Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γένη [76]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γένη


000-00-00 Serial Number=0599048615
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00237]  Εἰ δὲ τοῦτο, καὶ σῖτα, καὶ ποτὰ, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ ἥλιον, καὶ φῶς, καὶ σελήνην, καὶ τὸν τῶν ἄστρων χορὸν, καὶ πάντα τῶν ἀλόγων τὰ γένη·
 [00856]  Ὅπου γὰρ ἡμεῖς οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, καταπίπτομεν καὶ συστελλόμεθα, τί οὐκ ἂν ἐκεῖνος ἔπαθε μόνος ἔνδον ὢν, καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγέντων τὰ διάφορα γένη;
 [00860]  τὴν πολλὴν ἐρημίαν ὁρῶντα, καὶ τὸν βίαιον θάνατον ἐκεῖνον, καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ, καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτῃ καταχωσθέντα ταφῇ.
000-00-00 Serial Number=0455276668
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00241]  εἰ δὲ ἀμφιβάλλεις ἐρώτησον τὴν γῆν, τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σελήνην, ἐρώτησον τὰ ποικίλα τῶν ἀλόγων γένη, τὰ σπέρματα, τὰ φυτά, τοὺς ἀφώνους ἰχθύας, τὰς πέτρας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὴν νύκτα, τὴν ἡμέραν.
000-00-00 Serial Number=0819392800
Ad populum Antiochenum Ante [Go Back]  
 [02916]  Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
 [03040]  Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον·
000-00-00 Serial Number=0116143525
Commentarius in Job Ante [Go Back]  
 [04344]  [40,30a] ἐνσιτοῦνται δὲ αὐτὸν ἔθνη [30b] καὶ μεριοῦνται αὐτὸν Φοινίκων γένη;
000-00-00 Serial Number=0496093988
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00417]  Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων·
000-00-00 Serial Number=0233134687
De Anna i Ante [Go Back]  
 [00582]  Ὧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
000-00-00 Serial Number=0328836322
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00035]  ∆ιὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην ἄγνοιαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην μὲν εὑρεῖν σκοπιάν τινα ὑψηλὴν ὑποδεικνύουσάν μοι πάντα τὰ τῶν ἀνθρώπων γένη·
000-00-00 Serial Number=0308760226
De beato Abraham Ante [Go Back]  
 [00197]  Εἰπέ μοι οὖν, πῶς παρθένος οὖσα τὰ μυρία γένη τῶν βοτανῶν ἐβλάστησεν;
 [00203]  Λόγος εἷς ἦν ὁ προελθὼν, καὶ μυρία γένη τῶν βοτανῶν ἐβλάστησε, καὶ ἡ γῆ τὸν ἴδιον ἀνελάμβανε κόσμον διὰ τοῦ λόγου·
 [00204]  Καὶ ἦν ἰδεῖν τὴν γῆν κυμαινομένην, τὰ πτηνὰ, τὰ ἔνυδρα, τὰ χερσαῖα, τοὺς λειμῶνας, τὰ ἄνθη, τὰ δένδρα, τὴν ἄμπελον, τὴν ἐλαίαν, τὰ μυρία γένη τῶν
000-00-00 Serial Number=0005402088
De incomprehensibili dei natura Ante [Go Back]  
 [00445]  ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς τὸν Εὔξεινον πόντον οἰκοῦντας, Θρᾴκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοὺς ἐν ταῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ' ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν τῶν Περσῶν οἰκοῦντας γῆν, τὰ ἄλλα τὰ ἄπειρα γένη καὶ φῦλα ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν·
000-00-00 Serial Number=0693735778
De nativitate Ante [Go Back]  
 [00050]  ∆ιάφορα εἴδη προσφέρουσιν, ἐπειδὴ γένη διάφορα τὴν προσκύνησιν αὐτῷ σήμερον ἄγουσιν.
000-00-00 Serial Number=0231456876
De paenitentia [1] Ante [Go Back]  
 [00900]  Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα·
000-00-00 Serial Number=0997627079
De perfecta caritate Ante [Go Back]  
 [00022]  Καὶ ἐν τοῖς πνευματικοῖς δὲ πάλιν τὸ αὐτὸ γινόμενον ἴδοι τις ἂν, ὥς φησιν ὁ Παῦλος, ὅτι Τῷ μὲν δίδοται λόγος σοφίας, τῷ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.
