Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γλώττης [202]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γλώττης


000-00-00 Serial Number=0949178874
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00232]  Ἆρ' οὖν διὰ τοῦτο χωρὶς γλώττης καὶ ὀφθαλμῶν γενέσθαι τοὺς ἀνθρώπους ἐχρῆν;
000-00-00 Serial Number=0062295556
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00009]  ἡμεῖς μὲν γὰρ τὴν ἀπὸ τῆς γλώττης παρεξόμεθα διακονίαν.
000-00-00 Serial Number=0213607132
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00763]  [13.12] Τῇ μὲν γὰρ οἰκίᾳ τοὺς ὁδίτας ὑπεδέχετο καὶ ἐκείνων μᾶλλον ἦν ἡ οἰκία ἢ τοῦ κεκτημένου, τῇ δὲ τοῦ σώματος ἰσχύϊ τοῖς ἀδικουμένοις ἤμυνε, τῇ δὲ τῆς γλώττης συνέσει καὶ σοφίᾳ τοὺς ἐπηρεάζοντας ἐπεστόμιζε καὶ τὴν εὐαγγελικὴν πολιτείαν διὰ πάντων διαλάμπουσαν ἐπεδείκνυτο.
000-00-00 Serial Number=0725187540
Ad illuminandos catecheses Ante [Go Back]  
 [00157]  Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος.
 [00160]  Καὶ τὴν μὲν εὐκολίαν τῶν ὀλισθημάτων διὰ τῆς γλώττης τις δηλῶν ἔλεγε·
 [00161]  Πολλοὶ ἔπεσον διὰ μαχαίρας, ἀλλ' οὐ τοσοῦτοι ὅσοι διὰ γλώττης.
 [00179]  Ἐν χειρὶ γλώττης ζωὴ καὶ θάνατος.
 [00187]  Οὕτω καὶ περὶ τῆς γλώττης λογισώμεθα·
 [00446]  Θαυμάσαντες τοίνυν τὴν αὐτοῦ φιλοφροσύνην ἐπιδειξώμεθα τὰ παρ' ἡμῶν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς γλώττης χαλινώσωμεν ῥύμην, καὶ μὴ ἀεὶ φθεγγώμεθα·
000-00-00 Serial Number=0981400907
Ad populum Antiochenum Ante [Go Back]  
 [01534]  Ἡ μὲν γὰρ φύσις τῆς γλώττης καὶ ταύτης κἀκείνης ἦν μία, ἡ δὲ ἐργασία οὐ μία.
 [02254]  Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ καὶ διὰ τῆς γλώττης, καὶ διὰ τῆς ἐπιστολῆς πᾶσιν ἀνεκήρυττε, καὶ τὴν τῶν ἀθλητῶν ἔνστασιν, καὶ τὴν τοῦ ἀγωνοθέτου ἰσχύν.
 [02502]  τὸν δὲ τοῦ Εὐαγγελίου ∆εσπότην ἁπλῶς ἐπὶ τῆς γλώττης πανταχοῦ περιφέρεις;
 [02512]  τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς τοῦ Θεοῦ κολάσεως, καὶ περιέσῃ πάντως.
 [02803]  πάλιν ὁ μὲν τὴν φωνὴν ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες οἱ τῆς γλώττης ἐκείνης ἀπεστερημένοι ἀπῆλθον ἂν μηδὲν μαθόντες·
 [02970]  μύρον γάρ ἐστιν ὁ νηστεύων πνευματικὸν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης καὶ διὰ πάντων ἐμφαίνων τὴν τῆς ψυχῆς εὐταξίαν.
 [03391]  πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης, δι' ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης, δι' ἧς τὴν ψυχὴν ἐμολύναμεν;
 [03987]  τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ διάβολος τὰς σειρὰς τῶν ἁμαρτημάτων ἡμῶν πλέκων, ἂν μὴ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς γλώττης τῆς ἡμετέρας οὐδὲ ἐπιχειρῆσαι δύναιτ' ἄν·
000-00-00 Serial Number=0777397037
Adversus Judaeos Ante [Go Back]  
 [01891]  Τί γὰρ ἂν δέοιντο τῆς ἡμετέρας γλώττης, ὧν καὶ τὰ παλαίσματα ὑπὲρ τὴν θνητὴν φύσιν ἐστὶ, καὶ τὰ ἔπαθλα ὑπὲρ δύναμιν καὶ διάνοιαν;
000-00-00 Serial Number=0882999957
Catecheses ad illuminandos Ante [Go Back]  
 [00183]  Οὐ μόνον δὲ ὀφθαλμῶν, ἀλλὰ καὶ γλώττης πολλὴν τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή.
 [00350]  Τὰ γὰρ ῥήματα ἃ ἐνταῦθα προΐεσθε ἐγγράφεται ἐν τῷ οὐρανῷ καὶ τὰς συνθήκας ἃς διὰ τῆς γλώττης προσφέρετε ἀνεξάλειπτοι μένουσι παρὰ τῷ δεσπότῃ.
 [00364]  Καὶ γὰρ ἄγγελοι παρεστηκότες καὶ αἱ ἀόρατοι δυνάμεις ἡδόμεναι ἐπὶ τῇ ὑμετέρᾳ ἐπιστροφῇ δέχονται παρὰ τῆς ὑμετέρας γλώττης τὰς φωνὰς καὶ ἀναφέρουσι τῷ κοινῷ πάντων δεσπότῃ καὶ ἐν ταῖς βίβλοις ταῖς οὐρανίοις αὗται ἐγγράφονται.
 [00370]  [2.22] Εἶτα μετὰ τὴν συνθήκην ταύτην καὶ τὴν ἀποταγὴν καὶ τὴν συνταγήν, ἐπειδὴ ὡμολόγησας τὴν δεσποτείαν καὶ διὰ τῶν τῆς γλώττης ῥημάτων συνετάξω τῷ Χριστῷ, λοιπὸν ὡς στρατιώτην καὶ εἰς τὸ στάδιον καταλεγέντα τὸ πνευματικόν, ἀλείφει ἐπὶ τοῦ μετώπου τῷ μύρῳ τῷ πνευματικῷ, τὴν σφραγῖδα ἐπιτιθεὶς καὶ λέγων·
 [00666]  [4.23] ∆ιό, παρακαλῶ, ἤδη ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων πολὺν τὸν ἀγῶνα, πολλὴν τὴν φαιδρότητα ἐπιδείξασθε, διὰ πάντων τοῦ ἐνδύματος τούτου τὸ κάλλος λαμπρότερον καὶ φαιδρότερον κατασκευάζοντες καὶ μήτε λόγος τῆς γλώττης ἁπλῶς καὶ εἰκῇ προπηδάτω, ἀλλὰ πρότερον σκοπῶμεν εἴ τι χρήσιμον ἔχει καὶ εἴ τινα οἰκοδομὴν τοῖς ἀκούουσι παρέχειν δύναται καὶ τότε μετὰ πολλοῦ τοῦ δέους τὰ ῥήματα προφέρωμεν, ὡσανεί τινος ἑστῶτος καὶ ταῦτα γραφῇ παραδιδόντος, μνημονεύοντες τοῦ παρὰ τοῦ Κυρίου εἰρημένου·
 [00673]  ἀλλὰ καὶ γλώττης ἀκρίβειαν καὶ διανοίας καθαρότητα ἐπιδείκνυσθαι καὶ ἕκαστον ἡμῶν τῶν μελῶν παιδαγωγεῖν μηδὲν ἔργον μεταχειρίζειν ὃ μὴ πολὺ τὸ κέρδος τῇ ψυχῇ πραγματεύεται.
