Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Μωϋσέα [75]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Μωϋσέα


000-00-00 Serial Number=0460143745
Adversus Judaeos Ante [Go Back]  
 [00249]  Τοὺς γὰρ προφήτας καὶ τὸν Μωϋσέα μετ' αὐτῶν εἰσήγαγον ἐκεῖ, οὐχ ἵνα τιμήσωσιν, ἀλλ' ἵνα ὑβρίσωσι καὶ ἀτιμάσωσιν.
 [01926]  οὐ τὸν Μωϋσέα νῦν μὲν λίθοις βάλλοντες, νῦν δὲ ἐλαύνοντες, καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις;
 [01933]  Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα;
 [01950]  Τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, εἰς Μωϋσέα καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν·
000-00-00 Serial Number=0624615788
De Christi divinitate Ante [Go Back]  
 [00026]  Ὥσπερ γὰρ ὁ Χριστὸς πρὸς τὸν Μωϋσέα παραπέμπει, ἵνα δι' ἐκείνου πρὸς ἑαυτὸν ἐπισπάσηται, οὕτως ὁ Μωϋσῆς τῷ διδασκάλῳ παραδίδωσι τοὺς μαθητὰς, κελεύων αὐτῷ κατὰ πάντα πείθεσθαι.
000-00-00 Serial Number=0741001904
De Lazaro Ante [Go Back]  
 [01349]  Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, φησὶν, ἀκουσάτωσαν αὐτῶν.
000-00-00 Serial Number=0999936819
De beato Abraham Ante [Go Back]  
 [00224]  εἰσήκουσεν αὐτῶν ὁ Θεὸς, καὶ πέμπει τὸν Μωϋσέα, σημείοις καὶ τέρασιν αὐτὸν ὁπλίσας.
000-00-00 Serial Number=0086352289
De caritate [2] Ante [Go Back]  
 [00063]  Αὕτη ἐξ ἀρχῆς ἐνίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ, αὕτη τοῦ Νῶε κυβερνήτης γέγονεν, αὕτη τοὺς πατριάρχας συνήργησεν, αὕτη τὸν Μωϋσέα διέσωσεν, αὕτη τὸν ∆αυῒδ οἰκητήριον τοῦ ἁγίου Πνεύματος ἐποίησεν, αὕτη ἐν τοῖς προφήταις κατεσκήνωσεν, αὕτη τὸν Ἰὼβ ἐνίσχυσε·
000-00-00 Serial Number=0174945235
De circo Ante [Go Back]  
 [00020]  ἔχεις καὶ σὺ Μωϋσέα, Σαμουὴλ καὶ ∆αυῒδ, οἳ προκατήγγειλαν περὶ τῆς ἐλεύσεως τοῦ δικαίου.
 [00076]  Μή σε καθυποτάξῃ, ὡς οὐδὲ Φαραὼ τοὺς περὶ Μωϋσέα καὶ Ἀαρών·
000-00-00 Serial Number=0053148329
De incomprehensibili dei natura Ante [Go Back]  
 [00949]  «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην» καὶ ἀπὸ τῆς πρὸς τὸν Μωϋσέα γενομένης ἀποφάσεως.
 [01003]  Ὥσπερ γὰρ ἐξ ἐκείνης τῆς ῥήσεως τῆς πρὸς τὸν Μωϋσέα λεχθείσης·
000-00-00 Serial Number=0424093246
De jejunio sermones 1 Ante [Go Back]  
 [00126]  νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε.
000-00-00 Serial Number=0982095897
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00089]  Τὸν Μωϋσέα πάντως.
000-00-00 Serial Number=0233075738
De mutatione nominum Ante [Go Back]  
 [00648]  Ἀκούσατε, ἵνα μάθητε, ὅτι ἕκαστος συμβούλου δεῖται, κἂν κατὰ Μωϋσέα γένηται, καὶ ὅτι τὰ τοὺς μεγάλους λανθάνοντα καὶ θαυμαστοὺς τοὺς ἀνθρώπους, τοὺς μικροὺς καὶ εὐτελεῖς πολλάκις οὐκ ἔλαθεν.
