Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βάρβαρον [59]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βάρβαρον


000-00-00 Serial Number=0831744134
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00635]  ἀλλὰ ἀλήτης γέγονα καὶ φυγάς, ἄπολις, ἄοικος, μετανάστης καὶ εἰς βάρβαρον ἀπηνέχθην χώραν καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς καὶ περὶ τῶν ἐσχάτων ὁρῶ καθ' ἑκάστην ἡμέραν ἐπικρεμάμενόν μοι τὸν κίνδυνον.
000-00-00 Serial Number=0720019698
Catecheses ad illuminandos Ante [Go Back]  
 [01171]  Ὡς μέλη τοίνυν ἡμέτερα περιπτυξάμενοι οὕτω γνησίαν τὴν περὶ αὐτοὺς ἀγάπην ἐπιδειξώμεθα καὶ μὴ τοῦτο ἴδωμεν ὅτι ἐνηλλαγμένην ἔχουσι τὴν διάλεξιν, ἀλλὰ τῆς ψυχῆς αὐτῶν τὴν φιλοσοφίαν μετὰ ἀκριβείας κατανοήσωμεν, μηδὲ ὅτι βάρβαρον ἔχουσι τὴν γλῶτταν, ἀλλὰ τὸ ἔνδον φρόνημα καταμάθωμεν καὶ ὅτι ἅπερ ἡμεῖς ἐν λόγοις φιλοσοφοῦντες διδάσκειν σπουδάζομεν, ταῦτα οὗτοι διὰ τῶν πραγμάτων ἐπιδείκνυνται, τὸν ἀποστολικὸν νόμον διὰ τῶν ἔργων πληροῦντες τὸν κελεύοντα ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας τὴν καθημερινὴν πορίζεσθαι τροφήν.
000-00-00 Serial Number=0074174941
De Davide et Saule Ante [Go Back]  
 [00453]  καὶ γὰρ τῆς πρὸς τὸν βάρβαρον μονομαχίας αὐτὸν ἀναμνῆσαι ἐδύνατο, καὶ εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου, καθάπερ κατακλυσμοῦ τινος, ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος καὶ λέγοντος, Οὐ δυνήσῃ πορευθῆναι, ὅτι παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ·
 [00698]  Αὕτη γὰρ ἡ φωνὴ τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε·
000-00-00 Serial Number=0392263412
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00024]  [1.4] Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ταύτην, καθάπερ ὑπόπτερός τις γενόμενος, ἐπῆλθε πᾶσαν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπα νάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [00095]  καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιρρεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
000-00-00 Serial Number=0983835399
De sanctis martyribus [1] Ante [Go Back]  
 [00030]  Μὴ γάρ μοι τὴν βάρβαρον αὐτῶν φωνὴν ἴδῃς, ἀλλὰ τὴν φιλοσοφοῦσαν αὐτῶν διάνοιαν.
000-00-00 Serial Number=0509107232
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04212]  Καὶ πολέμου καλοῦντος, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν, καὶ εὗρε τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν, καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι οὐδὲ ἐξελθεῖν κατ' αὐτοῦ.
 [06336]  καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος.
 [07574]  καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος, λιθαζόμενος, καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων.
 [09141]  Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ [63.843] τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [09210]  καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιῤῥεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
000-00-00 Serial Number=0220828354
Epistula ad Cyriacum Ante [Go Back]  
 [00634]  Ἀλλ' ἐξεκαίετο σφοδρότερον ἡ φλὸξ καί, ἐπειδὴ οὐδὲν ἴσχυον ποιῆσαι τέως, κατήνεγκαν αὐτῷ ψόγον πονηρόν, αἰσχρᾷ περιέβαλον αἰτίᾳ, τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοὶ καὶ πολλῷ χείρους φανέντες αὐτῆς·
 [00638]  οὔτε γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις καὶ αὐτοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν.
 [00641]  Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν.