000-00-00 Serial Number=0998615980
De remissione peccatorum Ante [Go Back]  
 [00007]  Καὶ γὰρ βουκόλια καὶ ποιμνίων ἀγέλαι πρὸς αὐτὴν κατατρέχουσαι, ποτὸν λαμβάνουσι, καὶ τετραπόδων σύνοδος καὶ κυκλοφόρων θηρίων ποικιλόμορφα γένη πρὸς αὐτὴν ἐπειγόμενα, ἐκεῖθεν ὑδρεύονται καὶ πετεινῶν πολυάριθμα πλήθη πρὸς αὐτὴν καθιπτάμενα καὶ τὸ ὕδωρ ἀντλοῦντα, τοῦ δίψους τὸν καύσωνα ἐκεῖθεν ἐκλύουσι.
000-00-00 Serial Number=0784650743
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00027]  Καὶ γὰρ ἐνταῦθα τὰ πολυαρίθμητα γένη τῶν ἀνθρώπων ὀρνέοις παρείκασε.
000-00-00 Serial Number=0997042060
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01780]  ∆ιὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην ἄνοιαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην εὑρεῖν σκοπιάν τινα ὑψηλὴν, ὑποδεικνύουσάν μοι πάντα τὰ τῶν ἀνθρώπων γένη·
 [02158]  πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν ἅπαντα τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν;
000-00-00 Serial Number=0835881293
Epistulae Ante [Go Back]  
 [02834]  Ἐπὶ μὲν τῶν ἔξωθεν πραγμάτων, ὥσπερ τῇ φύσει, οὕτω καὶ τῇ πράξει καὶ τῇ μεταχειρίσει διῄρηται ταῦτα τὰ γένη, ἀνὴρ λέγω καὶ γυνή.
000-00-00 Serial Number=0328824043
Expositiones in Psalmos Ante [Go Back]  
 [00337]  Καὶ γὰρ καὶ ὁ Ἀδὰμ ἐκεῖθεν ἐξῆλθε, καὶ τὰ γένη τοῦ Νῶε ἐκεῖ διέτριβε, καὶ μετὰ τὸν πύργον ἐκεῖ ἦσαν, καὶ ἀνεστρέφοντο ἐπὶ πλεῖον κατὰ ἀνατολάς.
 [00582]  Ἐπειδὴ δὲ ἀπέριττός ἐστιν ὁ Προφήτης, παρεὶς ἅπαντα τὰ ἄλλα εἰπεῖν, ὀπώρας, ἀκρόδρυα, γένη φυτῶν, γένη σπερμάτων, γένη βοτανῶν, λειμώνων, ἀνθῶν, παραδείσων, καὶ ὅσα ἄλλα ἐστὶ, τὰ συνεκτικὰ τίθησι, τὰ καὶ πρὸς τὴν ζωὴν ἡμῖν ἀναγκαῖα, ἀπὸ τούτων κἀκεῖνα ποιῶν κατάδηλα.
 [07284]  Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεῖαι, ἑτέρῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν.
000-00-00 Serial Number=0509114444
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00028]  Καὶ γὰρ ἡνίκα τὰ τῶν ἀλόγων ἐποίησε γένη, πρὸς αὐτὸν ἤγαγε, καὶ τὰ ὀνόματα πᾶσιν αὐτὸς ἐπέθηκε, καὶ ἔμεινεν ἀκίνητα τὰ ὀνόματα.
000-00-00 Serial Number=0928387284
In Genesim sermo 3 Ante [Go Back]  
 [00168]  Πόσα γένη ἰχθύων τῶν ἐν τῇ θαλάσσῃ παρέστησε, καὶ πόσον δῆμον πετεινῶν ἐν τῷ ἀέρι παρεσκεύασε, τὰ μικρὰ, τὰ μείζονα·
000-00-00 Serial Number=0977636635
In Genesim sermones Ante [Go Back]  
 [00389]  ἀφῆκε τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται ἡμῖν τῶν πόνων·
 [00391]  καὶ ἕτερα δὲ γένη ζώων εἴασε πολλὴν ἡμῖν ἑτέραν εἰσάγοντα χρείαν.