 [00652]  Ἀλλ' ὅμως ἐκεῖνος ὁ βάρβαρος, ὁ ἀσεβὴς, ὁ ἀνόητος, ἰδὼν οὐ δεόντως αὐτὸν ποιοῦντα, διώρθωσε τὸν Μωϋσέα, τὸν σοφὸν καὶ συνετὸν καὶ τοῦ Θεοῦ φίλον.
 [00682]  Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γεγενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσοφίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν.
000-00-00 Serial Number=0892672837
De paenitentia [1] Ante [Go Back]  
 [02462]  οὐκ ἠδύνατο Μωϋσέα καλέσαι τὸν ἀποθανόντα, καὶ τοὺς τότε ἀκούσαντας καὶ τελευτήσαντας, καὶ καλεῖ τὰ στοιχεῖα, [49.341] ἅπερ διεμαρτύρετο Μωϋσῆς.
000-00-00 Serial Number=0113771677
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [07067]  Οὐχ οὕτω τὸν Μωϋσέα θαυμάζω, ὅτι ἀπὸ πέτρας ἀκροτόμου ὑδάτων πηγὰς ἐξήγαγεν, ὡς θαυμάζω τοῦτον, ὅτι ἐξ [63.783] ὀφθαλμῶν τοιούτων πηγὰς δακρύων κατήγαγεν.
 [08413]  Εἰ γὰρ Μωϋσέα, καθ' οὗ πολλάκις ἐγόγγυζον, καὶ τὴν ἄνωθεν δι' αὐτοῦ κατιοῦσαν σωτηρίαν τῶν ἐν Αἰγύπτῳ κακῶν ἐποιοῦντο χείρονα, ὅμως θεὸν ἀνειπεῖν μετὰ θάνατον ἐμελέτησαν, ὡς διὰ ταύτην αὐτὴν τὴν αἰτίαν, καθώς φασί τινες, καὶ ὁ τούτου τάφος ὀφθαλμοῖς Ἰουδαίων μέχρι νῦν ἀθέατός τε καὶ ἀνεπίγνωστος ἔμεινε·
 [09204]  τὸν Μωϋσέα πάντως.
000-00-00 Serial Number=0538304746
Epistula ad Cyriacum Ante [Go Back]  
 [00647]  Καὶ γίνεται παρ' Αἰγυπτίοις, ὧν καὶ εἷς ἤρκεσε μόνος τὸν μέγαν Μωϋσέα δραπέτην καὶ φυγάδα ποιῆσαι.
000-00-00 Serial Number=0938716769
Epistulae Ante [Go Back]  
 [03571]  ἂν δὲ τὸν Μωϋσέα, καὶ τοσαῦτα παρὰ τῶν Ἰουδαίων παθόντα κακά·
000-00-00 Serial Number=0902947009
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01002]  Καὶ γίνεται παρ' Αἰγυπτίοις ὧν καὶ εἷς ἤρκεσε μόνος τὸν μέγαν Μωϋσέα δραπέτην καὶ φυγάδα ποιῆσαι.
000-00-00 Serial Number=0951357365
Expositiones in Psalmos Ante [Go Back]  
 [04078]  ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι.
 [05841]  ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα, ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι.
