Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ∆εῖ [200]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ∆εῖ
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0690824270
[01867]
∆εῖ μὲν οὖν, ὅπερ ἔφην, καὶ τούτους καὶ τοὺς τοιούτους ἀνακινεῖν λογισμοὺς, δεῖ δὲ μετὰ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων, εὐχαῖς καὶ ἱκετηρίαις τοῦτο διασκεδάζειν τὸ σκότος.
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0982439935
[00004]
∆εῖ γὰρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτὸν πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς.
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0580432296
[00685]
∆εῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν ὅτι, εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίρροπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὀλοσχερῶς καταδῦναι ἐκώλυεν.
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0555437148
[00684]
«∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.».
[00686]
«∆εῖ δὲ αἱρέσεις εἶναι», μὴ νομίσῃς ὅτι κελεύων ἢ νομοθετῶν ταῦτά φησιν.
[01033]
«∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.».
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0760976791
[00173]
∆εῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0440195262
[00028]
∆εῖ δὲ πρότερον τοῦτο ἀνασπάσαντας, τότε φροντίσαι τῶν ἔξωθεν·
Ascetam facetiis uti non debere
Ante [Go Back]
000-00-00 Serial Number=0452527642
[00134]
∆εῖ γὰρ αὐτῆς τὴν σεμνότητα φοβερὰν εἶναι τοῖς περιέργοις ὀφθαλμοῖς, καὶ τῆς πολυπράγμονος ἀναιδείας ἀποτρεπτικήν·
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0453067124
[00087]
∆εῖ γὰρ ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ θειότερα καὶ πνευματικὰ μετάγειν τὴν διάνοιαν.
[00105]
∆εῖ γὰρ καὶ τὴν διάνοιαν ἐστηρίχθαι βεβαίως ἐν τῇ εὐσεβεῖ πίστει καὶ τὴν γλῶτταν διὰ τῆς ὁμολογίας κηρύττειν τὸ πεπηγὸς τῆς διανοίας.
[00109]
[1.22] ∆εῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ' ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ' αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν.
[00114]
[1.23] ∆εῖ γὰρ καὶ τοῦτο πεπηγέναι ἐν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς ἀξίας ἐστί, καθὼς καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγε·
[00324]
∆εῖ τοίνυν ὑμᾶς εἰδέναι τίνος ἕνεκεν μετὰ τὴν διδασκαλίαν τὴν καθημερινὴν ἐπὶ τὰς τῶν ἐξορκιζόντων ὑμᾶς φωνὰς παραπέμπομεν.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0776338816
[00064]
∆εῖ δὲ τοὺς ὑγιαίνοντας οὐκ ἀπὸ τῶν νοσούντων λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφους·
Contra haereticos
Ante [Go Back]
000-00-00 Serial Number=0519353330
[00011]
∆εῖ γὰρ ἐκ ῥίζης τοὺς καρποὺς προϊέναι, καὶ τὰ νεῦρα τῶν ἀρετῶν ἐκ κεφαλῆς ἀφορμᾶσθαι.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0089321017
[00182]
∆εῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0169884264
[00018]
∆εῖ τοίνυν καὶ τὸν λέγοντα, κἂν μηδεὶς προσέχῃ, τὰ παρ' ἑαυτοῦ πάντα πληροῦν.
[00190]
∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν τῶν τρυφώντων κατηγορίαν βαδίσαι.
[02304]
∆εῖ γὰρ ὑπὲρ τοῦ δικαίου ἀπολογήσασθαι, ὅτι οὐκ ἦν μέθης οὐδὲ πάθους ἐπιθυμία τὸ γινόμενον, ἀλλὰ δι' ἀμφοτέρων ἰᾶτο τὸ ἕλκος.
De circo
Ante [Go Back]
000-00-00 Serial Number=0994295597
[00039]
∆εῖ δέ σε ἡνιοχοῦντα καὶ τὴν τοῦ πνεύματος ἔχειν ἐγκράτειαν, ἵνα μὴ ναυσιασμῷ περιπεσὼν ἀκηδιάσῃς.
De consubstantiali
Ante [Go Back]
000-00-00 Serial Number=0010258377
[00148]
Εἰπὼν γοῦν, ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ προσθεὶς, ὅτι Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγεν·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0432279706
[00666]
∆εῖ γὰρ, φησὶ, καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
De fugienda simulata specie
Ante [Go Back]
000-00-00 Serial Number=0943986714
[00079]
∆εῖ γὰρ εἰδέναι, καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγγελλόμεθα τῷ Θεῷ, οὐκ ἔτι λοιπὸν ἡμῖν ἐστιν, ἀλλὰ Θεῷ διαφέρει.