 [01001]  Ἐπὶ δὲ τῆς ψυχῆς εἰ γένοιτό ποτε, ὃ μὴ γένοιτο, καὶ δέξεταί τινα κηλῖδα ἢ διὰ γλώττης ἢ διὰ λογισμῶν τῶν ἐν τῇ διανοίᾳ τικτομένων, πολλὴ εὐθέως ἡ λύμη ἐπεισέρχεται, πολὺ τοῦ φορτίου τὸ βάρος, πολλὴ ἡ δυσωδία.
 [01180]  [8.4] Μὴ τοίνυν πρὸς τὸ σχῆμα ἁπλῶς ὁρῶντες καὶ τῆς γλώττης τὴν διάλεξιν παρατρέχωμεν αὐτῶν τὴν ἀρετήν, ἀλλ' ἀκριβῶς αὐτῶν καταμάθωμεν τὸν βίον τὸν ἀγγελικόν, τὴν φιλόσοφον διαγωγήν.
000-00-00 Serial Number=0522917271
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00334]  οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος.
 [00368]  Καὶ γὰρ ἂν φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγξεται, τῆς γλώττης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων ἀναχρωσθείσης ῥημάτων·
000-00-00 Serial Number=0420487106
Contra theatra Ante [Go Back]  
 [00303]  Μόνης γὰρ ἦν τῆς τοῦ Ἀβραὰμ γλώττης, ὡς οἶμαι, ἀδακρυτὶ τὰ γινόμενα διηγήσασθαι, καὶ τοιαύτην δεῖξαι ἐπὶ τῶν λόγων μεγαλοψυχίαν, οἵαν ἐκεῖνος ἐπὶ τῶν ἔργων ἔδειξε τὴν στεῤῥότητα.
000-00-00 Serial Number=0213312268
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00181]  Ἐπεὶ καὶ τὸν μακάριον ∆αυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ ἄνδρα αἱμάτων ἐκάλεσεν ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν.
000-00-00 Serial Number=0565732777
De Christi divinitate Ante [Go Back]  
 [00138]  Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ' ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ' ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο.
000-00-00 Serial Number=0753283262
De Davide et Saule Ante [Go Back]  
 [00263]  Ἂν γὰρ μελετήσῃ τὸ στόμα ἐντίμῳ καὶ θεραπείαν ἔχοντι καλεῖν τὸν λελυπηκότα ὀνόματι, καὶ ἀκούσασα ἡ ψυχὴ παρὰ τῆς γλώττης παιδευομένη καὶ συνεθιζομένη καταδέξεται τὴν πρὸς ἐκεῖνον καταλλαγήν.
000-00-00 Serial Number=0143695772
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00032]  Ὁμοῦ τε γὰρ ἐξεπήδα τῆς γλώττης τῆς ἡμετέρας, καὶ πάντες ὑπτίαις αὐτὸν ὑπεδέχοντο χερσὶ, καίτοι γε δυσκολίαν πολλὴν ἔχοντα·
000-00-00 Serial Number=0050766349
De Lazaro Ante [Go Back]  
 [01072]  καὶ πολλῆς ἡμῖν δεῖ τῆς φιλοσοφίας καὶ μεγάλης τῆς καρτερίας, ἵνα ἐν ταῖς εὐχαῖς νήφωμεν καὶ ἀγρυπνῶμεν, ἵνα τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶμεν, ἵνα τὰ ὄντα πρὸς τοὺς δεομένους διανεμώμεθα, ἵνα πάσῃ τρυφῇ στένειν καὶ οἰμώζειν εἴπωμεν, καὶ τῇ διὰ τῶν ἱματίων, καὶ τῇ διὰ τῆς τραπέζης, ἵνα πλεονεξίαν φύγωμεν, ἵνα μέθην, ἵνα λοιδορίαν, ἵνα γλώττης κρατῶμεν, ἵνα μηδὲ βοῶμεν ἀτάκτως (Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεῖα λέγωμεν.
000-00-00 Serial Number=0282130301
De Lazaro et divite Ante [Go Back]  
 [00073]  καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώττης τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα.
000-00-00 Serial Number=0167811394
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00079]  Ἀλλ' οὐ μάτην ἐδιδάχθης ταύτην ἀφιέναι τὴν φωνὴν, ἀλλ' ἵνα τὴν ὑπὸ τῆς γλώττης σου προφερομένην τοῦ Πατρὸς ὀνομασίαν αἰδούμενος, μιμῇ αὐτοῦ τὴν ἀγαθότητα, ὡς καὶ ἀλλαχοῦ φησι·
000-00-00 Serial Number=0458949268
De beato Philogonio Ante [Go Back]  
 [00176]  Παρώξυνας διὰ γλώττης καὶ λοιδορίας ὑβρίσας πολλούς;
 [00177]  ἐξιλέωσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρὰς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χάριν ὁμολογῶν τοῖς ἀδικοῦσι.
000-00-00 Serial Number=0678492188
De consubstantiali Ante [Go Back]  
 [00310]  οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης.
000-00-00 Serial Number=0928493798
De decem millium talentorum debitore Ante [Go Back]  
 [00173]  Οἷον, εἰ μετὰ δόλου καὶ πονηρᾶς γνώμης πρὸς τὸν ἀδελφὸν διελέχθης, εἰ διὰ τοῦ στόματος αὐτὸν ἐπαινῶν καὶ τῆς γλώττης, κατὰ διάνοιαν ἐκάκωσας καὶ ἐφθόνησας αὐτῷ.