000-00-00 Serial Number=0670323074
In Acta apostolorum Ante [Go Back]  
 [01342]  Ὅρα πάλιν τὸν Μωϋσέα καὶ αὐτὸν καταφρονοῦντα βασιλείων, καὶ μετὰ τεσσαράκοντα ἔτη τῆς δημαγωγίας ἁπτόμενον·
 [05607]  Καὶ τί θαυμαστὸν, εἴ γε ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα, καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων;
000-00-00 Serial Number=0858335614
In Herodem et infantes Ante [Go Back]  
 [00076]  Φαραὼ τὸν Μωϋσέα διασώζει, καὶ σὺ τὸν ∆εσπότην Χριστὸν μετελθεῖν προῄρησαι;
000-00-00 Serial Number=0447068989
In Isaiam Ante [Go Back]  
 [00013]  ∆ιὰ τοῦτο καὶ Μωϋσέα τὸν μέγαν ἐπὶ τὸν θρόνον τῆς δημαγωγίας ἀνεβίβασεν ὁ Θεός, ἐπειδὴ προλαβὼν διὰ τῶν ἔργων ἐπεδείξατο τὴν ὑπὲρ τοῦ δήμου φιλοστοργίαν καὶ μετὰ ταῦτα ἔλεγεν·
 [01164]  Τοσοῦτον γάρ ἐστι τούτου τοῦ εἴδους τὸ κέρδος, ὡς τὸν Μωϋσέα καὶ μετὰ πλείονος αὐτὸ ποιῆσαι τῆς ὑπερβολῆς.
 [01871]  Καὶ πρὸς τὸν Μωϋσέα δὲ αὐτός φησιν·
000-00-00 Serial Number=0660055876
In Joannem Ante [Go Back]  
 [02363]  Οὐ γὰρ πρὸς Ἰωάννην, ἀλλὰ πρὸς τὸν ἐκείνου μᾶλλον θαυμαζόμενον παρὰ Ἰουδαίοις ποιεῖται τὴν σύγκρισιν, τὸν Μωϋσέα λέγω·
 [02596]  Ἐκεῖνοι μὲν οὖν Μωϋσέα, ἡμεῖς δὲ τὸν Μωϋσέως ∆εσπότην διδάσκα [59.101] λον ἔχομεν.
 [02737]  Προσεδόκων γάρ τινα προφήτην ἐξαίρετον ἥξειν, διὰ τὸ λέγειν Μωϋσέα·
 [02914]  Ἀμνὸν δὲ αὐτὸν καλεῖ, τῆς προφητείας ἀναμιμνήσκων Ἰουδαίους τῆς Ἡσαΐου καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέα, ἵν' ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται πρὸς τὴν ἀλήθειαν.
 [03495]  Ἐπειδὴ γὰρ ὁ Ναθαναὴλ ἀκριβὴς ἦν, καὶ πάντα διεσκεμμένος μετὰ ἀληθείας, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν, εἰκότως αὐτὸν ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας παρέπεμψεν, ἵνα οὕτω παραδέξηται τὸν κηρυττόμενον.
000-00-00 Serial Number=0771034181
In Psalmos 101-107 Ante [Go Back]  
 [00323]  Λέγει τοίνυν, ὅτι τὰς μεταβάσεις τὰς ἀπὸ τῶν τυπικῶν τοῦ νόμου καὶ τῆς σκιᾶς ἐπὶ τὰ μέλλοντα ἀγαθὰ, ἅπερ ἐστὶ πνευματικὰ καὶ πρωτότυπα, τὸν Μωϋσέα, διδοὺς αὐτῷ τὸν νόμον, ἐδίδαξεν, οἷον τίς ἡ περιτομὴ, τίνα τὰ σάββατα, τίνες αἱ θυσίαι, ταῦτα διδάξας καὶ τὸν ὅστις ἐστὶν υἱὸς Ἰσραὴλ, περὶ οὗ λέλεκται·
 [00891]  Τὸ δὲ, διαπαντὸς ζητεῖν, ἀντ έσταλται τῷ κατὰ Μωϋσέα, τρίτον φαίνεσθαι τοῦ ἐνιαυ τοῦ ἐνώπιον αὐτοῦ.
 [01077]  Τῶν σημείων δὲ τὰς αἰτίας τοῖς ἀμφὶ Μωϋσέα μόνοις ἐξέφηνε, λογικὴν κατάληψιν ὡς λογικοῖς μόνοις οὖσι δηλώσας, ὡς εἰδέναι δι' ἣν αἰτίαν ποτὲ μὲν τὰ ὕδατα τῶν Αἰγυπτίων μετέβαλε, ποτὲ δὲ τὸ καθ' ἕκαστον, καὶ διὰ τί κατὰ τήνδε τὴν τάξιν ἐγίνετο, καὶ ταῦτα τίνων εἰκόνες ἢ σύμβολα.
