Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δένδρα [76]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δένδρα


000-00-00 Serial Number=0238255560
Ad Innocentium papam i Ante [Go Back]  
 [00063]  Ἡμέρας δὲ γενομένης, πᾶσα ἡ πόλις ἕξω τῶν τειχῶν μετῳκίζετο ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες.
000-00-00 Serial Number=0652951241
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00170]  οὐ δένδρα ἥμερα, ἀλλὰ καὶ ἄγρια·
 [00205]  Ἀλλ' ὅμως τοῦτο τὸ φαιδρὸν ἄστρον καὶ γλυκὺ καὶ ὀφθαλμοὺς λυμαίνεται ἀσθενοῦντας καὶ γῆν κατακαίει θερμοτέρας ἀφεὶς τὰς ἀκτῖνας καὶ πυρετοὺς τίκτει καὶ καρπὸν πολλάκις κατεξήρανε καὶ ἐποίησεν ἄχρηστον καὶ δένδρα ἄκαρπα εἰργάσατο καὶ μέρος τῆς οἰκουμένης ἀοίκητον κατέστησεν ἡμῖν.
000-00-00 Serial Number=0942982852
Ad populum Antiochenum Ante [Go Back]  
 [00508]  Καθάπερ γὰρ παράδεισος τῆς ἀρδείας ἐπιλιπούσης, ἔρημα τῶν φύλλων καὶ γυμνὰ τῶν καρπῶν τὰ δένδρα δείκνυσιν, οὕτω δὴ καὶ ἡ πόλις ἡμῶν γέγονε νῦν·
 [03041]  τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα·
 [05030]  καὶ γὰρ κομῶντα τὰ λήϊα, καὶ φύλλοις καὶ καρπῷ τὰ δένδρα βρύοντα διὰ τῆς ὄψεως βοᾷ τὴν ἐκ τοῦ χειμῶνος γενομένην ὠφέλειαν αὐτοῖς.
000-00-00 Serial Number=0408032060
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00477]  Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν.
000-00-00 Serial Number=0194952309
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00165]  οὐκ ἔστιν ἐνταῦθα δένδρα καλὰ καὶ ὡραῖα ἰδεῖν, ἀλλ' ἔστιν ἐνταῦθα χαρίσματα πνευματικά.
000-00-00 Serial Number=0725487947
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00146]  Καὶ κάλει μοι εἰς εἰκόνας τῶν λεγομένων τοὺς τῶν ζωγράφων παῖδας, οἳ πολλάκις καὶ φυτὰ καὶ δένδρα καὶ λειμῶνας καὶ ποταμοὺς ζωγραφοῦσιν, καὶ ἐπειδὰν δὴ τὴν φύσιν συνεργοῦσαν οὐκ ἔχουσι, τέχνῃ βιάζονται τῇ κράσει τῶν χρωμάτων τὰς τῶν πραγμάτων παριστᾷν εἰκόνας.
000-00-00 Serial Number=0147491872
De Anna i Ante [Go Back]  
 [00050]  ὅτε καὶ λαβόμενος ὑμῶν οὐχὶ τῆς χειρὸς, ἀλλὰ τῆς διανοίας, πανταχοῦ τῆς κτίσεως περιήγαγον, δεικνὺς οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ πελάγη μακρὰ, καὶ λειμῶνας, καὶ παραδείσους, καὶ κομῶντα τὰ λήϊα, καὶ βριθόμενα τοῖς καρποῖς τὰ δένδρα, καὶ καλυπτομένας δρυμοῖς κορυφὰς ὁρῶν·
000-00-00 Serial Number=0778147578
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00005]  Οὐ γὰρ τοιαῦτα τὰ φυτὰ τῆς γῆς, οἷα τὰ δένδρα τῆς Ἐκκλησίας·
000-00-00 Serial Number=0383678019
De beato Abraham Ante [Go Back]  
 [00204]  Καὶ ἦν ἰδεῖν τὴν γῆν κυμαινομένην, τὰ πτηνὰ, τὰ ἔνυδρα, τὰ χερσαῖα, τοὺς λειμῶνας, τὰ ἄνθη, τὰ δένδρα, τὴν ἄμπελον, τὴν ἐλαίαν, τὰ μυρία γένη τῶν
000-00-00 Serial Number=0512094021
De diabolo tentatore Ante [Go Back]  
 [00674]  οὕτω γοῦν καὶ δένδρα ὑπὸ ἀνέμων ἐναντίων ῥιπιζόμενα ἰσχυρότερα γίνεται.
