Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βήματος [89]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βήματος


000-00-00 Serial Number=0234073579
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00600]  Καθάπερ οὖν ἐπὶ τῶν κακούργων τοὺς μὲν πολλοὺς ἀφίησιν ἐπιπολὺ τὸ δεσμωτήριον οἰκεῖν ὁ κριτὴς, ὡς καὶ ἐκεῖ καταλῦσαι τὸν βίον πολλάκις, ὅταν δέ τινας τῶν πολλῶν νουθετῆσαι βούληται, ἕνα που καὶ δεύτερον ἐξ ἐκείνων λαβὼν, καὶ ἐφ' ὑψηλοῦ καθίσας τοῦ βήματος, περιεστώτων ἁπάντων, οὕτως αὐτὸν κελεύει τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ οὐ πάντων αὐτῷ πρὸς τὸν τῶν λοιπῶν φόβον χρεία τῶν πονηρῶν·
000-00-00 Serial Number=0076507926
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00258]  Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θλίβει καὶ θορυβεῖ, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισόμεθα;
000-00-00 Serial Number=0314280570
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00042]  Εἰ μὲν οὖν σπουδή σοι περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα ἀπερρᾳθύμησας δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖσε στεφάνων καὶ τῆς παρρησίας, σ' ἀναμιμνῄσκων παρεκάλεσα ἂν ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους·
 [00043]  ἐπειδὴ δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς τρέχομεν καὶ τῶν ἐπὶ γῆς λόγος ἡμῖν οὐδείς, ἑτέρου σε ἀναμιμνῄσκω δικαστηρίου καὶ βήματος φοβεροῦ καὶ φρικώδους·
 [00044]  «Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.».
000-00-00 Serial Number=0743235588
Ad illuminandos catecheses Ante [Go Back]  
 [00253]  Οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, μὴ μόνον ἐπὶ τῶν ὅρκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐλαττωμάτων, καὶ χρόνον ὁρίζοντες ἑαυτοῖς τιμωρίαις χαλεπωτάταις, εἴ ποτε περιπέσωμεν τούτοις, καθαροὶ πρὸς τὸν ἡμέτερον ἀπελευσόμεθα ∆εσπότην, καὶ τῆς τοῦ πυρὸς γεέννης ἀπαλλαγησόμεθα, καὶ μετὰ παῤῥησίας στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0717051685
Ad populum Antiochenum Ante [Go Back]  
 [00435]  κἂν ἐπὶ τοῦ βήματος εὐθύνας ὁ δικαστὴς ἀπαιτήσῃ, εἰπὲ μετὰ παῤῥησίας, ὅτι τὸν βασιλέα τῶν ἀγγέλων ἐβλασφήμησεν.
 [02682]  Ὅταν δὲ καὶ τοσαύτης ἦτε παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκότες, τίνα ἀπολογίαν εἰπεῖν ἕξετε ἐγκαλούμενοι, καὶ ἐπὶ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ εὐθύνας ἀπαιτούμενοι τῆς παρανομίας ταύτης;
000-00-00 Serial Number=0951059937
Adversus Judaeos Ante [Go Back]  
 [01206]  πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ Χριστοῦ μετὰ παῤῥησίας, εἰπέ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν;
 [01542]  ὁ μὲν γάρ φησιν, ὅτι Ἡ ἁπαλὴ, ἡ τρυφερὰ, ἧς οὐκ ἔλαβε πεῖραν ὁ ποῦς αὐτῆς ἐπιβῆναι ἐπὶ τοῦ βήματος διὰ τὴν ἁπαλότητα καὶ τὴν τρυφερότητα, ἅψεται παρανόμου τραπέζης, καὶ τῶν ἐκγόνων ἀπογεύσεται τῶν ἑαυτῆς.
 [02501]  Καὶ γὰρ καὶ ἐνταῦθα, ὁσάκις ἂν συντύχωμεν, πολλὴν δεξόμεθα τὴν εὐφροσύνην ἀπὸ τῆς συντυχίας, τῶν κατορθωμάτων ἀναμιμνησκόμενοι τῶν κατ' αὐτοὺς, καὶ ἐπὶ τοῦ βήματος αὐτοὺς ἐκεῖ θεασάμενοι τοῦ φοβεροῦ, μεγάλης μεθέξομεν τῆς παῤῥησίας.
