Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βαδίζειν [78]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βαδίζειν


000-00-00 Serial Number=0996746123
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00233]  τὴν τεθλιμμένην κελευσθεὶς βαδίζειν ὁδὸν περὶ ἀναπαύσεως ἐρωτᾷς, καὶ διὰ τῆς ἐστενοχωρημένης προσταχθεὶς πύλης εἰσελθεῖν εὐρύχωρον ἐπιζητεῖς;
 [00415]  Ὥστε εἰ χρὴ κατάνυξιν μαθεῖν τοὺς μὲν νῦν ζῶντας, εἰς τὸ σὸν βαδίζειν δεῖ καταγώγιον·
000-00-00 Serial Number=0868690491
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00135]  Καὶ τοῖς βουλομένοις δὲ εἰς τὴν βασιλείαν βαδίζειν, διὰ τῆς ἐστενοχωρημένης τοῦτο κελεύει ποιεῖν ὁδοῦ, ὡς οὐκ ἐνὸν ἑτέρωθεν ἐκεῖσε ἐλθεῖν.
000-00-00 Serial Number=0822132289
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00536]  Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας, φησίν, εἶπεν·
000-00-00 Serial Number=0191482186
Ad populum Antiochenum Ante [Go Back]  
 [01970]  Εἰ καθ' ἑκάστην ἡμέραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν τὸ καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό;
 [02565]  πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι.
 [05057]  καὶ πρᾶγμα ἕκαστον πρὸς τοῦτο ἴδοι τις ἂν ἐπιγινόμενον ἡμῖν τὸ τέλος, καὶ πρὸς τοῦτο ἕκαστος βλέπων διὰ πολλῶν τῶν μέσων ἐπ' αὐτὸ σπεύδει βαδίζειν.
000-00-00 Serial Number=0581906617
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00454]  Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ' ὅμως καὶ δι' ἀλλοτρίων ἀνάγκη·
 [01742]  Καὶ εἰ μὲν ἦν οἴκοι μένοντας μὴ διαφθαρῆναι τέλεον, ἀλλὰ τὴν γοῦν ἐσχάτην τάξιν τῆς σωτηρίας λαχεῖν, μάλιστα μὲν οὐδὲ οὕτως ἂν τὴν κόλασιν διεφύγομεν, τοὺς ἐπὶ βίον ἀκριβέστερον βαδίζειν ἐπειγομένους κωλύοντες, καὶ ἐν τοῖς βιωτικωτέροις κατέχοντες πρὸς τὸν οὐρανὸν πτῆναι ἐπειγομένους·
000-00-00 Serial Number=0352710962
Catecheses ad illuminandos Ante [Go Back]  
 [00654]  Ὥσπερ οὖν τὸ αἰσθητὸν τοῦτο φῶς φυγαδεύει τὸ σκότος καὶ ὀρθὰ ποιεῖ βαδίζειν τοὺς τὴν αἰσθητὴν ταύτην ὁδεύοντας ὁδόν, οὕτω καὶ τὸ νοητὸν φῶς τὸ ἐκ τῆς ἀρίστης πολιτείας τοὺς ὑπὸ τοῦ σκότους τῆς πλάνης τὸ ὄμμα τῆς διανοίας τεθολωμένον ἔχοντας καὶ οὐ δυναμένου
 [00655]  ς ἀκριβῶς ἰδεῖν τῆς ἀρετῆς τὴν ὁδὸν καταυγάζει καὶ τὴν λήμην τῶν ὀφθαλμῶν τῆς διανοίας ἀποκαθαίρει καὶ πρὸς τὴν εὐθεῖαν ἄγει καὶ ποιεῖ βαδίζειν λοιπὸν ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν.
 [00828]  [5.16] ∆ιηνεκῶς γὰρ δεόμεθα χαλινοῦ ὥστε εὔτακτα βαδίζειν, ἐπεὶ καὶ Ἰουδαῖοι ἐντεῦθεν τὴν ἄνωθεν ὀργὴν ἐπεσπάσαντο.
000-00-00 Serial Number=0901565015
De caritate [2] Ante [Go Back]  
 [00070]  Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα, ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν, αὕτη τοὺς μάρτυρας συνήθλησε καὶ ἐνίσχυσεν, αὕτη τὰς ἐρήμους πολίτας ἀνέδειξεν, αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας ἐπλήρωσεν, αὕτη τοὺς ἀγγέλους καὶ ἀνθρώπους ἓν ἀπειργάσατο, ἄνδρας τε καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν.
