Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βέλη [107]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βέλη


000-00-00 Serial Number=0241837978
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01185]  [23.4] Καὶ ταῦτα οὐχ εἷς παιδεύει μόνον, οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ πᾶς ὁ λαὸς καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων δι' ὧν πάσχουσι, δι' ὧν νικῶσι, δι' ὧν περιγίνονται τῶν ἐπιβουλευόντων, δι' ὧν ἀδάμαντος στερρότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναρριπίζοντες, οὐ τόξον, οὐ βέλη ἀφιέντες, ἀλλ' ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.
000-00-00 Serial Number=0672904670
Ad populum Antiochenum Ante [Go Back]  
 [00864]  οὐ γὰρ ἀπὸ τῆς ἀφιείσης τὰ βέλη χειρὸς, ἀλλ' ἀπὸ τῶν πασχόντων σωμάτων τὰ τραύματα γίνεται·
 [02240]  Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται·
 [02620]  Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ πῶς γάρ;, τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις ἰσχύν.
 [04060]  καὶ ἀσπίδες μὲν καὶ δόρατα καὶ βέλη πάντα ἠλέγχετο, ὄψεως δὲ εὐμορφία καὶ ψυχῆς ἀκολασία τοὺς γενναίους ἐχειρώσατο τούτους.
000-00-00 Serial Number=0228520513
Adversus catharos Ante [Go Back]  
 [00015]  καὶ οὕτως ἀθρόον ἀνέμου προσβολῆς ἐμπεσούσης, τὰ μὲν βέλη τῶν ἐναντίων κατὰ τῶν ἀφιέντων ἐφέρετο·
000-00-00 Serial Number=0202725232
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00030]  Ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν ἐκείνου, ὃς πανταχόθεν βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάττης καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο·
 [00065]  Γίνεται γὰρ τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων βέλη πικρότερα καὶ ὀλεθριώτερα.
000-00-00 Serial Number=0794454336
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00031]  καὶ διὰ τί, καὶ ἐκ [47.321] ποίας αἰτίας, καὶ πρὸς τί βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ;
000-00-00 Serial Number=0163737237
Catecheses ad illuminandos Ante [Go Back]  
 [00467]  Ἐκεῖνος ἀφίησι βέλη κατ' ἐμοῦ, ἔχω μάχαιραν ἐγώ·
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
000-00-00 Serial Number=0559977889
Commentarius in Job Ante [Go Back]  
 [01735]  [6,4a] βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, [4b] ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα.
 [02749]  [16,9a] ὀργῇ χρησάμενος κατέβαλέ με, [9b] ἔβρυξε δὲ ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ, [9c] βέλη πειρατηρίων αὐτοῦ ἐπ' ἐμοὶ ἔπεσεν.
000-00-00 Serial Number=0046487868
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00083]  Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεὺς, καὶ εἶπεν, ὅτι Βασιλεύς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς·
000-00-00 Serial Number=0998762131
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00357]  [11] Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων·
000-00-00 Serial Number=0594026744
De Christi precibus Ante [Go Back]  
 [00211]  Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παιδίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται·
000-00-00 Serial Number=0389470696
De Lazaro Ante [Go Back]  
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
 [00866]  καὶ δεῖ τῶν θείων φαρμάκων ἡμῖν, ἵνα καὶ τὰ γινόμενα ἕλκη θεραπεύωμεν, καὶ τὰ μηδέπω μὲν γινόμενα, μέλλοντα δὲ γίνεσθαι, προαναστέλλωμεν, πόῤῥωθεν τοῦ διαβόλου τὰ βέλη κατασβεννύντες καὶ ἀποκρουόμενοι διὰ τῆς συνεχοῦς τῶν θείων Γραφῶν ἀναγνώσεως.
