Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεξιὰν [100]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεξιὰν


000-00-00 Serial Number=0131930232
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00125]  Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
000-00-00 Serial Number=0470767558
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00050]  Ἀδωροδόκητος γὰρ ὁ θάνατος δήμιος, καὶ δεξιὰν οὐκ ἔχων τῷ χρυσῷ πειθομένην, οὐδὲ πλουσίου ἐξαργυρίζων νεκροὺς, ἀλλὰ πάντας ἐν τάφοις ὡς ἐν εἱρκταῖς φυλακίζων.
000-00-00 Serial Number=0805512905
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00302]  ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν ἐν αὐτῇ πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν.».
 [00314]  «Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν», ἀφελείᾳ μᾶλλον ἢ κακίᾳ πεπλημμεληκέναι αὐτοὺς ἀποφηνάμενος, ὃ καὶ ἔδειξε τὸ τῆς μετανοίας τέλος.
 [00504]  καὶ αὐτὸ πρῶτον τὸ ἐπίταγμα, εἰ ὁ Θεὸς τοιαύτας καταδέχεται θυσίας καὶ παιδοκτόνους εἶναι κελεύει τοὺς πατέρας καὶ βιαίῳ τελευτῇ καταλύειν τὸν βίον καὶ ἀώρῳ παραδιδόναι τοὺς παῖδας θανάτῳ, καὶ αὐτόχειρας γενέσθαι τῶν γεννηθέντων καὶ αἵματι τοιούτῳ τὸν βωμὸν αἱμάσσεσθαι βούλεται τὸν αὐτοῦ καὶ δεξιὰν ὁπλίζεσθαι πατρικὴν κατὰ τοῦ μονογενοῦς παιδὸς καὶ φονέων εἶναι χαλεπώτερον τὸν δίκαιον·
 [00529]  ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν·
000-00-00 Serial Number=0435004890
Ad populum Antiochenum Ante [Go Back]  
 [01231]  Γένοιτο μὲν οὖν τινα χρηστὴν καὶ δεξιὰν γενέσθαι μεταβολήν.
 [04027]  ἀλλ' εἰ μὴ καὶ παιδοκτονίᾳ τὴν δεξιὰν τοῦ βασιλέως μολύνειεν, οὐδὲν μέγα πεποιηκέναι ἐνόμιζε.
000-00-00 Serial Number=0582844853
Adversus Judaeos Ante [Go Back]  
 [02092]  Ἀναμνήσθητι τοίνυν πῶς Ἀαρὼν ἐγένετο ἱερεὺς τότε, πόσας ἐπ' αὐτῷ θυσίας ἔθυσεν ὁ Μωϋσῆς, πόσα κατέβαλεν ἱερεῖα, πῶς αὐτὸν ἔλουσε, πῶς αὐτοῦ ἔχρισε τὸν λοβὸν τοῦ ὠτίου, τὴν χεῖρα τὴν δεξιὰν, τὸν πόδα τὸν δεξιόν·
 [02584]  Ἀλλ' ὅμως οὐδὲ οὕτως ἤκουσεν, οὐδὲ ἡσύχασεν, ἀλλ' εἰργάσατο τὴν μιαιφονίαν ἐκείνην, καὶ τὴν δεξιὰν εἰς τὸν λαιμὸν ἐβάπτισε τὸν ἀδελφικόν.
000-00-00 Serial Number=0217877209
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00211]  ∆ιὰ δὴ τοῦτο καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας τὴν ἀφαίρεσιν, καὶ παρόντων δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο, [63.484] πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας.
000-00-00 Serial Number=0514623404
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00977]  Οὐδὲ γάρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμὸν, ὡς τὸ ψυχὴν ἀπολέσαι καὶ διαφθεῖραι·
 [01310]  καλέσασα γάρ με οἴκοι, καὶ ταῦτα πάντα κοινωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιὰν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν.
