Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δέονται [61]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δέονται


000-00-00 Serial Number=0342129230
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00477]  Ὅτι οὐ μία παρὰ Θεῷ γυμνασίας ἰδέα, οὐδὲ τῶν αὐτῶν ἅπαντες δέονται, κἂν ἐν τοῖς αὐτοῖς ὦσι·
000-00-00 Serial Number=0179648101
Ad populum Antiochenum Ante [Go Back]  
 [00207]  Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ' ἄνθρωποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ ῥᾳδίως ἐπαίρεσθαι·
 [02047]  οἱ μὲν γὰρ εὐλαβείᾳ συζῶντες οὐδὲν δέονται τῆς τούτων παιδαγωγίας·
 [04610]  χρημάτων γάρ εἰσιν ὠνηταὶ, καὶ φίλων κολακείας δέονται·
000-00-00 Serial Number=0285438657
Catecheses ad illuminandos Ante [Go Back]  
 [00584]  οὐ δέονται χρόνου καὶ περιόδου μηνῶν.
 [01082]  [7.17] Ἐπειδὴ καὶ οἱ ἅγιοι οὗτοι μάρτυρες, ἐπεὶ τὰ ἄνω ἐφρόνησαν καὶ τῆς γῆς ὑπερεῖδον κἀκεῖνα ἐζήτησαν, διὰ τοῦτο κἀκείνων μετὰ δαψιλείας ἐπέτυχον καὶ τῆς ἐνταῦθα τιμῆς καθ' ἑκάστην ἡμέραν ἀπολαύουσιν, εἰ καὶ μὴ δέονται ταύτης καθάπαξ αὐτῆς ὑπεριδόντες, ἀλλ' ὅμως διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν προσίενται τὴν παρ' ἡμῶν τιμὴν καὶ μὴ δεόμενοι, ἵν' ἡμεῖς τὴν παρ' αὐτῶν εὐλογίαν καρπώσασθαι δυνηθῶμεν.
000-00-00 Serial Number=0300525486
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00228]  Ἀλλ' αἱ γυναῖκες πλείονος δέονται προστασίας, φησίν, οἱ δὲ ἄνδρες πολλὰς ἔχουσιν ἀπὸ τῆς φύσεως ἀφορμάς.
000-00-00 Serial Number=0695389509
De Christi divinitate Ante [Go Back]  
 [00012]  Οἱ μὲν γὰρ τὴν αἰσθητὴν ταύτην ἀνατέμνοντες γῆν, πολλῆς δέονται τῆς πραγματείας, καὶ μακρᾶς τῆς ἀναβολῆς.
 [00137]  Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ' ὑφ' ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ' ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύσαι τοῦ σώματος καὶ ἐκβαλεῖν.
000-00-00 Serial Number=0877923906
De beato Philogonio Ante [Go Back]  
 [00060]  Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ' ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας.
000-00-00 Serial Number=0166441321
De incomprehensibili dei natura Ante [Go Back]  
 [00827]  Οὐκ ἄνθρωποι μόνοι βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοήν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ ∆εσπότῃ, καὶ ἀρχάγγελοι δέονται.
000-00-00 Serial Number=0980027258
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00696]  Καὶ γὰρ τῶν τὰ σώματα ἀρρωστούντων οὐκ ἔλαττον οἱ τὰς ψυχὰς νοσοῦντες δέονται μηχανῆς καὶ μεταχειρίσεως·
000-00-00 Serial Number=0939354897
De prophetiarum obscuritate Ante [Go Back]  
 [00915]  Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι καὶ χρόνου δέονται, καὶ δαπάνης, καὶ μελλήσεως, καὶ συνεργῶν, καὶ πολλάκις ἐν τῇ τοῦ χρόνου διατριβῇ διακόπτονται.
000-00-00 Serial Number=0548615634
De sacerdotio Ante [Go Back]  
 [01160]  Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται Ὅσης μὲν ἐμπειρίας τῷ διδασκάλῳ δεῖ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας, ἱκανῶς ἡμῖν ἀποδέδεικται·
 [01241]  Εἰ γὰρ οἱ μετὰ πολλῆς τῆς ἐξουσίας δυνάμενοι λέγειν τοσαύτης δέονται τῆς γυμνασίας πρὸς τὴν τῆς κτήσεως φυλακήν, ὁ μηδὲν ὅλως συναγαγών, ἀλλ' ἐν τοῖς ἀγῶσιν ἀναγκαζόμενος μελετᾶν, πόσην ὑποστήσεται τὴν δυσχέρειαν, πόσον θόρυβον, πόσην ταραχήν, ἵνα πολλῷ τῷ μόχθῳ μικρόν τι συναγαγεῖν δυνηθῇ;
 [01269]  Ὅτι τῶν μοναζόντων ἀκριβείας δέονται πλείονοσ Παῦσαι τοίνυν ἡμᾶς ὠθῶν εἰς οὕτως ἄφυκτον δίκην·
000-00-00 Serial Number=0196602464
De virginitate Ante [Go Back]  
 [00208]  Ἄγγελοι μὲν γὰρ εἰ καὶ μὴ γαμοῦσιν μηδὲ γαμίζονται, ἀλλ' οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι οὐδὲ ἐπὶ τῆς γῆς ἔχουσι τὰς διατριβὰς οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναται οὐδὲ ὄψις ἐπικάμψαι λαμπρὰ οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν·
 [00460]  Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῶν παραμυθίας ἀλλ' ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος.
