Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γάμον [194]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γάμον


000-00-00 Serial Number=0960736632
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00413]  [14] Οὐχ ὁρᾷς καὶ ἐν τοῖς χαμαιτυπείοις τῶν γυναικῶν, ὅτι τὰς μὲν εἰδεχθεῖς καὶ ἀναισχύντους μονομάχοι καὶ θηριομάχοι καὶ δραπέται μόλις ἂν πρόσοιντο, εἰ δέ πού τις εὔμορφος καὶ εὐγενὴς καὶ αἰσχυντηλὴ κατά τινα περίστασιν εἰς ταύτην ἔλθοι τὴν ἀνάγκην, οὐδὲ τῶν σφόδρα λαμπρῶν καὶ μεγάλων ἀνδρῶν τὸν ἐκείνης τις γάμον ἐρυθριάσειεν;
000-00-00 Serial Number=0877414763
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00083]  Τὸ γὰρ ἐπουρανίῳ συναφθέντα νυμφίῳ τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχεία τὸ πρᾶγμα, κἂν μυριάκις αὐτὸ σὺ γάμον καλῇς·
000-00-00 Serial Number=0406372070
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00593]  Καί ποτε εὑροῦσα μόνον, ἐπὶ τὴν ἄδικον αὐτὸν πρὸς βίαν εἷλκεν εὐνὴν καὶ τὸν ἀλλότριον διορύξαι γάμον ἠνάγκαζε καὶ τὴν σωφροσύνην αὐτοῦ λυμήνασθαι ἐπεχείρει.
 [01009]  [19.7] Εἰ δὲ ὁ γάμον παρανομούμενον ἐκδικήσας, τό γε εἰς αὐτὸν ἧκον οὐδὲ γὰρ διώρθωσε τὸ κακῶς γεγενημένον, ἀλλ' εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν εἰ τοίνυν ὁ μόνον εἰπὼν καὶ μηδὲν οἴκοθεν ἢ τοῦτο εἰσενεγκών, ἐπειδὴ ἀπετμήθη, μάρτυς καὶ μαρτύρων ἐστὶ πρῶτος·
000-00-00 Serial Number=0670025051
Ad illuminandos catecheses Ante [Go Back]  
 [00345]  Εἰς γάμον ἐκλήθης, ἀγαπητέ·
 [00348]  σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι·
000-00-00 Serial Number=0264991403
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01485]  Οὔτε γὰρ τοσοῦτοι πρὸς τὸν γάμον ἀπὸ τῶν μοναστηρίων ἐκβαίνουσιν, ὅσοι πρὸς πόρνας ἀπὸ τῆς εὐνῆς ἀνίστανται τῶν γυναικῶν.
 [01559]  Τί δαὶ, μετὰ γάμον, φησὶ, καὶ παῖδας, οὐκ ἔνι ταύτης ἐπιλαβέσθαι τῆς φιλοσοφίας ἐν αὐτῷ τῷ γήρᾳ γενόμενον;
 [01588]  Πρὸς δὲ τούτοις κἀκεῖνο εἰδέναι χρὴ, ὅτι οὐκ ἔνι μετὰ γάμον κύριον ἑαυτοῦ εἶναι, ἀλλ' ἀνάγκη δυοῖν θάτερον, ἢ διαπαντὸς ὁμιλεῖν τῇ γυναικὶ, ἂν ἐκείνη τοῦτο βούληται, ἢ βουλομένης ἐγκρατεύεσθαι ἀποστάντα μοιχείᾳ ἁλίσκεσθαι.
000-00-00 Serial Number=0509816468
Catecheses ad illuminandos Ante [Go Back]  
 [00006]  Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον.
 [00052]  Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινόμενα.
 [00178]  Ὁ τοιοῦτος οὐ διορύξει γάμον ἀλλότριον.
 [01002]  [6.24] ∆ιὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν.
000-00-00 Serial Number=0123668909
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00002]  καὶ εἰς τὸ, Ἐκλήθη Ἰησοῦς εἰς γάμον.
 [00011]  Ἐκλήθη, φησὶν, ὁ Ἰησοῦς εἰς γάμον.
 [00013]  Ἐπειδή τινες προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἄλλα τινὰ ὅσα ἔστι·
 [00015]  Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον·
 [00022]  Μὴ τοίνυν προφασίζου τὸν γάμον.
 [00023]  Ὁ ∆εσπότης σου παρεγένετο εἰς γάμον, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον, καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν ὁ γάμος;
 [00048]  Μή τι διαβάλλῃς τὸν γάμον.
 [00120]  Ἐκλήθη οὖν ὁ Ἰησοῦς εἰς γάμον.
000-00-00 Serial Number=0924628675
De Anna i Ante [Go Back]  
 [00264]  Οὐδὲν γὰρ οὕτω τὴν ἡλικίαν ἐκείνην κοσμεῖν πέφυκεν, ὡς ὁ τῆς σωφροσύνης στέφανος, καὶ τὸ πάσης ἀσελγείας καθαρεύοντα πρὸς γάμον ἐλθεῖν.
 [00268]  Ὅταν γὰρ καὶ πρὸ τῶν γάμων διεφθαρμένος ὁ νέος ᾖ, καὶ μετὰ τὸν γάμον πάλιν πρὸς ἑτέραν βλέπῃ γυναῖκα, τί τῶν γάμων ὄφελος, εἰπέ μοι;
 [00271]  Ταῦτα δὲ γίνεται, [54.643] καὶ μετὰ γάμον πρὸς τὰς ἑταιριζομένας γυναῖκας τρέχουσιν, ἐπειδὴ πρὸ τοῦ γάμου σωφρονεῖν οὐκ ἐμελέτησαν.
