Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διάνοια [132]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διάνοια


000-00-00 Serial Number=0913299382
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00384]  ἕως δ' ἂν ἀκμάζῃ τὸ πένθος, οὐδενὸς αὐτοῖς τῶν παρόντων λόγος ἐστὶν, ἀλλὰ τὴν μανίαν, ἣν περὶ τὴν ἐπιμέλειαν καὶ τὴν συλλογὴν τῶν χρημάτων εἶχον, ἣν περὶ τὴν κτῆσιν τῆς δυναστείας καὶ τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, ὥσπερ τινὰ χόρτον, ἢ καὶ ἄνθος χόρτου, τῇ φλογὶ τῆς ἀθυμίας καταφλέξαντες, ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς, καὶ πρὸς τοσαύτην τότε ἡ διάνοια φιλοσοφίαν μεθίσταται, ὡς μηδὲ μέχρι ῥημάτων ἀνασχέσθαι τινὸς τῶν κατὰ τὸν παρόντα βίον ἡδέων, ἀλλὰ πάντα τὰ πρὸς ἡδονὴν εἶναι δοκοῦντα πρότερον προσίστασθαί τε αὐτοῖς καὶ πικρότατα φαίνεσθαι·
000-00-00 Serial Number=0775036573
Ad populum Antiochenum Ante [Go Back]  
 [01403]  ἀλλὰ τιτρώσκεταί σου καθ' ἑκάστην ἡμέραν ἡ διάνοια θάνατον προσδοκῶσα, καὶ ἀπειλὴν μεγίστην;
 [05183]  Ὅπερ γὰρ ἀεὶ λέγω, οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ διάνοια ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθε καὶ εὐφραίνειν.
 [05277]  τί δὲ ὄφελος τοῖς ἔξωθεν ἀπὸ τῆς τῶν λόγων διδασκαλίας, ὅταν ἐρήμη νοημάτων ἡ διάνοια ᾖ;
 [05279]  καὶ γὰρ καὶ τούτοις ἡ μὲν γλῶττα διὰ ῥημάτων καὶ ὀνομάτων ἐστὶ κεκαλλωπισμένη, ἡ διάνοια δὲ πολλῆς γέμει τῆς ἀσθενείας, καὶ πρὸς ἅπαντα αὐτοῖς, ἐστιν ἄχρηστος·
 [05280]  ἀλλὰ οὐχὶ τῶν φιλοσόφων τούτων, ἀλλὰ τοὐναντίον ἅπαν, πολλῆς αὐτοῖς ἡ διάνοια γέμει φιλοσοφίας πνευματικῆς, καὶ ὁ βίος τὰ δόγματα μιμεῖται.
 [05800]  Καὶ γὰρ ἡ δόξα τῆς ζωῆς ἡμῶν καταβλάπτεται, μυρία κακῶς ἐκείνου λέγοντος πρὸς πάντας ἡμᾶς, καὶ ἡ διάνοια ἡμῶν θολοῦται, καὶ τὸ συνειδὸς θορυβεῖται, καὶ χειμῶνα διηνεκῆ λογισμῶν ὑφιστάμεθα.
000-00-00 Serial Number=0885076463
Adversus Judaeos Ante [Go Back]  
 [02545]  οὕτω γοῦν αὐτοῦ καὶ ἡ ὄψις οἰδεῖ, καὶ ἡ φωνὴ τραχύνεται, καὶ οἱ ὀφθαλμοὶ γίνονται ὕφαιμοι, καὶ ὁ νοῦς σκοτοῦται, καὶ ἡ διάνοια καταποντίζεται, καὶ ἡ γλῶσσα τρέμει, καὶ οἱ ὀφθαλμοὶ παραφέρονται, καὶ αἱ ἀκοαὶ ἕτερα ἀνθ' ἑτέρων ἀκούουσιν, ἀκράτου παντὸς χαλεπώτερον τῆς ὀργῆς αὐτοῦ πληττούσης τὴν μήνιγγα, καὶ χειμῶνα ἐργαζομένης, καὶ ζάλην ποιούσης ἀπαραμύθητον.