000-00-00 Serial Number=0012834847
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00166]  ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας, κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος.
 [01878]  Κατὰ γὰρ τὸν τῆς θείας συνάξεως καιρὸν, ἀδελφοὶ, οὐκ ἄνθρωποι μόνον βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοὴν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ ∆εσπότῃ, καὶ ἀρχάγγελοι δέονται·
 [02371]  Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.
 [02533]  Καὶ γὰρ ποδαλγίαι ταχέως αὐτοῖς ἐφίπτανται, καὶ τρόμος ἄκαιρος, καὶ γῆρας ἄωρον, καὶ κεφαλαλγίαι καὶ διατάσεις καὶ στομάχων πληρώσεις καὶ ὀρέξεων ἀναιρέσεις, καὶ διηνεκῶν δέονται ἰατρῶν, καὶ συνεχῶν τῶν φαρμάκων, καὶ καθημερινῆς τῆς θεραπείας.
 [07337]  Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας·
 [09999]  Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡμῖν δέονται·
000-00-00 Serial Number=0721059084
Epistulae Ante [Go Back]  
 [02421]  Ὥσπερ γὰρ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, οὕτως οἱ ὀλίγωροι καὶ ἀναπεπτωκότες πολλῆς δέονται τῆς θεραπείας.
000-00-00 Serial Number=0813122213
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00519]  Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας·
000-00-00 Serial Number=0824225307
Expositiones in Psalmos Ante [Go Back]  
 [00988]  Οἱ γὰρ ταύτην ὁδεύοντες τὴν ὁδὸν, ἐκείνης μάλιστα δέονται τῆς ῥοπῆς.
000-00-00 Serial Number=0116538584
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00032]  Καὶ οἱ μὲν ὀργάνων δέονται, καὶ τόπων, καὶ καιρῶν, καὶ ἐπὶ χρήμασι λέγουσι·
000-00-00 Serial Number=0700231075
In Acta apostolorum Ante [Go Back]  
 [02024]  Οἱ δὲ θαυμαστοὶ καὶ μεγάλοι καὶ Θεῷ φίλοι, οὐδενὸς τούτων δέονται·
 [09999]  Οἱ λαϊκοὶ δέονται ἡμῶν·
000-00-00 Serial Number=0254756629
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00536]  οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ' ἑτέρων δέονται τῶν μυσταγωγηθέντων.
 [04459]  Οὗτοι γὰρ καὶ οἰκοδομικὴν καὶ ὑφαντικὴν καὶ τὴν τῶν ὑποδημάτων εἴασαν τέχνην, μόνης δὲ τῆς γεωργικῆς δέονται.
000-00-00 Serial Number=0611870885
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00089]  Καθάπερ γὰρ οἱ φιλάργυροι ὅσον ἂν λάβωσι, τοσοῦτον πλειόνων δέονται·
 [00226]  Ἐκεῖ φησιν, ὅτι οὐ δέονται διδασκαλίας τῆς παρ' ὑμῶν·
000-00-00 Serial Number=0665955365
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01570]  Ἐν συνηθείᾳ πολλοὶ κατέστησαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑπομιμνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολλάκις ἀλλαχοῦ ῥεμβομένου, καθάπερ ὑπό τινος ἐμψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόματος ἕλκεται πρὸς τὸ σημεῖον ἐργάσασθαι.
000-00-00 Serial Number=0564920187
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01057]  κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφημίας ἀεὶ, καὶ δέονται διαβαστάζεσθαι.
 [01160]  ∆ιὰ τοῦτο πάλιν ἐκ πολλοῦ τοῦ περιόντος τὴν οἴησιν αὐτῶν καθαιρῶν, τοὺς ἰδιώτας πρώτους εἰσήγαγε, δείξας ὡς πάντες τῆς ἄνωθεν δέονται σοφίας.
 [02756]  Ἐπειδὴ γὰρ τῇ σοφίᾳ ἐχρήσαντο εἰς τὸ μὴ δεηθῆναι τοῦ Θεοῦ, δι' αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται τοῦ Θεοῦ.
 [03516]  Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ' ἑτέρων δέονται τῶν διδασκόντων.
 [09999]  Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πέ-νητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενή-των, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.
 [09999]  Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυ-τοῖς, εἴ γε ἐκείνων δέονται.