000-00-00 Serial Number=0125782371
In Psalmum 145 Ante [Go Back]  
 [00072]  Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας.
000-00-00 Serial Number=0185988486
In Psalmum 705 Ante [Go Back]  
 [00036]  καὶ ὅσον περιχαρεῖς ἦσαν οἱ Ἑβραῖοι ἐπὶ τῇ τῶν πεπραγμένων ἐννοίᾳ, τοσοῦτον ἀθρόως θεωρήσαντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, τῷ φόβῳ συνείχοντο, καὶ ἠλαύνοντο χύδην ταῖς φροντίσιν, ὅπερ ἐλαύνεται θάλασσα σφοδρῶν πνευσάντων ἀνέμων εἰς αὐτὴν, ὡς καὶ ἀποτολμήσαντας διὰ τὴν ὑπερβολὴν τοῦ φόβου λέγειν πρὸς τὸν Μωϋσέα·
000-00-00 Serial Number=0069518089
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02216]  καὶ Μωϋσέα εἰς μέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων.
 [02285]  Ἐπεὶ καὶ ἐν τῇ ὄψει Μωϋσέως, οὐ διὰ Μωϋσέα ἔκειτο, ἀλλὰ διὰ τὴν τούτων παχύτητα καὶ σαρκικὴν γνώμην.
 [02303]  Εἶδες πῶς ἐκκαλεῖται τὸν Ἰουδαῖον ἐπὶ τὴν πίστιν, δεικνὺς ὅτι οὐ μόνον Μωϋσέα δύναται ἰδεῖν, πρὸς τὴν χάριν ἐλθὼν, ἀλλὰ καὶ ἐν αὐτῇ γενέσθαι τῇ τάξει τοῦ νομοθέτου;
 [02313]  Ὅταν γὰρ ἴδῃς τὸν Μωϋσέα ἐν δόξῃ, τότε λοιπὸν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέψεις, καὶ μείζονος ἀπολαύσεις ταύτης.
 [02345]  Καίτοι αὐτοὶ ἦλθον φέροντες κατὰ Μωϋσέα νόμον.
000-00-00 Serial Number=0913985431
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01319]  Καὶ γὰρ Μωϋσέα ἐλίθασαν μετὰ τὸ πέλαγος ὅπερ ἐπέζευσαν, μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ θαυμαστὸν, ὅπερ ἔστησαν ἀναιμωτὶ διὰ τῶν ἐκείνου χειρῶν κατὰ τῶν δουλωσαμένων αὐτοὺς Αἰγυπτίων, μετὰ τὸ μάννα, μετὰ τὰς πέτρας καὶ τὰς πηγὰς τῶν ποταμῶν τὰς ἐκεῖθεν ῥαγείσας, μετὰ τὰ μυρία θαύματα τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς καὶ τῆς ἐρήμου·
 [04391]  οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν·
000-00-00 Serial Number=0832914948
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00414]  οὐ τὸν Μωϋσέα ἐλίθαζον;
000-00-00 Serial Number=0906631768
In epistulam ad Colossenses Ante [Go Back]  
 [01287]  Καθάπερ γὰρ παιδίοις τοῖς Ἰουδαίοις γραμματιστὴν τὸν Μωϋσέα οὕτως αὐτοῖς ἐπέστησε,
 [01363]  Ὥστε καὶ διδάσκαλον καὶ τροφέα καὶ παιδαγωγὸν οὐκ ἄν τις ἁμάρτοι τὸν Μωϋσέα προσειπών·
 [01371]  ἐνέπτυον, ἔτυπτον τὸν Μωϋσέα.
 [01913]  Ἢ τοῦτό φησιν, ὃ ἔλεγον πρὸς τὸν Μωϋσέα, ὅτι Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν, καὶ ἀκουσόμεθα·
000-00-00 Serial Number=0631465197
In epistulam ad Ephesios Ante [Go Back]  
 [06166]  τὸν Μωϋσέα λέγω, τὸν Ἡσαΐαν.