 [00394]  οὕτω καὶ ὁ Θεὸς καταδίκην ἐπιθεὶς, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν.
000-00-00 Serial Number=0346184969
In Isaiam Ante [Go Back]  
 [01533]  Πολλὰ γὰρ ἀμπέλων γένη.
 [01635]  Ἐπειδὴ πρὸς κακίαν ἐσχάτην ἐξώκειλε τῶν ἀνθρώπων ἡ φύσις, πάντα ἐφύρετο τὰ πράγματα καὶ σπέρματα καὶ φυτὰ καὶ ἀλόγων γένη καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ ὄρη καὶ νάπαι καὶ βουνοὶ καὶ πόλεις καὶ τείχη καὶ οἰκίαι καὶ πύργοι·
 [02658]  Οὐ γὰρ ὥσπερ ἐν ταῖς βιωτικαῖς χρείαις διῄρηται τὰ γένη καὶ ἄλλα μὲν ἀνδρῶν, ἄλλα δὲ γυναικῶν τὰ ἐπιτηδεύματα, καὶ οὐκ ἂν δυνηθεῖεν τὰ ἀλλήλων ἀνταλλάξασθαι·
000-00-00 Serial Number=0379150808
In Joannem Ante [Go Back]  
 [00990]  εἶτα ἐπάγει ὅτι καὶ φῶς ἐγένετο, καὶ δεύτερος οὐρανὸς, καὶ ἀστέρων φύσις, καὶ παντοδαπὰ γένη ζώων, καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ καθ' ἕκαστον ἐπεξιόντες παρέλκωμεν.
 [05999]  Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ ἡνιόχων καὶ ὀρχηστῶν καὶ ὀνόματα, καὶ γένη, καὶ πόλεις, καὶ ἐνεργείας λέγειν τρόπους, καὶ αὐτῶν δὲ τῶν ἵππων καὶ ἀρετὴν καὶ κακίαν μετὰ ἀκριβείας ἀπαγγέλλειν·
000-00-00 Serial Number=0801920772
In Kalendas Ante [Go Back]  
 [00087]  Ἴδε εἰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, τὴν γῆν, τὴν θάλασσαν, τὸν ἀέρα, τὰ γένη τῶν ζώων, τὰ παντοδαπὰ φυτὰ, τὴν φύσιν τῶν ἀνθρώπων ἅπασαν·
000-00-00 Serial Number=0156108439
In Psalmos 101-107 Ante [Go Back]  
 [00581]  ∆ιὰ τοῦτο ὄρη τεμὼν, παρόδου τοῖς ὕδασιν ἐτεκτήνατο, ὥστε μὴ μόνον ἀνθρώπους ἔχει ἀφθόνως τὰ νάματα τῶν πηγῶν, ἀλλὰ καὶ τῶν χερσαία καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη.
 [00715]  Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρη σιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέ ροντα, καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώ ποις ἁρμόδια.
 [00738]  Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ μικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι.
 [00758]  Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μυρία τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται.
 [01100]  Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη.
 [01113]  Τούτου δὴ χάριν καὶ αἱ ἄμπελοι καὶ αἱ συκαῖ αὐτῶν, καὶ τὰ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν διεφθείρετο.
000-00-00 Serial Number=0663552761
In Psalmum 705 Ante [Go Back]  
 [00024]  Εἷς γὰρ ἄγγελος ἀπ' οὐρανῶν ἐν τῇ νυκτὶ ξιφήρης καταδρα μὼν, ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν ἀλλοφύλων ἀνῄρει, μηδενὸς αὐτῶν ἰσχύοντος πρὸς τὴν τῆς δεξιᾶς αὐτοῦ ὁρμὴν ἀντισχεῖν, ἵνα παιδευθῶσι τὰ τῶν ἀλλοφύ λων γένη κατὰ Θεοῦ γλῶσσαν βλάσφημον μὴ ὀξύνειν Τοσοῦτον ἀγαθόν ἐστιν, ἀγαπητοὶ, τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.