000-00-00 Serial Number=0406702399
Catecheses ad illuminandos Ante [Go Back]  
 [00071]  Εἰπέ μοι, ποῖος λογισμὸς τοῦτο εὑρεῖν δυνήσεται, ποία διάνοια ἐφικέσθαι τοῦ γινομένου;
 [00588]  Ποῖος νοῦς, ποία διάνοια, ποῖος λογισμὸς καταλαβεῖν δυνήσεται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν καὶ τῶν ἀφάτων δωρεῶν τὰ μεγέθη ἃ τῇ τῶν ἀνθρώπων φύσει κεχάρισται.
 [00780]  [5.9] Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἀλλ' ὥσπερ οἰκία πάντοθεν ἀνεῳγμένη καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη καὶ ὑπὸ τῶν ὀλεθρίων παθῶν σπαραττομένη.
 [01047]  [7.11] Ὅπερ γάρ ἐστιν ἐκεῖ τὰ ἀγγεῖα πρὸς τὴν τῶν ὑδάτων ὑποδοχήν, τοῦτο ἐνταῦθα ἡ διάνοια καὶ ἡ ζέουσα προθυμία καὶ ἡ μετὰ νήψεως πρόσοδος.
 [01226]  [8.11] Ἀλλ' ἐνταῦθα θορυβεῖται μου ἡ διάνοια καὶ συγχεῖται ὁ λογισμός, ὅταν ἐννοήσω ὅτι ἀπεναντίας πᾶσι τούτοις ἡμεῖς ἐρχόμεθα.
000-00-00 Serial Number=0474087775
Commentarius in Job Ante [Go Back]  
 [00209]  ἐπειδὴ γὰρ πότος ἦν, ἐπειδὴ συμπόσιον ἦν, εἴωθε δὲ πολλάκις ἡ διάνοια παρατρέπεσθαι παρὰ τοὺς τοιούτους καιρούς, διὰ τοῦτο καὶ Μωσῆς ἔλεγεν·
 [00718]  ἐκεῖνος δὲ οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων.
 [03990]  [36,28e] ἐπὶ τούτοις πᾶσιν, φησίν, οὐκ ἐξίσταταί σου ἡ διάνοια;
000-00-00 Serial Number=0812642097
De Anna i Ante [Go Back]  
 [00022]  Καὶ πρὸ τῶν οἰκιῶν δὲ ἡ τῶν νηστευόντων διάνοια ταύτης ἀπολαύει τῆς ἡσυχίας·
 [00029]  ἀλλ' ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ τῆς νηστείας, καθ' ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια·
 [00205]  Καὶ γὰρ ἀντὶ χάρτου μὲν ἦν αὐτῆς ἡ διάνοια, ἀντὶ καλάμου δὲ ἡ γλῶττα, τὰ δάκρυα δὲ ἀντὶ μέλανος·
 [00337]  Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο;
 [00719]  Εἰ γὰρ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ, πολλῷ μᾶλλον ὅπου τὸ παιδίον τῆς γυναικὸς, ἐκεῖ καὶ ἡ διάνοια τῆς μητρὸς ἦν, καὶ ἡ γαστὴρ αὐτῆς εὐλογίας ἐπληροῦτο πάλιν.
000-00-00 Serial Number=0862347782
De Chananaea Ante [Go Back]  
 [00502]  τὸ στόμα ἔλεγε τὴν εὐχὴν, καὶ ἡ διάνοια ἠρίθμει τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα, φίλων συνουσίας.
 [00542]  Τὸ μὲν στόμα οὐ λαλεῖ, ἡ δὲ διάνοια βοᾷ.
000-00-00 Serial Number=0454624772
De Lazaro Ante [Go Back]  
 [01988]  ἀλλὰ σοῦ μὴ σαλευθήτω ἡ διάνοια·
000-00-00 Serial Number=0641111672
De beato Philogonio Ante [Go Back]  
 [00131]  τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον.