000-00-00 Serial Number=0446925461
De corruptoribus virginum Ante [Go Back]  
 [00094]  πῶς οὐκ ἐτροπώσω τὰ ἰοβόλα αὐτοῦ βέλη τῷ τύπῳ τοῦ σταυροῦ μου;
000-00-00 Serial Number=0380701303
De cruce et latrone i Ante [Go Back]  
 [00015]  οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου·
000-00-00 Serial Number=0948453367
De cruce et latrone ii Ante [Go Back]  
 [00026]  [49.408] ∆ιὰ τοῦτον οὐκέτι φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου·
000-00-00 Serial Number=0075458407
De incomprehensibili dei natura Ante [Go Back]  
 [00902]  Ἀκουέτωσαν πάλιν πῶς πυκνὰ καὶ ἐπάλληλα δίδωσιν αὐτοῖς τὰ βέλη.
 [01056]  Καθάπερ γὰρ ὁ τοξότης, ἐὰν εὔστοχα ἀφιέναι μέλλῃ τὰ βέλη, πρότερον τῆς στάσεως ἐπιμελεῖται τῆς ἑαυτοῦ καὶ καταντικρὺ τοῦ σκοποῦ μετὰ ἀκριβείας ἑαυτὸν στήσας τῆς ἀφέσεως ἔχεται τῶν βελῶν, οὕτω καὶ σὺ μέλλων τοξεύειν τὴν πονηρὰν τοῦ διαβόλου κεφαλήν, τῆς στάσεως τῶν λογισμῶν ἐπιμελοῦ πρότερον, ἵν' ὀρθήν τινα καὶ ἀπαρεμπόδιστον σαυτοῦ στηρίξας τὴν στάσιν εὔστοχα ἀφῇς κατ' ἐκείνου τὰ βέλη.
000-00-00 Serial Number=0391159594
De paenitentia [2] Ante [Go Back]  
 [00081]  τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
000-00-00 Serial Number=0791407108
De paenitentia sermo 3 Ante [Go Back]  
 [00085]  τῷ τῆς μετανοίας θυρεῷ δέχου καὶ τίνασσε τῆς ἐπιθυμίας τὰ βέλη.
000-00-00 Serial Number=0236111343
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00138]  Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ·
000-00-00 Serial Number=0903158307
De sacerdotio Ante [Go Back]  
 [01509]  Καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάρρους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῶν κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας καὶ βραχίονας καὶ τράχηλον καὶ κνημῖδα καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον.
 [01518]  οὐ γὰρ χαλκὸς ἐκεῖ καὶ σίδηρος, οὐδὲ ἵπποι καὶ ἅρματα καὶ τροχοί, οὐδὲ πῦρ καὶ βέλη, ταῦτα τὰ ὁρατά, ἀλλ' ἕτερα πολὺ τούτων φοβερώτερα μηχανήματα.
000-00-00 Serial Number=0086038411
De sancta trinitate Ante [Go Back]  
 [00211]  τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
 [00213]  Οὔτε γὰρ πτερωτὸν τὸ Θεῖον, οὔτε ὕπνῳ κατεχόμενον, οὔτε ῥομφαία περὶ Θεὸν, ἢ τόξον, ἢ βέλη·
000-00-00 Serial Number=0422835112
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01126]  ἀφῆκε τὸν διάβολον πᾶσαν αὑτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ἐλείπετο τρόπος, τότε ἀνεβίβασε τὸν ἀθλητὴν ἀπὸ τοῦ σκάμματος, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται.
 [04024]  Τίνα δὲ λοιπὸν ἕξουσι σωτηρίας ἐλπίδα, ὅταν καὶ ἡνίκα ἐξιλεοῦσθαι αὐτὸν δέῃ, καὶ τότε αὐτὸν παροξύνωσιν, [63.693] ἱκέτου μὲν σχῆμα περικείμενοι, θηρίου δὲ φωνὰς ἀφιέντες, καὶ καθ' ἑαυτῶν τὰ τοῦ πονηροῦ βέλη ἐξακοντίζοντες;
 [04631]  Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ [63.711] εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλὰ καὶ μᾶλλον ὠφέλησε·
 [07272]  καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου.