 [06724]  Τοῦτο καὶ πρὸς πάντας ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα.
000-00-00 Serial Number=0306513250
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00362]  Ὁ μὲν οὖν Ἀβραὰμ ἀξιούμενος πέμψαι τὸν Λάζαρον ἔλεγεν, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας·
000-00-00 Serial Number=0670224071
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00946]  Τινὲς μὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι·
 [01670]  εἰ γὰρ καὶ πιστοὶ ἦσαν, [63.49] ἀλλ' ὅμως ἔτι πολὺ τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα.
 [01696]  τὸν Μωϋσέα φησί.
 [06002]  Ἀλλ' ἐὰν θελήσωμεν στενάξαι, ἐὰν θελήσωμεν ἀναβλέψαι πρὸς τὸν Θεὸν, πέμπει ἡμῖν οὐ Μωϋσέα, οὐδὲ Ἀαρὼν, ἀλλὰ τὸν αὑτοῦ λόγον καὶ τὴν κατάνυξιν.
 [08564]  ἀλλὰ τὸν Μωϋσέα;
000-00-00 Serial Number=0600026667
In epistulam ad Romanos Ante [Go Back]  
 [07392]  ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸν Ἠλίαν, τὸν ∆αυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις·
 [09902]  ∆ιὰ τοῦτο θαυμάζομεν Μωϋσέα, ὅτι καὶ τοῦ Θεοῦ λέγοντος, Ἔασόν με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτοὺς, οὐκ ἠδυνήθη διαπτύσαι τοὺς πολλάκις αὐτὸν ἀποστραφέντας, ἀλλ' ἔλεγεν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες·
 [09999]  Καὶ τὸν Μωϋσέα δὲ τότε ἐπέστησε τῷ δήμῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο·
000-00-00 Serial Number=0185313702
In illud Pater si possibile est Ante [Go Back]  
 [00193]  Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἀνάγνωθι τὰς Γραφὰς, καὶ εὑρήσεις αὐτὸν τὸν Πατέρα λέγοντα πρὸς Μωϋσέα·
000-00-00 Serial Number=0992868125
In parabolam de ficu Ante [Go Back]  
 [00156]  Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ·
 [00157]  Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας.
000-00-00 Serial Number=0817458272
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00208]  Τοῦτον δὴ τὸν Μωϋσέα μιμούμενος οὗτος, καὶ πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς ἔπραττε·
000-00-00 Serial Number=0789427578
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00246]  Ἐτόλμησας, φησὶν, ὦ ἄνερ, τὸν νομοθέτην ἐνυβρίσαι Μωϋσέα;
000-00-00 Serial Number=0973800421
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00078]  ἓν μὲν τὸ μέχρι Νῶε, δεύτερον δὲ τὸ ἐκεῖθεν μέχρι Ἀβραὰμ, τρίτον τὸ ἐπὶ Μωϋσέα, τέταρτον τὸ ἐκ Μωϋ σέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν, πέμπτον ὁ παρὼν τῆς παρουσίας καιρός.
000-00-00 Serial Number=0807339609
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00250]  Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωϋσέα·
000-00-00 Serial Number=0084248900
Prooemia in Psalmos Ante [Go Back]  
 [00002]  Μετὰ τὸν Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος.
000-00-00 Serial Number=0108440459
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00156]  Ὥσπερ Μωϋσέα καὶ Ἠλίαν, οὕτω Παῦλον καὶ Πέτρον ἐπὶ τῆς Καινῆς δείκνυνται.
000-00-00 Serial Number=0908607483
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00034]  οὗτος γὰρ μετὰ τὸν Μωϋσέα γενόμενος αὐτῶν δημαγωγὸς, εἴς τε τὴν γῆν τῆς ἐπαγγελίας εἰσήγαγε, καὶ τὴν γῆν διένειμε κατὰ κλήρους ταῖς δώδεκα φυλαῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»