000-00-00 Serial Number=0629197359
De consubstantiali Ante [Go Back]  
 [00011]  Ἐκεῖνοι μὲν γὰρ κἂν παραγένωνταί ποτε, οὐδὲ τότε πάρεισιν, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῖς ἐνταῦθα ἵδρυται, ἡ διάνοια δὲ ἔξω πλανᾶται·
 [00013]  τὸ μὲν γὰρ σῶμα ὑμῖν ἔξω, ἡ διάνοια δὲ ἐνταῦθα.
 [00310]  οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης.
000-00-00 Serial Number=0709801137
De fato et providentia Ante [Go Back]  
 [00014]  Ἡ γὰρ ταραχὴ καὶ ὁ θόρυβος οὐχὶ τούτων ἐστὶ περιπέτεια, ἀλλ' ἡμεῖς καὶ ἡ ἡμετέρα διάνοια·
000-00-00 Serial Number=0270907283
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00191]  Καὶ καθάπερ ἐν τῇ πόλει οἱ μὲν κλέπτουσιν, οἱ δὲ δικαιοπραγοῦσιν, οἱ δὲ ἐργάζονται, οἱ δὲ ἁπλῶς ὡς ἔτυχεν ἅπαντα πράττουσιν, οὕτω δὴ καὶ ἐν τῇ ψυχῇ διάνοια καὶ λογισμοί·
000-00-00 Serial Number=0366336405
De incomprehensibili dei natura Ante [Go Back]  
 [00777]  Ὅτι δὲ οὐ τοῖς Χερουβὶμ οὐδὲ τοῖς Σεραφὶμ μόνον, ἀλλ' οὐδὲ ἀρχαῖς, οὐδὲ ἐξουσίαις, οὐδὲ ἄλλῃ τινὶ κτιστῇ δυνάμει κατάληπτός ἐστιν ὁ Θεός, καὶ τοῦτο ἐβουλόμην ἀποδεῖξαι νῦν, ἀλλ' ἔκαμεν ἡμῖν ἡ διάνοια, οὐ τῷ πλήθει, ἀλλὰ τῇ φρίκῃ τῶν εἰρημένων.
 [01356]  Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα καί, καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται χωρίου καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος, ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται, οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ, ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς.
000-00-00 Serial Number=0181306362
De jejunio [2] Ante [Go Back]  
 [00258]  ὅτι ἀνθεῖ ἡ διάνοια;
000-00-00 Serial Number=0120124519
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00687]  Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ γνώμη καὶ ἡ διάνοια ἀφ' ἧς ταῦτα ἐγίνετο σφόδρα ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη.
000-00-00 Serial Number=0089985967
De nativitate Ante [Go Back]  
 [00003]  Ἐχρῆν μὲν ἡμᾶς τοὺς ἀμαθεῖς σιωπᾶν, ἐπειδὴ μάλιστα καὶ ἡ σὰρξ ἀσθενὴς καὶ ἡ γλῶσσα τραυλὴ καὶ ἡ διάνοια ῥᾳθυμοτέρα καθέστηκεν.
000-00-00 Serial Number=0008953869
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00056]  ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος, ἐν μηδενὶ λειπόμενος.