000-00-00 Serial Number=0608701587
De futurae vitae deliciis Ante [Go Back]  
 [00104]  Ὥσπερ γὰρ ὁ κελευόμενος ἀτριβῆ βαδίζειν ὁδὸν, ἐὰν ἴδῃ πρότερόν τινα βαδίσαντα, εὐκολώτερον ἅπτεται, καὶ πλείονα λαμβάνει τὴν προθυμίαν·
000-00-00 Serial Number=0613695681
De paenitentia [1] Ante [Go Back]  
 [00960]  Καὶ ἵππον δὲ ἐκεῖνον θαυμάζειν μάλιστα χρὴ τὸν χωρὶς χαλινοῦ δυνάμενον εὔρυθμα βαδίζειν·
 [01581]  Ἵνα πατρικὴν δείξῃ φιλοστοργίαν, οὐχ ὡς δούλους ἐξήγαγεν, ἀλλ' ὡς παιδίον λαβὼν πατὴρ, οὕτως ἀπήλλαξεν, οὐκ ὄπισθεν βαδίζειν κελεύων ὥσπερ οἰκέτην, ἀλλ' ὡς υἱὸν εὐγενῆ καὶ ἐλεύθερον, τῆς δεξιᾶς λαβόμενος, οὕτως ἐξήγαγεν.
000-00-00 Serial Number=0657001972
De proditione Judae Ante [Go Back]  
 [00539]  ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν.
 [00721]  καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν;
000-00-00 Serial Number=0039717376
De virginitate Ante [Go Back]  
 [00532]  Ἐπὶ γὰρ ἀνθράκων δεῖ περιπατεῖν καὶ μὴ κατακαίεσθαι, ἐπὶ ξίφους βαδίζειν καὶ μὴ πλήττεσθαι.
 [00938]  καὶ καθάπερ ὑπὸ δεσποτῶν φυγάδες οἰκέται καθ' ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διά τινος ἀλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένοι, οὐκ ἂν δύναιντο μετ' ἐξουσίας βαδίζειν τῷ τὸν ἕτερον ἀναγκάζεσθαι ἕπεσθαι θατέρῳ.
 [01039]  Πῶς οὖν δυνήσεται τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζειν ὁδόν, τὴν εὐλύτων καὶ κούφων δεομένην ποδῶν καὶ ψυχῆς εὐζώνου καὶ εὐσταλοῦς τοσοῦτον ἔχων ἐπικείμενον πραγμάτων ὄγκον, τοσαύταις συνδεδεμένος πέδαις, διὰ τοιαύτης ἀλύσεως ἑλκόμενος κάτω συνεχῶς, τῆς πονηρίας λέγω τῆς γυναικός;
 [01502]  Καὶ ποδῶν δὲ αὐτῇ μέλει ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα ἀλλ' ἄπλαστόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν.
 [01523]  [66] Ὅτι τὸ βαδίζειν τοῦ περιφέρεσθαι ἐπὶ ἡμιόνοις ἥδιον.
 [01761]  Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου καὶ οὐδέποτε βέβαια βαδίζειν εἰδότος οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας.
000-00-00 Serial Number=0291168332
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05656]  πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι·
 [06156]  Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι, καθάπερ ἐπὶ κλίνης καθήμενον;
 [09999]  ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι κεχηνότες καὶ ἐκκεχυμένοι, πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν;
000-00-00 Serial Number=0525523961
Epistula ad Cyriacum Ante [Go Back]  
 [00154]  ∆ιὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι' ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα ὁ πάνσοφος καὶ εὐμήχανος οὐκ ἠνέσχετο, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ' εἶπεν·
000-00-00 Serial Number=0293831587
Epistulae Ante [Go Back]  
 [02477]  Εἰ δὲ μηδὲ τοῦτο εὔκολον, ἀλλ' ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων παραινοῦντες καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς.
000-00-00 Serial Number=0262285173
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00258]  ∆ιὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι' ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα, ὁ πάνσοφος καὶ εὐμήχανος Θεὸς οὐκ ἠνέσχετο τοῦ μαθητοῦ, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ' εἶπεν·
 [00661]  οὔτε γὰρ βαδίζειν ἦν εἰς τοσαύτην δυσχωρίαν καὶ ὄρη χαλεπὰ ἐν νυκτὶ μέσῃ.