000-00-00 Serial Number=0979324043
De fato et providentia Ante [Go Back]  
 [00074]  ∆ιὰ γὰρ τοῦτο καθ' ἑκάστην ἡμέραν θείας ἀπολαύομεν ἀκροάσεως, ἵνα καθάπερ δρεπάνῃ τῷ λόγῳ, τὰ ὑλομανοῦντα πάθη τῆς διανοίας περικόπτοντες, ἔγκαρπα δένδρα γενώμεθα, καὶ καρπὸν ἐνέγκωμεν ὥριμον, εἰς ἀποθήκην ἀποτιθέμενον βασιλικὴν, δόξαν φέροντα τῷ κοινῷ ∆εσπότῃ καὶ γεωργῷ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡμῖν ζωὴν τὴν ἀθάνατον, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ κράτος, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0957699895
De incomprehensibili dei natura Ante [Go Back]  
 [00624]  Ἤδη γάρ που καὶ γῆ χερσωθεῖσα καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας καὶ ἀκανθῶν πλῆθος καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκείων κόλπων πολλάκις·
000-00-00 Serial Number=0069874585
De mutatione nominum Ante [Go Back]  
 [00443]  παρθένος γὰρ ἦν ἡ γῆ, καὶ οὔτε ἄροτρον δεξαμένη ἦν, οὔτε εἰς αὔλακα διανοιγεῖσα, ἀλλ' ἄπειρος οὖσα γεωργικῶν χειρῶν ἀπὸ ἐπιταγῆς μόνον ἐβλάστησε τὰ δένδρα ἐκεῖνα.
 [00449]  εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐβλάστησεν ἡ παρθένος γῆ τὰ δένδρα ἐκεῖνα τὰ παράδοξα;
000-00-00 Serial Number=0028943777
De paenitentia [3] Ante [Go Back]  
 [00087]  Ἀλλ' ἵνα μὴ μηκύναντες τὸν λόγον δόξωμεν ἐρεσχελεῖν, ἐνταῦθα τὸ βαλάντιον τῶν λόγων ἡμῶν σφραγίσαντες ἐπὶ τὸν θεόκτιστον λειμῶνα ὑμᾶς παραπέμψωμεν, ἐν ᾧ εἰσὶ τὰ καλλίπνοα δένδρα τῶν δογμάτων στελέχη, ἃ ὁ Θεὸς διὰ τῶν πατέρων εἰς ὀροφὴν τῆς Ἐκκλησίας ὑμῖν κατεφύτευσε διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0952456415
De patientia sermo 2 Ante [Go Back]  
 [00070]  τὰ δένδρα τὸν καρπὸν βαρούμενα εἰς τὴν γῆν ἔβλεπον, κἀκεῖνος τῷ βάρει τῶν κακῶν εἰς οὐρανὸν οὐκ ἀνέβλεπεν·
000-00-00 Serial Number=0717257857
De perfecta caritate Ante [Go Back]  
 [00256]  Ἀλλὰ νῦν αὕτη πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα, Ἕστηκε μὲν γὰρ δένδρα, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνημα.
000-00-00 Serial Number=0004335463
De precatione [1] Ante [Go Back]  
 [00089]  χρῄζομεν γὰρ οἱ πάντες ἄνθρωποι ταύτης οὐχ ἧττον, ἢ τὰ δένδρα τῶν ὑδάτων.
000-00-00 Serial Number=0836156845
De regressu Ante [Go Back]  
 [00033]  ἐκεῖ δένδρα διάφορα, ἐνταῦθα χαρίσματα ποικίλα καὶ πνευματικά.