000-00-00 Serial Number=0203893423
De proditione Judae Ante [Go Back]  
 [00128]  πῶς οὐκ ἐξέστη ἡ διάνοια;
000-00-00 Serial Number=0451044977
De sancta pentecoste Ante [Go Back]  
 [00228]  Ἀνοητότερον οἱ ἄνθρωποι διέκειντο τότε, τῶν εἰδώλων προσφάτως ἀπηλλαγμένοι, καὶ παχυτέρα καὶ ἀναισθητοτέρα αὐτῶν ἡ διάνοια ἔτι ἦν, καὶ πρὸς τὰ σωματικὰ πάντα ἐπτόηντο καὶ ἐκεχήνεσαν, καὶ οὐδεμία αὐτοῖς οὐδέπω ἔννοια δωρεῶν ἀσωμάτων ἦν, οὐδὲ εἴδεσαν τί ποτέ ἐστι νοητὴ χάρις, καὶ πίστει μόνῃ θεωρουμένη·
000-00-00 Serial Number=0151179671
De sanctis martyribus [1] Ante [Go Back]  
 [00159]  Οἶδα ὅτι διεθερμάνθη νῦν ὑμῶν ἡ διάνοια, ἀλλ' ὅπως τὴν θερμότητα ταύτην μὴ ἐξελθόντες ἔξω καταψύξωμεν, ἀλλ' ἐν ἑαυτοῖς κατάσχωμεν, τοῦτο ποιήσωμεν.
000-00-00 Serial Number=0913507521
De sanctis martyribus [2] Ante [Go Back]  
 [00147]  καὶ βασιλικὸς ἔσται λοιπὸν οἶκος ἡ διάνοια ἡμῶν, καὶ οὐδεὶς ἄτοπος λογισμὸς ἐπιβῆναι δυνήσεται, τῆς τῶν μαρτύρων μνήμης ὥσπερ τινὸς ἀνθηρᾶς ζωγραφίας διαπαντὸς ἡμῖν ἐναποκειμένης, καὶ πολλὴν ἐναφιείσης τὴν μαρμαρυγὴν, καὶ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ συνεχῶς ἡμῖν ἐνδιαιτωμένου.
000-00-00 Serial Number=0475828171
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00036]  Εἰ γὰρ καὶ στενοχωρεῖται ἡμῶν τὰ σώματα, ἀλλ' ἀναπτερούσθω ἡ διάνοια·
 [00161]  Ἀλλ' οὐχ ἡ Γραφὴ αἰτία, ἀλλ' ἡ διάνοια ἡ τὰ [50.704] καλῶς εἰρημένα κακῶς ἑρμηνεύουσα.
000-00-00 Serial Number=0928453624
De terrae motu Ante [Go Back]  
 [00039]  Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη.
 [00040]  Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελγοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυμοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται.
000-00-00 Serial Number=0089315057
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00449]  Ἂν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, οὐδὲν ἡμῖν ὄφελον ἔσται λοιπὸν, ἀλλὰ καὶ πλείων ἡ κατάκρισις.
 [00470]  Ἐπεὶ, ἂν τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο;
 [03859]  Ἐὰν γὰρ ἡ διάνοια καλῶς ἡμῖν ᾖ κατεσκευασμένη, κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες, ἐν γαλήνῃ καὶ λιμένι καθεδούμεθα διαπαντός.
 [04902]  οὐδὲ γὰρ ἐχαυνοῦτο αὐτῷ τῆς σαρκὸς ὁ τόνος, ἀλλ' ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια·
 [06391]  τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται;
 [07641]  Πολλὰ μὲν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ἀγαπητοί·
 [09095]  Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ γνώμη καὶ ἡ διάνοια, ἀφ' ἧς ταῦτα ἐγίνετο, σφόδρα ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη·
000-00-00 Serial Number=0238017380
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00366]  Καὶ γὰρ μόνον ἐμνήσθην τούτων καὶ τὰς προσηγορίας εἶπον, μυρίας ἀνέβλυσέ μοι πάλιν ἡ διάνοια πηγὰς καὶ βιάζεται εἰπεῖν καὶ τούτων, ὡς τῆς προτέρας, κἂν ἐκ μέρους τὰ εἴδη, μᾶλλον δὲ τὰς ὑποθέσεις μόνον·
000-00-00 Serial Number=0335550547
Expositiones in Psalmos Ante [Go Back]  
 [00176]  Ἐπειδὴ γὰρ ἡ διάνοια αὐτῷ καλῶς παρεσκευασμένη ἦν, ἤρκεσε καὶ ῥῆμα ἓν ἀνοῖξαι αὐτῷ τὸν οὐρανόν.