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0513052702
[00201]
∆εῖ τοίνυν νόμων ἡμῖν, ὥστε τοὺς μὲν πονηροὺς ἐξορίζειν, τοὺς δὲ ἀγαθοὺς ἐγκρίνειν καὶ μὴ ἐᾶν κατεξανίστασθαι τῶν ἀγαθῶν τοὺς πονηρούς.
De jejunio [2]
Ante [Go Back]
000-00-00 Serial Number=0180793703
[00027]
∆εῖ ἡμᾶς εἶναι ἐν νηστείᾳ, ἥτις τοῦ σώματος οὐκ ἔστι φθορὰ, ἀλλ' ἴασις καὶ θεραπεία.
[00167]
∆εῖ οὖν ἡμᾶς ἀπολογήσασθαι, καὶ διὰ τί τὸν Ἰούδαν τοιοῦτον ὄντα ἐξελέξατο, καὶ διὰ τί, εἰδὼς ὅτι ἁμαρτάνει ὁ Ἀδὰμ, ἐν παραδείσῳ τοῦτον τέθεικε.
[00168]
∆εῖ δὲ τὰ μεγάλα ζητήματα κινεῖν ἐν νηστείαις, ὅτε νήφει ἡ ψυχή.
[00339]
∆εῖ γὰρ πρῶτον γνῶναι ἐν οἷς ἐσμεν, καὶ τότε διακρίνειν τὰ καθ' ἡμᾶς.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0990253806
[01132]
∆εῖ δὲ πρότερον μαθεῖν, τί ποτέ ἐστιν αὐτὸ τὸ Κλητός·
[01171]
∆εῖ δὲ ταῦτα ἀποδεῖξαι ὑμῖν πάντα, ὅτι πρῶτοι Παύλου τῆς διδασκαλίας Κορίνθιοι τότε ἀπήλαυσαν, ὅτι χαρισμάτων ἦσαν πνευματικῶν πεπληρωμένοι, ὅτι καὶ βιωτικοῖς πλεονεκτήμασιν ἐκράτουν, ὅτι διὰ ταῦτα ἀπονοηθέντες ἀλλήλοις ἀπεῤῥάγησαν, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις προσένεμον ἑαυτούς.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0311324179
[01866]
∆εῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα·
De paenitentia [2]
Ante [Go Back]
000-00-00 Serial Number=0537261009
[00400]
∆εῖ γὰρ πολλὰς πολιτείας καὶ πολλοὺς συναγαγεῖν καρποὺς, ἵνα σκευάσωσι τῆς μετανοίας τὸ μύρον.
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0979506671
[00137]
∆εῖ δὲ λοιπὸν καὶ τὸν θόρυβον τῶν ἀδελφῶν ἐκβαλεῖν, καὶ διδάξαι τίνος ἕνεκεν οὕτως εἴρηκεν, ὅτι Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι·
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0230101228
[00122]
∆εῖ γὰρ καὶ εὐθύνας ἡμᾶς ἀπαιτεῖσθαι, εἰ καὶ ἐν φίλοις λέγομεν·
De pseudoprophetis
Ante [Go Back]
000-00-00 Serial Number=0933822930
[00109]
∆εῖ οὖν πρῶτον περὶ τούτων ἀσχοληθῆναι, καὶ τότε περὶ τῆς συντελείας λαλῆσαι.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0893641710
[00026]
∆εῖ γάρ, οἶμαι, ῥαθυμίας τε οἰκετῶν ἐπιστρέφειν καὶ κακουργίας παρατηρεῖν, συγγενῶν ἀποκρούεσθαι ἐπιβουλάς, τῶν τὰ δημόσια εἰσπραττόντων τὰς ἐπηρείας καὶ τὴν ἀπήνειαν ἐν ταῖς τῶν εἰσφορῶν καταβολαῖς φέρειν γενναίως.
[00317]
«∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν ἀπὸ τῶν ἔξωθεν», οὐκ ἀναιρεῖ τὴν ἀκριβῆ καὶ βεβασανισμένην ἔρευναν, οὐδ' ὡς προηγούμενον τεκμήριον τοῦτο τίθησι τῆς τῶν τοιούτων δοκιμασίας·
[00323]
«∆εῖ δὲ αὐτὸν μαρτυρίαν ἔχειν καλήν», ἀλλὰ καὶ τὸ «παρὰ τῶν ἔξωθεν» παρενέβαλε, δηλῶσαι βουλόμενος ὅτι πρὸ τῆς τῶν ἔξωθεν φήμης πρὸς ἀκρίβειαν αὐτὸν διερευνήσασθαι δεῖ.
[00369]
∆εῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν.