 [00034]  Ἐν τῷ παραδείσῳ δένδρα μαραινόμενα, ἐν τῇ
 [00036]  ἐκκλησίᾳ δένδρα μηδέποτε καρπὸν ἀναβάλλοντα (f.
000-00-00 Serial Number=0949030101
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05486]  Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις·
 [05492]  δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν δένδρων καὶ καρπῶν, ἀλλὰ πάντα τέφραν·
 [09755]  Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων, ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν, ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει.
 [09999]  Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνιθες καὶ ἰχθύες ὀδύρηται ἡμᾶς τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει.
000-00-00 Serial Number=0722898126
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01119]  Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν·
000-00-00 Serial Number=0251330674
Expositiones in Psalmos Ante [Go Back]  
 [02221]  Τίνα δὲ τὰ δένδρα;
 [02993]  Καὶ τί δήποτε οὐ πάντα ἐπῆλθε τὰ ὁρώμενα, καὶ φυτὰ καὶ σπέρματα καὶ δένδρα;
 [03152]  Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰκοδομήν;
 [04756]  Καὶ τί δήποτε οὐ πάντα ἐπῆλθε τὰ ὁρώμενα, καὶ φυτὰ καὶ σπέρματα καὶ δένδρα;
 [04915]  Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰκοδομήν;
000-00-00 Serial Number=0553423166
Homilia de capto Eutropio Ante [Go Back]  
 [00886]  Ἔχων ἄνθη διάφορα, καὶ δένδρα, καὶ πολλοὺς τοὺς μαργαρίτας.
000-00-00 Serial Number=0672475278
In Acta apostolorum Ante [Go Back]  
 [06933]  Οὐχ ὁρᾶτε τὰ δένδρα τὰ ἄκαρπα πῶς ἐστιν ἰσχυρὰ, πῶς καλὰ, εὐμήκη, λεῖα καὶ ὑψηλά;
 [07592]  Τί φυτεύεις δένδρα, ὧν οὐκ ἀπολαύσῃ, ἀλλὰ πρὶν ἢ ἀπολαύσεις, ὁ θάνατος ἐπελθὼν προαρπάζει σε;
000-00-00 Serial Number=0176830173
In Genesim sermo 3 Ante [Go Back]  
 [00368]  Κατάκαμψον τὰ δένδρα σου, καὶ πρόσπεσον τῷ εὐσπλάγχνῳ, καὶ τῷ ἤχῳ τῶν φύλλων σου ἀνάκραξον ἐν ἰσχΰι.
000-00-00 Serial Number=0266731799
In Isaiam Ante [Go Back]  
 [00519]  Οὐ γὰρ δὴ ξόανα προσεκύνουν μόνον, ἀλλὰ καὶ δένδρα ἐν κήποις ἐθεράπευον.
000-00-00 Serial Number=0625627995
In Psalmos 101-107 Ante [Go Back]  
 [00596]  Ὅτι κἀκεῖνα δεῖται ὑετῶν, ἔνθα βοτάναι καὶ δένδρα ἄκαρπα.
 [00638]  ∆ιὰ δὲ τοῦ Λιβάνου ἐπισήμου ὄρους καὶ τῶν αὐτοῦ κέδρων τὰ λοιπὰ τῆς γῆς ὄρη καὶ δένδρα δεδήλω κε.
 [00639]  Τὰ δένδρα δὲ ταῦτα ἀνθρώποις μὲν συνίστησιν οἴ κους, ὀρνέων δὲ δέχεται τὰς οἰκήσεις.
 [01116]  ∆ιὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε·
000-00-00 Serial Number=0350636184
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00003]  Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν.
000-00-00 Serial Number=0708021283
In Psalmum 118 Ante [Go Back]  
 [00931]  Μένει καὶ ἡ γῆ κατὰ τὴν σὴν δημιουργίαν, βλαστάνουσα κατὰ τὸν καιρὸν αὐτῆς βοτάνας, φυτὰ, δένδρα, φέρουσα καρποὺς, σπέρματα πρὸς ἀποτροφὴν πάντων τῶν ζώων·
000-00-00 Serial Number=0226136982
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00057]  τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης·
000-00-00 Serial Number=0338476896
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00053]  Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας·
000-00-00 Serial Number=0688896120
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04520]  οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν τῶν ὑποκειμένων κωλύῃ.