 [01438]  Ἡ γὰρ οὕτω συντριβεῖσα διάνοια, οὐδεμιᾷ λοιπὸν προσπαθείᾳ κατέχεται.
 [03434]  Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν ἔχοντες οὐκ ἴσμεν, ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ.
 [05197]  Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν ἔχοντες οὐκ ἴσμεν, ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ.
 [06244]  ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, ἡ διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανωμένη, ἀλλ' ἵνα ἀκούῃ ἡ ψυχὴ τῆς γλώττης.
 [06264]  Ἔνθα γὰρ ψαλμὸς, καὶ εὐχὴ, καὶ προφητῶν χορεία, καὶ διάνοια τῶν ᾀδόντων θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην προσειπὼν ἐκκλησίαν.
 [06269]  Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον.
000-00-00 Serial Number=0099530637
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02694]  Ὅταν αὐτῶν ἐθορυβήθη ἡ διάνοια.
 [04985]  Οὐχὶ λίθιναι πλάκες, οὐδὲ γράμματα ἐγκεχαραγμένα, ἀλλ' ἡ διάνοια αὐτῶν στήλη τῷ νόμῳ τῷ παρ' αὐτοῦ γενήσεται.
000-00-00 Serial Number=0575351596
Fragmenta in Job Ante [Go Back]  
 [00484]  Ἐκεῖνος δὲ, οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων.
000-00-00 Serial Number=0032105029
Homilia de capto Eutropio Ante [Go Back]  
 [01067]  καὶ ἀπὸ τῆς ὑπακοῆς ἐγένετο εὔμορφος αὐτῶν ἡ διάνοια.
000-00-00 Serial Number=0446695805
In Acta apostolorum Ante [Go Back]  
 [00289]  ἡ δὲ διάνοια ὑψηλοτέρα γίνεται νῦν, νηστείᾳ προπαρασκευαζομένη.
 [00611]  Ἐπήρθη λοιπὸν ἡ διάνοια τῶν ὁρώντων·
 [02205]  Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν, οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον, ἀλλὰ πεπύρωτο αὐτῶν ἡ διάνοια.
 [05735]  Ὀφθαλμοὶ ἀηδεῖς, στόμα διεστραμμένον, μέλη κεκινημένα καὶ οἰδαίνοντα, γλῶσσα ἀκράτητος καὶ οὐδενὸς φειδομένη, διάνοια ἐξεστηκυῖα, σχῆμα ἀπρεπὲς, πολλὴ ἡ ἀηδία.
 [08851]  Καλῶς καὶ τοῦτο γέγονε, ἵνα μὴ καὶ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ' ἐγγυμνασθῇ αὐτῶν ἡ διάνοια.
 [09999]  Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ.
 [09999]  Οὐδαμοῦ ἡ διάνοια ἀξιόπιστος καθ' ἑαυτήν.
 [09999]  ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε.
 [09999]  Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ·
 [09999]  Παιδικὴ ὄντως ἡ διάνοια·
 [09999]  Ἡ ἀκοὴ ἐὰν μεγάλην δέξηται φωνὴν, ἀπόπληκτος ἡ διάνοια γίνεται·
000-00-00 Serial Number=0535870254
In Genesim sermones Ante [Go Back]  
 [00292]  Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ' οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ' ἂν, ὁποῖός ἐστιν ὁ Θεός.
 [01045]  Καὶ γὰρ ἔκαμεν ὑμῶν ἡ διάνοια τοῖς λεπτοτέροις νοήμασιν ἐνδιατρίβουσα·
000-00-00 Serial Number=0207006574
In Joannem Ante [Go Back]  
 [00326]  ἀλλ' ἴσως ἀπέκαμεν ἡμῖν ἡ διάνοια.
 [00437]  Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ.