000-00-00 Serial Number=0890097857
De incomprehensibili dei natura Ante [Go Back]  
 [00381]  ὀκνῶ γὰρ διὰ γλώττης ἐκφέρειν ἃ μελετῶσιν ἐπὶ τῆς διανοίας ἐκεῖνοι διαπαντός.
 [00387]  οὐδεὶς τοιοῦτον οὐδὲν οὐδέποτε οὔτε εἰς νοῦν βαλέσθαι, οὔτε διὰ τῆς γλώττης προενεγκεῖν ἐτόλμησεν.
 [00635]  Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφίμ, τὸν ἀκατανόητον τοῖς Χερουβίμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ καὶ Πνεύματος μόνου γνωριζόμενον.
000-00-00 Serial Number=0557959020
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00250]  Πῶς γὰρ οὐ θαυμαστὸν καὶ παράδοξον, ἀπὸ γλώττης πηλίνης ἐκπηδῶντα λόγον, θάνατον φυγαδεύειν, ἁμαρτήματα λύειν, πεπηρωμένην διορθοῦν φύσιν, καὶ τὴν γῆν ἐργάζεσθαι οὐρανόν;
 [00596]  οὕτω δὴ καὶ τῆς Παύλου γλώττης φθεγγομένης, καὶ πάντα πυρὸς σφοδρότερον ἐπιούσης, εἶκεν ἅπαντα καὶ παρεχώρει, καὶ δαιμόνων θεραπεῖαι, καὶ ἑορταί, καὶ πανηγύρεις, καὶ πάτρια ἔθη, καὶ νόμων διαφθοραί, καὶ δήμων θυμοί, καὶ τυράννων ἀπειλαί, καὶ οἰκείων ἐπιβουλαί, καὶ ψευδαποστόλων κακουργίαι·
 [00613]  Οὐδὲ γὰρ τὴν ἔρημον ἀφῆκεν ἄμοιρον τῆς εὐεργεσίας αὐτοῦ, ἀλλὰ καὶ αὐτὴν μάλιστα ἐνέπλησεν, ὧν ἐκ τοῦ οὐρανοῦ φέρων ἦλθεν ἡμῖν ἀγαθῶν, διὰ τῆς Παύλου γλώττης, διὰ τῆς χάριτος τῆς ἐντεθείσης αὐτῷ.
 [00614]  Ἐπειδὴ γὰρ ἀξίαν τῆς δωρεᾶς προθυμίαν παρέσχετο, καὶ δαψιλὴς ἡ χάρις ἐξέλαμψε, καὶ τὰ πλείονα τῶν εἰρημένων διὰ τῆς τούτου κατωρθώθη γλώττης.
 [00957]  οὐδὲ γὰρ δεῖται τῆς ἡμετέρας γλώττης·
 [01086]  Καὶ ὅπερ ἂν ἐποίησαν φίλοι καὶ συντεταγμένοι, τοῦτο ἐποίουν οἱ πολέμιοι, οὐκ ἐῶντες ἐν ἑνὶ ἱδρυθῆναι χωρίῳ, ἀλλὰ πανταχοῦ περιάγοντες τὸν ἰατρόν, δι' ὧν ἐπεβούλευον, δι' ὧν ἤλαυνον, ὡς πάντας ἀκοῦσαι τῆς ἐκείνου γλώττης.
000-00-00 Serial Number=0833855510
De mutatione nominum Ante [Go Back]  
 [00065]  Τοῦτο καὶ ὑμεῖς ποιήσατε νῦν, καὶ δυοῖν θάτερον ἔσται πάντως, ἢ πείσατε αὐτοὺς πρὸς ἡμᾶς ἐπανελθεῖν, ἢ μένοντες ἐπὶ τῆς αὐτῆς φιλονεικίας, διὰ τῆς ὑμετέρας τραφήσονται γλώττης, μᾶλλον δὲ ἐπανήξουσι πάντως.
 [00118]  Ὅτι γὰρ οὐκ ἦν ὁδῷ βαδίζοντα πρὸς Παῦλον ἐλθεῖν, ἀλλὰ προεξέδραμεν ἂν τῆς ἡμετέρας γλώττης τὸ βιβλίον, καὶ τὰς θύρας ἡμῖν ἀπέκλεισεν ἂν, ἐξ αὐτοῦ τοῦ προοιμίου ποιήσω φανερὸν, εἰ καὶ ἤδη γέγονε τοῦτο δῆλον.
 [00452]  τοὺς τῆς γλώττης τῆς Ἑβραίων ἐμπείρους διερωτάτω, καὶ θεάσεται ταύτην οὖσαν τὴν ἑρμηνείαν τοῦ Ἐδὲμ ὀνόματος.
 [01160]  τῆς γὰρ Παύλου γλώττης πρώτη ἀπήλαυσε, καὶ καθάπερ ἄμπελος, ἀρίστου τινὸς καὶ ἐπιμελοῦς ἀπολαύουσα γεωργοῦ, πολλοῖς μὲν κομᾷ τοῖς φύλλοις, πολλῷ δὲ τῷ καρπῷ βρίθει διηνεκῶς·
 [01244]  Ταπεινοφροσύνην δὲ, οὐ τὴν ἐν ῥήμασι λέγω, οὐδὲ τὴν ἐπὶ τῆς γλώττης, ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ, τὴν ἀπὸ τῆς ψυχῆς, τὴν ἐν συνειδότι, ἣν ὁ Θεὸς δύναται μόνος ὁρᾷν.
000-00-00 Serial Number=0355226099
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00016]  εἴπῃ πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώττης, πῶς ἐλάλησε χαλινωθέντος τοῦ στόματος, πῶς Ἰωάννης γεννᾶται καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἐπάγεται καὶ ἡ θεραπεία παρέχεται.
000-00-00 Serial Number=0181434155
De paenitentia [2] Ante [Go Back]  
 [00351]  ἔτι τῆς γλώττης σαλευομένης ἐβόα·
000-00-00 Serial Number=0219350517
De profectu evangelii Ante [Go Back]  
 [00017]  οὕτω δὴ καὶ ὁ Φαρισαῖοις οὗτος, τοὺς πόνους τῆς νηστείας ὑπομείνας καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης, ἐπειδὴ γλώττης οὐκ ἐκράτησεν, ἐν αὐτῷ τῷ λιμένι τὸ φορτικὸν ναυάγιον ὑπέμεινε.
000-00-00 Serial Number=0493479848
De prophetiarum obscuritate Ante [Go Back]  
 [00459]  Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως, τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ.
 [00754]  νομίζουσιν οὖν τινες, ὅτι περὶ τῆς γλώττης εἴρηται.