 [00275]  Ἵν' οὖν καὶ τὰ ἐνταῦθα ἡμῖν καλῶς οἰκονομῆται, καὶ μετὰ τούτων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, καὶ ἡμῶν αὐτῶν καὶ τῶν παιδίων προνοῶμεν, ταύτης ἕνεκεν μάλιστα τῆς ἐντολῆς, ὅπως μὴ ῥυπαρὰ ἐνδεδυμένοι ἱμάτια, εἰς τὸν πνευματικὸν ἐκεῖνον εἰσέλθωμεν γάμον, ἀλλὰ μετὰ παῤῥησίας πολλῆς ἀπολαύσωμεν τῆς ἐκεῖ κειμένης τοῖς ἀξίοις τιμῆς·
000-00-00 Serial Number=0531698108
De Chananaea Ante [Go Back]  
 [00325]  Μὴ ἀγοράσῃς, μὴ πωλήσῃς, μὴ γάμον ἐπιτελέσῃς, μηδὲ συμβόλαια, ἀλλ' ἔσο, εἰ καὶ τῷ τόπῳ ἐγγὺς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος.
000-00-00 Serial Number=0868143618
De Davide et Saule Ante [Go Back]  
 [00118]  Ἀλλ' ὅμως ὁ ∆αυῒδ κατὰ τὴν αὑτοῦ πραότητα τὰ πράγματα κρίνων, διεκρούσατο τὸν γάμον, οὐ διὰ τὸν κίνδυνον, οὐδὲ διὰ τὸν φόβον τῶν πολεμίων, ἀλλὰ διὰ τὸ νομίζειν ἀνάξιον ἑαυτὸν εἶναι τῆς πρὸς ἐκεῖνον συγγενείας, καὶ ταυτὶ πρὸς τοὺς δούλους αὐτοῦ λέγει τὰ ῥήματα·
000-00-00 Serial Number=0823345661
De Maccabeis Ante [Go Back]  
 [00220]  Οὐχ οὕτω μήτηρ κοσμοῦσα παῖδας εἰς γάμον εὐφραίνεται, ὡς ἐκείνη κολαζομένους βλέπουσα ἔχαιρε·
000-00-00 Serial Number=0751623809
De corruptoribus virginum Ante [Go Back]  
 [00039]  ἵνα τῷ τῆς ἀνάγκης σχήματι σὺ ἡ ἀναξία τὸν ὑπὲρ σὲ ἄφθαρτον γάμον κερδάνῃς.
 [00044]  Καὶ εἰ μὲν οὐκ ἠθέτησας ἔτι τὸν πνευματικὸν γάμον, φύλαξον ἀσφαλῶς τὰς συνθήκας·
000-00-00 Serial Number=0522636533
De fugienda simulata specie Ante [Go Back]  
 [00088]  Ἥτις γὰρ παρθενεύειν ἢ ἐγκρατεύεσθαι διὰ χηρείας ἐπαγγέλληται, ψεύσηται δὲ τὴν ἐπαγγελίαν, καὶ εἰς γάμον μετενεχθῇ, κρῖμα ἔχει, ὅτι τὴν πρώτην πίστιν ἠθέτησεν.
000-00-00 Serial Number=0729556859
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00499]  καὶ ὡς ἂν καρτερήσῃς, ταχέως σε ἐπὶ γάμον ἄξω.».
 [00665]  Ὃ δὲ πάντων μεῖζον, ὁ Θεὸς οὐ τότε ἔσται ἵλεως πλέον καὶ μυρίας τὸν γάμον ἐκεῖνον ἐμπλήσεις εὐλογίας, ὅταν ὡς αὐτὸς ἐπέταξεν, οὕτως συνίωσιν;
000-00-00 Serial Number=0986420393
De jejunio [2] Ante [Go Back]  
 [00244]  Ὅτε ἡ φύσις τὸν γάμον ἀπαιτεῖ, οὐ γαμεῖς ὑπὲρ φύσιν.
 [00247]  Οὐ διαβάλλω τὸν γάμον, προκρίνω δὲ τὴν νηστείαν.
 [00261]  Ἑορτὴ Κυρίου τοῦ καλέσαντος ἡμᾶς εἰς γάμον πνευματικὸν, τοῦ εἰσελθόντος ἰδεῖν τοὺς ἀνακειμένους·
000-00-00 Serial Number=0270456254
De libello repudii Ante [Go Back]  
 [00094]  Εἶτα ἐνδεικνύμενος, ὅτι οὐκ ἐπαινεῖ τὸ γεγενημένον, οὐδὲ γάμον εἶναι νομίζει, ἀλλὰ διὰ τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνει, εἰπὼν, Οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, ἐπήγαγε,
 [00133]  Πῶς οὖν ἐτόλμη [51.222] σας ἐπὶ κεκωλυμένον γάμον ἐλθεῖν;
 [00140]  Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν;
 [00154]  Ὅταν οὖν ἄλλοι χωρὶς γάμου σωφρονῶσι, ποίας σὺ τεύξῃ συγγνώμης μετὰ γάμον πορνεύων;
 [00168]  Καθάπερ γὰρ ἐκεῖ οὐκ ἀπέκλεισε τὸν γάμον, ἵνα μὴ βαρήσῃ τοὺς ἀσθενεστέρους, οὔτε ἀνάγκην ἐπέθηκεν, ἵνα μὴ τοὺς βουλομένους παρθενεύειν ἀποστερήσῃ τῶν κειμένων στεφάνων, ἀλλ' ἔδειξε μὲν ὅτι καλὸς ὁ γάμος, ἐδήλωσε δὲ ὅτι κρείττων ἡ παρθενία·
000-00-00 Serial Number=0191969275
De mutatione nominum Ante [Go Back]  
 [01018]  Καὶ γὰρ οἱ κληθέντες ἐπὶ τὸν γάμον τὸν πνευ [51.146] ματικὸν, ταύτας προεβάλλοντο τὰς προφάσεις, ὁ μὲν ὅτι ζεῦγος ὠνήσατο, ὁ δὲ ὅτι ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ' ἐκολάσθησαν ὅμως.