000-00-00 Serial Number=0474295020
Expositiones in Psalmos Ante [Go Back]  
 [00289]  Ὥσπερ οὖν κατὰ φύσιν ἡμῖν τὸ βαδίζειν, ἂν δὲ βαρῶμεν τὰ γόνατα, παρὰ φύσιν γίνεται τὸ πρᾶγμα, πεπεδημένων ἡμῶν·
 [06997]  καὶ ὥσπερ ὁ νόμος τὴν ὀρθὴν ὁδὸν βαδίζειν κελεύει, οὕτως ἡ παρανομία πρὸς τὴν ἔρημον καὶ ἄβατον τὸν ἄνθρωπον μεθίστησιν.
000-00-00 Serial Number=0673653662
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00629]  Καὶ ἐν τῷ θελήματι τῆς ψυχῆς αὑτοῦ βαδίζειν πρὸς ἕκαστον κλίμα.
 [02984]  Τίνος ἕνεκεν ἐν τῷ Εὐφράτῃ, καὶ βαδίζειν τοσαύτην ὁδὸν ἐπέτρεψεν;
000-00-00 Serial Number=0006913185
Fragmenta in Proverbia Ante [Go Back]  
 [01859]  Τὸ δὲ ἐν περιπάτοις ὁμιλεῖτε, τουτέστι δεῖν τὰς αὐτὰς ἐννοίας ἀνακυκλοῦν τε καὶ ἐπὶ τὴν τούτων αὐτῶν ἐξέτασιν ἐπιστρέφειν καὶ βαδίζειν, εἰ οἷόν τέ ἐστιν εἰπεῖν.
000-00-00 Serial Number=0900628269
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00137]  ἵππος ἐστὶ βασιλικὸς ἡ γλῶσσα, Ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς·
000-00-00 Serial Number=0476502061
In Acta apostolorum Ante [Go Back]  
 [06169]  ἔνθα δὲ συλλεγῆναι χρὴ ψυχῶν γεννήματα, οὐδαμῶς φροντίζουσιν, ἀλλ' ἀναγκάζονται μυρίους σταδίους βαδίζειν, καὶ μακρὰς ἀποδημίας στέλλεσθαι, ἵνα εἰς ἐκκλησίαν ἀπίωσιν.
000-00-00 Serial Number=0165323555
In Isaiam Ante [Go Back]  
 [01193]  τουτέστιν, οὐκ ἐῶσιν ὀρθὰ βαδίζειν, διαστρέφοντες, ἐκλύοντες, ῥᾳθυμοτέρους ποιοῦντες.
000-00-00 Serial Number=0287030458
In Kalendas Ante [Go Back]  
 [00192]  Ἔστι καὶ βαδίζειν διὰ τὸν Θεὸν, καὶ βλέπειν διὰ τὸν Θεόν.
 [00193]  Πῶς ἔστι βλέπειν διὰ τὸν Θεὸν, καὶ βαδίζειν;
000-00-00 Serial Number=0044895589
In decem virgines Ante [Go Back]  
 [00018]  Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
000-00-00 Serial Number=0339842677
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00878]  Τοῦτο οὖν φησιν, ὅτι Οὐ κατὰ σάρκα βουλεύομαι, καὶ οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι.
 [00883]  ἀλλαχοῦ γὰρ προῃρημένον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδίζειν ἐκέλευεν.
 [02019]  ὅταν δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή.
000-00-00 Serial Number=0936873972
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09466]  ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο, ἐξῆν [61.255] κατὰ τὴν ἀγορὰν βαδίζειν, καὶ ἐν τοῖς στενωποῖς προσαιτεῖν·
000-00-00 Serial Number=0137662411
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01590]  Τί γὰρ τοῦ βαδίζειν ἐπ' ἀγορᾶς εὐκολώτερον;
 [02671]  Ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι, κεχηνότες καὶ ἐκκεχυμένοι πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν;
 [03071]  Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές;
000-00-00 Serial Number=0247150123
In epistulam ad Colossenses Ante [Go Back]  
 [01290]  Καθάπερ οὖν ἡμεῖς τοῖς παιδίοις καὶ πλακοῦντας ὠνούμεθα, καὶ ἀργύρια δίδομεν, ἓν μόνον παρ' αὐτῶν ἀπαιτοῦντες, τὸ τέως βαδίζειν ἐπὶ τὸ διδασκαλεῖον·
 [02288]  Οἶμαι αὐτὸν καὶ τὴν θάλατταν ἀγνοεῖν, καὶ τάχα βαδίζειν βούλεσθαι ἐπ' αὐτῆς.