 [00755]  Οὐκ εἴρηται δὲ περὶ τῆς γλώττης·
 [00781]  ἂν δὲ διὰ τῶν ῥημάτων αὐτοὺς ἐξενέγκωμεν, κἀκείνους ἰσχυροτέρους εἰργασάμεθα, δόντες ἀναπνεῦσαι διὰ τῆς γλώττης αὐτοῖς, καὶ πρὸς τὰ τῶν ἀτόπων πράξεων βάραθρα ταχέως ἀπὸ τῆς τῶν αἰσχρῶν ῥημάτων μελέτης καταπίπτομεν.
000-00-00 Serial Number=0694956601
De sancta pentecoste Ante [Go Back]  
 [00500]  ἠπόρουν δὲ λοιπὸν καὶ ἠγνόουν, ὅποι δεῖ ἕκαστον τραπῆναι, καὶ πρὸς ποῖον δεῖ κλίμα τῆς οἰκουμένης κηρῦξαι τὸν λόγον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν, ἑκάστῳ μερίζον τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας τὰ κλίματα, καὶ διὰ τῆς δοθείσης γλώττης καθάπερ δέλτῳ τινὶ γνωρίζον ἑκάστῳ τῆς ἐμπιστευθείσης ἀρχῆς τε καὶ διδασκαλίας τὸν ὅρον.
000-00-00 Serial Number=0456432104
De sanctis martyribus [1] Ante [Go Back]  
 [00047]  Οὐκ ἀκούουσι διδασκάλων γλώττης ἐκεῖνοι διηνεκῶς, ἀλλὰ μαρτύρων φωνῆς ἀπὸ τοῦ τάφου διαλεγομένης αὐτοῖς καὶ μείζονα ἰσχὺν ἐχούσης.
 [00050]  ὥστε πολλῷ πλέον οἱ μάρτυρες τοῦτο εἰργάσαντο, τὴν μὲν διὰ τῆς γλώττης οὐκ ἀφιέντες φωνὴν, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτῶν πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι' ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων διαλέγονται φύσιν, ταῦτα τὰ ῥήματα λέγοντες·
000-00-00 Serial Number=0761788309
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02060]  δι' ἐκείνου δὲ βλασφημοῦσι, καὶ τὰ ὀλέθρια τῶν δογμάτων ἐκφέρουσιν ἕτεροι), ἆρ' οὖν διὰ τοῦτο χωρὶς γλώττης καὶ ὀφθαλμῶν τοὺς ἀνθρώπους γενέσθαι ἐχρῆν;
 [04115]  ∆ιὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνεπέτασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν τὸ σκάφος καταποντίζουσα.
 [04310]  οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας.
 [05808]  τίς λόγος ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν·
 [06790]  Τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς κολάσεως·
 [07284]  Καὶ καθάπερ λέων βρυχώμενος καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιών·
 [07593]  Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρίαν ἢν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος·
 [08097]  Καὶ καθάπερ λέων βρυχώμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιὼν, καὶ πανταχοῦ μετεπήδα συνεχῶς·
 [08164]  Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος·
 [09104]  Ἀλλ' ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ κηρύγματος τῆς εὐσεβείας καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος.
 [09274]  Καθάπερ γὰρ ἐπὶ τῶν δυνάμεων ἐκείνων ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης.
000-00-00 Serial Number=0013871551
Epistula ad Cyriacum Ante [Go Back]  
 [00582]  Μετὰ γὰρ τὴν κάμινον τῶν παίδων καὶ τὴν παραδοξοποιίαν ἐκείνην τὸ κήρυγμα ἀνεδέξατο τῆς οἰκουμένης, οὐ διὰ γλώττης μόνον, ἀλλὰ καὶ διὰ γραμμάτων.
000-00-00 Serial Number=0940666258
Epistulae Ante [Go Back]  
 [00062]  καὶ τοῦτο μανθανέτω διὰ τῆς γλώττης τῆς ὑμετέρας, ὅτι τὴν αὐτὴν ἀγάπην μένομεν διατηροῦντες, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι·
 [00233]  Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων.
 [00719]  εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης·
 [00892]  Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων, καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν.
 [01677]  εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης·
 [01850]  Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων, καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν.
 [02397]  Ἐπειδὴ δὲ λοιπὸν ἀνέῳξε τὰς λεωφόρους τῆς ὁδοιπορίας ὁ καιρὸς, καὶ ἡμῖν τὰ δεσμὰ τῆς γλώττης ἔλυσε, τὸν σὺν ἡμῖν πρεσβύτερον ἐντεῦθεν ἀναστήσαντες, ἀπεστάλκαμεν πρὸς τὴν ὑμετέραν εὐγένειαν, εἰσόμενοι τὰ περὶ τῆς ὑγείας ὑμῶν.
 [02429]  ἐπὶ γλώττης ἀεὶ τοὺς ποθουμένους ἔχειν παρασκευάζει.
 [02758]  Βοᾷ μὲν γὰρ αὐτὴν καὶ αὐτὴ τῶν πραγμάτων ἡ φωνὴ, οὐ διαλιμπάνομεν δὲ καὶ ἡμεῖς διὰ τῆς ἡμετέρας τοῦτο ἐργαζόμενοι γλώττης.
 [02999]  βουλόμεθα δὲ καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς χειρὸς τῆς σῆς ταῦτα δηλοῦσθαι, ὥστε διπλῆν ἡμᾶς καρποῦσθαι τὴν ἡδονὴν, ἀπό τε τοῦ γράφειν, ἀπό τε τοῦ γράμματα δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς.
 [03025]  ἀλλὰ βουλόμεθα καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς δεξιᾶς τῆς σῆς ταῦτα μανθάνειν.
 [03353]  ἀλλ' οὖν βούλομαι καὶ παρὰ τῆς ποθεινοτάτης μοι γλώττης ταῦτα μανθάνειν.
 [03458]  ἀλλ' ἵνα μὴ πολλοὺς ἀδικήσωμεν τοὺς καὶ [52.737] τῶν χειρῶν τῶν σῶν καὶ τῆς γλώττης δεομένους τῆς σῆς, καὶ τοσοῦτον αὐτοῖς προσχώσωμεν λιμένα, οὐ τολμῶμεν ἐνταῦθά σε ἑλκύσαι.
000-00-00 Serial Number=0548648834
Expositiones in Psalmos Ante [Go Back]  
 [00071]  Οὐ γὰρ γλώττης ζητεῖ κάλλος ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν·
 [06244]  ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, ἡ διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανωμένη, ἀλλ' ἵνα ἀκούῃ ἡ ψυχὴ τῆς γλώττης.