000-00-00 Serial Number=0706355035
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00068]  κἀκεῖνοι μὲν τὸν ἱερέα βλέπουσιν ἄνωθεν ἐπιτιθέντα τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς κεφαλῆς ἁπτόμενον, οὗτοι δὲ τὸν ἀρχιερέα τὸν μέγαν ἐκ τῶν οὐρανῶν θεωροῦσι τὴν δεξιὰν τὴν ἀόρατον ἐκτείνοντα καὶ τῆς κεφαλῆς ἁπτόμενον·
000-00-00 Serial Number=0822749496
Contra theatra Ante [Go Back]  
 [00307]  εἶτα τοῖς οἰκείοις ἀντιστηρίξας γόνασιν ὄπισθεν, καὶ τὴν κόμην πρὸς ἑαυτὸν ἀντανακλάσας, ἀνατείνας τὴν δεξιὰν, τολμᾷ φέρειν ἀφ' ὑψηλοῦ κατὰ τοῦ λαιμοῦ τὴν σφαγήν.
 [00319]  κρατήσωμεν τέως τὸ ξίφος, ἐπισχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή.
 [00361]  οὐδὲ φωνὴν ἀφίησιν, ὡς ἀμνὸς, ἀλλ' ἄφωνος κεῖται καὶ ἄλαλος, καὶ ἀφελέστερος καὶ προβάτου πρὸς μόνην βλέπει τὴν δεξιὰν, ἣν πολλάκις ὡς φιλοστόργου πατρὸς κατεφίλησε, τάχα δὲ καὶ νῦν, μετὰ τοῦ ξίφους ἐχομένην αὐτὴν ὁρῶν, καταφιλῆσαι θέλει.
000-00-00 Serial Number=0586298048
De Anna i Ante [Go Back]  
 [00400]  νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ' ἡμῶν, περιέρχεται τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολῦναι πατρικῷ, καὶ ὁ Θεὸς ἀνέχεται ταῦτα ὁρῶν.
000-00-00 Serial Number=0394956589
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00117]  [25] Καὶ οὔτε ἡ νεότης τὸ θηρίον ἐπέκαμψεν οὔτε ἡ παρεπομένη τοῖς τοιούτοις μιάσμασι δίκη τὸν ἄγριον ἐκεῖνον ἐφόβησεν οὔτε τὰ τοῦ παρακαταθεμένου πατρὸς αὐτὸν εἰσῆλθε ῥήματα ἅπερ ἐκεῖνος τὸν υἱὸν ἐγχειρίζων ἴσως ἐπέσκηπτεν ἐν ἐπιμελείᾳ τε αὐτὸν ἔχειν ἀξιῶν πολλῇ καὶ πατέρα αὐτὸν ἐπιφημίζων τῷ παιδὶ καὶ ὡς αὐτὸν γεγεννηκότα οὕτω τρέφειν καὶ παιδεύειν παρακαλῶν καὶ τῆς τῶν οἰκείων προγόνων εὐγενείας ἄξιον ἀποφαίνειν, καὶ μετὰ τούτων τῶν ῥημάτων τὴν δεξιὰν τοῦ παιδὸς τῇ δεξιᾷ τοῦ φονέως ἐντιθεὶς καὶ μετὰ δακρύων διαλυόμενος.
 [00122]  Ὅταν μὲν γὰρ ἐννοήσω τὸν μιαρὸν ἐκεῖνον ὁπλιζόμενον καὶ τὸ ξίφος ἀνατείνοντα καὶ τὴν δειρὴν κατέχοντα τοῦ παιδὸς καὶ τὴν δεξιὰν ᾗ τὴν παρακαταθήκην ἐδέξατο ταύτῃ κατ' αὐτῆς ὠθοῦντα τὸ ξίφος διαρρήγνυμαι καὶ ἀποπνίγομαι τῷ θυμῷ.
 [00147]  Εἶτα αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλοῦ μὲν ἐπιβαίνοντα τοῦ φρονήματος σεμνότερον δὲ ἀπὸ τῶν ἱματίων φαινόμενον καὶ ἀλουργίδος καὶ τῶν λίθων τῶν πανταχοῦ διεσπαρμένων κατὰ τὴν δεξιὰν κατὰ τὴν συμβολὴν τῆς χλανίδος, τῶν ἀπὸ τοῦ διαδήματος ἐξ αὐτῆς ἀστραπτόντων τῆς κεφαλῆς.