[00569]
∆εῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχήν, ἀλλ' ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς ὡς
[00809]
∆εῖ μὲν γὰρ μηδὲ ἔχειν κατηγόρους·
[00909]
∆εῖ γάρ, οἶμαι, κἂν μυρίοι καλῶσι καὶ καταναγκάζωσι, μὴ πρὸς ἐκείνους ὁρᾶν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχὴν καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἶξαι τοῖς βιαζομένοις.
[00929]
∆εῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον·
[01012]
∆εῖ δὴ τὸν μέλλοντα πρὸς ἀμφοτέρους μάχεσθαι τὴν συμμετρίαν εἰδέναι ταύτην·
[01020]
∆εῖ δὲ καὶ τὴν ἀσεβῆ σύγχυσιν ἐκείνου καὶ τὴν μανιώδη τούτου διαίρεσιν ἀποστρέφεσθαι καὶ φεύγειν, τὴν μὲν θεότητα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὁμολογοῦντας, προστιθέντας δὲ τὰς τρεῖς ὑποστάσεις·
[01119]
«∆εῖ γάρ, φησίν, εἶναι τὸν ἐπίσκοπον ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.».
[01305]
∆εῖ δὲ πάντων αὐτὸν ὑπὲρ ὧν δεῖται τοσοῦτο διαφέρειν ἐν ἅπασιν ὅσον τὸν προεστῶτα τῶν προστατευομένων εἰκός.
De sancta trinitate
Ante [Go Back]
000-00-00 Serial Number=0488733709
[00249]
ὁ εἰπὼν, ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ ταφῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0217312694
[00535]
∆εῖ τοίνυν ἡμῖν ἀδαμαντίνης διανοίας, μηδέποτε καθεύδοντος ὀφθαλμοῦ, καρτερίας πολλῆς, τειχῶν ἰσχυρῶν, τοίχων ἔξωθεν καὶ μοχλῶν, φυλάκων ἐγρηγορότων καὶ γενναίων, καὶ πρὸ τούτων ἁπάντων τῆς ἄνωθεν ῥοπῆς.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0677510798
[00335]
∆εῖ μισεῖν μὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα·
[00478]
∆εῖ τοίνυν τὸν εὐχόμενον καὶ μὴ μακροὺς ἀποτείνειν λόγους, καὶ συνεχῶς εὔχεσθαι·
[00944]
∆εῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν, ὅτι εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίῤῥοπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὁλοσχερῶς καταδῦναι ἐκώλυσε.
[06506]
∆εῖ τοίνυν σκοπεῖν τοὺς γονεῖς, οὐχ ὅπως τοὺς παῖδας ἐν ἀργυρίῳ καὶ χρυσίῳ πλουσίους ποιήσωσιν, ἀλλ' ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ τῇ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ' ἂν εὐπορώτεροι·
[08634]
∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
[09999]
∆εῖ τοίνυν ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν·
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0796611309
[00431]
∆εῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας, ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασκάπτειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς.
Epistula ad monachos
Ante [Go Back]
000-00-00 Serial Number=0627725303
[00033]
∆εῖ τοίνυν τὸν εὐχόμενον μὴ μακροὺς ἀποτείνειν λόγους καὶ συνεχῶς εὔχεσθαι τὰς εὐχάς.
[00067]
∆εῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀληθείας ἐν πίστει καὶ ὑπομονῇ τὰ ἑκάστῳ συμφέροντα ἐν μηδενὶ κρινόμενος ὑπὸ τοῦ οἰκείου συνειδότος ὡς ἀμελῶς ἢ ῥᾳθύμως αἰτῶν·
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0506636739
[00173]
[55.45] ∆εῖ τοίνυν καὶ τρόπον εὐχῆς εἰδέναι.
[00895]
∆εῖ γὰρ, φησὶ, φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0940642178
[00011]
∆εῖ μέντοι τοὺς τύπους καὶ τοῖς τότε χρησίμους εἶναι ὡς ἐπὶ τοῦ ὄφεως, καὶ τοῦ ἀμνοῦ.
[03298]
∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0863906622
[01383]
∆εῖ γὰρ πάντως τὸν πονηρὸν ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ.
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0105771005
[01172]
∆εῖ οὖν μὴ καθ' ἑαυτόν τινα βουλεύεσθαι, ἀλλὰ μετὰ πολλῶν.
[01804]
∆εῖ μηδένα πένητα ἢ πτωχὸν ἢ ἀσθενῆ ἀποβιάζεσθαι ἢ ἀτιμάζειν.
Fragmenta in epistulas catholicas
Ante [Go Back]
000-00-00 Serial Number=0282704711
[00118]
∆εῖ γὰρ ὄντως καὶ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν.
[00120]
∆εῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς.