 [00689]  Καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν δεσπότην τὸν ἐκείνου, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον καὶ οὐδὲ ἀφίησιν εἰσελθεῖν εἰς δικαστήριον τὸν ἐγκαλούμενον, ἀλλ' ἠρέμα κατηγορεῖ, τῇ τε ἀνοίᾳ καὶ τῇ εὐνοίᾳ τοῦ δικάζοντος, τῇ τε ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου καὶ τὸ δοῦλον εἶναι τὸν ἐγκαλούμενον θαρροῦσα καὶ τὰ ἐναντία εἰποῦσα τῶν γενομένων, ἐκράτησε τοῦ δικαστοῦ καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν καὶ καταδικάσαι τὸν ἀνεύθυνον καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην καὶ δεσμωτήριον εὐθέως καὶ ἀπαγωγὴ καὶ ἅλυσις.
000-00-00 Serial Number=0660555124
Epistulae Ante [Go Back]  
 [01285]  Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ.
 [02243]  Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ.
 [02305]  Κατανόησον δὲ τὸν ∆εσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο, καὶ εἰς βάρβαρον γῆν ἀπεῤῥίπτετο, ὁ τὸν κόσμον κατέχων, τύπος ἡμῖν γενόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς.
000-00-00 Serial Number=0304204404
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00177]  Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν σπαργάνων ἀπῳκίζετο, διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν;
 [00990]  Καὶ ἐπειδὴ οὐδὲν ἴσχυον ποιῆσαι τέως, κατήνεγκαν αὐτῷ ψόγον πονηρόν, αἰσχρᾷ περιέβαλον αἰτίᾳ, τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοὶ καὶ πολλῷ χείρους φανέντες αὐτῆς.
 [00993]  Οὐδὲ γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις καὶ αὐτοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν·
 [00996]  Μὴ γάρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενὲς ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι γῆν.
 [01047]  Καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν ἐκείνου δεσπότην, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον, καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον.
000-00-00 Serial Number=0422267795
Expositiones in Psalmos Ante [Go Back]  
 [00639]  ὁ γὰρ τὴν εἰρήνην ταύτην ἔχων, οὐ μόνον βάρβαρον καὶ πολέμιον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον δέδοικεν·
000-00-00 Serial Number=0108543932
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04996]  Εἰς τὴν βάρβαρον, εἰς τὴν Ἑλλάδα, εἰς πόλεις, εἰς ἄοικον, ἐκεῖ τὸν σταυρὸν εὑρήσεις, καὶ ἀκούσῃ μυρία διηγήματα·
 [05983]  Ὅρα βάρβαρον ἄνθρωπον, τὸ συνειδὸς ἔχοντα καθαρὸν, ἐπειδὴ μετὰ παῤῥησίας παρεγένετο τῆς τῶν ὅρκων.
000-00-00 Serial Number=0365816593
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00023]  οὐ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον·
000-00-00 Serial Number=0333195388
In Isaiam Ante [Go Back]  
 [00062]  Τῷ γοῦν Θεῷ διαλεγόμενος καὶ τὸν βάρβαρον ἀφείς, μετὰ πολλῆς τῆς σπουδῆς μαθεῖν ἐζήτει, τί δεῖ πρὸς αὐτοὺς εἰπεῖν ἀπιστοῦντας, ὅτι δὴ παρὰ Θεοῦ ἀφιγμένος εἴη·
 [01043]  Ὅτε δὲ παιδίον μικρὸν ἐτύγχανεν ὄν, καὶ τρόπαιον ἀνέστησε θαυμαστὸν καὶ τὸν βάρβαρον κατήνεγκε καὶ πᾶσαν ἐπεδείξατο φιλοσοφίαν καὶ οὐδὲν ἡ νεότης αὐτῷ πρὸς τὰ κατορθώματα ταῦτα κώλυμα γέγονε.
 [01332]  ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν.