 [02737]  Καὶ πρὸς τούτοις ἀνάμνησον τῆς γεέννης, τοῦ φοβεροῦ βήματος τοῦ Κυρίου, τῶν εὐθυνῶν τῶν ἐκεῖ, καὶ ὅτι τούτων ἁπάντων δώσομεν λόγον, καὶ τιμωρία τις οὐ μικρὰ κεῖται τοῖς τὰ τοιαῦτα τολμῶσιν·
000-00-00 Serial Number=0970165551
Catechesis de juramento Ante [Go Back]  
 [00253]  γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0186957598
Contra Anomoeos Ante [Go Back]  
 [00145]  Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾖ, κἂν πάντοθεν ἐπιῤῥέῃ, ἀλλ' οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲ συμμεθίσταται ἡμῖν πρὸς τὸν οὐρανὸν, οὐδὲ ἐπὶ τοῦ βήματος παρίσταται τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται·
 [00147]  Ὁ δὲ πνευματικὸς θησαυρὸς ἀναφαίρετόν ἐστι κτῆμα, καὶ πανταχοῦ βαδίζουσιν ἡμῖν καὶ ἀποδημοῦσιν ἕπεται, καὶ πολλὴν ἐπὶ τοῦ βήματος ἐκείνου δίδωσιν ἡμῖν τὴν παῤῥησίαν.
000-00-00 Serial Number=0401754797
De beato Philogonio Ante [Go Back]  
 [00071]  οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν.
000-00-00 Serial Number=0099343181
De cruce et latrone i Ante [Go Back]  
 [00140]  ἀνέμνησεν ἐκείνου τοῦ φοβεροῦ βήματος, μονονουχὶ λέγων·
000-00-00 Serial Number=0168138087
De cruce et latrone ii Ante [Go Back]  
 [00285]  Καθάπερ δικαστοῦ τοὺς ὑπευθύνους καταδικάζοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθεζομένου, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως αὐτῆς παρεστῶτες, οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ὅμως δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ·
000-00-00 Serial Number=0914573193
De decem millium talentorum debitore Ante [Go Back]  
 [00134]  Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0504308403
De diabolo tentatore Ante [Go Back]  
 [00091]  ἀλλ' ὥσπερ ἐπὶ τῶν βασιλέων ἀκούοντες τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τὰ χρυσᾶ ἱμάτια καὶ τὸν θρόνον τὸν βασιλικὸν, θαυμάζομεν μὲν, μειζόνως δὲ τοῦτο πάσχομεν, ὅταν τῶν παραπετασμάτων συνελκυσθέντων ἴδωμεν αὐτὸν ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθήμενον·
 [00600]  Κίνησον τὸν κατήγορον ἔνδον τὸ σὸν συνειδὸς, ἵνα μὴ ἐκεῖ κατήγορον ἔχῃς ἐπὶ τοῦ βήματος τοῦ Κυρίου.
000-00-00 Serial Number=0185481191
De fato et providentia Ante [Go Back]  
 [00184]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων εὐχῆς ἡ παῤῥησία, γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα.
000-00-00 Serial Number=0978327572
De incomprehensibili dei natura Ante [Go Back]  
 [01017]  Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
 [01433]  Ἵν' οὖν καὶ μετ' εὐκολίας τὸν παρόντα διανύσωμεν βίον καὶ, ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παρρησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό·
000-00-00 Serial Number=0528194189
De jejunio sermones 1 Ante [Go Back]  
 [00161]  ὁ τήμερον ἐπὶ βήματος, αὔριον ἐπὶ μνήματος·
000-00-00 Serial Number=0780877054
De paenitentia [1] Ante [Go Back]  
 [00276]  Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν·
 [02059]  Οὐκοῦν καὶ ἐπὶ τοῦ Θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν·
000-00-00 Serial Number=0253480315
De paenitentia sermo 3 Ante [Go Back]  
 [00097]  Ἀλλ' οἱ μὲν πλωτῆρες ναυάγιον ἐν ὕδασιν ὑπομένουσιν, οἱ δὲ ἁμαρτωλοὶ εἰς τὸν ποταμὸν τοῦ πυρὸς τὸν ῥέοντα ἔμπροσθεν τοῦ βήματος τοῦ
000-00-00 Serial Number=0331214964
De perfecta caritate Ante [Go Back]  
 [00120]  Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, καθώς φησιν ὁ Παῦλος, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.