Homilia dicta praesente imperatore
Ante [Go Back]
000-00-00 Serial Number=0231823027
[00121]
∆εῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0382209778
[00906]
∆εῖ οὖν, φησὶ, τῶν συνελθόντων ὑμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ.
[01007]
∆εῖ οὖν τῶν συνελθόντων ἡμῖν, φησὶν, ἀνδρῶν.
[01099]
∆εῖ δὲ ταῦτα τὰ ἐναντία συνελθεῖν, ὥστε μήτε καταφρονεῖσθαι, μήτε μισεῖσθαι.
[04619]
Ὅτε μὲν οὖν τὸν Ματθίαν ἔδει προβάλλεσθαι, ∆εῖ, ἔλεγον, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ τῷ χρόνῳ·
[05711]
∆εῖ τοίνυν ἡμᾶς, εἰ μέλλομεν παῤῥησίαν ἔχειν, καθαροὺς εἶναι τοῦ θυμοῦ, ἵνα μὴ ἐκείνῳ τις λογίσηται τὰ ῥήματα.
[09999]
∆εῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα·
[09999]
Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι ∆εῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
[09999]
∆εῖ τοίνυν τὸν μέλλοντα ἐπιστήσεσθαι οἰκίας, καὶ καλῶς αὐτὴν οἰκοδομήσειν, πρότερον τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίζειν·
[09999]
∆εῖ τοῦ σώματος ἀφειδεῖν, φησί.
[09999]
Ἤδη προφητεύει λέγων, ∆εῖ με καὶ Ῥώμην ἰδεῖν.
[09999]
∆εῖ δὴ τὸ βάθος τοίνυν εἰδέναι, ἢ μὴ κατατολμᾷν.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0625324428
[00329]
∆εῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι.
[01144]
∆εῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν;
[01466]
∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν ἐλθεῖν τῶν πρώην λεχθέντων.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0750655770
[04032]
∆εῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν αὐτοῦ τὴν ἔφοδον.
[05542]
∆εῖ γὰρ ἡμῖν καὶ βίου καὶ πολιτείας ἀκριβεστάτης·
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0998135865
[01661]
∆εῖ δὲ, φησὶν, ἐν τῇ τῶν ἐθνῶν Ἐκκλησίᾳ δοξάζειν τὸν παράδοξα ποιοῦντα Θεόν.
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0822773218
[00332]
∆εῖ γὰρ πλατῦναι τὸν λόγον τοῦ διηγήματος.
[00366]
∆εῖ γὰρ ἐπιτεμεῖν.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0335128248
[00335]
∆εῖ γὰρ τὸν ἐλεούμενον καὶ αὐτόν τι εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν.
In Zacchaeum publicanum
Ante [Go Back]
000-00-00 Serial Number=0776761889
[00055]
∆εῖ με τὸ συκόμορον τοῦτο ξηρᾶναι, καὶ ἄλλο φυτεῦσαι, σταυρόν.
In decem virgines
Ante [Go Back]
000-00-00 Serial Number=0703264773
[00128]
∆εῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περικεῖσθαι καὶ τρόπον.
In decollationem sancti Joannis
Ante [Go Back]
000-00-00 Serial Number=0607044697
[00098]
∆εῖ δὲ ἡμᾶς μνημονεῦσαι καὶ τὰς ἀγαθὰς μάλιστα διὰ τὰς παρούσας.
In dictum Pauli Oportet haereses esse
Ante [Go Back]
000-00-00 Serial Number=0533339202
[00002]
∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
[00017]
∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
[00024]
οὕτω καὶ Παῦλος τὸ, ∆εῖ, τέθεικε.
[00025]
Πολλάκις γοῦν καὶ ἡμεῖς ὁρῶντες ἀνθρώπους ἀλλήλοις συῤῥηγνυμένους καὶ χαλεπαῖς ἑαυτοὺς πλύνοντας λοιδορίαις, λέγομεν, ∆εῖ συμπληγάδας γενέσθαι τούτους καὶ φυλακίζεσθαι, οὐ συμβουλεύοντες οὐδὲ ἡμεῖς, οὐδὲ παραινοῦντες ἐκείνοις, (πῶς γάρ;) ἀλλ' ἀπὸ τοῦ παρόντος τὸ μέλλον στοχαζόμενοι.