000-00-00 Serial Number=0294068396
De non iterando conjugio Ante [Go Back]  
 [00007]  Αἱ μὲν γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου λήθῃ παραδοῦσαι τὰ πρότερα καὶ τὰ ἐν χερσὶ μνημονεύουσαι μόνον, ἔρχονται μὲν ἐπὶ τὸν γάμον ὡς ἐπὶ λύσιν τῶν τῆς χηρείας κακῶν, εὑρίσκουσι δὲ ἕτερα πολλῷ χαλεπώτερα ἐν αὐτῷ, ὡς πάλιν τὰς αὐτὰς ἀφιέναι φωνὰς ἅσπερ καὶ πρότερον.
 [00022]  Ἀλλ' ὥσπερ ὅταν ὑπὲρ παρθενίας λέγωμεν, οὐ τὸν γάμον ἀτιμάζοντες ἐκείνην ἐπαίρομεν·
 [00023]  οὕτως ὅταν περὶ χηρείας διαλεγώμεθα, οὐ τὸν δεύτερον γάμον ἐν τοῖς ἀπειρημένοις τιθέντες τῷ προτέρῳ στέργειν παρακαλοῦμεν, ἀλλ' ὁμολογοῦμεν μὲν καὶ τοῦτον εἶναι κατὰ νόμον τὸν δεύτερον, πολλῷ δὲ τὸν ἕνα τοῦ δευτέρου βελτίονα.
 [00063]  Ἅπερ οὖν καὶ οἱ νόμοι συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες μή τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο·
 [00082]  Οὕτω καὶ ἐνταῦθα δι' ἕτερον μεῖζον κακὸν τὸν δεύτερον γάμον ἐπέταξε, δεικνὺς ὅτι καὶ τοῦτο συγγνώμης ἐστὶ τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαινούσης.
 [00093]  Ὥστε διὰ τὸ μὴ παρέχειν τὰς ἀφορμὰς τῆς λοιδορίας, καὶ βίον ἐφύβριστον ζῆν καὶ πορνικόν, τὸν γάμον ἐπέταξεν.
 [00104]  Ὅταν οὖν τὴν σχολὴν ἣν ἐν τοῖς εὐαγγελικοῖς πράγμασιν ἀναλίσκειν χρή, ταύτην μὴ μόνον εἰς περιττὰ καὶ ἀνωφελῆ, ἀλλὰ καὶ εἰς τὰ σφόδρα ἐπιβλαβῆ παρὰ πάντα δαπανῶσι τὸν βίον, εἰκότως αὐτὰς ἐπὶ τὸν γάμον ἄγει λοιπόν.
000-00-00 Serial Number=0825356483
De paenitentia [1] Ante [Go Back]  
 [00784]  ἀλλὰ πολεμεῖ πάντοτε, ἡδονὴν ὑποτιθέμενος, γάμον μηνύων, ὅπως τὴν ἀρετὴν ἐξ αὐτῆς ἀποδιώξῃ, καὶ ὅπως τὴν κακίαν ἐν αὐτῇ ἐγγεννήσῃ·
000-00-00 Serial Number=0406235874
De sacerdotio Ante [Go Back]  
 [01495]  Εἶτα μεταξὺ τῷ φίλτρῳ καιόμενον ἀκοῦσαί ποθεν ὅτι τὴν θαυμαστὴν ἐρωμένην ἐκείνην τῶν εὐτελῶν τις καὶ ἀπερριμμένων ἀνδρῶν καὶ δυσγενὴς καὶ τὸ σῶμα ἀνάπηρος καὶ πάντων τῶν ὄντων μοχθηρότατος μέλλοι πρὸς γάμον ἄγεσθαι.
000-00-00 Serial Number=0076866746
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00061]  Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον.
 [00065]  ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον·
000-00-00 Serial Number=0012667000
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00039]  περιορᾷς τὸ γύναιον ὑβριζόμενον, καὶ τὴν εὐνὴν ἀδικουμένην, καὶ τὸν γάμον διορυττόμενον;
 [00152]  Ὥσπερ γὰρ ὅταν λέγῃ ὅτι Ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ, καλὸν μὲν δείκνυσιν ὄντα τὸν γάμον, κρείσσω δὲ τὴν παρθενίαν·
000-00-00 Serial Number=0799687624
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00207]  Καὶ ἐπειδὴ ἔδει καὶ γυναῖκας ἁγίας παρεῖναι εἰς τὸν τοιοῦτον γάμον, κἀκείνας ᾄδειν, ἔρχεται Ἐσθὴρ, Ἰουδὴθ στολίζεται, καλλωπίζεται·
 [00211]  Καὶ ἐπειδὴ ἔδει ὡς ἐν γάμῳ τοιούτῳ καὶ ἐγγράφεσθαι ἐπαίνους, Παῦλος ἐπαινῶν τὸν γάμον λέγει·
000-00-00 Serial Number=0342861593
De virginitate Ante [Go Back]  
 [00012]  ∆εύτερον δὲ ὅτι τὸν γάμον ἀτιμάσασαι οὕτως ἦλθον ἐπὶ τὸ ἀποσχέσθαι τοῦ γάμου.
 [00039]  Τὸν δὲ γάμον αὐτοὶ φαῦλον νομίσαντες οὕτως ἔφυγον.
 [00044]  Πῶς οὖν ὑμεῖς πρᾶγμα ἀκάθαρτον καὶ ἐναγὲς εἶναι τὸν γάμον νομίσαντες τῆς τῶν ἐναγῶν ἀπαλλαγῆς τὰ κείμενα τοῖς ἐργάταις τῶν ἀγαθῶν ἀπαιτεῖτε ἔπαθλα;
 [00068]  [3] Ὅτι σατανικῆς ἀπανθρωπίας τὸ βδελύττεσθαι γάμον.
 [00136]  καὶ αἱ τὸν γάμον ὡς ἐναγὲς φεύγουσαι αὐτῷ τούτῳ τῷ φεύγειν πάντων γεγόνατε ἐναγέστεραι, παρθενίαν εὑροῦσαι πορνείας μιαρωτέραν.
 [00140]  καὶ γὰρ τὸν γάμον τιμῶσι καὶ τοῦ Θεοῦ τὴν δημιουργίαν θαυμάζουσιν.
 [00175]  οὐ μὴν διὰ τοῦτο ἐν τοῖς πονηροῖς τὸν γάμον τίθεμαι, ἀλλὰ καὶ λίαν αὐτὸν ἐπαινῶ.