 [08085]  καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου.
000-00-00 Serial Number=0443633974
Encomium in sanctos martyres Ante [Go Back]  
 [00011]  ∆ιὰ τοῦτο καὶ ἠγωνίζοντο περιχαρῶς, οὐ ξίφη βαστάζοντες ἀλλὰ τὸν λόγον κηρύττοντες, οὐ τόξα καὶ βέλη ἐκπέμποντες ἀλλὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν ἐξαγγέλλοντες, οὐχ ὅπλα «ἐνδυόμενοι» ἀλλὰ τὴν πίστιν «θωρακιζόμενοι».
000-00-00 Serial Number=0225170493
Epistula ad Antiochum Ante [Go Back]  
 [00006]  Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόρρωθεν ἔστησαν καὶ πόρρωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν, ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα ναυά-γιον ὑπομεῖναι ἐποιήσατε.
000-00-00 Serial Number=0536261618
Epistula ad Cyriacum Ante [Go Back]  
 [00431]  ∆εῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας, ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασκάπτειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς.
000-00-00 Serial Number=0073386192
Epistulae Ante [Go Back]  
 [03523]  Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόῤῥωθεν ἔστησαν, καὶ πόῤῥωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν.
000-00-00 Serial Number=0738318622
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00766]  Ἀλλ' ὅτι μὲν ἐργάσῃ τοῦτο καὶ ἀνέξῃ τῆς παραινέσεως τῆς ἡμετέρας, οὐδένα οἶμαι δεῖν ἀμφιβάλλειν, δεῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασφάττειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς.
 [01124]  Εἰς τοῦτο γὰρ ἡμᾶς κατέστησαν οἱ ἐχθροὶ ἄκοντες εἰς τὸ μὴ δύνασθαι κακῶς παθεῖν πάντα μὲν αὐτῶν κενώσαντες τὰ βέλη, οὐδὲν δὲ πλέον ἐντεῦθεν ἀνύσαντες ἢ τὸ καταισχύνεσθαι καὶ γελᾶσθαι καὶ ὥσπερ κοινοὺς τῆς οἰκουμένης ἐχθρούς, οὕτω πανταχοῦ φαίνεσθαι.
 [01192]  Τὰ δὲ ὅπλα τὰ σὰ οὐ βέλη βαρβαρικά, οὐδὲ μηχανήματα πολεμίων ἀνθρώπων, οὐδὲ ἐφόδους καὶ κλοπὰς τοιαύτας διελέγχει, ἀλλὰ τὰς τῆς φύσεως κατεπάτησεν ἀνάγκας καὶ τὴν τυραννίδα κατέλυσε καὶ τὴν ἀκρόπολιν αὐτῶν καθεῖλε.
000-00-00 Serial Number=0852102876
Expositiones in Psalmos Ante [Go Back]  
 [00645]  Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων πόλεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα;
 [01134]  Ταῦτα χαλεπὰ κατὰ τοῦ διαβόλου βέλη, αὕτη καιρία κατὰ τοῦ δαίμονος πληγὴ, τότε μάλιστα λαμ [55.71] προὶ οἱ στέφανοι.
 [02172]  Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
 [02176]  Ἆρα τόξα ἄνω, καὶ βέλη, καὶ ἀκόνη, καὶ μάχαιρα, καὶ φαρέτρα;
 [02229]  Οὕτω καὶ ἐνταῦθα ῥομφαία, καὶ τόξον, καὶ βέλη, ἡ κόλασις καὶ ἡ τιμωρία ἐστίν.
 [02231]  Σκεύη δὲ θανάτου τὰ βέλη φησίν.
 [02236]  Εἶτα ἑρμηνεύων τίνα ἐστὶ τὰ σκεύη τοῦ θανάτου ἐπάγει, Τὰ βέλη αὐτοῦ, δεικνὺς τὸ τάχος τῆς τιμωρίας, ὅταν βουληθῇ.