[00026]
Οὕτω δὴ καὶ ὁ Παῦλος οὐχὶ συμβουλεύων ταῦτά φησιν, ὅτι ∆εῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἀλλὰ προαναφωνῶν καὶ προφητεύων τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ οὐ συμβουλεύει αἱρέσεις εἶναι, αὐτός ἐστιν ὁ λέγων, ὅτι Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
[00169]
∆εῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
[00171]
Ἐνταῦθα προσέχετε, ὅτι οὐ περὶ δογμάτων ἐστὶ τὸ, ∆εῖ αἱρέσεις ἐν ὑμῖν εἶναι·
[00173]
Εἰπὼν γὰρ, ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἐπήγαγε καὶ τὸν τρόπον τῶν αἱρέσεων·
[00246]
Ἔγνωτε γὰρ περὶ τίνος φησὶ τὸ, ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, περὶ τῆς διχοστασίας τῆς ἐν ταῖς τραπέζαις γινομένης, ἐπειδὴ Ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει.
In duodecim apostolos
Ante [Go Back]
000-00-00 Serial Number=0779052854
[00058]
Ὁ Χριστὸς γὰρ ὁ εἰπὼν Πέτρῳ, ∆εῖ σε παθεῖν, εἶπε καὶ περὶ Παύλου, ὅσα αὐτὸν ἔδει ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν, ἵνα ὁ μὲν σταυρούμενος, ὁ δὲ [59.497] τὴν κεφαλὴν τεμνόμενος, μίαν πίστιν κηρύξαντες, ἕνα δρόμον τελέσαντες, μάρτυρες ἀληθεῖς τῆς ἀναστάσεως ἔσωνται τοῦ παθόντος καὶ ταφέντος καὶ ἀναστάντος, ὡς εἶδε, καὶ εἰς τὸν κόλπον τοῦ Πατρὸς φθάσαντος, ὅνπερ οὐδέποτε καταλέλοιπε.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0155620396
[00047]
∆εῖ δὲ αὐτοῦ τοῦ προοιμίου τῆς Ἐπιστολῆς ἅψασθαι λοιπὸν, καὶ μετὰ τὴν εἰωθυῖαν αὐτοῦ πρόσρησιν εἰπεῖν, τίνος ἕνεκεν οὕτως ἤρξατο ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ.
[01400]
∆εῖ τοίνυν προκαταλαβεῖν, ἵνα μὴ χαλεπώτερον τὸ ἕλκος γένηται, μηδὲ, ὅπερ κατωρθώσαμεν, ἀπολέσωμεν τῇ ἀμετρίᾳ.
[03165]
Ἀκούσωμεν τοίνυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι ∆εῖ ἡμᾶς παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὑπογράψωμεν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσωμεν αὐτὸ παρεῖναι νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι.
[06604]
∆εῖ δὲ οὐχ ἁπλῶς τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέναι.
[06626]
∆εῖ τοίνυν [61.568] πανταχοῦ τὴν αἰτίαν ζητεῖν.
[07990]
∆εῖ δὲ λοιπὸν γενέσθαι τὰ παρ' ὑμῶν.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0122292280
[00981]
∆εῖ μὲν γὰρ τὸ πᾶν ἐπ' αὐτὸν ῥίπτειν, ἀλλ' ἐνεργοῦντας καὶ αὐτοὺς, τοῖς πόνοις ἐμβεβηκότας καὶ τοῖς ἀγῶσι.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0620653093
[00361]
∆εῖ γὰρ τοὺς φυσικοὺς πατέρας ὑπεραίρειν, δεῖ θερμοτέρους εἶναι.
[01360]
∆εῖ οὖν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον·
[01418]
∆εῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα·
[02433]
∆εῖ λοιπὸν χαίρειν·
[02838]
∆εῖ τοίνυν βίας, δεῖ καρτερίας.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0867941260
[00317]
∆εῖ γὰρ μετὰ τῶν χαρισμάτων τούτων, καὶ τῆς ἄλλης ἀρετῆς, τὴν ἡμέραν ἀναμνῆσαι ἐκείνην·
[01860]
∆εῖ τοίνυν αὐτὴν ἀποθέσθαι πρότερον.
[02750]
∆εῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης.
[03171]
∆εῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ μὴ ἀπογινώσκειν μηδὲ ἀπελπίζειν ἑαυτῶν τὴν σωτηρίαν·
[04101]
∆εῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ μὴ τὰ πράγματα αἰτιᾶσθαι·
[04609]
∆εῖ δὲ καὶ μαρτυρίαν ἔχειν αὐτὸν καλὴν ὑπὸ τῶν ἔξωθεν.
[05548]
∆εῖ δὲ πάντων προτιμᾷν τὴν ὁμόνοιαν, ἐπειδὴ καὶ πάντων τοῦτο κυριώτερον, καὶ εἰ βούλει, καὶ ἐπὶ τῶν πραγμάτων αὐτὸ ἐξετάσωμεν.
[06315]
∆εῖ δὲ ἄνωθεν ἐπεξελθεῖν τοῖς προκειμένοις.