 [00193]  [10] Ὅτι ὁ τὸν γάμον κακίζων τὴν παρθενίαν ἀδικεῖ.
 [00194]  Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν·
 [00198]  Ὥσπερ οὖν οἱ τὸν γάμον κακίζοντες τοῖς ταύτης ἐγκωμίοις λυμαίνονται, οὕτως ὁ διαβολῆς ἀπαλλάττων αὐτὸν οὐ τοῦτον μᾶλλον ἢ τὴν παρθενίαν ἐπῄνεσε.
 [00202]  Ἀλλ' ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ τοῦ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν, οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προύδωκας καὶ εἰς ἔσχατον ἤγαγες κακόν.
 [00298]  Ποῦ δὲ λοιπὸν χρησόμεθα τῇ γυναικὶ μήτε εἰς γάμον μήτε εἰς παιδοποιΐαν ἡμῖν
 [00326]  μετὰ τὸν θάνατον καὶ πρὸ τοῦ γάμου καὶ μετὰ τὸν γάμον.
 [00369]  Οἱ δὲ ὄντως γενναῖοι καὶ τοῦ φωτὸς ἐρασταὶ μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτὴν πρὸς τὰ μετέωρα πέτανται καὶ τῶν οὐρανῶν ἔχονται, πάντα τὰ ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε.
 [00402]  Καὶ μή μέ τις οἰέσθω τῆς ἀπωλείας αὐτῶν αἰτιᾶσθαι τὸν γάμον·
 [00507]  Αἰσχυνέσθωσαν ἀμφότεροι νῦν καὶ οἱ τὸν γάμον κακίζοντες καὶ οἱ παρὰ τὴν ἀξίαν αὐτὸν ἐπαίροντες.
 [00547]  Ἔτ' οὖν γάμον καὶ ἡδονὴν τοσούτῳ πράγματι παραβαλεῖν τολμήσει τις, εἰπέ μοι;
 [00555]  «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι», ἀπεπήδησεν ἐπὶ τὸν γάμον εὐθέως, «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω» λέγων·
 [00572]  Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται κύριος ἑαυτοῦ ἀλλ' ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν, ἐπειδὴ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπὸν ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ.
 [00574]  Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸν γάμον ἐνόμισαν, ἀλλ' ὅτε ἤκουσαν τοῦ κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε.
 [00688]  Ἔτ' οὖν τολμήσει τις, εἰπέ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβαλεῖν;
 [00836]  Καὶ δεύτερον πάλιν ἐπέτρεψε γάμον, ἐὰν βούλωνται, ὑπὲρ τοῦ μὴ πυροῦσθαι.
 [00856]  Πῶς οὖν ἣν ἀφίησιν ἐλευθέραν πάλιν κολάζει καὶ ὃν ἐν κυρίῳ φησὶν εἶναι γάμον τοῦτον ὡς παρανόμως γινόμενον κατακρίνει;
 [00872]  Ὁρᾷς οὐδαμοῦ τὸν γάμον καθ' ἑαυτὸν θαυμαζόμενον ἀλλὰ διὰ τὰς πορνείας, διὰ τοὺς πειρασμούς, διὰ τὴν ἀκρασίαν;
 [01027]  [44] Ὅτι εὐκολώτερον εἶναι διὰ παρθενίας ἢ διὰ γάμον βασιλείας τυχεῖν.
 [01120]  Τὸ γὰρ «Ἐπιταγὴν οὐκ ἔχω», τὸν γάμον συγχωροῦντός ἐστι καὶ εἰσάγοντος.
 [01145]  Ἐπειδὴ γὰρ ὡς πρὸς ἐπέραστον πρᾶγμα τὸν γάμον ἅπαντες τρέχουσι, δείκνυσιν ὅτι τῶν δεδεμένων οὐδὲν οἱ γεγαμηκότες διαφέρουσι.
 [01149]  Καὶ γὰρ μὴ βουλομένην σε τοῦτο ποιεῖν ἡ διὰ τὸν γάμον περιτεθεῖσα ἅλυσις καθέλκει καὶ ἐπισπᾶται πρὸς τὸν συνδεθέντα σοι τὴν ἀρχήν·
 [01159]  Τοῦτον γὰρ τὸν λογισμὸν οὐ μετὰ τὸν γάμον ἀλλὰ πρὸ τοῦ γάμου λαβεῖν ἐχρῆν.
 [01243]  Ποιεῖ δὲ αὐτὸ ἐκ περιουσίας πολλῆς τὸν γάμον ἀποφαίνων πλείονας ἔχοντα δυσκολίας, ὡς εἰ πρός τινα ἔλεγε, μοχθηρὸν καὶ ἐπίπονόν σοι εἶναι τὸ πρᾶγμα τοῦτο δοκεῖ;
 [01248]  Τοὐναντίον μὲν οὖν καὶ ἄνεσιν ἔχοντα πολλὴν καὶ τρυφὴν τὸν γάμον εὑρήσομεν.
 [01339]  Ἀλλ' ὥσπερ ἐπὶ τῶν ἀκανθῶν τῶν τοῖς ἱματίοις προσπηγνυμένων ἐν τῷ τὰς αἱμασιὰς διαβαίνειν, ὅταν ἐπιστραφῇ τις τὴν μίαν ἐξελεῖν, ἑτέραις κατέχεται πλείοσιν, οὕτω καὶ ἐπὶ τῶν τοῦ γάμου πραγμάτων ὁ τοῦτο διαδρὰς ἐκείνῳ περιπείρεται πάλιν, καὶ ὁ τοῦτο διαδὺς ἄλλῳ προσέπταισε, καὶ ὅλως οὐκ ἔνι γάμον πάσης εὑρεῖν ἀηδίας ἐλεύθερον.