 [06295]  τουτέστι, Στέγειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς διανοίας, καὶ ἐπὶ τῆς γλώττης περιφέρω.
 [07224]  Εἶτα πάλιν αὐτὸ τοῦτο διακαθαίρων, καὶ δεικνὺς οὐδὲν ἀνθρώπινον ὃν τῶν λεγομένων, ἐπήγαγεν Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων Τινὲς μὲν οὖν περὶ τῆς γλώττης εἰρῆσθαι τοῦτο λέγουσιν, ὅτι κάλαμος ὡραῖος κάλλει·
000-00-00 Serial Number=0247101009
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04343]  Προφητείας γλώττης τὰς ψευδεῖς καλεῖ·
 [04546]  οὐ βούλονται τὰ ῥήματα εἰπεῖν, οὐκ ἀνεχόμενοι οὐδὲ μέχρι ψιλῆς γλώττης αὐτῶν ἐπιμνησθῆναι.
000-00-00 Serial Number=0522044778
Fragmenta in Proverbia Ante [Go Back]  
 [01122]  νόσος γὰρ γλώττης, ἡ δι' αὐτῆς ἁμαρτία·
000-00-00 Serial Number=0773812592
Homilia de capto Eutropio Ante [Go Back]  
 [00486]  Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας.
000-00-00 Serial Number=0226211786
In Acta apostolorum Ante [Go Back]  
 [03189]  ἀπὸ τοῦ στόματος καὶ τῆς γλώττης τέως γνωριζώμεθα, καθάπερ οἱ βάρβαροι·
 [03821]  Καθάπερ ἐξ οἰκίας τινὸς, οὕτως ἀπὸ τῆς γλώττης τὸ πῦρ ἔκβαλε τοῦτο, καὶ παρέλκυσον ἔξω.
 [03860]  πρὸς δαίμονας πονηροὺς, πρὸς ἀλάστορας παλαίσαντες καὶ μαχεσάμενοι, οὐ διὰ μαχαίρας, ἀλλὰ διὰ γλώττης καὶ προαιρέσεως.
 [09999]  Ὡς δὲ ἐπέβη τῆς πόλεως, παρέθη τὰ τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόμενος·
 [09999]  καὶ πολλὰ μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσμὸν, καὶ τότε ἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα.
000-00-00 Serial Number=0933406293
In Genesim sermones Ante [Go Back]  
 [00545]  Πῦρ ἀνάπτω κἀγὼ τὸ ἀπὸ τῶν Γραφῶν, καὶ ἐπὶ τῆς γλώττης τῆς ἡμετέρας λαμπάδιον καίεται τὸ τῆς διδασκαλίας.
 [01386]  ὄντως τῆς Παύλου γλώττης τὰ ῥήματα, ἀδελφοί.
 [01619]  Τῆς τοῦ Θεοῦ σοφίας μάλιστα ἔργον καὶ τοῦτο ἦν διὰ ἀπίστου γλώττης οἰκονομήσαντος ἐπιτεθῆναι ὄνομα, τῶν μελλόντων ἔχον τὴν ἱστορίαν.
000-00-00 Serial Number=0556146502
In Isaiam Ante [Go Back]  
 [00050]  Μὴ τοίνυν τοῦ καλάμου νόμιζε εἶναι τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης αὐτὸν δεξιᾶς, τουτέστι, μὴ τῆς γλώττης τοῦ ∆αυΐδ, ἀλλὰ τῆς κινούσης αὐτὸν χάριτος.
 [01089]  Εἶτα καὶ ἡ αἰτία τῶν κακῶν, τῆς γλώττης ἡ ἀκρασία.
000-00-00 Serial Number=0642454684
In Joannem Ante [Go Back]  
 [00263]  ∆ιὰ ταῦτα ἀφέντες τοὺς ἐκείνων μύθους, τῶν ἡμετέρων ἁψώμεθα δογμάτων, τῶν ἄνωθεν ἡμῖν κατενηνεγμένων διὰ τῆς γλώττης τούτου τοῦ ἁλιέως, τῶν μηδὲν ἐχόντων ἀνθρώπινον.
 [00454]  Ἡ μὲν γὰρ μένει διαπαντὸς, οἵαπέρ ἐστιν, οὐδὲν παρὰ τῆς βλασφήμου γλώττης ἐλαττουμένη·
000-00-00 Serial Number=0957443714
In Petrum et Paulum Ante [Go Back]  
 [00088]  Εὐλογημένον τὸ ὄργανον τῆς γλώττης ὑμῶν·
000-00-00 Serial Number=0978235900
In Psalmum 145 Ante [Go Back]  
 [00060]  ἐκεῖ δὲ, ἐπειδὴ καθάπερ ἀπὸ πηγῆς ἀν έβλυζε τὰ ῥήματα, καὶ οὐδὲν ἐμπόδιον ἦν, ἀλλὰ τὸν δρόμον τῆς γλώττης ἐνίκα τῶν νοημάτων ἡ ἐπιῤῥοὴ, διὰ τοῦτο ἔλεγεν·
 [00125]  Εἶδες πῶς εὐλογεῖ τὰ ἔγκατα τὸν Θεὸν χωρὶς φωνῆς καὶ στόματος καὶ γλώττης;
 [00127]  Ἵνα μὴ τῆς γλώττης φθεγγομένης ἐκείνη ῥέμβηται, ὃ πολλάκις καὶ ἐν ταῖς εὐχαῖς πάσχομεν καὶ ἐν ταῖς ὑμνῳδίαις·
000-00-00 Serial Number=0956081510
In Romanum martyrem Ante [Go Back]  
 [00027]  τὸ μὲν γὰρ βρέφος θανάτῳ, τὸν δὲ μάρτυρα τῇ τῆς γλώττης ἐκτομῇ κατεδίκασε.
 [00034]  Τὸ μὲν γὰρ τῆς γλώσσης ἐξ έκοψεν ὄργανον, ὁ λόγος δὲ ἐξώρμα σφοδρότερον, [50.614] ὥσπερ ἐμποδίου τινὸς ἀπηλλαγμένος τῆς γλώττης·
 [00055]  Τῆς τοῦ πατριάρχου θυσίας ἥρπασας, γενναῖε, τὸ φιλότιμον, μονογενὲς βλάστημα γλώττης ἀντὶ τέκνου μονογενοῦς προσκομίσας.
 [00083]  Οὐκ ἂν δὲ ὅλως ὁ τύραννος ἐπὶ τὴν τῆς γλώττης ἔδραμεν ἐκτομὴν, εἰ μὴ τῶν ἐλέγχων ἐφοβήθη τὰ ῥεύματα, εἰ μὴ τὸν χειμάῤῥουν τοῦ κηρύγματος κατεπλάγη, εἰ μὴ τὰ κύματα τῆς εὐαγγελικῆς ῥητορείας στορέσαι ὑπέλα βεν.