000-00-00 Serial Number=0118697822
In catenas sancti Petri Ante [Go Back]  
 [00024]  Ἐκείνου γάρ μοι τὴν χάριν τῆς γλώσσης παρασχεθῆναι προσλιπαρῶ, ἣν ἡ πυρφόρος τοῦ Πνεύματος διαχαλκεύσασα δύναμις καὶ οὐρανίου καὶ ἀποῤῥήτου διδασκαλίας ἐμπλήσασα, τὰ τῶν ἐθνῶν πολύσπορα γένη τῆς οἰκείας σαγήνης εἴσω μεγαλοπρεπῶς ἐποιήσατο.
000-00-00 Serial Number=0758328557
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00997]  ταῦτα γὰρ τὸ παλαιὸν ἐχρίετο τὰ γένη.
000-00-00 Serial Number=0011738598
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01993]  νυνὶ δὲ καὶ σοφισταὶ καὶ ῥήτορες καὶ πατέρες καὶ πάπποι καὶ ἐπίπαπποι, καὶ πολλοὶ τῶν τούτων ἀνωτέρω, τῇ πλάνῃ ἦσαν προκατειλημμένοι, καὶ γῆ καὶ θάλαττα καὶ ὄρη καὶ νάπαι, καὶ βαρβάρων πάντα τὰ γένη καὶ Ἑλλήνων δῆμοι πάντες, καὶ σοφοὶ καὶ ἰδιῶται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, καὶ δεσπόται καὶ οἰκέται, καὶ γηπόνοι καὶ δημιουργοὶ, καὶ οἱ τὰς πόλεις καὶ οἱ τὰς χώρας οἰκοῦντες ἅπαντες.
 [02128]  Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα γένη βαρβάρων οἱ ἁλιεῖς μυσταγωγοῦντες ἐν τῷ βαπτίσματι, φιλοσοφεῖν ἔπεισαν.
 [05070]  πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων ἐπ' ἐκείνων ἡγησαμένων, οὐχ ὑετῶν κατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων;
 [05071]  ∆ιὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον.
 [09072]  Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.
 [09100]  Ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.
 [09108]  Καὶ γὰρ καὶ τοῦτο δι' ἐκεῖνο, καὶ τὰ ἄλλα πάντα, καὶ προφητεῖαι καὶ ἐνεργήματα δυνάμεων καὶ γένη γλωσσῶν καὶ ἑρμηνεία γλωσσῶν·
 [09820]  Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀν-τιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
 [09999]  Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυ-σικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡμῖν συν-αφθῆναι, ἀπὸ τοῦ γάμου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς μιᾶς νύμφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναμιγνύς.
 [09999]  Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον.
000-00-00 Serial Number=0172101736
In epistulam ad Ephesios Ante [Go Back]  
 [01782]  Ἐνταῦθα μὲν γὰρ πατριαί εἰσι τὰ γένη, ἐν δὲ οὐρανῷ πῶς, ἔνθα οὐδεὶς ἐξ οὐδενὸς γέγονεν;
000-00-00 Serial Number=0616732538
In epistulam ad Romanos Ante [Go Back]  
 [01009]  Ἐποίει δὲ τοῦτο ἡ τῆς ὁμιλίας ἐπιθυμία, καὶ συνῆπτε τὰ γένη πρὸς ἄλληλα.
 [01010]  Ταύτην ἀνελὼν ὁ διάβολος τὴν ἐπιθυμίαν, καὶ ἐφ' ἕτερον μετοχετεύσας τρόπον, ἀπέσχισεν οὕτως ἀπ' ἀλλήλων τὰ γένη, καὶ ἐποίησε τὸ ἓν δύο γενέσθαι μέρη, ἀπεναντίας τῷ τοῦ Θεοῦ νόμῳ·
 [01019]  Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι αὕτη μάλιστα συνάγει τὰ γένη ἡ ἐπιθυμία, τὸν δεσμὸν ἐσπούδασε διακόψαι, ὥστε οὐ τῷ μὴ σπείρεσθαι μόνον κατὰ νόμον τὸ γένος διαλῦσαι, ἀλλὰ καὶ τῷ πρὸς ἀλλήλους ἐκπεπολεμῶσθαι τὸ γένος καὶ στασιάζειν.