[08411]
∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν·
[09118]
∆εῖ γὰρ καὶ ἐπιστύφειν, οὐχὶ θεραπεύειν μόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, ὅταν λέγῃ·
[09999]
∆εῖ τοίνυν συγκαταβαίνειν.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0086464942
[01219]
∆εῖ γὰρ εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ τῶν εἰς ἄλλους γενομένων ἀγαθῶν, οἶον ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὅτι βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
[01372]
∆εῖ τοίνυν ἡμῖν καθ' ἑκάστην ἡμέραν μερίμνης καὶ φροντίδος πολλῆς, ὥστε μήτε ἐγείρεσθαι ἐν ἡμῖν τοῦτον τὸν πόλεμον, μήτε διεγερθέντα μένειν, ἀλλὰ καταστέλλεσθαι καὶ κοιμίζεσθαι.
[01585]
∆εῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ τί δήποτε τοῦτο προστάττει, εἰ ἐν παντὶ τόπῳ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ' ἐν τῷ ταμείῳ μόνον.
[01938]
∆εῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροικον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
[01950]
∆εῖ οὖν, φησὶ, τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα.
[01986]
∆ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι ∆εῖ δὲ τὸν ἐπίσκοπον ἄγγελον εἶναι, μηδενὶ πάθει ἀνθρωπίνῳ ὑποκεῖσθαι (ἐκεῖνα τὰ μεγάλα, ἃ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ, ἐσταυρῶσθαι, καὶ ἐν ταῖς χερσὶν ἀεὶ ἔχειν τὴν ψυχήν;
[01990]
∆ιὰ τί γὰρ οὐκ εἶπες, ∆εῖ δὲ αὐτὸν ἤδη μεταστῆναι ἐκ τῆς γῆς;
[02003]
∆εῖ γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα.
[02033]
∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
[02044]
οὐδὲ γὰρ εἶπε, ∆εῖ αὐτὸν μαρτυρίαν ἔχειν, ἀλλὰ, ∆εῖ αὐτὸν καὶ μαρτυρίαν ἔχειν, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην·
[02071]
∆εῖ τοίνυν, φησὶ, καὶ καλὴν μαρτυρίαν ἔχειν αὐτόν·
[02749]
∆εῖ γὰρ καὶ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον.
[02819]
∆εῖ τοίνυν καὶ ἐνταῦθα παραμυθεῖσθαι τὸ πρᾶγμα τῇ ἐπιεικείᾳ.
[03535]
Εἶπον ἄνω, φησὶ, ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν.
[03927]
∆εῖ τοίνυν αὐτοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0987229347
[02609]
∆εῖ γὰρ, φησὶ, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν·
[03472]
∆εῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν εἶναι, πολλῷ δὲ πλέον ἔξω·
[03580]
∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0303429782
[01550]
∆εῖ γὰρ καὶ ἄληπτον εἶναι καὶ οἰκονομικὸν καὶ ῥιψοκίνδυνον καὶ διδακτικόν.
[06042]
∆εῖ τοίνυν αὐτῷ τῶν φαρμάκων τούτων.
[06595]
∆εῖ γὰρ πρότερον αὐτὸν ἔνδοθεν ὁπλίζειν, καὶ τότε ἔξωθεν.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0236847520
[00023]
∆εῖ δὲ εἰπεῖν τί τὸ παροξῦναν αὐτὸν κατὰ τῶν μαθητῶν·
[00729]
∆εῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν τοὺς μέλλοντάς τι καρποῦσθαι παρ' αὐτῆς χρήσιμον·
[01909]
∆εῖ δὲ ἡμᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους μὲν ὡς παῖδας οἰκείους, καὶ δυναμένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0978037179
[00383]
∆εῖ τοίνυν μετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι·
[01718]
∆εῖ δὲ καὶ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἑστάναι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα ἐν πληροφορίᾳ πίστεως, μὴ παρασαλευομένους ὑπὸ τῶν πειρασμῶν.
[02163]
∆εῖ γὰρ ἡμῖν ὄντως καὶ πολλῆς σπουδῆς, ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν.
[02166]
∆εῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς.
[03005]
∆εῖ δὲ καὶ ἕτερα προσεῖναι τῇ ταπεινοφροσύνῃ, ἵνα τοιαύτη ᾖ οἵαν ὁ μακάριος ∆αυῒδ ηὔχετο λέγων·
[03266]
∆εῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν·
[04586]
∆εῖ τοίνυν ὅπλων ἡμῖν·
[05874]
∆εῖ, φησὶν, ἔργων ἀγαθῶν, καὶ σφόδρα δεῖ·
[08836]
∆εῖ τοίνυν σου [63.212] τοῦ ὑγιαίνοντος πρὸς τὴν ἐκείνου ἰατρείαν·
[08956]
∆εῖ γὰρ πρῶτον μὲν ἄγνοιαν ὑποκρίνεσθαι, μετὰ δὲ ταῦτα, ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπάγειν, ὥστε μὴ ἀπαναισχυντῆσαι.