 [01429]  Καὶ τί τοῦτο πρὸς τὸν γάμον;
 [01438]  Βούλει καὶ ταῦτα πάντα ἐκβαλόντες θῶμεν τῷ λόγῳ τὰ ἀδύνατα καὶ συγχωρήσωμεν γενέσθαι γάμον πάντα ὅμου ἔχοντα τὰ ἀγαθά, πολυπαιδίαν, εὐπαιδίαν, πλοῦτον, γυναικὸς σωφροσύνην, κάλλος, σύνεσιν, ὁμόνοιαν, γῆρας μακρόν;
 [01439]  Προσέστω καὶ γένους περιφάνεια καὶ δυναστείας μέγεθος καὶ μηδὲ τὸ κοινὸν τοῦτο τῆς φύσεως ὀχλείτω πάθος ὁ φόβος τῆς τούτων μεταβολῆς, ἀλλ' ἐξαιρείσθω πᾶσα μὲν ἀθυμίας ὑπόθεσις, πᾶσα δὲ φροντίδος καὶ μερίμνης ἀφορμὴ καὶ μήτε ἄλλη τις αἰτία μήτε θάνατος ἄωρος διαζευγνύτω τὸν γάμον, ἀλλὰ καὶ τοῦτον ἐν μιᾷ πάντες δεχέσθωσαν ἡμέρᾳ ἢ ὃ τούτων πολλῷ μακαριώτερον εἶναι δοκεῖ, μενέτωσαν μὲν οἱ παῖδες κληρονόμοι, τοὺς δὲ γονεῖς ἀμφοτέρους ὁμοῦ προπεμπέτωσαν μετὰ γῆρας μακρόν.
 [01630]  Καὶ τί τοῦτο πρὸς τὸν γάμον;
 [01677]  Πῶς οὖν συγχωρεῖς τὸν γάμον τὸν προσηλοῦντα ἡμᾶς ταῖς φροντίσι καὶ τῶν πνευματικῶν ἀπάγοντα;
000-00-00 Serial Number=0938132167
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02930]  Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναται σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν.
 [09907]  οἱ μὲν εἰς γάμον εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις καὶ ἔρωτι μιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις·
 [09999]  Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων, τίμιος γὰρ, ἀλλὰ διὰ τοὺς κακῶς αὐτῷ χρωμένους.
000-00-00 Serial Number=0665443003
Epistula ad Cyriacum Ante [Go Back]  
 [00690]  Καὶ μηδὲ ἰδὼν δικαστὴν κατεκρίθη ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ καὶ τὸ δὴ χαλεπώτερον κατεκρίνετο ὡς μοιχός, ὡς δεσποτικῆς ἐπιθυμήσας εὐνῆς, ὡς ἀλλότριον διορύξας γάμον, ὡς ἁλούς, ὡς ἐληλεγμένος·
000-00-00 Serial Number=0381642818
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00973]  Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ ἀλλότριον διορῦξαι γάμον, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν;
 [01049]  Καὶ μηδὲ ἰδὼν δικαστὴν κατεκρίνετο ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ καὶ τὸ δὴ χαλεπώτερον, κατεκρίνετο ὡς μοιχός, ὡς δεσποτικῆς ἐπιθυ μήσας εὐνῆς, ὡς ἀλλότριον διορύξας γάμον, ὡς ἁλούς, ὡς ἐληλεγμένος.
 [01473]  ∆ιά τοι τοῦτο τὸν διορύξαντα γάμον πατρῷον καὶ τὴν εὐνὴν διαφθείραντα τὴν ἐκείνου εἰς ὄλεθρον τῆς σαρκὸς παραδίδωσιν ὁ Παῦλος, τούτῳ καθαίρων αὐτὸν τῷ τρόπῳ.
000-00-00 Serial Number=0226146400
Expositiones in Psalmos Ante [Go Back]  
 [00755]  Εἰ γὰρ καὶ ὑπερβαίνει λόγον, ἀλλ' ὅμως κατὰ τὸ ἐγχωροῦν ἡμῖν ἀκοῦσαι, παρῃνίξατο τὰ μέλλοντα, νῦν μὲν, ὅπερ ἔφθην εἰπὼν, βασιλείαν καλῶν, νῦν δὲ γάμον, νῦν ἀρχὴν, ἀπὸ τῶν φαιδρῶν τῶν παρ' ἡμῖν ὀνομάτων παρανοίγων ἡμῖν τὴν περὶ ἐκείνων ἔννοιαν, τὴν αἰώνιον δόξαν, τὴν ἀκήρατον μακαριότητα, τὴν μετὰ Χριστοῦ διαγωγὴν, ἧς οὐδὲν ἂν γένοιτο ἴσον.
 [07092]  Εἰπὲ γάρ μοι, εἰ μὴ ἐβουλήθη νομοθετῆσαι γάμον, πόσην ἂν ὑπέστης βίαν;
 [07111]  Τί τὸν γάμον ὑβρίζεις;
000-00-00 Serial Number=0650826573
Fragmenta in Proverbia Ante [Go Back]  
 [01616]  [82] α.] Ἢ τοῦτό φησιν, ὅτι τοῦ Θεοῦ ἐστι τὸ καταστῆσαι τὸν γάμον·
 [01618]  ἢ αὐτὸν τὸν γάμον φησὶ καὶ τὸ πρᾶγμα, ἢ μέγα δεῖξαι βουλόμενος τὸ γυναικὸς ἐπιτυχεῖν ἀγαθῆς.
000-00-00 Serial Number=0689713299
Homilia de capto Eutropio Ante [Go Back]  
 [00882]  Ἐνταῦθα μὲν γὰρ οἱ μὲν μονάζοντές εἰσιν, οἱ δὲ γάμον σεμνὸν ἀσκοῦσιν, οὐ πολὺ ἐκείνων ἀπολιμπανόμενοι·
000-00-00 Serial Number=0071771383
In Acta apostolorum Ante [Go Back]  
 [09999]  ἀλλὰ τὰ περὶ τὸν γάμον.
 [09999]  [60.344] Μὴ γάμον ζητῶμεν ἀπὸ εὐπόρων, ἵνα μὴ τῆς οὐσίας ἡ ἀμετρία φρόνημα τέκῃ τῇ γυναικὶ, ἵνα μὴ τὸ φρόνημα διαφθορᾶς αἴτιον ᾖ.