000-00-00 Serial Number=0720627904
In epistulam ad Ephesios Ante [Go Back]  
 [00465]  τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας;
 [01030]  Οὐδὲ γὰρ, εἰ βαδίζειν ὁδὸν ἔδει εἰς πόλιν φέρουσαν βασιλικὴν, εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἂν ἡμᾶς τὸ βαδίσαι·
000-00-00 Serial Number=0081871808
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05097]  Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερ ἐπὶ κλίνης καθήμενον;
 [08232]  Καὶ πῶς οὐκ αἰσχύνη, φησὶν, ἐστὶ τὸ μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν;
 [08233]  Ἄπαγε, οὐκ ἔστι τοῦτο αἰσχύνη, μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν, ἀλλ' αἰσχύνη ἐστὶ τὸ μετὰ πολλῶν προϊέναι.
000-00-00 Serial Number=0090608358
In epistulam ad Philippenses Ante [Go Back]  
 [03899]  Ἂν ἐκεῖνο ἔχων ἀπέλθῃς εἰς τὸν οὐρανὸν, μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖ βαδίζειν δυνήσῃ, καὶ ἄγγελοί σε αἰδεσθήσονται τοῦτο φέροντα τὸ βραβεῖον·
 [03945]  Εἴ τις ἡμᾶς μιμεῖσθαι βούλεται, φησὶν, εἴ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνοις προσέχετε·
 [03948]  καθάπερ ἐν χορῷ καὶ στρατοπέδῳ τὸν χορηγὸν καὶ στρατηγὸν δεῖ μιμεῖσθαι τοὺς λοιποὺς, καὶ οὕτω βαδίζειν εὐτάκτως·
000-00-00 Serial Number=0474493921
In epistulam ad Romanos Ante [Go Back]  
 [00826]  Ὥσπερ γὰρ ἐν ἀσελήνῳ νυκτὶ εἴ τις ξένην ἐπιχειρήσει βαδίζειν ὁδὸν, ἢ πέλαγος πλεῖν, οὐ μόνον οὐ φθάσει πρὸς τὸ τέλος, ἀλλὰ καὶ ἀπολεῖται ταχέως·
 [00827]  οὕτω καὶ οὗτοι τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν ὁδὸν βαδίζειν ἐπιχειροῦντες καὶ τὸ φῶς ἀφ' ἑαυτῶν ἀφελόντες, εἶτα ἀντ' ἐκείνου τῷ σκότῳ τῶν λογισμῶν ἑαυτοὺς ἐπιτρέψαντες, καὶ ἐν σώμασι τὸν ἀσώματον, καὶ ἐν σχήμασι τὸν ἀσχημάτιστον ἐπιζητοῦντες, ναυάγιον ὑπέστησαν χαλεπώτατον.
 [03759]  πολλοὶ γὰρ τῶν δοκούντων ἐμπνεῖν καὶ βαδίζειν, νεκρῶν ἀθλιώτερον διάκεινται.
 [04778]  Ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ, φησὶ, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ Πνεύματος ἐπιλάβοιο βοηθείας.
 [04780]  σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ πνεῦμα βαδίζειν·
 [05092]  καὶ γὰρ καὶ τὸ ὁρᾷν, καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσὶ, καὶ εἰ μέλλοιμεν αὐτὰς θανατοῦν, τοσοῦτον ἀφέξομεν τοῦ ζῇν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην.
 [07850]  Εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς ἑαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου·
 [09664]  Οὐκοῦν ποία μοι ἀνάγκη βαδίζειν ἐπὶ τὰ ὄρη, καὶ τὰς ἐρημίας διώκειν;
 [09999]  καὶ τὸ κατακλᾶσθαι καὶ θρύπτεσθαι καὶ ῥυθμῷ βαδίζειν ἀφιεῖσα, πᾶσαν ταύτην τὴν ἐπιμέλειαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν τῶν οὐρανῶν πόθον ἄναψον ἐπὶ τῆς διανοίας.