[09885]
∆εῖ τοίνυν, εἴ γε βουλοίμεθα μετὰ εὐμαρείας πλεῖν καὶ ἀκινδύνως, τείνειν τὰ ἱστία, τουτέστι, τὴν προαίρεσιν τὴν ἡμετέραν·
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0567639589
[00179]
∆εῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0046818197
[01454]
∆εῖ γὰρ πάντα διὰ τὸν Χριστὸν ποιεῖν, οὐ διὰ τὸν μισθόν·
[01815]
Ἐπειδὴ γὰρ ἔλεγεν ὁ Παῦλος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κωμῳδοῦντες αὐτὸν καὶ ἑτέρᾳ γνώμῃ διαστρέφοντες τὸ εἰρημένον ἔλεγον, ὅτι ∆εῖ κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωμεν ἀγαθῶν.
[01836]
Ἐπειδὴ γὰρ ἔλεγεν ὁ Παῦλος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κωμῳδοῦντες αὐτὸν καὶ ἑτέρᾳ γνώμῃ διαστρέφοντες τὸ εἰρημένον ἔλεγον, ὅτι ∆εῖ κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωμεν ἀγαθῶν.
[02789]
∆εῖ τοίνυν ἡμῖν τοῦ θυρεοῦ τῆς πίστεως, τῆς περικεφαλαίας τοῦ σωτηρίου, τῆς μαχαίρας τοῦ πνεύματος·
[03037]
Καὶ οὐκ εἶπε, ∆εῖ καυχᾶσθαι ὑμᾶς, ἀλλὰ, Καυχώμεθα, φησὶν, ἡμεῖς, ἐν τῷ οἰκείῳ προσώπῳ παραίνεσιν εἰσάγων.
[06394]
∆εῖ μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν, θαῤῥεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ·
[07395]
∆εῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τί κατορθῶσαι ἐσπούδακεν·
[09986]
∆εῖ τοίνυν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν καὶ τὰς ἀπὸ τῶν ἀγαθῶν πράξεων·
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0802824855
[00341]
∆εῖ γὰρ τὸν ἐπίσκοπον, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην.
[00345]
∆εῖ γὰρ, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον.
[00806]
∆εῖ μὲν οὖν οἴνου τῇ ἡλικίᾳ ταύτῃ μάλιστα, ἀσθενὴς γάρ·
[00957]
∆εῖ γὰρ τὰ παρ' ἡμῶν ὑπάρχειν πρότερον, καὶ τότε τὰ παρὰ τοῦ Θεοῦ.
In illud Domine non est in homine
Ante [Go Back]
000-00-00 Serial Number=0141677439
[00015]
∆εῖ τοίνυν ἀναμεμίχθαι τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν, ὥστε μήτε χαλᾶσθαι πέρα τοῦ μέτρου τὴν διάνοιαν ἡμῖν, μήτε διατεινομένην ὑπὲρ τὸ δέον διαῤῥήγνυσθαι πάλιν πρὸς τὸν πόνον ἀπαγορεύουσαν.
In illud Exiit edictum
Ante [Go Back]
000-00-00 Serial Number=0742002010
[00196]
∆εῖ γὰρ ὑμᾶς εἰδέναι, ὅτι ἐβασίλευσεν ἔτι πεντήκοντα ἕξ·
In illud Ignem veni mittere in terram
Ante [Go Back]
000-00-00 Serial Number=0777881324
[00065]
∆εῖ με τὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξανα λῶσαι, ἵνα καθαρᾷ τῇ ψυχῇ τὸν οὐράνιον σπόρον ἐνράνω.
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0097184300
[00672]
∆εῖ γὰρ ταῦτα εἰδέναι σαφῶς, ὥστε μὴ τὰ ὀνείρατα πρὸ τῆς ἀληθείας ἀσπάσασθαι.
In illud Pater si possibile est
Ante [Go Back]
000-00-00 Serial Number=0045952618
[00026]
∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
[00030]
ἔλεγες γὰρ, ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
[00106]
∆εῖ με οὖν ὡς σοφὸν ἁλιέα τεχνάσασθαι κατ' αὐτοῦ, δεῖ με πάντα ὑπομεῖναι ὑπὲρ τῆς πάντων ζωῆς.