000-00-00 Serial Number=0371870935
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00119]  Πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου.
 [00573]  Ὥσπερ γὰρ οἱ βαστάζοντες τὸ σημεῖον τὸ βασιλικὸν ἐν πολέμῳ, τὸ λεγόμενον τῇ συνηθείᾳ λάβουρον, πολλῆς δέονται τῆς ἰσχύος καὶ τῆς ἐμπειρίας, ὥστε αὐτὸ μὴ προδοῦναι τοῖς πολεμίοις·
 [00574]  οὕτω καὶ οἱ τὸ ὄνομα τοῦ Χριστοῦ βαστάζοντες οὐκ ἐν πολέμῳ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ, πολλῆς δέονται τῆς δυνάμεως, ὥστε τοῖς κατηγόροις αὐτὸ μὴ ἐκδοῦναι στόμασιν, ἀλλὰ βαστάζειν καλῶς καὶ φέρειν τὸν σταυρόν.
 [02838]  πολλῆς γὰρ δέονται τιμῆς μεμονωμέναι·
 [03211]  Οὐ γὰρ δὴ, ὥσπερ ἡμεῖς, πολλῶν ὡρῶν δέονται πρὸς τὸ τὸν ὕπνον ἀποτινάξασθαι καὶ τὴν καρηβαρίαν.
000-00-00 Serial Number=0376983047
In epistulam ad Colossenses Ante [Go Back]  
 [00284]  καὶ τούτῳ μὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν·
000-00-00 Serial Number=0271253645
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00253]  Τί τοῦτο, ὅτι οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑμᾶς, ἀλλ' ἡ πρώτη προσαγωγὴ ἀρκεῖ πάντας ὑμᾶς καταστρέψασθαι καὶ ἑλεῖν;
 [00422]  Οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι·
000-00-00 Serial Number=0297121048
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00094]  Ὁρᾷς γοῦν ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν·
 [00681]  Οὕτω δὴ καὶ ἐνταῦθα, οἱ μὲν πρὸς τὴν ὁδὸν τοῦ βίου τούτου πολλῶν δέονται, οἱ δὲ οὐδενός.
 [01879]  Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡμῖν δέονται·
 [08245]  Εἰπέ μοι, οἱ ἄγγελοι οὐχὶ μόνοι περιπολοῦσι τὴν οἰκουμένην, καὶ οὐ δέονται οὐδενὸς τοῦ ἑψομένου;
 [08834]  Καὶ οἱ νοσοῦντες ἴσασιν, ὅτι ἡ ψυχροποσία κακὸν, ἀλλ' ὅμως δέονται τῶν κωλυσόντων·
000-00-00 Serial Number=0780981243
In epistulam ad Philemonem Ante [Go Back]  
 [00223]  Εἰ γὰρ ἕτεροι ἐπιτυγχάνουσιν ὧν δέονται, πολλῷ μᾶλλον Παῦλος·
000-00-00 Serial Number=0582513452
In epistulam ad Romanos Ante [Go Back]  
 [01344]  Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐ δέονται τῆς χάριτος, διὰ μόνου τοῦ νόμου δικαιούμενοι, δείκνυσιν, ὅτι αὐτοὶ μᾶλλον τῶν Ἑλλήνων δέονται, εἴ γε μᾶλλον μέλλουσι κολάζεσθαι.
000-00-00 Serial Number=0606078446
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00112]  καὶ διὰ τοῦτο προλαμβάνει, καὶ ἀπάγει τῆς ἐντεύξεως αὐτοὺς, ἵνα μηδενὸς ὧν δέονται ἐπιτύχωσιν.
000-00-00 Serial Number=0688398600
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00035]  Ὥσπερ γὰρ οἱ φρενίτιδι κατεχόμενοι αὐτοὶ μὲν οὐκ ἂν δύναιντο συνιδεῖν ἐν οἷς εἰσιν, ἰατρῶν δὲ δέονται τῶν τῆς μανίας αὐτοὺς ἀπαλλαξόντων·
 [00036]  οὕτω δὴ καὶ οἱ τῇ χαλεπῇ λύσσῃ τῶν χρημάτων κατεχόμενοι, ἑτέρων δέονται διδασκάλων, ἵνα κἂν ὅτι λυσσῶσι μάθωσι.
000-00-00 Serial Number=0669892728
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00206]  Καὶ γὰρ καὶ ποδάγραι ταχέως αὐτοῖς ἐφίπτανται καὶ τρόμος ἄκαιρος καὶ γῆρας ἄωρον καὶ κεφαλαλγίαι καὶ διατάσεις καὶ στομάχων πηρώσεις καὶ ὀρέξεως ἀναίρεσις καὶ διηνεκῶν δέονται ἰατρῶν καὶ συνεχῶν τῶν φαρμάκων καὶ καθημερινῆς τῆς θεραπείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»