 [00156]  Πῶς τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισε τὸ φλεγμαῖνον ἔτι τῷ θυμῷ καὶ ζέον τῷ φόνῳ;
 [00172]  Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς μετ' ἐξουσίας ἅπαντα πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν.
000-00-00 Serial Number=0358568370
De Davide et Saule Ante [Go Back]  
 [00340]  Ἐξῄει τοίνυν ὁ ∆αυῒδ, δεξιὰν τῆς οἰκουμένης ἀντίῤῥοπον ἔχων μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην.
 [00341]  Καθάπερ γὰρ ἐπὶ τῶν ἄριστα πυκτευόντων, πρὸ τῆς κεφαλῆς πολλάκις οἱ βασιλεῖς τὴν δεξιὰν τοῦ πυκτεύοντος ἢ παγκρατιάζοντος ἐστεφάνωσαν·
 [00494]  Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα.
000-00-00 Serial Number=0236470819
De Lazaro Ante [Go Back]  
 [01776]  Ἐννόησον τοίνυν, τίς ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ὁρῶν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἐπικειμένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥινὸς συντριβείσης, κεφαλῆς διαθλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον.
 [01800]  τίνος ἕνεκεν κἀμὲ κατασφάξαι κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ;
000-00-00 Serial Number=0484050095
De corruptoribus virginum Ante [Go Back]  
 [00048]  Ἐπειδὴ γὰρ τὴν πρώτην δεξιὰν ἐνύβρισας, κἂν ταύτην μὴ ἀθετήσῃς.
000-00-00 Serial Number=0534952402
De diabolo tentatore Ante [Go Back]  
 [00125]  Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ' ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ' ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν.
000-00-00 Serial Number=0688825071
De futurae vitae deliciis Ante [Go Back]  
 [00068]  Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
 [00107]  Τὸ γὰρ, Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, αὐτὸς ἐποίησεν, ὅταν αὐτὸν ἐῤῥάπισεν ὁ δοῦλος τοῦ ἀρχιερέως.
000-00-00 Serial Number=0244968295
De jejunio sermones 1 Ante [Go Back]  
 [00152]  πότε εἰς πόθον ἀξίας ἐλθεῖν σπουδάσει, γῆν ὁμολογήσας ἑαυτόν, Ὅτι γὰρ ὁ ταύτην μελετήσας τὴν φωνὴν οὐκ ἐρεῖ τῷ πλησίον κακῶς, οὐ κινήσει κατὰ τοῦ πέλας γλῶτταν ἢ δεξιὰν, παντί που δῆλόν ἐστιν.
 [00197]  ∆ικαίων, γὰρ, φησὶ, ψυχαὶ ἐν χειρὶ Θεοῦ, μετὰ τοῦ πλεῖν καλῶς τὸν ὅρμον ἐχόντων τὴν θείαν δεξιὰν, τῶν ὁμιλούντων Θεῷ, καὶ γῆν καὶ σποδὸν καλούντων ἑαυτούς.
 [00223]  Νηστεία Μωϋσέως δεξιὰν ῥάβδῳ ἁγίᾳ χαριτώσασα, καὶ δι' αὐτῆς τὴν πέτραν πατάξασα, ὕδωρ πότιμον καρποφορῆσαι παρεσκεύασε.
000-00-00 Serial Number=0710754931
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00079]  Μή μου τολμηρὰν τὴν δεξιὰν ἀπεργάσῃ, ναρκῶσαν ἤδη πρὸς τὸ τοῦ βαπτίσματος ἔργον.».