 [02251]  ∆ιὰ γὰρ τοῦτο ἐνέτεινε, διὰ τοῦτο ἡτοίμασε, διὰ τοῦτο ἐνέθηκε τὰ βέλη, διὰ τοῦτο πρὸς τὴν τιμωρίαν εὐτρεπίζεται, ἵνα μὴ ἔλθῃ πρὸς τὴν τιμωρίαν.
 [02264]  Καὶ γὰρ καὶ ἐκεῖ τόξον ἐνέτεινε, καὶ τὴν ῥομφαίαν ἐστίλβωσε, καὶ τὰ βέλη ἡτοίμασε, καὶ τὴν πληγὴν οὐκ ἐπήγαγεν.
 [03221]  Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος·
 [03908]  Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
 [04984]  Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος·
 [05671]  Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
 [07413]  Τὰ βέλη γάρ σου, φησὶν, ἠκονημένα, δυνατέ.
 [07433]  οὕτω καὶ ἐνταῦθα, Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου [55.190] πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
 [07446]  καὶ τὰ τόξα καὶ τὰ βέλη.
 [07563]  οὕτω πάλιν ἐπὶ τὸ παχύτερον καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει πάλιν τὸν ἀκροατὴν, λέγων τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην·
 [07587]  Τὰ βέλη σου ἠκονημένα, δυνατέ.
 [07592]  Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
 [07595]  ἢ γὰρ τὴν ἅλωσίν φησι τὴν Ἰουδαϊκὴν, καὶ τὸν τῆς πόλεως ἀνδραποδισμὸν καὶ τὴν πανωλεθρίαν, ἢ κατὰ ἀναγωγὴν τὴν τοῦ λόγου δύναμιν βέλη καλεῖ.
 [07609]  Οὐδαμοῦ ὅπλα ἐκεῖ, καὶ τόξα καὶ βέλη, ἀλλ' ἱμάτια.
000-00-00 Serial Number=0372505486
Fragmenta in Job Ante [Go Back]  
 [00375]  Εἰ γὰρ ὁ διάβολος, ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς εἰς τὴν οἰκίαν τοῦ δικαίου, καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλ', ὥσπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε·
 [00381]  ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε, τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφεὶς ὑποσκελίσαι καταβαλεῖν.
 [00490]  Ταῦτα γὰρ χαλεπὰ κατὰ τοῦ διαβόλου τὰ βέλη, αὕτη καιρία ἡ πληγή·
 [00847]  Ὁ γὰρ μακάριος οὗτος πανταχόθεν βαλλόμενος ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη·
 [02086]  καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβολῆς ὑπελίπετο τρόπος, τότε ἐνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται.
000-00-00 Serial Number=0663531542
Homilia de capto Eutropio Ante [Go Back]  
 [00221]  Οὐκ ἔβαλε τόξα καὶ βέλη;
000-00-00 Serial Number=0921251714
In Genesim sermo 3 Ante [Go Back]  
 [00441]  Καὶ ὅσους ἐν παῤῥησίᾳ οὐ δύνανται δελεάσαι, κρυφίως ἐν ἑαυταῖς τὰ τόξα καὶ τὰ βέλη ἐπιτείνουσι·
000-00-00 Serial Number=0693196177
In Isaiam Ante [Go Back]  
 [01824]  Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα.
000-00-00 Serial Number=0929547846
In Joannem Ante [Go Back]  
 [05825]  Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη.
000-00-00 Serial Number=0001437664
In Psalmum 118 Ante [Go Back]  
 [01353]  Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
000-00-00 Serial Number=0130433738
In adorationem venerandae crucis Ante [Go Back]  
 [00021]  Σημεῖον ὁ σταυρὸς ἐν μετώπῳ καὶ χειρὶ τοῦ πιστοῦ, τόξον δὲ ἡ πλάνη, τοξότης ὁ διάβολος, βέλη οἱ αἰσχροὶ λογισμοὶ, πληγαὶ αἱ ἁμαρτίαι.
