατηναγκασμένην, τιμὴν οὐ πεπλασμένην, οὐδὲ προσωπείῳ τινὶ φενακισμοῦ κεκρυμμένην, ἀλλὰ ἀληθῆ καὶ γνησίαν, καὶ οὐδεμιᾷ καιρῶν δυσκολίᾳ ἐλεγχομένην.
000-00-00 Serial Number=0637632906
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00432]  ταῦτα δὲ, εἰ καὶ μικρὰ, ἀλλὰ μεγάλης ἄνθρακας ἀσελγείας τίκτειν εἴωθεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»