000-00-00 Serial Number=0348246098
De paenitentia sermo 1 Ante [Go Back]  
 [00377]  ἐθεώρουν δὲ καὶ δεξιὰν Κυρίου σκέπουσαν αὐτὰς, καὶ ἔφριττον·
000-00-00 Serial Number=0018719375
De proditione Judae Ante [Go Back]  
 [00133]  οὐ ταῦτα παρῄνει διηνεκῶς καὶ μετὰ τούτων ἔλεγεν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην;
 [00534]  οὐ παρῄνει λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην;
000-00-00 Serial Number=0195959210
De regressu Ante [Go Back]  
 [00087]  ἄνθρωπος τὴν δεξιὰν δανείζει, Θεὸς τὴν χεῖρα κινεῖ·
000-00-00 Serial Number=0285760701
De sacerdotio Ante [Go Back]  
 [00062]  Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς καὶ τὴν αἰτίαν εἰδώς, ἐγέλων τε ὑπὸ πολλῆς ἡδονῆς καὶ τὴν δεξιὰν κατέχων ἐβιαζόμην καταφιλεῖν καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί.
000-00-00 Serial Number=0589293242
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04058]  Ἂν πλήξῃ τὴν δεξιὰν, μὴ ἀντιτείνῃς·
 [04498]  Ἐννόησον τοίνυν, τίς ἄρα ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ἰδὼν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἀνακλινομένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥι [63.707] νὸς συντριβείσης, κεφαλῆς διακλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον.
 [04684]  νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ' ἡμῶν, περιέρχεται τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολῦναι πατρικῷ·
 [05584]  Εἰ γὰρ ἐπ' ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς·
 [07016]  ἐξῄει τὴν δεξιὰν μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην ἔχων·
 [07017]  δεξιὰν ἐκείνην, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ
 [07767]  τίνος ἕνεκεν ἐμὲ κατασφάττειν κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ;
000-00-00 Serial Number=0647384584
Epistula ad abbatem Ante [Go Back]  
 [00045]  Καὶ ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἄλλην.
000-00-00 Serial Number=0504543662
Expositiones in Psalmos Ante [Go Back]  
 [02426]  Αὐτὸς μὲν γὰρ ἐπεθύμει τὴν δεξιὰν τῷ λαιμῷ βαπτίσαι τῷ πατρικῷ·
 [06801]  Εἰπὼν δὲ δεξιὰν καὶ βραχίονα, ἐπειδὴ παχυτέρων ἐμνήσθη λέξεων, ὅρα πῶς ἀνάγει τὸν λόγον, πάλιν ἐπάγων, καὶ λέγων·
000-00-00 Serial Number=0026267111
Fragmenta in Job Ante [Go Back]  
 [01856]  Εἶδες τὸ ταπεινὸν, εἶδες τὸ φιλάνθρωπον, εἶδες τὸ χρηστὸν, εἶδες τὸ δαψιλὲς, ὅτι κοινὸν ἦν ἀγαθὸν, πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας.
000-00-00 Serial Number=0618994713
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00098]  τὸ [63.497] γὰρ τὴν δεξιὰν στρέφειν σιαγόνα, καὶ τὰ πρόβατα πέμπειν ἐν μέσῳ λύκων, οὐδὲν ἄλλο αἰνίττεται ἢ ὅτι τὸ πάσχειν αὐτοῖς συνεκλήρωσεν, ἵνα λαμπρότερον τὸ τρόπαιον γένηται.
000-00-00 Serial Number=0054618061
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ἐνταῦθά μοι δοκεῖ τὴν δεξιὰν αὐτοὺς εἰληφέναι, καθὼς αὐτός φησι, ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.
000-00-00 Serial Number=0043829560
In Genesim sermones Ante [Go Back]  
 [00172]  Ἂν εἰς δεξιὰν τοῦ πένητος ἀποθῇς τὸ ἀργύριον, οὐ συκοφάντης ἐπιτίθεται, οὐ βάσκανος ὀφθαλμὸς ὁρᾷ, οὐ λῃστὴς ὑφαιρεῖται, οὐ τοιχωρύχος διορύξας, οὐκ οἰκέτης ἀφελόμενος ἀποδιδράσκει·
 [00588]  Οὐ γὰρ δὴ θεατὰς μόνον τῆς τιμωρίας, ἀλλὰ καὶ αὐτουργοὺς εἶναι βούλεται ὁ νομοθέτης, ἵνα εἰς τὴν δεξιὰν ἕκαστος ἰδὼν τὴν ἑαυτοῦ, δι' ἧς τὸν λίθον καὶ αὐτὸς ἔβαλε κατὰ τῆς τοῦ πατραλοίου κεφαλῆς, ἱκανὸν ὑπόμνημα πρὸς διόρθωσιν ἔχῃ.