 [02088]  Ὁ μὲν γὰρ εἰς ἀλλοτρίαν ἐπέμπετο καὶ βάρβαρον χώραν καὶ πρὸς τύραννον, μαινόμενον καὶ λυττῶντα·
000-00-00 Serial Number=0150968671
In Joannem Ante [Go Back]  
 [00208]  ὅσῳ γὰρ ἂν τὸ ἔθνος αὐτοῖς βάρβαρον φαίνηται καὶ τῆς Ἑλληνικῆς ἀπέχον παιδεύσεως, τοσούτῳ λαμπρότερα τὰ ἡμέτερα φανεῖται.
 [01440]  Ἡ μὲν γὰρ χάρις εἰς πάντας ἐκκέχυται, οὐκ Ἰουδαῖον, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ Σκύθην, οὐκ ἐλεύθερον, οὐ δοῦλον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ πρεσβύτην, οὐ νέον ἀποστρεφομένη·
000-00-00 Serial Number=0725419819
In Petrum et Paulum Ante [Go Back]  
 [00110]  ὅπερ τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκεῖαν, πιστὸν παρεσκεύασε γενέσθαι μετὰ τῶν συνεταίρων.
000-00-00 Serial Number=0356253386
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00003]  Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν.
 [00176]  Οὗτος δὴ καὶ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων τεταραγμένων, καὶ τῶν βαρβάρων ἐπικειμένων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν.
000-00-00 Serial Number=0088691652
In Psalmum 094 Ante [Go Back]  
 [00096]  Ἀλλ' ὅμως οἱ Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγε λικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον καὶ ἀπάνθρωπον ἔχοντες ἦθος, ἀκούσαντες τὴν ἀπόφασιν, εὐθέως ἐπὶ μετάνοιαν τρέπονται, ἐξομο λογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰδότες εἰ ἀφεθήσεται αὐτοῖς.
000-00-00 Serial Number=0954059958
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01812]  ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην.
 [05449]  Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη;
 [07071]  ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη.
000-00-00 Serial Number=0357405722
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00945]  Οὐ γὰρ οὕτω τοὺς τὴν βάρβαρον, οὔτε τὴν Ἑλλάδα, οὔτε ἄλλην τινὰ ἔχοντας γλῶτταν διασύρουσιν, ὡς τὴν Σύρων·
000-00-00 Serial Number=0586516380
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02656]  Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε ζωγράφος, οὐκ ἄν μοι δοκεῖ ἁμαρτεῖν οὕτως αὐτὴν ἀναπλάττων, γυναῖκά τινα θηριόμορφον, βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, μέλαιναν, οἵας οἱ τῶν ἔξωθεν ποιηταὶ τὰς Σκύλλας ὑπογράφουσι.
000-00-00 Serial Number=0269240558
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04281]  Ὠμοῖς τυράννοις ὑποκείμεθα, τὸν προσηνῆ ∆εσπότην παραιτούμεθα, τὸν οὐδὲν ἐπαχθὲς λέγοντα, οὐδὲ βάρβαρον, οὐδὲ φορτικὸν, οὐδὲ ἀνόνητον, ἀλλὰ πάντα χρήσιμα καὶ ἐπικερδῆ καὶ ὠφέλειαν ἡμῖν μεγάλην παρέχοντα.
000-00-00 Serial Number=0048399568
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01708]  τὰ δὲ τῆς Ἐκκλησίας τέκνα τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουμένην ἅπασαν ἐνέπλησεν.
000-00-00 Serial Number=0416427910
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07467]  Οὐ τῆς φύσεως, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἢ καὶ τὴν βάρβαρον ἐκείνην γυναῖκα τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέῤῥωσε, καὶ εἷλε καὶ ἐπεσπάσατο·
000-00-00 Serial Number=0633326769
In epistulam ad Romanos Ante [Go Back]  
 [00590]  Τὴν Ἑλλάδα, τὴν βάρβαρον πᾶσαν ὁ σκηνοποιὸς ἐπέστρεψεν.