000-00-00 Serial Number=0048877716
De resurrectione mortuorum Ante [Go Back]  
 [00033]  οὕτω καὶ οὗτοι οἱ πόρνας ἀγοράζοντες, καὶ τὰς Συβαριτικὰς παρατιθέμενοι τραπέζας, καὶ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ τοὺς πένητας σπαράττοντες, ὅταν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παραγένηται μετὰ τῶν ἀγγέλων τῶν ἑαυτοῦ, καὶ ἐπὶ τοῦ βήματος ἐκείνου καθίσῃ, καὶ τὴν οἰκουμένην εἰς μέσον παραγάγῃ, γυμνοὶ καὶ πάσης ἔρημοι τῆς φαντασίας εἰσενεχθέντες, καὶ οὐδένα συνήγορον οὐδὲ προστάτην ἔχοντες, χωρὶς συγγνώμης ἁπάσης εἰς τοὺς τοῦ πυρὸς ἀπενεχθήσονται ποταμούς.
000-00-00 Serial Number=0730789363
De sancta Droside martyre Ante [Go Back]  
 [00190]  Μὴ τοίνυν τοῦτόν μοι δείξῃς, ἀλλὰ δεῖξόν μοι τοῦτον αὐτὸν τὸν μετὰ τοσαύτης προπεμπόμενον τιμῆς κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ὁ Χριστὸς ἐφ' ὑψηλοῦ προκαθέζηται τοῦ βήματος, εἰσαγόμενον, καλούμενον, εὐθύνας ἀπαιτούμενον, ὧν εἶπεν, ὧν ἔπραξεν, ὧν ἐνενόησε.
000-00-00 Serial Number=0117854714
De sancta pentecoste Ante [Go Back]  
 [00317]  Τότε πυρὸς ποταμὸς πρὸ τοῦ βήματος ἐκείνου σύρεται·
000-00-00 Serial Number=0845757782
De virginitate Ante [Go Back]  
 [01907]  Τῆς γὰρ κυρίας παραγενομένης καὶ τοῦ βήματος προτεθέντος καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογὸς καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀποδύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ' ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα, οὐ μόνον οὐδενὸς ἡμᾶς ἐξιλάσασθαι δυναμένου τότε, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παρρησίαν ἔχων τις, κἂν Νῶε κἂν Ἰὼβ κἂν ∆ανιὴλ κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον.
000-00-00 Serial Number=0432251215
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01393]  πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ Χριστοῦ μετὰ παῤῥησίας, εἰπέ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν;
 [01516]  Καὶ ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν καὶ ὑμεῖς στήσεσθε καὶ ἡ παρ' ὑμῶν χάρις, ἐμοῦ τὰς εὐθύνας παρέχοντος.
 [03137]  Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς;
 [05937]  Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θορυβεῖ καὶ θλίβει, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισόμεθα ἄρα;
000-00-00 Serial Number=0049663007
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00319]  Ὅταν ἀκούσῃς διηγουμένου τινὸς τὴν πανωλεθρίαν ταύτην, ἀποπήδα ταχέως ἀπὸ τῶν λογισμῶν τούτων καὶ τρέχε ἐπὶ τὴν ἔννοιαν τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ ἀναλογίζου παρὰ σαυτῇ τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον, τοὺς ποτα μοὺς τοῦ πυρὸς τοὺς πρὸ τοῦ βήματος ἐκείνου συρομένους καὶ σφοδροτάτῃ καχλάζοντας τῇ φλογί, τὰς ἠκονημένας ῥομφαίας, τὰς ἀποτόμους τιμωρίας, τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος, τὸν ζόφον τὸν ἀφεγγῆ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον, τὸ θέατρον τῆς οἰκουμένης, μᾶλλον δὲ τὸ θέατρον ἑκατέρας τῆς κτίσεως, τῆς ἄνω, τῆς κάτω.
000-00-00 Serial Number=0004251361
Expositiones in Psalmos Ante [Go Back]  
 [00567]  ἐπειδὰν δὲ αὐξηθῶσι, ταῦτα ἀφελόντες αὐτῶν, ἕτερα μείζονα διδόασι, τὴν ἐπὶ τοῦ βήματος εὐδοκίμησιν, τὴν ἐν τῇ πόλει λαμπρότητα, τὴν ἐν ταῖς βασιλικαῖς αὐλαῖς παῤῥησίαν, ἀρχὰς καὶ δυναστείας, πάσης αὐτοὺς ἀπάγοντες τῆς παιδικῆς φιλοτιμίας.