000-00-00 Serial Number=0375450432
In Joannem Ante [Go Back]  
 [00965]  ἄλλος μου κατέχει καὶ τὴν δεξιὰν καὶ τὴν γλῶτταν·
 [03149]  ὁ δὲ φίλος αὐτοῦ ὁ Ἰωάννης τὴν δεξιὰν ἐνέθηκε τῆς νύμφης, διὰ τῶν λόγων ἐγχειρίσας αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0920321703
In Psalmum 094 Ante [Go Back]  
 [00142]  ἐγὼ δὲ οὐ λυπηθήσομαι ἐπὶ Νινευὶ τῇ πόλει τῇ μεγάλῃ, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν, ἀπὸ τοῦ πλήθους τῶν οἰκούντων, δεξιὰν ἢ ἀριστερὰν, καὶ κτήνη πολλά;
000-00-00 Serial Number=0354006231
In Psalmum 705 Ante [Go Back]  
 [00015]  δῆλον Θεοῦ ἐνδυναμοῦντος τὴν δεξιὰν τῆς νεανίδος.
000-00-00 Serial Number=0785557628
In catechumenos Ante [Go Back]  
 [00108]  Ἐκτείνει τοίνυν τὴν δεξιὰν ἀποῤῥήτως, λάθρα τοὺς ὀβολοὺς ὑποδέχεται, σημειοῦται τοῦ διδόντος τὸ πρόσωπον, ἐπὶ γῆς τὴν εὐεργεσίαν λαμβάνει, καὶ ἐν οὐρανῷ τὰς ἀμοιβὰς εὐτρεπίζει.
000-00-00 Serial Number=0480588496
In decollationem sancti Joannis Ante [Go Back]  
 [00131]  ὅταν δὲ ὦσιν οἱ ἅγιοι ἐν κόσμῳ συναναστρεφόμενοι τοῖς ἄλλοις, ἀναστέλλει αὐτοῦ τὴν δεξιὰν χεῖρα·
000-00-00 Serial Number=0863940716
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00474]  Καὶ σώζων δὲ αὐτοὺς ἔλεγεν, ὅτι Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν.
 [01112]  Ἡ γὰρ αὐτὴ φωνὴ καὶ ὥπλισε τὴν δεξιὰν, καὶ κατέστειλε·
 [01123]  Καὶ τίνος ἕνεκεν οὐκ εἴασε βαπτισθῆναι τὴν δεξιὰν, εἶτα ἀθρόον ἀνέστησε τὸν σφαγιασθέντα;
 [01200]  καὶ τῷ μὲν αἵματι τοῦ προβάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν ἡγίασεν.
 [03487]  Καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς·
000-00-00 Serial Number=0996049583
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08294]  Εἰ γὰρ τοῖς ἔξωθεν ῥαπίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ μᾶλλον ἄνδρα θρασυνόμενον δεῖ φέρειν.
 [08637]  Πᾶς οὖν, ἵνα ταῦτα μὴ γίνηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ·
 [09482]  Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημοσύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας.
 [09514]  Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον ἰδὼν τὴν δεξιὰν τείνοντα μόνον ἀποφύγοι, κἂν μὴ δέξηται πληγὴν, καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ μαλακὸς καὶ πόνων ἄπειρος τοιούτων·
000-00-00 Serial Number=0690726399
In epistulam ad Ephesios Ante [Go Back]  
 [04461]  Ἢ διὰ τί τὸν Κύριον ἡμῶν οἴει τὸν Χριστὸν ταῦτα λέγειν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην;
000-00-00 Serial Number=0521185696
In epistulam ad Romanos Ante [Go Back]  
 [02242]  Τοῦτο γὰρ, τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψε, τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο ἀδελφικὴν ὥπλισε χεῖρα, καὶ αἵματι δικαίου δεξιὰν βαπτισθῆναι ἐποίησε, καὶ νόμους ἀνέσπασε φύσεως, καὶ τῷ θανάτῳ τὰς θύρας ἀνέῳξε, καὶ τὴν ἀρὰν ἐκείνην εἰς ἔργον ἤγαγε, καὶ οὔτε ὠδίνων οὔτε γονέων οὔτε ἄλλου τινὸς ἀναμνησθῆναι τὸν ἄθλιον εἴασεν ἐκεῖνον, ἀλλ' οὕτως αὐτὸν ἐξεβάκχευσε καὶ εἰς τοσοῦτον ἤγαγεν οἶστρον, ὡς καὶ τοῦ Θεοῦ παρακαλοῦντος καὶ λέγοντος, Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ, μηδὲ οὕτως ἐνδοῦναι.