000-00-00 Serial Number=0512821555
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09336]  ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος·
000-00-00 Serial Number=0602995932
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02201]  καὶ ἕστηκε μὲν δένδρα, καὶ καρπὸν ἔχει·
 [02210]  δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν ἔχοντα δένδρων οὐδὲ καρπῶν·
000-00-00 Serial Number=0084120750
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05850]  Οὐχ ὁρᾷς ὅτι καὶ τὰ δένδρα ὅσῳ ἂν ὑπὸ ἀνέμων ῥιπίζηται, τοσούτῳ μᾶλλον ἰσχυρότερα γίνεται καὶ πυκνότερα;
 [06781]  Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι, καὶ ξύλα, καὶ δένδρα, καὶ θηρία, καὶ ὄρνιθες, καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται οὐδὲ θρηνήσει.
000-00-00 Serial Number=0073302448
In epistulam ad Romanos Ante [Go Back]  
 [09999]  ∆ιὰ τί τὰ ἄκαρπα δένδρα, μάθε·
000-00-00 Serial Number=0745588899
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00014]  Καὶ μηδεὶς νομιζέτω ἔχειν μὲν τὸν οἰκοδεσπότην ἐν τῷ ἰδίῳ παραδείσῳ δένδρα διάφορα, φοίνικας λέγω καὶ μῆλα καὶ ἐλαίας, τὸν δὲ Κύριον ἐν τῷ ἰδίῳ παραδείσῳ τῆς Ἐκκλησίας μὴ ἔχειν διάφορα στελέχη τῶν πατέρων, ἕκαστον κατὰ τὴν οἰκείαν χρηστότητα πρὸς τὴν τῶν εἰσπορευομένων ἀπόλαυσιν ἐκ βάθους τῆς καρδίας τοὺς καρποὺς τῶν λόγων προσφέροντα.
 [00025]  οὕτω γὰρ προθύμως ἐπὶ τὰ καλλίκαρπα δένδρα τῶν ἁγίων πατέρων ζέοντες τῷ πνεύματι ἐπειχθήσεσθε.
000-00-00 Serial Number=0996734917
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00165]  Εἰ δὲ οὗτοι τοιοῦτοι, ἐννόησον τὰ λοιπὰ μέρη τῆς οἰκουμένης πῶς διέκειντο, ὑπὸ δαιμόνων βακχευόμενοι, ὑπὸ κακίας τυραννούμενοι, τοῖς παθήμασι πᾶσιν ὑποκλινόμενοι, ξύλα θεραπεύοντες, λίθους προσκυνοῦντες, ὄρη, καὶ βουνοὺς, καὶ νάπας, καὶ δένδρα, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμούς.
 [00201]  Καὶ ὁ λίθος ἐφάνη λίθος, καὶ τὸ ξύλον, ξύλον, καὶ τὰ δένδρα, δένδρα, καὶ αἱ πηγαὶ, πηγαί.
000-00-00 Serial Number=0876780748
In illud Memor fui dei Ante [Go Back]  
 [00142]  εἰπὲ, πῶς τὰ δένδρα τοὺς καρποὺς ἐγκυμονοῦσιν;
000-00-00 Serial Number=0023691595
In illud Ne timueritis Ante [Go Back]  
 [00551]  Ὅταν γὰρ εἰσέλθῃς εἰς οἰκίαν τινὸς πλουσίου, καὶ ἴδῃς ἐν τῷ οἴκῳ αὐτοῦ κίονας ὑπεραίροντας τῷ μεγέθει, καὶ χρυσᾶς κεφαλίδας, καὶ μάρμαρα τῷ τοίχῳ προσπεπηγότα, καὶ κρήνας ῥεούσας, καὶ πηγὰς καὶ περιπάτους, καὶ δένδρα τῷ ἀνέμῳ καμπτόμενα, καὶ πάντα ψηφίδων γέμοντα, καὶ εὐνούχων χρυσοφορούντων ἀγέλην, καὶ οἰκετῶν πλῆθος, καὶ τάπητας ἐπὶ τοῦ ἐδάφους κειμένους, καὶ τράπεζαν ἐκλάμπουσαν τῷ χρυσῷ, καὶ κοιτῶνας κεκοσμημένους·
000-00-00 Serial Number=0159314036
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00151]  νυνὶ δὲ οὐκ ἐποίησεν οὕτως, ἀλλὰ καὶ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβάλλειν, καὶ ἑτέροις πολλοῖς τρόποις θεραπεῦσαι καὶ ἄμπελον καὶ δένδρα καὶ σπέρματα τοῖς ἀνθρώποις ἐνομοθέτησεν, ἵν' ἡ τῆς ἐργασίας ἀσχολία πάσης ἀπάγῃ πονηρίας τὴν τῶν ἐργαζομένων διάνοιαν.