 [00182]  τὰ γὰρ ξιφηφόρα πρόθυρα τῆς παρανόμου πορνείας, καὶ τὰ πεπυρωμένα βέλη τῆς μοιχείας γεννῶσι τὸν ἀκοίμητον σκώληκα, καὶ τὸ ἄσβεστον πῦρ ἁβροθυμοέγκαυστον ὀργὴν, καὶ ῥιζοτηξοκάρδιον καὶ νευροσύμφορον τίκτει ἡ πορνεία καὶ μοιχεία.
000-00-00 Serial Number=0646948934
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00112]  Ἐνίκησε γὰρ τὸν Πολέμιον, ὡπλίσατο κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐν τῷ ἀνθρωπίνῳ σώματι, ἔσβεσεν αὐτοῦ τὰ πεπυρωμένα βέλη·
000-00-00 Serial Number=0574393094
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05785]  Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου.
 [06867]  ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου·
000-00-00 Serial Number=0798591375
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00705]  Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε;
000-00-00 Serial Number=0793904245
In epistulam ad Colossenses Ante [Go Back]  
 [03973]  ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέννυσι.
000-00-00 Serial Number=0741742492
In epistulam ad Ephesios Ante [Go Back]  
 [06809]  Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
 [06844]  Ἐν ᾧ δυνήσεσθε, φησὶ, πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
 [06932]  Ἀλλ' ἐὰν τὸν θυρεὸν τῆς πίστεως ἔχῃς, σβέσεις ἐν αὐτῇ τὰ βέλη τοῦ διαβόλου.
 [06935]  Πάντα τὰ βέλη·
 [06939]  Ὁρᾷς πόσα βέλη τότε ἔσβεσαν οἱ δίκαιοι;
 [06941]  Καὶ ἄλλοι δὲ δίκαιοι πάντα αὐτοῦ τὰ βέλη κατέσβεσαν.
 [06953]  Ἂν σβέσωμεν αὐτοῦ τὰ βέλη, ταχέως καὶ τοὺς σώζοντας λογισμοὺς δεξόμεθα τοὺς τὸ ἡγεμονικὸν ἡμῶν οὐκ ἐῶντάς τι παθεῖν.
 [06957]  Ψυχὴ γὰρ μὴ ἀπογνοῦσα ἑαυτῆς, μηδὲ δεχομένη τὰ πεπυρωμένα βέλη, μετὰ πολλῆς τῆς προθυμίας στήσεται κατὰ τοῦ Ἐχθροῦ, ἀναῤῥήξει αὐτοῦ τὸν θώρακα τῇ μαχαίρᾳ ταύτῃ, δι' ἧς ἀνέῤῥηξε καὶ τὰ νοήματα αὐτοῦ ᾐχμαλώτευσε Παῦλος·
 [06965]  Ἐπειδὴ γὰρ εἶπε, ∆υνήσεσθε τὰ βέλη τοῦ διαβόλου τὰ πεπυρωμένα σβέσαι, ἵνα μὴ αὐτοὺς φυσήσῃ, δείκνυσι μάλιστα πάντων πρὸς τοῦτο τοῦ Θεοῦ δεομένους.
000-00-00 Serial Number=0284397185
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06590]  ἀφίησι μὲν τὰ βέλη·
000-00-00 Serial Number=0935424805
In epistulam ad Romanos Ante [Go Back]  
 [02882]  Οὐδὲ γὰρ ἀκόντια καὶ βέλη μόνον, ἀλλὰ καὶ ῥήματα πολὺ τῶν βελῶν πικρότερα ἐργάζεται τραύματα.
000-00-00 Serial Number=0832866848
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00122]  οἱ γὰρ ἔπαινοι τῶν φθονουμένων, βέλη εἰσὶ τῶν φθονούντων.