 [02415]  ∆ιὰ τοῦτο καὶ ἐν εὐτελεῖ σχήματί σοι προσέρχεται, καὶ τὴν δεξιὰν ἐκτείνων·
 [04385]  Οὐδὲ γὰρ εἶπεν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, φέρε γενναίως καὶ ἡσύχασον, ἀλλὰ προσέθηκε τούτῳ καὶ τὸ τὴν ἑτέραν αὐτῷ παρασχεῖν·
 [05597]  Ὅπλισον τὴν σεαυτοῦ δεξιὰν κατ' ἐκείνου, καὶ τὸ κάλλος τῆς οἰκίας ἅπαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν πλοῦτον ἐν τῇ διανοίᾳ ἀπόθου ἅπαντα, καὶ τὸ χρυσίον ἀντὶ κιβωτίου καὶ οἰκίας ὁ οὐρανὸς φυλαττέτω, καὶ πάντα ἡμεῖς περιβαλώμεθα τὰ ἡμέτερα·
 [08269]  Κἂν γὰρ κατὰ σοῦ μέλλῃ τὸ ξίφος ὠθεῖν, καὶ τὴν δεξιὰν βαπτίζειν εἰς αὐτὸν τὸν λαιμὸν, αὐτὴν φίλησον τὴν δεξίαν·
 [08517]  Κἂν γὰρ τὸ ξίφος ἀκονήσῃ κατὰ σοῦ, κἂν εἰς τὸν λαιμὸν αὐτὸν τὴν δεξιὰν βαπτίσῃ, σὲ μὲν οὐδὲν παρέβλαψεν, ἑαυτὸν δὲ κατέσφαξε.
000-00-00 Serial Number=0723838568
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00013]  Ὢ ἀναισθησία Ἰουδαίων τῶν μὴ νοούντων, ὅτι ἔδει τὴν ἐν τῷ παραδείσῳ δεξιὰν χεῖρα τοῦ Ἀδὰμ, ἁψαμένην τοῦ ξύλου καὶ ξηρανθεῖσαν τῇ παραβάσει, ταύτην πάλιν ὑπὸ τοῦ ἰδίου κεραμέως ἀναπλασθῆναι! ἢ ὅτι ἔδει τὴν ὑπὸ τοῦ διαβόλου διὰ τὴν τῶν ἀθέων εἰδώλων αἱμοχυσίαν δεξιὰν σπιλωθεῖσαν, διὰ τοῦ ἰδίου δημιουργοῦ πάλιν λαμπρὰν πρὸς οὐρανὸν ἐκταθῆναι! Ἀλλὰ λυποῦνται ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου καὶ σωτηρίᾳ ψυχῆς, καὶ τὴν μὲν ἀργίαν τοῦ σαββάτου ἐκδιδάσκουσι, τὴν δὲ θαυματουργίαν τοῦ Ἰησοῦ ἀγνοοῦσι.
000-00-00 Serial Number=0721287668
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00253]  Ἐγὼ δὲ [56.254] λέγω, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
000-00-00 Serial Number=0850217223
In illud Ne timueritis Ante [Go Back]  
 [00421]  Ὢ καλῆς δεξιᾶς! Βλέπε δεξιὰν καὶ δεξιάν.