 [00187]  Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν, ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους καὶ ἄκαρπα δένδρα, τὴν δὲ ἐργασίας ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν.
000-00-00 Serial Number=0210881770
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00035]  Πάντα σώματα τὰ κάτω, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ γῆ, καὶ θάλαττα, καὶ δένδρα, καὶ φυτὰ, καὶ βόες, καὶ πρόβατα, καὶ ἵπποι·
000-00-00 Serial Number=0118373394
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00002]  Ὁπόταν ἐκ χειμῶνος κρυεροῦ θερμὸν ἔαρ ἐκλάμψῃ, τότε καὶ ἡ γῆ χλοερὰν πόαν προβάλλεται, καὶ τὰ δένδρα ἀνθοκόμοις πρέμνοις ὡραΐζεται, καὶ ὁ ἀὴρ ἡλίῳ καταλαμπόμενος ἀγλαΐζεται, καὶ πᾶς ὀρνίθων χορὸς, ἀνὰ τὸν αἰθέρα πετώμενος, ταῖς μελῳδίαις κλαγγάζει.
000-00-00 Serial Number=0896814048
In omnes sanctos Ante [Go Back]  
 [00004]  μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα·
000-00-00 Serial Number=0996245503
In saltationem Herodiadis Ante [Go Back]  
 [00004]  Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει·
000-00-00 Serial Number=0581190884
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00145]  ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτὰ, καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πε δίοις, τὰ παρὰ θάλασσαν·
 [00179]  Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξη ράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυ γμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγεί ρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦ σαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας τὰ γινόμενα, ἀξιώσῃ τὸν ∆εσπότην αὐτοῦ δοῦναι ὑετόν.
000-00-00 Serial Number=0614135504
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00167]  ἐκεῖ κυπάρισσοι, δένδρα ἄκαρπα, ἐνταῦθα λείψανα ἁγίων καὶ ῥίζαι κάτω πεφυτευμέναι, καὶ τοὺς κλάδους εἰς τὸν οὐρα νὸν ἀνατείνουσαι.
 [00172]  Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν μὴ τρυγή σῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν, φθειρομένου τοῦ καρποῦ καὶ κα ταῤῥέοντος·
000-00-00 Serial Number=0839459360
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00125]  Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.
000-00-00 Serial Number=0128514647
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00110]  Ἱστορεῖ γοῦν ὁ Μωϋσῆς ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐκέλευσεν ὁ θεὸς τὰ ἄνθη καὶ τὰ δένδρα καὶ τὰς βοτάνας γενέσθαι, ἔαρος δὲ σύμβολα ταῦτα συμφωνοῦντα τῇ τέχνῃ [30] ὁδῷ καὶ τάξει τοῦ θεοῦ τὰ πάντα κτίζοντος.
000-00-00 Serial Number=0553768218
Prooemia in Psalmos Ante [Go Back]  
 [00082]  ∆ιὰ τί τὰ ἄκαρπα δένδρα, μάθε·
000-00-00 Serial Number=0838249207
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·
000-00-00 Serial Number=0991581142
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02037]  Ὑπὸ δὲ πάντα τὰ δένδρα κοιμᾶται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»