000-00-00 Serial Number=0116942346
In Joannem Ante [Go Back]  
 [01791]  ἡμεῖς δὲ καὶ εἰς αὐτὸν, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τὸν γάμον ὑβρίσαντες διὰ τῶν ῥυπαρῶν ἱματίων, τουτέστι, τῶν ἀκαθάρτων πράξεων, εἰκότως ἐκβαλλόμεθα λοιπόν.
 [01792]  Ταύτῃ γὰρ καὶ τὸν γάμον τιμῶν, καὶ τοὺς κεκλημένους, ἀπελαύνει τοὺς ἰταμοὺς καὶ τοὺς ἀναισχύντους ἐκείνους.
 [03699]  διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται.
 [03702]  μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων·
000-00-00 Serial Number=0344893813
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00429]  Οὐ δέποτε γὰρ ἀλλότριον γάμον διώρυξεν.
 [00595]  Καὶ γὰρ ὁ ∆εσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκε.
000-00-00 Serial Number=0758146346
In Psalmum 118 Ante [Go Back]  
 [01104]  παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρή μοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοὺς νόμους ὑπερπη δῶντα.
000-00-00 Serial Number=0664567947
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00042]  Ἁμαρτωλή τις εὐ τέλεια τὴν Σαμαρεῖτιν κατεῖχε, πορνικῷ ἐῤῥυπαίνετο βίῳ, ἐραστὴν ἐξ ἐραστοῦ μετελάμβανε, γάμον εἶχε τὸν τοῦ ἔρωτος χρόνον, ὕπανδρος ἦν ἐρασταῖς νύμφη, χήρα τις διαπαντὸς καὶ νεόγαμος·
000-00-00 Serial Number=0194265544
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02889]  Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων (τίμιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρημένους.
 [06089]  Ὢ καινῶν πραγμάτων! ἐπὶ τοῦ κόσμου παρθένοι μένουσι πρὸ [61.554] τοῦ γάμου, μετὰ δὲ τὸν γάμον οὐκέτι.
 [06091]  ἀλλὰ κἂν μὴ ὦσι παρθένοι πρὸ τοῦ γάμου τούτου, μετὰ τὸν γάμον παρθένοι γίνονται.
 [06444]  ∆ιὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάμον ὁ Παῦλος, ἐπὶ χρημάτων πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν, λέγων, ∆ιὰ τί οὐ μᾶλλον ἀδικεῖσθε;
000-00-00 Serial Number=0795785546
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01824]  Οὐκ ἀπαγορεύων τὸν δεύτερον γάμον, οὐδὲ ἀκόλαστον εἶναι λέγων, ταῦτά φημι·
000-00-00 Serial Number=0606887162
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03537]  Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάμον, εἰπέ μοι;
 [03598]  Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλωτος γέμοντα.
 [04384]  Εἰ γὰρ, πάντων λαμπρὰ ἐνδεδυμένων, εἷς μόνος εὑρεθεὶς εἰς τὸν γάμον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη μετὰ ἀτιμίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ τὴν καθαρότητα ἡ εἰς τὸν γάμον ἐκεῖνον εἴσοδος.
 [05665]  Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν.
 [05904]  Καὶ ὅρον διδοὺς τῆς παρθένου καὶ τῆς οὐ παρθένου, οὐ γάμον εἶπεν οὐδὲ ἐγκράτειαν, ἀλλὰ ἀπραγμοσύνην καὶ πολυπραγμοσύνην.
 [05909]  ἐπεὶ καὶ δεύτερον συγχωρεῖ γάμον, μόνον Ἐν Κυρίῳ λέγων.
 [06939]  Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα·
 [08650]  εἶδες γάμον πνευματικόν;
 [09999]  Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη.
 [09999]  ∆ιὰ τοῦτο κἂν Ἑλληνίδα γυναῖκα εὕρῃ συνοικοῦσαν πιστῷ, οὐ διαζεύγνυσι τὸν γάμον·
 [09999]  Ἐπειδὴ δὲ καὶ γάμον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα ἐποίησε τῇ γυναικί.
000-00-00 Serial Number=0764097452
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01559]  Εἶπον μὲν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι δεῖ ταχέως πρὸς γάμον ἄγειν ὑμᾶς·
000-00-00 Serial Number=0208421171
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01896]  Ὁ πρὸ τοῦ γάμου σωφρονῶν, πολλῷ μᾶλλον μετὰ τὸν γάμον·
 [01897]  ὁ δὲ μαθὼν πορνεύειν πρὸ τοῦ γάμου, καὶ μετὰ τὸν γάμον τοῦτο ποιήσει.
 [01924]  Οὕτω πρὸς τὸν γάμον ἔκδοτε.
 [01930]  Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάμον, καθάπερ ἀθλητὴν ἐκ παλαίστρας, πᾶσαν δι' ἀκριβείας ἔχουσαν τὴν ἐπιστήμην, καθάπερ ζύμην ὀφείλουσαν τὸ ὅλον φύραμα εἰς τὸ ἑαυτῆς μεταστῆσαι κάλλος.
 [03415]  Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάμον;
000-00-00 Serial Number=0065086246
In epistulam ad Colossenses Ante [Go Back]  
 [04075]  Ἔξεστιν ἑτέροις φαιδρύνειν τὸν γάμον, οἷον τραπέζαις πληθούσαις, καὶ ἱματίοις·
 [04216]  ∆οκεῖ μὲν οὖν ἀδιάφορα εἶναι τὰ περὶ τὸν γάμον γινόμενα, ἔστι δὲ μεγάλων αἴτια κακῶν.
000-00-00 Serial Number=0113682330
In epistulam ad Ephesios Ante [Go Back]  
 [00450]  ἡ γὰρ ἐπιθυμία διὰ γάμον ἐδόθη, διὰ παιδοποιίαν παρεσχέθη, οὐ διὰ μοιχείαν οὐδὲ διαφθοράν.
 [05382]  οὔτε πάλιν μέχρις αὐτῆς τὸν γάμον ἔστησεν, ἵνα μὴ συστέλλων ἑαυτὸν καὶ συνάγων, τῶν λοιπῶν χωρίζηται.