 [01352]  Τοῦτο τοίνυν ἀξιοῖ καὶ οὗτος, ἐνταῦθα ἀπονίψασθαι τὰ ἁμαρτήματα, ὥστε ἐπὶ τοῦ φοβεροῦ βήματος παῤῥησίας ἀπολαῦσαι.
 [01380]  Ταῦτα τὰ δάκρυα τὸ ἄσβεστον πῦρ σβέσαι δύνανται, τὸν ποταμὸν ἐκεῖνον τὸν πρὸ τοῦ βήματος ἑλκόμενον.
 [06628]  Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται;
000-00-00 Serial Number=0907515109
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00325]  Μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παῤῥησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος.
000-00-00 Serial Number=0334137440
In Acta apostolorum Ante [Go Back]  
 [09023]  Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
 [09077]  Τακτῇ δὲ ἡμέρᾳ καθίσας ὁ Ἡρώδης ἐπὶ τοῦ βήματος ἐδημηγόρει, φησί.
 [09999]  Τῇ δὲ ἐπαύριον καθίσας, φησὶν, ἐπὶ τοῦ βήματος.
 [09999]  Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι.
 [09999]  ∆ιατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.
 [09999]  Ἐπιλαβόμενοι δὲ Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
 [09999]  Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
 [09999]  Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελε.
 [09999]  Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι.
 [09999]  Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα.
 [09999]  Ὅρα, εὐθέως ἐλθὼν ἐκάθισεν ἐπὶ τοῦ βήματος·
 [09999]  Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι·
000-00-00 Serial Number=0332529724
In Genesim sermones Ante [Go Back]  
 [01142]  Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Παραστῆναι ἡμᾶς δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν;
000-00-00 Serial Number=0440075040
In Heliam et viduam Ante [Go Back]  
 [00061]  Καὶ καθάπερ οἱ δικάζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν ὁδὸν, ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι κελεύσαντες, καὶ τὴν πόλιν αὐτοῖς περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιούμενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημένων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύθυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν·
 [00062]  οὕτω καὶ ὁ Θεὸς, καθάπερ ἐφ' ὑψηλοῦ τοῦ βήματος, τοῦ τῶν Γραφῶν κηρύγματος προκαθίσας, καὶ τὴν οἰκουμένην ἅπασαν περιστήσας, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς ποιεῖται τῶν ἁμαρτημάτων τὴν ἐξέτασιν, οὐχ ὑπομνήματα ἀναγνωσθῆναι κελεύων, οὐδὲ γράμματα παράγων εἰς μέσον, ἀλλ' αὐτοῖς ἡμᾶς τοῖς τῶν καταδίκων ἐφιστῶν ἁμαρτήμασιν.
000-00-00 Serial Number=0996772587
In Isaiam Ante [Go Back]  
 [00757]  Καὶ τῶν ῥητόρων τῶν παρ' αὐτοῖς τὸ κεφάλαιον ∆ημοσθένης ἀπὸ τοῦ βήματος ἐπὶ τὸν πόλεμον ἐξῄει πολλάκις.
 [01901]  Ἔθος δὲ τοῖς δικάζουσι ταῦτα ποιεῖν μὴ λάθρα, ἀλλ' ἐφ' ὑψηλοῦ τοῦ βήματος καθημένοις, παρεστώτων ἁπάντων καὶ τῶν παραπετασμάτων συνελκομένων [τοῦτο ποιεῖν].
000-00-00 Serial Number=0126179457
In Joannem Ante [Go Back]  
 [02030]  Μὴ δὴ περιίδωμεν ἑαυτοὺς, διὰ τῆς βραχείας ταύτης ὀλιγωρίας καὶ ἀνέσεως εἰς αἰώνιον ἐμπίπτοντας κόλασιν, ἀλλὰ γρηγορήσωμεν, νήψωμεν, πάντα πράξωμεν καὶ πραγματευσώμεθα, ὥστε ἐκείνης τυχεῖν τῆς ἀπολαύσεως, καὶ πόῤῥω γενέσθαι τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ συρομένου μετὰ πολλοῦ ῥοίζου πρὸ τοῦ βήματος τοῦ φρικτοῦ.