[00114]
∆εῖ με τοίνυν ὡς σκώληκα σχηματίσασθαι, καὶ λαλῆσαι·
In illud Pater si possibile est transeat
Ante [Go Back]
000-00-00 Serial Number=0917115927
[00026]
∆εῖ γὰρ τὸ εἰρημένον σαφέστερον ἑρμηνεύσαντας, οὕτως ἐπαγαγεῖν τὴν λύσιν.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0838721216
[00354]
∆εῖ γὰρ τὰ γεγραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι ἐν τοῖς ἀνόμοις ἐλογίσθην.
In illud Simile est regnum caelorum patri familias
Ante [Go Back]
000-00-00 Serial Number=0406119704
[00008]
∆εῖ γὰρ πρὸς ἑκατέρους κεκρᾶσθαι τὸν λό γον, διὰ τὸ κεκρᾶσθαι τὸν φιλόθεον δῆμον ἔκ τε μεμυη μένων καὶ μυουμένων ἀνδρῶν.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0894781172
[00176]
∆εῖ τοίνυν σκοπεῖν, οὐχ ὅπως αὐτοὺς πλουσίους ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ τοῖς τοιούτοις ποιήσωμεν, ἀλλ' ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ' ἂν εὐπορώτεροι·
In natale domini nostri Jesu Christi
Ante [Go Back]
000-00-00 Serial Number=0293725967
[00094]
∆εῖ γὰρ τοὺς ἀπὸ ἐθνικοῦ βίου προσιόντας Χριστῷ, πρῶτον πεσεῖν ἀπὸ τοῦ ὕψους τῆς ἀσεβείας, καὶ οὕτως ὥσπερ ἀπὸ γῆς ἐγειρομένους, τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ὁμολογεῖν, εἶθ' οὕτως ἀνὰ μέρος πρὸς τὴν οὐράνιον αὐτοῦ θεότητα ἀνανεύειν.
In parabolam de filio prodigo
Ante [Go Back]
000-00-00 Serial Number=0189603984
[00096]
∆εῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ συμφέροντα, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς δεικνύειν ταῖς πράξεσιν.
In praecursorem domini
Ante [Go Back]
000-00-00 Serial Number=0161332726
[00052]
∆εῖ με διδάξαι, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
[00053]
∆εῖ με οὖν πρῶτον ποιῆσαι, καὶ τότε διδάξαι, ἵνα μὴ ἔχωσι πρόφασιν οἱ Ἰουδαῖοι·
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0455558121
[00144]
∆εῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν.
[00151]
∆εῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενομοθέτηται αὐτὸ ἀναγινώσκεσθαι.
In sanctum Ignatium martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0382147074
[00053]
∆εῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάρ οινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξε νον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ ἑτέρους παρακαλεῖν ἐν τῇ διδα σκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγ χειν.
In sanctum pascha [2]
Ante [Go Back]
000-00-00 Serial Number=0862084806
[00105]
∆εῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου.
In sanctum pascha sermo 7
Ante [Go Back]
000-00-00 Serial Number=0580657840
[00227]
∆εῖ μὲν γὰρ τὴν τεσσαρεσκαιδεκάτην ἐν τῇ ἑβδομάδι πρὸ τῆς ὁριζομένης ἀναστασίμου συμβῆναι, ἀλλ' ἐὰν μὲν εἰς τὸ πλάτος τῆς ἑβδομάδος συμπέσῃ, εὐπέτεια τῆς εὑρέσεως ὑπανοίγεται, ἐὰν δὲ τῇ κυριακῇ ἡμέρᾳ ἐμπίπτῃ, ἐν ταύτῃ ἀκριβοῦς ἐπιστασίας χρεία·
Post reditum a priore exsilio
Ante [Go Back]
000-00-00 Serial Number=0137280047
[00121]
∆εῖ γὰρ καὶ λυπηρὰ εἰπεῖν, ἵνα μάθητε τὰ χρηστά·
[00213]
∆εῖ γὰρ τὸν κυβερνήτην μετὰ τῶν ναυτῶν ὁμόνοιαν ἔχειν·
Prooemia in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0767889500
[00167]
∆εῖ οὖν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν, καὶ τὰς τῶν ἀγαθῶν πράξεων.
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
000-00-00 Serial Number=0662132919
[00022]
∆εῖ γὰρ καὶ τὰς πεπλανημένας δόξας εἰπεῖν καὶ ἀνελόντα αὐτάς, οὕτω τὴν ὄντως λυμαινομένην ἡμῶν ταῖς ἀρεταῖς εἰς μέσον ἀγαγεῖν καὶ δεῖξαι σαφῶς ὅτι ταύτην ἡμᾶς οὐδεὶς δύναται ἀδικῆσαι τὴν ἀδικίαν, οὐδὲ λυμήνασθαι τὴν λύμην, εἰ μὴ αὐτοὶ ἑαυτοὺς προδοίημεν.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
[00374]
∆εῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»