 [05745]  ἀλλ' εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι τοῦ μονογενοῦς παιδὸς, καὶ ἀποδημίαν ὑπερόριον.
 [05918]  Οὐκέτι δύο ἐστὲ σάρκες μετὰ τὸν γάμον, ἀλλ' ἐγένεσθε εἰς μίαν·
000-00-00 Serial Number=0549620152
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02429]  Εἰ δὲ οἱ μακαρισμοὶ τοῖς μονάζουσίν εἰσι μόνοις εἰρημένοι, καὶ τὸν κοσμικὸν οὐ δυνατὸν αὐτοὺς κατορθῶσαι, αὐ [63.68] τὸς δὲ τὸν γάμον ἐπέτρεψεν, ἄρα αὐτὸς πάντας ἀπώλεσεν.
000-00-00 Serial Number=0184128463
In epistulam ad Romanos Ante [Go Back]  
 [00765]  ἡ δὲ περὶ γυναῖκας, ὅταν τις ἀφεὶς τὴν ἑαυτοῦ, τὸν ἑτέρου διορύττῃ γάμον·
 [08561]  Οὕτω καὶ ὅταν λέγῃ τις σοφὸς, ὅτι Παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν, οὐχ ὅτι ἕκαστον συνιόντα γυναικὶ αὐτὸς συνάπτει·
000-00-00 Serial Number=0391138196
In epistulam ad Titum Ante [Go Back]  
 [00318]  Ἐπιστομίζει τοὺς αἱρετικοὺς τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ' οὕτω τίμιον, ὡς μετ' αὐτοῦ δύνασθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον·
000-00-00 Serial Number=0626004994
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00052]  οὐκ ἀρκεῖταί μου ὁ ∆εσπότης μιᾷ κόρῃ, οὐ θέλει ἕνα γάμον·
 [00056]  Ὅρα πόσην ἀκρίβειαν εἶπεν ὁ Ἀπόστολος, ἵνα μὴ σαρκικὸν τὸν γάμον νομίσῃς εἶναι.
 [00057]  Ὢ τῆς τυφλότητος! ὢ τῆς ἀνοίας! τίς οὐκ ἂν ποθήσειε τὸν ἄφθαρτον καὶ ἀκάματον γάμον;
 [00076]  Ἡ γὰρ συναφθεῖσα πρὸς γάμον ἀνδρὶ μεριμνᾷ πῶς ἀρέσει φθειρομένῃ σαρκί·
000-00-00 Serial Number=0791216612
In illud Domine non est in homine Ante [Go Back]  
 [00100]  Ἂν μὲν γὰρ ἁπλῶς εἴπῃς, Εἰ πυροῦσαι, γάμησον, πᾶσιν ἔδωκας ἐξουσίαν τοῖς παρθενεύειν προῃρημένοις, ἡνίκα ἂν ὑπὸ ἐπιθυμίας ὀχληθεῖεν, τὰς πρὸς τὸν Θεὸν διαλῦσαι συνθήκας, καὶ πρὸς τὸν γάμον αὐτομολῆσαι, καὶ τῆς προτέρας ὑποσχέσεως ἐπιλαθέσθαι.
 [00109]  τὰς μέντοι ἐπιβαλλομένας ἤδη καὶ ἀπογραψαμένας εἰς τὴν τῆς χηρείας ὑπομονὴν, καὶ πρὸς τὸν Θεὸν θεμένας συνθήκας, οὔ φησι λοιπὸν εἶναι κυρίας τοῦ πρὸς δεύτερον γάμον ἐπανελθεῖν.
000-00-00 Serial Number=0373645723
In illud Ne timueritis Ante [Go Back]  
 [00529]  ὅτε δὲ τὸν γάμον, διὰ τοῦ οἰκέτου.
000-00-00 Serial Number=0329666495
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00030]  Οὗτος γὰρ, ὡς ἔγνων, τῇ ἐπιούσῃ μέλλων γαμηλίους λαμπάδας ἀνάπτειν, τῶν παστάδων ὑφανθεισῶν καὶ τῶν πρὸς τὸν γάμον ηὐτρεπισμένων ἁπάντων, ὑπὸ τὴν τάξιν τὴν τοῦ ἐπάρχου τελῶν ἐν τῷ σταδίῳ κάτω διατρέχων, ἐπελθόντων τῶν ἡνιόχων καὶ πρὸς ἀλλήλους φιλονεικούντων, μέσος ἀποληφθεὶς, τὸν βίαιον τοῦτον καὶ ἐλεεινὸν ὑπέμεινε θάνατον, τὴν κεφαλὴν μετὰ τῶν ἄκρων ἀποτμηθείς.
000-00-00 Serial Number=0539179862
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00064]  Εἰ γὰρ ὁ ∆εσπότης αὐτοῦ γάμον ἐτίμησε, καὶ οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ τῇ παρουσίᾳ καὶ τῷ δώρῳ τὸ πρᾶγμα ἐκόσμησε (καὶ γὰρ καὶ δῶρα τῷ γάμῳ μείζονα ἁπάντων εἰσήνεγκε, τὴν τοῦ ὕδατος φύσιν εἰς οἶνον μεταβαλὼν), πῶς ὁ δοῦλος ἠρυθρίασεν ἂν περὶ γάμου νομοθετῶν;
 [00152]  Εἰ δὲ μέλλοις καὶ μετὰ γάμον κεχρῆσθαι πορνείαις, περιττῶς ἦλθες ἐπὶ τὸν γάμον, καὶ εἰκῆ καὶ μάτην·
 [00154]  Οὐ γάρ ἐστιν ἴσον οὐκ ἔχοντα γυναῖκα πορνεύειν, καὶ μετὰ γάμον πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖν.
 [00204]  ἂν τὴν σωφροσύνην μειώ σῃς, τῷ Θεῷ τὰς εὐθύνας ὑφέξεις, τῷ τὸν γάμον εἰσ αγαγόντι, καὶ τὴν γυναῖκα ἐγχειρίσαντι.