000-00-00 Serial Number=0026960313
In Petrum et Paulum Ante [Go Back]  
 [00122]  Πᾶσαν οὖν σπουδὴν ἐπιδείξασθαι ὀφείλομεν, ἀγαπητοὶ, δεόμενοι τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἵνα ἡμᾶς ἀξιώσῃ τῇ αὐτοῦ φιλανθρωπίᾳ ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν, ἵνα λάβωμεν ἔλεος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ·
000-00-00 Serial Number=0395113349
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01719]  καὶ τὸν μὲν ἐπὶ τοῦ βήματος καθιούμενον, καὶ τὰς εὐθύνας ἀπαιτήσοντα οὐ σφόδρα δεδοίκαμεν, τοὺς δὲ μεθ' ἡμῶν ἑστῶτας καὶ κρινομένους φρίττομεν.
 [03138]  Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.
 [03139]  Εἶτα φοβήσας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών·
000-00-00 Serial Number=0266667426
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00015]  ἐν ταύτῃ καὶ ἐπὶ Γαλλίωνος τοῦ ἀνθυπάτου ἐπὶ τοῦ βήματος ὁ Παῦλος ἐτύπτετο.
 [00316]  Καὶ σκόπει τὴν σοφίαν, πῶς αὐτοὺς ἀπαγαγὼν τῶν ἀνθρωπίνων, ἐφόβησεν ἀναμνήσας τοῦ βήματος τοῦ φοβεροῦ, καὶ δείξας, ὅτι οὐ προοιμίων δεῖ μόνον χρηστῶν, ἀλλὰ καὶ τέλους.
 [03413]  Καίτοι γε αὐτοὶ μεθ' ἡμῶν στήσονται ἐπὶ τοῦ βήματος ἐκείνου, οὐδὲν ἡμᾶς ὠφελοῦντες·
 [04485]  Τί τοίνυν ποιήσομεν κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παρ [61.128] άγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον;
000-00-00 Serial Number=0161465645
In epistulam ad Colossenses Ante [Go Back]  
 [02202]  Ὁ χθὲς ἐπὶ τοῦ βήματος ὑψηλὸς, ὁ κήρυκας ἔχων λαμπρᾷ τῇ φωνῇ βοῶντας, καὶ πολλοὺς τοὺς προτρέχοντας καὶ σοβοῦντας κατὰ τὴν ἀγορὰν, σήμερον εὐτελὴς καὶ ταπεινὸς καὶ πάντων ἐκείνων ἔρημος καὶ γυμνὸς, καθάπερ κονιορτὸς ἀναῤῥιπισθεὶς, καθάπερ ῥεῦμα παρελθόν.
 [02356]  Ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν ὑμεῖς ἑστήκατε, καὶ ἡ παρ' ὑμῶν χάρις εἰς οὐδὲν, ἐμοῦ τὰς εὐθύνας παρέχοντος.
000-00-00 Serial Number=0636189640
In epistulam ad Ephesios Ante [Go Back]  
 [04365]  Τῆς ἡμέρας, φησὶν, ἐπιστάσης τῆς φοβερᾶς, καὶ παραγενομένης τῆς κυρίας, καθεσθεὶς ἐπὶ τοῦ βήματος ὁ Κριτὴς, καὶ τὰ μὲν πρόβατα στήσας ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ ἀριστερῶν, πρὸς μὲν τὰ πρόβατα ἔλεγε·
 [06217]  ἐπεὶ ποίᾳ παῤῥησίᾳ στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ;
000-00-00 Serial Number=0672161698
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00091]  Εἰ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν, ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν·
000-00-00 Serial Number=0371313393
In epistulam ad Romanos Ante [Go Back]  
 [00752]  τότε δὲ φανερὰ ἔσται ἡ παρὰ τοῦ Θεοῦ κόλασις, ὅταν καθήμενος ἐπὶ τοῦ φοβεροῦ βήματος ὁ κριτὴς, τοὺς μὲν ἐπὶ τὰς καμίνους ἕλκεσθαι κελεύῃ, τοὺς δὲ ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, τοὺς δὲ ἐπ' ἄλλας ἀπαραιτήτους καὶ ἀφορήτους κολάσεις.