 [00793]  ἀλλ' ὃ φωνῆς αὐτοὺς ἐφέλκεσθαι μᾶλλον ἠδύνατο, τοῦτο ἐποίησε, τὴν κτίσιν εἰς μέσον προθεὶς, ὥστε καὶ σοφὸν καὶ ἰδιώτην, καὶ Σκύθην καὶ βάρβαρον διὰ τῆς ὄψεως καταμαθόντα τῶν ὁρωμένων τὸ κάλλος, ἐπὶ τὸν Θεὸν ἀναβαίνειν.
 [01872]  Εἰ δὲ ἐν βαρβάρῳ γῇ τὰ λόγια τοῦ Θεοῦ θέμις οὐκ ἦν ᾄδειν, πολλῷ μᾶλλον τὴν βάρβαρον ψυχήν;
 [07946]  ∆ιὸ καὶ ὁ προφήτης οὕτως ἐκάλει τὸν βάρβαρον λέγων, Ὁ δὲ μωρὸς μωρὰ λαλήσει.
 [09999]  Οὕτω γοῦν ἔτι νέος ὢν ἤλγησε ὑπὲρ τοῦ λαοῦ, ὡς καὶ τὴν αὐτοῦ ψυχὴν ἐπιδοῦναι, ἡνίκα τὸν βάρβαρον καθεῖλεν ἐκεῖνον.
000-00-00 Serial Number=0707178533
In illud Messis quidem multa Ante [Go Back]  
 [00182]  Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν παιδευόμενοι καὶ οὐδὲν βάρβαρον ἔχον τες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων τινὰ ταχέως ἐπ' ἀγορᾶς αὐτοῖς συ γκαθίσαι·
000-00-00 Serial Number=0249478221
In illud Ne timueritis Ante [Go Back]  
 [00706]  Τί γάρ σοι βούλεται τὸ τὸν οἰκέτην σου τὸν βάρβαρον χρυσοφορεῖν;
000-00-00 Serial Number=0518514216
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00022]  Καὶ οὐδεὶς αὐτῶν τῶν ἀκροατῶν ἐνόμιζε βάρβαρον, οὐδὲ ὡς νόθους τοὺς λόγους τῆς ἀκοῆς ἀπέφυγεν·
000-00-00 Serial Number=0461101055
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00157]  τὸν βάρβαρον ἡττηθέντα, τὸν Ἄρειον ἐλαθέντα, τὸν Βασιλέα στεφανωθέντα, τὸν κόσμον ἐπιστραφέντα, τὸν Χριστὸν ὑψωθέντα, καὶ παρὰ πάσης ὁμοῦ τῆς οἰκουμένης ἀκούοντα, Ὁ Κύριός μου καὶ ὁ Θεός μου·
000-00-00 Serial Number=0071756065
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00005]  μᾶλλον δὲ ἔθνος, βάρβαρον ἴσως.
 [00399]  Οὐκ ἐκεῖ συγκλείων αὐτὸν, ἀλλ' ὡς πρὸς βάρβαρον τέως διαλεγόμενος, καὶ τῆς γῆς ἀπάγων, οὐχ ὡς οἱ ὑμέτεροι οἱ περὶ γῆν στρεφό μενοι.
 [00768]  Ὅρα τοῦτον προφητεύοντα τὸν βάρβαρον ἀπὸ τῆς ὄψεως μόνης.
000-00-00 Serial Number=0862044454
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00344]  Οὐχὶ βαρβαρικαῖς ἐξεδόθησαν χερσὶ καὶ λύκοις μᾶλλον ἢ ἀνθρώποις καὶ τὸ δὴ χαλεπώτατον εἰς μακρὰν οὕτω κειμένην καὶ βάρβαρον ἀποικισθέντες γῆν καὶ αἰχμαλωσίας νόμῳ χαλεπωτάτῳ οὐ διδάσκαλον εἶχον, οὐ προφήτην, οὐκ ἄρχοντα;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»