 [00131]  Οὐ φέρει τὴν ἄμετρον ὁ τύραννος παῤῥησίαν τοῦ μάρτυρος, ἀλλ' εὐθὺς ἀπὸ τῆς γλώττης τοῦ θύματος ἄρχεται.
 [00133]  οὐ τοσοῦτον τῷ κήρυκι φθονῶν, ὅσον τῷ κηρυττομένῳ βασκαίνων, Ἀλλ' Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ ἐκτμηθὲν ὄργανον τῆς φωνῆς ἐξ οὐρανοῦ ἀποδίδωσι, καὶ ἀοράτῳ γλώττῃ τὸν χωλεύοντα φθόγγον ὑποστηρίζει, καὶ χαρίζεται τῷ ἀγλώττῳ τὴν φωνὴν, ἔργῳ τὴν ἀνθρωπίνην δημιουργίαν ἐνδεικνύμενος τῷ τυράννῳ, Καὶ καθάπερ οἱ φρεωρύχοι τὰς [50.617] φλέβας διασκαλεύοντες εὐρυτέραν τῷ ὕδατι τὴν ἐκροὴν ἀπεργάζονται, οὕτω καὶ ὁ τύραννος σιδήρῳ τῆς γλώττης διορύττων τὴν ῥίζαν, σφοδροτέροις ἐπεκλύζετο τοῖς τῶν ἐλέγχων κρουνοῖς.
000-00-00 Serial Number=0089378178
In annuntiationem deiparae Ante [Go Back]  
 [00075]  Σὲ τὸ Πνεῦμα τὸ ἅγιον ὑπεδείκνυε λέγον διὰ τῆς Ἡσαΐου γλώττης·
000-00-00 Serial Number=0926487684
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00740]  Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν, ἀλλὰ διὰ τῆς ἐκείνου χειρὸς καὶ γλώττης αὐτῷ προσάγομεν τῷ Βασιλεῖ τὰς κεφαλὰς τῶν παρεστώτων.
 [01841]  Οὐδὲν γὰρ μιαρώτερον ψυχῆς ἀρωμένης, οὐδὲ γλώττης ἀκαθαρτότερον τοιαῦτα θυούσης.
 [06849]  καὶ καθάπερ λέων βρυχόμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος, καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων;
 [07358]  εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡς [61.588] ἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις.
 [07547]  Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα καὶ διαυγὲς ἡ τῆς προφητικῆς γλώττης φωνὴ), ἐνέβαλεν εἰς τὸ δεσμωτήριον τὸν Ἰωάννην·
000-00-00 Serial Number=0391660631
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00719]  αὕτη γὰρ τῆς γλώττης ἰσχυροτέρα.
 [03803]  Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ' ἐκεῖθεν μὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρ τοὺς οὐρανοὺς πραγμάτων·
 [03812]  Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας·
 [08636]  Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης.
 [09721]  καί-τοι οὐ τοῦ κάλλους τῶν ὀφθαλμῶν, ἀλλὰ τῆς γλώτ-της ἡ εὐδοκίμησις.
 [09999]  ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώτ-της καὶ ἀπὸ τόπου.
 [09999]  Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον.
 [09999]  Οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ εὔσημον λόγον δῶτε διὰ τῆς γλώτ-της, πῶς γνωσθήσεται τὸ λαλούμενον;
 [09999]  Αἴτει τοίνυν μὴ γλώττης ἔχειν χάρισμα μόνον, ἀλλὰ καὶ ἑρμηνείας, ἵνα πᾶσιν ὠφέ-λιμος γένῃ, καὶ μὴ ἐν σεαυτῷ μόνῳ κατακλείσῃς τὸ χάρισμα.
 [09999]  ∆ιόπερ εἰπὼν ἐπὶ τῆς γλώττης, Εἰς σημεῖόν ἐστι, προσέθηκεν, Οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, καὶ τούτοις εἰς σημεῖον, τουτέστιν, εἰς ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον.
000-00-00 Serial Number=0004137397
In epistulam ad Colossenses Ante [Go Back]  
 [02213]  μέχρι γὰρ τῆς γλώττης ἡ ἡδονὴ τῆς τρυφῆς·
 [02214]  ὅταν δὲ ἐμπλησθῇ ἡ γαστὴρ, οὐδὲ μέχρι τῆς γλώττης.
 [02675]  Οὐδὲν τῆς γλώττης ἐκείνης ἁγιώτερον τῆς ἐν τοῖς κακοῖς εὐχαριστούσης τῷ Θεῷ·
000-00-00 Serial Number=0330220282
In epistulam ad Ephesios Ante [Go Back]  
 [07002]  [62.173] Προέτρεχε τῆς γλώττης τὰ δάκρυα·
000-00-00 Serial Number=0298932076
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02047]  Καὶ τὸ κηρῦξαι δὲ καὶ τὸ περιελθεῖν, διὰ γλώττης καὶ ποδῶν.
000-00-00 Serial Number=0239415348
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08638]  Ἄλλως δὲ, ἡ ἡδονὴ μέχρι τοῦ φάρυγγος, μέχρι τῆς γλώττης ἐστί·
000-00-00 Serial Number=0815609574
In epistulam ad Romanos Ante [Go Back]  
 [00498]  σαλευόμεθα, περιφερόμεθα, καὶ τῆς παρὰ σοῦ δεόμεθα γλώττης εἰς τὸ στῆναι βεβαίως;
 [02881]  Τὰ ἀπὸ γλώττης καὶ στόματος.
 [03671]  Οὕτω καὶ ἐπὶ γλώττης, οὕτω καὶ ἐπὶ χειρῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
 [09999]  διὰ γὰρ τῆς Παύλου γλώττης καὶ ἐκεῖνός σοι διαλέξεται.
 [09999]  Καθάπερ γὰρ ἐπὶ τῶν δυνάμεων ἐκείνων ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης.