 [00216]  Λιθίνας τοίνυν νόμιζε τὰς λοιπὰς γυναῖκας, εἰδὼς ὅτι μετὰ γάμον, κἂν ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς ἑτέραν γυναῖκα, κἂν δημοσίαν, κἂν ὕπανδρον, τοῖς τῶν μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας.
 [00221]  Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν αἰσχρότερον ἀν θρώπου μετὰ γάμον πορνεύοντος.
 [00273]  Εἰ γὰρ οἱ πρὸ τοῦ γάμου πορνείᾳ προσέχοντες κολάζονται καὶ δίκην διδόασι, καθάπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, πολλῷ μᾶλλον οἱ μετὰ τὸν γάμον.
000-00-00 Serial Number=0115412712
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00517]  Ἐὰν εἴπω νηστείαν, ἐὰν εἴπω σάκκου περιβολὴν, ἐὰν εἴπω ἀκτημοσύνην, ἐὰν εἴπω παρθενείαν, γάμον οὐκ οἴδασι σεμνὸν, καὶ περὶ παρθενείας ἔχω εἰπεῖν;
000-00-00 Serial Number=0459895313
In illud Vidi dominum Ante [Go Back]  
 [00648]  Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ ἔπαινος τῆς πόλεως τῆς Ἀντιοχείας, καὶ κατὰ κωλυόντων τὸν γάμον ἔνθεος ἀπόδειξις.
 [00824]  Ἀπὸ παρθένου μέν, ἀλλ' εἰς γάμον παρεγένετο καὶ δῶρον εἰσήνεγκεν·
 [00826]  καὶ τὸ ὕδωρ οἶνον ἐποίησεν, τῇ παρθενίᾳ τὸν γάμον τιμῶν, τῇ δωρεᾷ τὸ πρᾶγμα θαυμάζων·
 [00827]  ἵνα μὴ βδελύσσῃ τὸν γάμον, ἀλλὰ μισῇς τὴν πορνείαν.
000-00-00 Serial Number=0144404054
In illud Vidua eligatur Ante [Go Back]  
 [00096]  Οὕτω καὶ ἐπὶ τῆς συνουσίας τῆς κατὰ τὸν γάμον ποιεῖ.
 [00119]  Ταῦτα δὲ λέγομεν οὐχὶ νομοθετοῦντες δεύτερον ἀποστρέφεσθαι γάμον, ἀλλὰ παραινοῦντες καὶ συμβουλεύοντες μετὰ σωφροσύνης ἀρκεῖσθαι τῷ προτέρῳ.
 [00124]  καὶ γὰρ καὶ δεύτερον ἐπέτρεψε γάμον ὁ Παῦλος, οὕτως εἰπών·
 [00130]  Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, οὐδὲ νομοθετοῦμεν ταῦτα, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναιτο σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν.
000-00-00 Serial Number=0124508202
In natalem Christi diem Ante [Go Back]  
 [00122]  Ἐκ παρθένου οὖν σήμερον προῆλθε νικησάσης φύσιν, ὑπερβάσης γάμον.
000-00-00 Serial Number=0520804644
In sancta et magna parasceve Ante [Go Back]  
 [00013]  μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι·
000-00-00 Serial Number=0009588659
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00180]  μὴ περιβλέπου γάμον καὶ ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ.
000-00-00 Serial Number=0447716594
Quales ducendae sint uxores Ante [Go Back]  
 [00035]  ὥστε τοὺς βουλομένους εἰς γάμον ἐλθεῖν, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι πρόνοιαν.
 [00162]  τὸν γάμον δεῖ νομίζειν.
 [00220]  πρὸς τοῦτο χρὴ τὸν γάμον καθίστασθαι πάντα, ἵνα εἰς σωφροσύνην ἡμῖν συμπράττῃ·
 [00442]  Καὶ γὰρ τὸ ξένον εἶναι, καὶ οἰκέτην, καὶ ἀγνῶτα, καὶ πολὺ τῆς ὁδοῦ τὸ διάστημα, καὶ τὸ μηδὲ τὸν κηδεστὴν, μηδὲ τὸν νυμφίον, μήτε ἄλλον τινὰ τῶν ἐκείνῃ προσηκόντων γνωρίζεσθαι, καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἱκανὸν ἦν κωλῦσαι τὸν γάμον·
 [00449]  Ἀλλ' ἴδωμεν, ἐπειδὴ αὐτὴν ἔλαβε, ποίῳ τρόπῳ τὸν γάμον ἐπετέλεσεν.
000-00-00 Serial Number=0607392848
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00134]  Εἰ γὰρ ἄνδρας ἐπιθυμεῖς ἔχειν συνοικοῦντας, οὐκ ἔδει παρθενίαν ἑλέσθαι, ἀλλ' ἐπὶ τὸν γάμον ἐλθεῖν·
 [00136]  Τὸν μὲν γὰρ τοιοῦτον γάμον οὔτε ὁ Θεὸς καταδικάζει, οὔτε ἄνθρωποι διαβάλλουσι·
 [00160]  Ἡ μὲν γὰρ γεγαμημένη τὸν γάμον ἐρεῖ, ἡ δὲ πορνευομένη τὴν ἀσέλγειαν·
000-00-00 Serial Number=0143683910
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00024]  Εἰ γάμον οὐ δύνασαι διασπάσαι, πόσῳ μᾶλλον Ἐκκλησίαν Θεοῦ οὐκ ἰσχύεις καταλῦσαι;
000-00-00 Serial Number=0176351249
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01612]  Καὶ ἐξέβαλε τὰς γυναῖκας, ὡς παράνομον γάμον, καὶ ὤμοσαν φυλάξαι τὸν νόμον.
 [01696]  Αὐτὴ δὲ Ἰουδὶθἀπελθοῦσα εἰς Ἱερουσαλὴμ ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ἐπιστρέψασα εἰς τὸν οἶκον αὐτῆς, τὴν αὐτὴν εἶχε ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύοντος πεῖσαι πρὸς γάμον ἐλθεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»