 [01892]  Ποῖος λόγος, ποία διάνοια τὴν τοσαύτην τιμὴν τὴν εἰς τὸ γένος γεγενημένην τὸ ἡμέτερον, τὴν ὄντως ὑπερφυῆ καὶ φρικτὴν παραστῆσαι δυνήσεται;
000-00-00 Serial Number=0565118611
In Psalmos 101-107 Ante [Go Back]  
 [00233]  ∆ηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὕτη μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα.
000-00-00 Serial Number=0813719511
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00281]  καὶ πανταχόθεν πλήττεταί σου ἡ διάνοια·
000-00-00 Serial Number=0786605775
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00017]  Σαλεύεται τὰ κύματα πάλιν, ἀλλ' ἡ διάνοια στηκέτω·
 [00129]  Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους, οὐ καταλαμβάνει ἡ διάνοια, οὐχ ἑρμηνεύει γλῶσσα.
000-00-00 Serial Number=0649380088
In Psalmum 094 Ante [Go Back]  
 [00026]  Μὴ τρίνυν πολυπλόκοις σειραῖς δεσμείσθω ἡμῶν ἡ διάνοια, ἀλλ' ἐξ ὅλης καρδίας ἱκετεύσωμεν αὐ τόν·
000-00-00 Serial Number=0904257834
In Psalmum 118 Ante [Go Back]  
 [00381]  Καὶ γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καθὼς γέγραπται.
000-00-00 Serial Number=0047522545
In Psalmum 145 Ante [Go Back]  
 [00252]  Νῦν σωφροσύνη λο γισμῶν παρ' ἡμῶν πολλὴ, νῦν διεγείρεται διάνοια, καὶ τὰ ἄνω περιβλέπει πάντα ἡ ψυχή.
000-00-00 Serial Number=0581534564
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06784]  Τοῦτο τὸ κεφάλαιον ἁπάντων, ὅτι καὶ ἡ ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέμνετο.
000-00-00 Serial Number=0025580049
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00384]  Εἰ μεμελετήκει ἡμῶν ἡ διάνοια προσέχειν θείοις λόγοις, οὐκ ἂν προσέσχεν ἑτέροις·
 [00829]  ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ' ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος.
000-00-00 Serial Number=0742698967
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01978]  Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπωρώθη αὐτῶν ἡ διάνοια.
000-00-00 Serial Number=0881076097
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02698]  Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια.
 [03088]  Καὶ τὸ μὲν γινόμενον, καλὸν (ἐπαινεῖται γὰρ ὁ κατορθῶν), ἡ δὲ διάνοια διεφθαρμένη·
 [03878]  Ὥστε οὐ τὰ χρήματα κακὸν, ἀλλ' ἡ πενιχρὰ διάνοια, ἡ τὸν πλοῦτον εἰς πενίαν ἄγουσα.
000-00-00 Serial Number=0284243047
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01993]  οὐκ ἀπέκαμεν ἡ διάνοια τῶν τοιούτων κενεμβατοῦσα;
 [02370]  Πολλὰ μὲν οὖν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν.
 [03173]  Καὶ ἂν μὲν κατὰ τῶν ὀφθαλμῶν ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδημοῦντος ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί σου ἡ διάνοια καὶ διαθερμαίνῃ·
000-00-00 Serial Number=0557347178
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01609]  Καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, παντὸς πάθους ἀπηλλαγμένῃ·
000-00-00 Serial Number=0477719843
In epistulam ad Colossenses Ante [Go Back]  
 [00210]  ψυχρὰ αὕτη ἡ διάνοια.
 [01345]  οὐδὲν γὰρ οὕτω πρὸς ἄμυναν ὥρμηται, ὡς παιδικὴ διάνοια.
 [01577]  Ὥστε λέγει μὲν τὸ στόμα, οὐκ οἶδε δὲ ἡ διάνοια τί λέγει, ἢ ἓν μόνον, ὅτι οὐκ ἔστι σῶμα·
 [01595]  Ὁρᾷς πῶς ἰλιγγιᾷ ἡ διάνοια;
 [03417]  πεπληγμένη γὰρ ἡ διάνοια οὐ φέρει τὴν ψῆφον ὀρθήν.