000-00-00 Serial Number=0081594765
In epistulam ad Titum Ante [Go Back]  
 [00369]  [62.673] πεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώττης καὶ χειρὸς καὶ ὀφθαλμῶν ἀκολάστων·
 [00886]  Εἰ γὰρ χειρὸς μὴ κρατεῖ, μηδὲ γλώττης ἀκολάστου, πόθεν θαυμάσεται ὁ Ἕλλην τὸ δόγμα τὸ παρ' ἡμῖν;
000-00-00 Serial Number=0737435579
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00007]  Τοῦτον ὑμῖν τὸν ἄρτον ἐπὶ τῆς μετρίας μου τραπέζης ἐπιθεὶς, ἠβουλόμην τῇ σιωπῇ τὸ τῆς γλώττης μου ὄργανον περισφίγξαι·
000-00-00 Serial Number=0096023977
In illud Exiit edictum Ante [Go Back]  
 [00088]  Χαλκῷ τοίνυν παρεβλήθη, διὰ τὸ εὔηχον τῆς ὁμιλίας καὶ τῆς γλώττης.
000-00-00 Serial Number=0979426265
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00009]  Ἐπεὶ οὖν καὶ αὐτὸς ἡμῖν τῷ λόγῳ παρεχώρησεν, καὶ ὑμᾶς ἐκκρεμαμένους ὁρῶ τῆς γλώττης τῆς ἡμετέρας, ἀνάγκη λοιπὸν ἀποδύσασθαι πρὸς τὰ παλαίσματα·
000-00-00 Serial Number=0639216959
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00008]  Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρε μάμενοι γλώττης.
 [00010]  Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέ χεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διά λεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα.
000-00-00 Serial Number=0167352200
In illud In faciem ei restiti Ante [Go Back]  
 [00500]  ἵνα μὴ παρὰ τῆς τοῦ Παύλου γλώττης, ἀλλὰ [51.388] παρὰ τῆς τοῦ Πέτρου γνώμης, ἢ διὰ τῶν πραγμάτων ἐπεδείξατο, δοκῶσιν οἱ Ἰουδαῖοι τὴν παραίνεσιν δέχεσθαι;
000-00-00 Serial Number=0747924507
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00060]  ἡ γὰρ διαφορὰ τῆς γλώττης οὐκ ἀφίησιν εὔσημον αὐτῷ γενέσθαι τὴν ἐμὴν διά λεξιν.
 [00062]  Πάλιν ἐγὼ τοῦ Σκύθου καὶ τοῦ Θρᾳκὸς διαλεγο μένου οὐ δυνήσομαι ἀκούειν, οὐδὲ ἕτερος τῆς ἑτέρου γλώττης·
 [00072]  Ὅταν γὰρ ἴδῃς αὐτοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν θέσιν, τὸ διαρκὲς, τὴν φαιδρότητα, καὶ ταῦτα πάντα συναγαγὼν παρὰ σαυτῷ, δοξάσῃς τὸν ∆ημιουργὸν, εὐφημήσῃς τὸν ποιήσαντα, ὁ οὐρανὸς φωνὴν ἀφῆκε, διὰ τῆς γλώττης ἀναπέμψας τῷ Θεῷ δόξαν.
000-00-00 Serial Number=0448773503
In illud Memor fui dei Ante [Go Back]  
 [00056]  ἐπειδὴ ἤκουσα παρὰ τῆς γλώττης τῶν παρανόμων Ἰουδαίων βλασφημίας τεκμήρια, καὶ ἐπειδὴ ἀπιστοῦσι τὰς Γραφὰς, ἃς ἀναξίως ἀναγινώσκουσι, καὶ οὐ γινώσκουσι τὸ μυστήριον.
000-00-00 Serial Number=0206028759
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00025]  ∆ιὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, καὶ μακάριον ἐμαυτὸν εἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγωνιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμετέρας γλώττης.
000-00-00 Serial Number=0792356253
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00041]  Εἰ δέ ποτε λαθόντες παραδεξόμεθα ῥυπαροὺς λογισμοὺς, μηδέποτε διὰ τῆς γλώττης αὐτοὺς ἐκφέρωμεν, ἀλλ' ἀποπνίγωμεν αὐτοὺς διὰ τῆς σιγῆς.
000-00-00 Serial Number=0146593988
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00485]  Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, κρατῶμεν ἀκολάστου γλώττης.
000-00-00 Serial Number=0681720138
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00028]  Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῆς Παύλου γλώττης ἡ δύναμις ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐμπνεομένη κατ έβαλε, καὶ λαμπρὰν πανταχοῦ τῆς εὐσεβείας ἀνῆψε τὴν φλόγα.
000-00-00 Serial Number=0470323622
In illud Vidi dominum Ante [Go Back]  
 [01033]  τοῦ γὰρ ὀργάνου τῆς γλώττης ἀχρήστου λοιπὸν γεγονότος, ἐκεῖνος ὁ τὴν φωνὴν γεννήσας, Ζαχαρίας, ἐτιμωρεῖτο.
000-00-00 Serial Number=0360067368
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00008]  Ἀλλ' ἱστᾷ μου τὸν δρόμον τῆς γλώττης ἡ Χριστοῦ γέννα, θεότητα ἀπαστράπτουσα, καὶ πρὸς ἑαυτὴν ἐπισπᾶται.
000-00-00 Serial Number=0611673534
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00288]  Ἀνεῴχθη γὰρ παραχρῆμα τὸ στόμα αὐτοῦ, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.
000-00-00 Serial Number=0031842828
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00054]  σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ σωρεύω πρὸς ἐμαυτόν.
000-00-00 Serial Number=0433871567
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00025]  Ἔδει γὰρ [52.808] τῆς θεομάχου βουλῆς τὴν ὁμόνοιαν ἀγνωσίαις συναχθῆναι ῥημάτων, καὶ τοὺς κακῶς ἀλλήλοις συμπράξαντας τῇ τῆς γλώττης μεταβολῇ διαστῆναι, καὶ τῶν ἀλογίστων ἐγχειρημάτων λόγῳ τὴν πεῖραν λαβεῖν, καὶ μήτε λέγοντα λέγειν, μήτε ἀκούοντα συνιέναι, μηδὲ μάτην προσαπολλύναι τοὺς χρόνους.
 [00034]  Ὃ δὲ παρ' ἐκείνων ἔλαβεν ὡς κακῶν, τοῦτο τοῖς ἀποστόλοις ὡς ἀγαθοῖς ἐδωρήσατο, καὶ ὁ διὰ γλώττης κολάσας τοὺς ἀσεβεῖς, διὰ γλώττης τοὺς ἁγίους ἐδόξασε·
000-00-00 Serial Number=0677675486
In principium Actorum Ante [Go Back]  
 [00131]  ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρόασιν.
000-00-00 Serial Number=0284093320
In proditionem Judae [1] Ante [Go Back]  
 [00043]  Ὢ γλώττης ἀναιδοῦς! ὢ ψυχῆς ἀτεράμονος! Ὡς ἀγνοῶν ἐρωτᾷ περὶ ὧν ἡ μελέτη, καὶ λανθάνειν ἐνόμιζεν τὸν ἀκοίμητον ὀφθαλμόν.