000-00-00 Serial Number=0526466012
In illud Memor fui dei Ante [Go Back]  
 [00332]  Τέως εἴσελθε ἔσωθεν, καὶ τὰς χαλκᾶς πύλας ἀπόκλεισον, καὶ τοὺς σιδηροῦς μοχλοὺς καθειρξώμεθα, καὶ τὰ βέλη ἡμῶν εὐτρεπίσωμεν.
 [00350]  Ἔχοντες τὰ βέλη καὶ τὰς ῥομφαίας, ἐφορμήσωμεν αὐτῷ.
000-00-00 Serial Number=0475392640
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00422]  ἄνθρωπός εἰμι εἷς, καὶ πάντες πανταχόθεν βάλλουσι βέλη.
000-00-00 Serial Number=0976940393
In omnes sanctos Ante [Go Back]  
 [00020]  οἷς γὰρ ὁ τῆς πίστεως καλὸς στρατιώτης πείθων τὰ μέλη δέχεσθαι βέλη προσίεται γυμνὸν τῷ πολέμῳ τὸ σῶμα καὶ νίκην ἐργάζεται, ἐν οἷς νικᾶσθαι νομίζεται·
000-00-00 Serial Number=0114814222
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00245]  δέχεται βέλη, ἀλλ' οὐ δέχεται τραύματα·
000-00-00 Serial Number=0711141467
In ramos palmarum [1] Ante [Go Back]  
 [00166]  Ταῦτα γὰρ πάντα γέγονεν, ἵνα ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ἑκουσίως ὑπὲρ ἡμῶν ἐπὶ τὸ σωτήριον πάθος ἔλθῃ, καὶ ἐπὶ τὸ πραιτώριον γνωρισθῇ, καὶ οἱ ἐξουθενοῦντες τὸν ἐξωνούμενον τῷ ζωοποιῷ αὐτοῦ αἵματι τὸν κόσμον συμφωνήσωσι τριάκοντα ἀργυρίοις, καὶ τὸ πάσχα τυθῇ ὑπὲρ ἡμῶν Χριστὸς, ὅπως οἱ τῷ τιμίῳ αὐτοῦ αἵματι ῥαντιζόμενοι καὶ τὰ χείλη ὡς φλιὰς σφραγιζόμενοι, ἐκφύγωσι τοῦ ὀλοθρεύοντος τὰ βέλη·
000-00-00 Serial Number=0079813540
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00164]  καὶ ταῦτα ὥσπερ βέλη πετόμενα διὰ τοῦ ἀέρος, εἰς τὰς ἀοράτους τῶν δαιμόνων ἐμπίπτοντα φάλαγγας, πᾶσαν αὐτῶν συνταράττει τὴν παράταξιν·
000-00-00 Serial Number=0938335896
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00132]  Εἰς σιωπὴν οὖν ὠθοῦντο τὴν γλῶσσαν, συνέκλειον ἅπαντες τὰ οἰκεῖα χείλη, ἀνέστελλον τῶν λόγων τὰ βέλη, ἀπεκράτησαν τῶν ῥημάτων τὰ τόξα, ὑπὸ τὴν γλῶσσαν ἔκρυψαν τῆς κακίας τὸ δόρυ.
 [00180]  Εἰς αὐτὸν τὸν οὐρανὸν ἠκόντισε τὰ βέλη·
000-00-00 Serial Number=0156653106
Post reditum a priore exsilio Ante [Go Back]  
 [00097]  Ἐκεῖνοι βέλη, ὑμεῖς δὲ δάκρυα·
 [00104]  μὴ βέλη ἀφήκαμεν;
000-00-00 Serial Number=0057548642
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00062]  Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα καὶ πάντα ἀφεὶς τὰ βέλη καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακά, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν ἀλλά, ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε, πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;
 [00135]  ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφείς, ὑποσκελίσαι καὶ καταβαλεῖν.
000-00-00 Serial Number=0874820530
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01372]  Ὁ δὲ προσέταξεν αὐτῷ, πέντε βέλη [56.353] λαβόντι, τοξεῦσαι ἐπὶ τὴν γῆν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»