000-00-00 Serial Number=0935046673
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00240]  Οὐ γὰρ αὐτοῦ ταῦτα τὰ νοήματα ἔτικτεν ἡ διάνοια, τότε μὲν οὕτω ταπεινὴ καὶ εὐτελὴς οὖσα, ὡς τῶν ἀγοραίων μηδὲν ἔχειν πλέον·
 [00394]  οἷόν τι λέγω, νοεῖ ἡ διάνοια, ἀλλ' εἰπεῖν οὐ δύναται.
000-00-00 Serial Number=0595231712
In epistulam ad Philippenses Ante [Go Back]  
 [00551]  Ὅτι ἐκεῖνοι ὑγιῶς μὲν ἐκήρυττον, ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια, μεθ' ἧς ἐποίουν οὕτω, διέφθαρτο, οὐ τὸ κήρυγμα ἐνήλλακτο.
000-00-00 Serial Number=0455680013
In epistulam ad Romanos Ante [Go Back]  
 [03205]  Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο συμβαῖνον πάσης ἡδονῆς ἐστιν ἀνώτερον, ὅταν ἐπὶ Θεοῦ τὰ ἀμφότερα ἐκβαίνῃ, ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται τὴν μακαριότητα ταύτης τῆς ψυχῆς;
 [09999]  ἡ δὲ διάνοια οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα.
000-00-00 Serial Number=0538824856
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00064]  Ἔγκειται γὰρ κατὰ τὴν θείαν φωνὴν ἡ διάνοια τῶν ἀνθρώπων εἰς τὰ πονηρά.
000-00-00 Serial Number=0733421087
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00093]  Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ.
000-00-00 Serial Number=0505040109
In illud Domine non est in homine Ante [Go Back]  
 [00022]  Ἡ γὰρ διάνοια τῶν ἀκροατῶν, ὅταν μετ' εὐκολίας τοῖς λεγομένοις παρακολουθῇ, πολλῆς ἀνέσεως ἀπολαύουσα, προθυμότερον πρὸς τὸν ἔπαινον τοῦ λέγοντος διεγείρεται.
000-00-00 Serial Number=0061459899
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00010]  Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέ χεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διά λεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα.
000-00-00 Serial Number=0965869963
In illud In faciem ei restiti Ante [Go Back]  
 [00126]  Ποῖος γὰρ λόγος, τίς διάνοια τὴν παῤῥησίαν αὐτοῦ τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὴν ἐλευθεροστομίαν παραστῆσαι δυνήσεται;
 [00192]  Ἤκμαζε γὰρ αὐτοῖς ἔτι τὸ πάθος, καὶ ᾤδει ἡ διάνοια τῷ θυμῷ.
 [00410]  Τίς οὖν ἐστιν ἡ διάνοια;
000-00-00 Serial Number=0969131470
In illud Memor fui dei Ante [Go Back]  
 [00227]  Ἕλκεται δέ μου ἀληθῶς ἡ διάνοια καὶ εἰς ἕτερα ἐκπηδῆσαι, εἰς σωτήριον πίστιν.
000-00-00 Serial Number=0497371852
In illud Ne timueritis Ante [Go Back]  
 [00465]  Ταῦτα μὴ μόνον ἀκουέτω ἡ ἀκοή σου, ὦ γύναι, ἀλλὰ καὶ μεταβαλλέσθω σου ἡ διάνοια.
 [00496]  οὐ γὰρ ἐχαυνοῦτο αὐτῷ τῆς σαρκὸς ὁ τόνος, ἀλλ' ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια·
000-00-00 Serial Number=0236075997
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00179]  Ὦ φιλοσοφία Παύλου! ὦ φρόνημα ὑψηλὸν, καὶ γνώμη ἀχείρωτος! ὦ διάνοια τῆς ἁψῖδος τοῦ οὐρανοῦ ἁψαμένη! ὦ ψυχὴ πάντων ὑπερορῶσα τῶν ὁρωμένων! ὦ γνώμη! ἀράχνην ἐνόμιζε τοῦ βίου τὰς φαντασίας·
 [00269]  Νήφουσα ἔστω ἡ διάνοια, καὶ οὐδὲν δύσκολον, συντεταμένη γνώμη, καὶ πάντα σαφῆ.