000-00-00 Serial Number=0443179488
In illud Messis quidem multa Ante [Go Back]  
 [00040]  δι' ὃν λειμῶνες καὶ παράδεισοι, δι' ὃν σπέρματα καὶ φυτὰ, δι' ὃν τὰ ποικίλα τῶν φυτῶν γένη, δι' ὃν τὰ ἐν ὄρεσι, τὰ ἐν ἐρημίαις, τὰ ἐν πόλεσι, τὰ ἐν πεδίοις, τὰ ἐν νάπαις, τὰ ἐν βουνοῖς·
 [00041]  δι' ὃν οἱ μυρίοι τῶν ἰχθύων δῆμοι, δι' ὃν τὰ ποικίλα τῶν τετραπόδων γένη, δι' ὃν τὰ παντοδαπὰ τῶν ὀρνίθων φῦλα, δι' ὃν νόμος, δι' ὃν προφῆται, δι' ὃν ἀπό στολοι, δι' ὃν τὰ μυρία θαύματα γέγονε·
000-00-00 Serial Number=0670320570
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00010]  ἀλλὰ σὺν τῷ Πατρὶ βασιλεύει, καὶ τὴν γῆν καταυγάζει, καὶ τὴν οἰκονομίαν ἐπλήρωσε, καὶ γένη γλωσσῶν τοῖς ἀποστόλοις ἀπέστειλε·
 [00062]  Μέθη μὲν γένη γλωσσῶν οὐκ οἶδε χαρίζεσθαι, ἀλλὰ καὶ τὴν οὖσαν ἑκάστῳ δεσμεῖ, καὶ παράφρονα ἀπεργάζεται, καὶ κόπτει τοῦ λόγου τὸν δρόμον, καὶ καθάπερ ἐν πέτραις τῷ σκότῳ βαδίζουσα τοῖς ὀδοῦσι προσπταίει·
000-00-00 Serial Number=0306951523
In principium Actorum Ante [Go Back]  
 [00873]  εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
 [00877]  ὁ δὲ ἀπόστολος καὶ προφήτης ἐστὶ πάντως, καὶ χαρίσματα ἔχει ἰαμάτων, καὶ γένη γλωσσῶν, καὶ ἑρμηνείας γλωσσῶν·
 [00881]  Πρῶτον δὲ ἀναγκαῖον εἰπεῖν, τί ποτέ ἐστι γένη γλωσσῶν.
 [00882]  Τί οὖν ἐστι γένη γλωσσῶν;
 [00889]  Καὶ τοῦτο τὸ σημεῖον ἐκαλεῖτο γένη γλωσσῶν.
 [00895]  Εἶδες πῶς ἔχει τὰ γένη τῶν γλωσσῶν, καὶ οὐκ ἔχει μόνον, ἀλλὰ καὶ μετὰ πλείονος ὑπερβολῆς ἢ οἱ λοιποὶ πάντες πιστοί;
 [00903]  Εἶδες πῶς γένη γλωσσῶν καὶ προφητείας ἔχει;
 [00908]  Ὅταν οὖν ἀκούσῃς, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, μάθε ὅτι πᾶσα ἡ χορηγία τῶν λοιπῶν χαρισμάτων, ὥσπερ ἐν κεφαλῇ, τῇ ἀποστολῇ ἐναπόκειται.
000-00-00 Serial Number=0130396068
In principium indictionis [1] Ante [Go Back]  
 [00026]  αὕτη μυρία τῶν παθῶν ἐπὶ τοῦ Σωτῆρος ἀπεδίωξε γένη·
000-00-00 Serial Number=0397550225
In sancta et magna parasceve Ante [Go Back]  
 [00048]  βλέψον πρὸς τὸν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσ σαι·
000-00-00 Serial Number=0571124375
Oratio de hypapante Ante [Go Back]  
 [00106]  Ἐπειδὴ οὖν ἐλθὼν ὁ Κύριος ἦρεν αὐτὸν καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἐποίησε τὰ ἀμφότερα ἕν, τά τε τῶν Ἰουδαίων γένη καὶ τὰ τῶν ἐθνῶν πλήθη εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ, καὶ μίαν καὶ τὴν αὐτὴν χάριν τοῖς πᾶσι ἐδωρήσατο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»