000-00-00 Serial Number=0030051589
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00253]  Ταύτην τὴν ὁδὸν ὁ ἀγαπῶν βαδίζειν τὴν τῆς εὐρυχωρίας καὶ ἀνέσεως, εἰς τὰ ταμεῖα τοῦ θανάτου εὑρίσκεται φθάνων·
000-00-00 Serial Number=0429235518
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00057]  ἐπειδὰν δὲ ἔλθῃ πρὸς τόπον τινὰ τραχύτατον ἢ προσάντη καὶ δύσβατον, ἔνθα ἐστὶν ὄρος οὐρανόμηκες, σταθεὶς καὶ τὸν κάματον τοῦ ἀναφόρου ἀναλογισάμενος, ἠρέμα βαδίζειν ἄρχεται, ἵνα μὴ ταχεῖον ἀποκρίσῃ·
000-00-00 Serial Number=0471612930
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00176]  οὐ γὰρ δεῖ πάντα ἐπιέναι, ὥστε μὴ μηκύνειν τὸν λόγον, ἀλλὰ ἐν τούτοις παρέχοντα ὑμῖν ἀφορμὰς, ἐπὶ τὰ κατεπεί γοντα βαδίζειν.
000-00-00 Serial Number=0312193096
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00312]  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς ὑποδημάτων ἐκέλευσε βαδίζειν, αὐτῆς οὖν τῆς ῥήσεως ἀκούσαντες σαφῶς εἰσόμεθα.
000-00-00 Serial Number=0824815392
In illud Vidi dominum Ante [Go Back]  
 [00131]  ∆ιὰ τοῦτο παρεκάλεσα πολλάκις μηδένα τῶν ἐνταῦθα παραγινομένων καὶ τῆς θείας διδασκαλίας ἀπολαυόντων καὶ τῆς φρικτῆς καὶ μυστικῆς μετεχόντων θυσίας πρὸς ἐκεῖνα βαδίζειν τὰ θέατρα, καὶ τὰ θεῖα τοῖς δαιμονικοῖς ἀναμιγνύειν μυστήρια.
000-00-00 Serial Number=0371360123
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00108]  Ἄνευ βακτηρίας βαδίζειν οὐ δυνάμεθα, καὶ πῶς τεκνογονίας ἄρχεσθαι κελευόμεθα;
000-00-00 Serial Number=0915991068
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00061]  δι' ἑκατέρων γὰρ πρὸς ὑγείαν ἡμᾶς ἐπανάγει, καὶ πρὸς τὴν οἰκείωσιν τὴν ἑαυτοῦ, καὶ οἶδεν ὧν ἕκαστος χρείαν ἔχομεν, καὶ τί συμφέρον ἑκάστῳ, καὶ πῶς καὶ τίνι τρόπῳ σωθῆναι δεῖ, καὶ ταύτην ἡμᾶς ἄγει τὴν ὁδόν, Ἑπώμεθα τοίνυν οἷπερ ἂν αὐτὸς κελεύῃ, καὶ μηδὲν ἀκριβολογώμεθα, εἴτε διὰ ῥᾳδίας καὶ εὐκόλου, εἴτε διὰ χαλεπῆς καὶ τραχυτέρας ὁδοῦ βαδίζειν κελεύοι·
000-00-00 Serial Number=0416802824
In principium Actorum Ante [Go Back]  
 [00816]  Οἱ ὀξύτερον βαδίζειν δυνάμενοι τοὺς βραδυτέρους τῶν ἀδελφῶν ἀναμενέτωσαν·
000-00-00 Serial Number=0447753787
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00035]  ἆρα τὸ χρυσοῦν ἔχειν χαλινὸν καὶ τελαμῶνας τοιούτους καὶ στρωματόδεσμον ἐκ σηρικῶν νημάτων συγκείμενον καὶ τάπητας ποικίλους καὶ χρυσοπάστους καὶ φάλαρα λιθοκόλλητα καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ καὶ βαδίζειν εὔρυθμα καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ καὶ ἀνδρείαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος καὶ τροπῆς γενομένης σῴζειν τὸν ἀναβάτην;
 [00391]  Εἰ δὲ ἐμβληθέντων ᾐδέσθη τὸ πῦρ αὐτῶν τὰ σώματα, καὶ τὰ δεσμὰ ἔλυσε, καὶ παρέσχε κάτω μετ' ἀδείας βαδίζειν, καὶ τῆς οἰκείας ἐνεργείας ἐπελάθετο καὶ πηγὴ ψυχρῶν ὑδάτων γέγονε τοῦ πυρὸς ἡ κάμινος, τοῦτο λοιπὸν τῆς τοῦ θεοῦ χάριτος τὸ θαῦμα ἦν καὶ τῆς ἄνωθεν παραδοξοποιίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»