 [00390]  Ὅταν ἴδῃς τινὰ ἀκόλαστον σώφρονα γενόμενον, εἰπὲ, Ἐκτίσθη αὐτῷ ἡ διάνοια·
 [00391]  ὅταν ἴδῃς πόρνην σωφρονοῦσαν, εἰπὲ, Ἐκτίσθη αὐτῆς ἡ διάνοια·
 [00598]  Ἐκτίσθη αὐτῆς ἡ γνώμη, μετεβλήθη αὐτῆς ἡ καρδία, μετέστη ἡ διάνοια ἀπὸ τοῦ τρόπου·
000-00-00 Serial Number=0237187684
In illud Vidi dominum Ante [Go Back]  
 [00389]  Καὶ καθάπερ ἐκεῖνον οὐκ ἄμπελος ἔτεκε τότε, ἀλλ' ἡ δύναμις ἐποίησε τοῦ Χριστοῦ, οὕτω καὶ τούτου τὸν λόγον οὐκ ἀνθρωπίνη προχέει διάνοια, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις.
000-00-00 Serial Number=0019680262
In parabolam de ficu Ante [Go Back]  
 [00017]  μεμέρισταί μου ἡ διάνοια.
000-00-00 Serial Number=0002219617
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00079]  οὐχ ἡ μὲν γλῶσσα ἐφθέγγετο, ἡ δὲ διάνοια ἐρέμβετο·
000-00-00 Serial Number=0002050281
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00035]  Νῦν [59.597] ἤρξατο πτεροφυεῖν ἡ τοῦ ἀνθρώπου διάνοια·
000-00-00 Serial Number=0347712100
In transfigurationem Ante [Go Back]  
 [00057]  Καίτοι τῶν ἀμετρίων κατατολμᾷ πᾶσα γλῶσσα, ἑνὸς τούτων τοὺς ἐπαίνους διεξιέναι πειρωμένη, καὶ ἰλιγγιᾷ ἡ διάνοια, θάλασσαν ἀρετῶν κοτύλῃ ἐκμετρεῖν βιαζομένη·
000-00-00 Serial Number=0712765217
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01044]  οὕτω καὶ ἡ διάνοια.
000-00-00 Serial Number=0098990142
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00153]  Ἂν γὰρ ἔλθωμεν μόνον εἰς ἀνάμνησιν τῶν πεπλημμελημένων ἡμῖν, καθάπερ πῶλός τις ἀδάμαστος καὶ δυσήνιος, σκιρτᾷ ἡ διάνοια.
000-00-00 Serial Number=0433662534
Oratio secunda Ante [Go Back]  
 [00063]  σὺ γὰρ οἶδας, ∆έσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.
000-00-00 Serial Number=0137103856
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00315]  Ἀλλὰ φλεγμαίνει σου τῇ μνήμῃ τῆς ἔχθρας ἡ διάνοια καὶ οἰδεῖ, καὶ ἀνέστηκεν ἡ καρδία, καὶ τοῦ λελυπηκότος ἀναμιμνησκόμενος οὐ δύνασαι καταστεῖλαι τὸ οἴδημα τῶν λογισμῶν;
000-00-00 Serial Number=0341904402
Prooemia in Psalmos Ante [Go Back]  
 [00217]  Ὥσπερ οὖν καὶ ὁ τελώνης (καὶ γὰρ ἀπὸ ψιλοῦ ῥήματος τὸ πᾶν ἤνυσεν), ἐπειδὴ ἡ διάνοια αὐτοῦ καλῶς παρεσκευασμένη ἦν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»