 [00044]  Ἐπὶ τῆς ψυχῆς τὸν δόλον ἐβάσταζεν, καὶ διὰ [50.718] τῆς γλώττης τὸν τῆς ἀγνοίας λόγον προέφερεν·
000-00-00 Serial Number=0388851047
In ramos palmarum [1] Ante [Go Back]  
 [00114]  Ὢ τῆς μελιῤῥύτου τῶν παίδων γλώττης! ὢ τῆς ἀκαπηλεύτου διδασκαλίας τῶν θεαρέστων! ∆αυῒδ προ φητεύσας ὑπὸ τὸ γράμμα ἐκάλυψε τὸ νόημα·
 [00115]  οἱ παῖδες τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον ἤνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ πάντας διαπρυσίως ἐπὶ τὴν ἀπόλαυσιν συνεκάλεσαν.
000-00-00 Serial Number=0490044177
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00163]  [50.682] καὶ οἱ ἅγιοι μάρτυρες, καὶ πάντες δὲ οἱ τῆς ἀληθείας ἀγωνισταὶ, οἱ ἀνταγωνιζόμενοι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὥσπερ ἀπό τινος νευρᾶς τῆς γλώττης τὰ ῥήματα ἀφιᾶσιν εὐστόχως·
000-00-00 Serial Number=0377565861
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00169]  Καὶ πολλῷ τού των ἡμερώτερα τὰ στόματα ἐνόμιζεν εἶναι τῆς τοῦ τυράννου γλώττης, καὶ μάλα εἰκότως·
000-00-00 Serial Number=0829197586
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00110]  ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα ἀπὸ τῆς ἁγίας γλώττης ἐκείνης ἀνεπήδησεν εἰς τὸν οὐρανόν.
 [00148]  Ἀλλ' οἱ μὲν τοῦ μάρτυρος ἔπαινοι μὴ ἐλαττού σθωσαν τῇ ἀσθενείᾳ τῆς ἡμετέρας γλώττης, ἀλλὰ μενέτωσαν τὸν ἀγωνοθέτην Θεόν.
000-00-00 Serial Number=0069212079
In sanctum Romanum Ante [Go Back]  
 [00057]  Φέρε οὖν ἐξετάσωμεν, τί δήποτε ἐπὶ τὴν ἐκκοπὴν τῆς γλώττης ἐχώρησε, μικρὸν γοῦν ἀνωτέρω τὸν λόγον ἀγαγόντες·
 [00099]  ἐγὼ δὲ αὐτὸν βούλομαι στῆσαι μάρτυρα τῶν πτωμάτων καὶ τῆς συμφορᾶς τῶν οἰκείων στρατιωτῶν, ἵν', ὑπὸ τῆς ὀδύνης ἄγχηται καταπίπτοντας μὲν ὁρῶν, χεῖρα δὲ ὀρέγειν μὴ δυνάμενος, καὶ τὸ συμβουλεῦσαι ταῦτα ἅπερ καὶ πρότερον οὐκ ἔχων, τῆς φωνῆς μετὰ τῆς γλώττης ἐκκοπείσης.
 [00106]  καὶ πάντες συνέτρεχον, ἄνωθεν ἄγγελοι, κάτωθεν ἄνθρωποι, ἕκαστος χωρὶς γλώττης στόμα ἰδεῖν ἐπιθυμοῦντες, καὶ ἀκοῦσαι φθεγγομένου οὕτως.
 [00107]  Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν.
 [00116]  Οὐ γὰρ ἦν ἴσον μετὰ γλώττης φθέγγεσθαι, καὶ χωρὶς γλώττης·
 [00118]  Καίτοι καὶ εἰ ἄφωνος ἔστη μετὰ τὴν τῆς γλώττης ἐκκοπὴν ὁ μάρτυς, καὶ οὕτως αὐτῷ τὰ τῶν ἀγώνων πεπλήρωτο, καὶ ὁ στέφανος ἀπήρτιστο·
 [00123]  οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος σαφεστέρα πάντων ἀπόδειξις ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης.
 [00126]  οὕτω καὶ χωρὶς γλώττης φωνήν.
 [00149]  καρπὸς γὰρ γλώττης φωνή.
000-00-00 Serial Number=0751939595
In sanctum Stephanum i Ante [Go Back]  
 [00019]  Ὢ γλώττης σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι' αὐτοῦ φθάσαι τὸν οὐρανόν.
000-00-00 Serial Number=0932944059
In sanctum Stephanum iii Ante [Go Back]  
 [00026]  γλώττης γὰρ οὐχ ὑπόκειται μέτρῳ·
000-00-00 Serial Number=0389869630
In sanctum pascha [1] Ante [Go Back]  
 [00221]  ∆ιὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων.
000-00-00 Serial Number=0956776023
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00063]  ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζο μένου τοῦ λόγου, ἀλλ' ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.
000-00-00 Serial Number=0630507529
In secundum domini adventum Ante [Go Back]  
 [00244]  Συνεχῶς τοίνυν, ἀγαπητοὶ, στρέφωμεν τοὺς περὶ τούτων λόγους, καὶ ἐν διανοίᾳ, καὶ ἐπὶ γλώττης·
000-00-00 Serial Number=0923460960
Laus Diodori episcopi Ante [Go Back]  
 [00057]  Οὐ γὰρ φέροντες οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάντοθεν ἔῤῥαπτον ἐπιβουλὰς, καὶ ἐκ πασῶν αὐτὸν ἐῤῥύσατο Κύριος.
 [00058]  Φέρε οὖν γλώττης ἀκούσωμεν ταύτης, δι' ἣν καὶ ἐκινδύνευσε καὶ ἐσώθη.
 [00062]  Τοῦτο καὶ περὶ τῆς γλώττης ἔστιν εἰπεῖν·
 [00069]  Ἀλλ' ἵνα μὴ διὰ τῆς ἡμετέρας γλώττης, ἀλλὰ διὰ τῆς τούτου ταῦτα μάθητε, ἀνα [52.766] παύσωμεν τὸν ἡμέτερον λόγον, δόξαν ἀναπέμψαντες τῷ Θεῷ, τῷ τοιούτους παρασχόντι διδασκάλους, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0789656818
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00230]  τίς λογισμὸς ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν·
000-00-00 Serial Number=0893400788
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00068]  Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον·
000-00-00 Serial Number=0662674248
Prooemia in Psalmos Ante [Go Back]  
 [00213]  Οὐ γὰρ κάλλος ζητεῖ γλώττης ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν.
000-00-00 Serial Number=0550837755
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00085]  Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»