 [09229]  Ἔσο τοίνυν ἐναγώνιος, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος, καὶ τῷ νόμῳ προστρέχων·
 [09258]  Ὥστε ὅταν ἴδωμέν τινας ἁμαρτάνοντας, μὴ μόνον μὴ ὠθῶμεν, ἀλλὰ καὶ ἀνέλκωμεν ἐκ τοῦ βαράθρου τῆς πονηρίας, ἵνα μὴ τῆς ἑτέρων ἀπωλείας αὐτοὶ τὴν δίκην ὑπόσχωμεν, καὶ μνημονεύωμεν διηνεκῶς τοῦ βήματος τοῦ φοβεροῦ, τοῦ ποταμοῦ τοῦ πυρὸς, τῶν δεσμῶν τῶν ἀλύτων, τοῦ σκότους τοῦ ἀφεγγοῦς, τοῦ βρυγμοῦ τῶν ὀδόντων, τοῦ σκώληκος τοῦ ἰοβόλου.
000-00-00 Serial Number=0290154696
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00499]  Ἐπειδὴ δὲ καὶ ἕτερός ἐστι πολλοῖς μεμελετημένος λόγος πρὸς ἀπολογίαν, ἀπανθρωπίας καὶ ὠμότητος γέμων, ἀνάγκη καὶ τοῦτον διεξελέγξαι πάλιν, οὐχ ἵνα ἀπολογίας αὐτοὺς ἀποστερήσωμεν, ἀλλ' ἵνα πείσωμεν τὴν οὐκ οὖσαν, οὐδὲ ὠφελοῦσαν ἀπολογίαν ἀποθέσθαι, τὴν δὲ οὖσαν καὶ προστῆναι δυναμένην ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ταύτην διὰ τῶν ἔργων μελετᾷν διηνεκῶς.
000-00-00 Serial Number=0172241628
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00497]  Εἰ γὰρ ταύτης ἐπιλάβοιντο τῆς ἐξουσίας οἱ ἀρχόμενοι, ὀφθήσονται πάντας ἀποχειροτονοῦντες, καὶ ἐκ τοῦ βήματος καταβιβάζοντες.
000-00-00 Serial Number=0547648311
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00018]  Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι παῤῥησίαν τῷ διδάξαντι.
000-00-00 Serial Number=0543925822
In illud Vidi dominum Ante [Go Back]  
 [01458]  Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν, δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0625100613
In mediam pentecosten Ante [Go Back]  
 [00014]  Ἠκούσατε γὰρ τῆς εὐαγγελικῆς ἀναγνώσεως, ἣν προσφόρως ἡμῖν καὶ κατὰ τὴν μέσην τῆς ἑορτῆς ἐφ' ὑψηλοῦ βήματος ἑστὼς ὁ εὐαγγελιστὴς μεγαλοφώνως ἀνέκραξε, καθάπερ τινὶ σάλπιγγι τῇ φωνῇ τοῦ Λευΐτου χρησάμενος.
000-00-00 Serial Number=0859054267
In pharisaeum et meretricem Ante [Go Back]  
 [00078]  Πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως λύσω τὰς εὐθύνας, πρὸ τῆς φοβερᾶς κρίσεως διαφύγω τὴν κρίσιν, πρὸ τοῦ φρικτοῦ βήματος ὑποκλέψω τὰς μάστιγας·
000-00-00 Serial Number=0662259221
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00003]  Τῷ μὲν νόμῳ τῆς Ἐκκλησίας πειθόμενος ἡψάμην, ὡς οἷόν τε, τοῦ βήματος·
000-00-00 Serial Number=0924946606
In secundum domini adventum Ante [Go Back]  
 [00014]  Ἔσο τοίνυν, ἄνθρωπε, ἐναγώνιος πάντοτε, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος·
 [00190]  Εἰ δὲ περὶ τούτων τῶν εἰρημένων δώσομεν δίκην, πολλῷ μᾶλλον ὑπὲρ τῶν ῥημάτων τούτων δώσουσιν εὐθύνας ἐπὶ τοῦ βήματος ἐκείνου τοῦ φοβεροῦ οἱ τὰ φοβερὰ καὶ φρικώδη διασύροντες τοῦ Χριστοῦ ἐντάλματα, καὶ πολλῶν τὸν τόνον τῶν σπουδάζειν βουλομένων ἐκλύοντες, καὶ οὐδὲ τοὺς βαρβάρους Νινευΐτας μιμούμενοι.
000-00-00 Serial Number=0557477713
Laus Diodori episcopi Ante [Go Back]  
 [00012]  ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος [52.763] ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι' αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελ τίους.
000-00-00 Serial Number=0085604608
Oratio secunda Ante [Go Back]  
 [00059]  Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»