000-00-00 Serial Number=0287097991
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00298]  Καὶ καθάπερ οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτιθέντες χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθητὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν πολλαχοῦ τὴν δεξιὰν αὐτῶν ὑποσύραντες ἐκείνοις, κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν τῷ στόματι δέχεσθαι τὴν ἅλμην·
 [00334]  καθοπλίζει τοὺς μαθητὰς ὁ λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην;
000-00-00 Serial Number=0942947388
In infirmos Ante [Go Back]  
 [00004]  ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκτεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ πλάσμα σου ἐκ τῆς πλάνης ταύτης.
000-00-00 Serial Number=0763424098
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00008]  Συμπράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολὴν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ ∆εσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθεὶς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ὑμῖν.
 [00074]  Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ' αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ ∆εσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν·
 [00102]  εἰσάγαγε τὴν σὴν δεξιὰν εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως·
000-00-00 Serial Number=0875419259
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00145]  Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ ∆εσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο.
000-00-00 Serial Number=0006657898
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00119]  οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0648769617
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00024]  Ὁ δὲ Βαπτιστὴς Ἰωάννης καταμαθὼν ἀκριβῶς, ὃν ἐμεμαθήκει παρὰ τοῦ πατρὸς ἐκ τῆς μήτρας τῆς ἰδίας μητρὸς, εἶτα σὺν φόβῳ καὶ τρόμῳ πολλῷ τὴν αὑτοῦ δεξιὰν συστείλας ἀπὸ τῆς κεφαλῆς, Τί τοῦτο, φησὶν, ὦ ∆έσποτα;
000-00-00 Serial Number=0302451551
In sanctum pascha [3] Ante [Go Back]  
 [00009]  δι' ἧς ὁ μονογενὴς τὸν κόσμον ἀπολλύμενον ἔσωσε καὶ τὸν ἐξορισθέντα ἀνεκαλέσατο ἄνθρωπον, δι' ἧς τὸν δουλωθέντα Ἀδὰμ ἠλευθέρωσεν, δι' ἧς τὴν κακῶς ἐκταθεῖσαν κατὰ τοῦ ξύλου δεξιὰν τῆς Εὔας ἰάσατο, δι' ἧς τὰς τοῦ ᾅδου πύλας ἀνέῳξε συντρίψας μοχλοὺς παραβάσεως καὶ δαιμόνων ἀμετάβλητον πατήσας ὠμότητα καὶ τοὺς πυλωροὺς καταπλήξας.
000-00-00 Serial Number=0538854480
Oratio de epiphania Ante [Go Back]  
 [00029]  Οὐκ ἔχω σοῦ παρόντος δεξιὰν πρὸς τὸ βαπτίζειν χρήσει ἀλλὰ τοῦ βαπτισθῆναι κεφαλὴν δεομένην.
 [00075]  Ἄνωθεν τῶν οὐρανῶν ἀνοιχθέντων κατεσκόπουν τὸ γινόμενον ἄγγελοι, Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τὴν τοῦ δεσπότου κεφαλὴν προσφοιτῶσα τὴν Ἰωάννου δεξιὰν παρωθεῖτο.
000-00-00 Serial Number=0424799502
Oratio de hypapante Ante [Go Back]  
 [00134]  τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἑτέραν·
000-00-00 Serial Number=0419003010
Post reditum a priore exsilio Ante [Go Back]  
 [00066]  Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
000-00-00 Serial Number=0167776763
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00036]  Σὺ τὸ ξίφος ἠκόνησας, σὺ τὴν δεξιὰν ὥπλισας, σὺ τὴν ὡπλισμένην δεξιὰν κατὰ τῆς ἀθλίας ὦσας ψυχῆς·
000-00-00 Serial Number=0664802670
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00338]  Ὁ δὲ Ἰακὼβ τὴν δεξιὰν χεῖρα ἐπέθηκεν ἐπὶ τὸν ἐξ ἀριστερῶν ἑστῶτα τὸν νεώτερον, τὴν δὲ ἀριστερὰν ἐπὶ τὸν ἐκ δεξιῶν, καὶ εὐλόγησε, τοῦ δὲ Ἰωσὴφ οἰομένου κατὰ ἄγνοιαν τοῦτο ποιεῖν τὸν πατέρα, καὶ διορθουμένου, οὐκ ἠνέσχετο ὁ Ἰακώβ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»