Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ῥᾳθυμίαν [215]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ῥᾳθυμίαν


000-00-00 Serial Number=0140528917
Ad Innocentium papam ii Ante [Go Back]  
 [00010]  παρακαλοῦμεν ἐλεεῖν μᾶλλον ἡμᾶς τῆς μακρᾶς σιγῆς, ἢ ῥᾳθυμίαν ἐντεῦθεν καταγινώσκειν ἡμῶν.
000-00-00 Serial Number=0560572088
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00273]  Ἔπειτα, ἵνα μὴ διὰ τὸ μῆκος τῆς προῤῥήσεως εἰς λήθην ἐμπέσωσι καὶ ῥᾳθυμίαν, παρεσκεύασε τὴν κιβωτὸν τεκταίνεσθαι κατ' ὀφθαλμοὺς ἐκείνων αὐτῶν, πάσης φωνῆς λαμπρότερον βοῶσαν τοῦ Θεοῦ τὴν ἀπειλήν.
 [00486]  καὶ γὰρ τῦφον καταστέλλει, καὶ ῥᾳθυμίαν ἀποστρέφει, καὶ [47.441] φρονιμωτέρους ποιεῖ, καὶ εὐλαβεστέρους ἐργάζεται.
 [00589]  Καὶ γὰρ παρὰ τὴν τῶν γεννησαμένων ἀκρασίαν, καὶ παρὰ τὴν τῶν θρεψάντων ῥᾳθυμίαν, καὶ παρὰ τὴν τῶν ἀέρων ἀνωμαλίαν, καὶ παρὰ πολλὰ ἕτερα τοιαῦτα συμπτώματα τοῦτο γένοιτ' ἄν.
 [00654]  τὴν δὲ ἐν ταῖς παννυχίσι ῥᾳθυμίαν καὶ αὐτὸς οἶδας σαφῶς.
 [01473]  καὶ γὰρ οὗτος τῶν προσκεκρουκότων ἐστὶ διὰ τὴν τῶν παίδων κακίαν, μᾶλλον δὲ διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν.
000-00-00 Serial Number=0564297557
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00022]  οὕτω καὶ ἡ ψυχὴ τὸ πολυτελὲς τοῦτο μύρον κατασκευάζουσα, τὴν κατάνυξιν λέγω, τὰς αἰσθήσεις ἄγει πρὸς ἑαυτὴν, τὴν ῥᾳθυμίαν αὐτῶν περικόπτουσα.
000-00-00 Serial Number=0949056208
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00471]  Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσαν, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς·
 [00567]  Τὸ γὰρ ἀπογινώσκειν ἑαυτῶν, οὐ τοῦτο μόνον ἔχει κακόν, ὅτι τὰς πύλας ἡμῖν ἀποκλείει τῆς πόλεως ἐκείνης, οὐδ' ὅτι εἰς μείζονα ῥᾳθυμίαν ἄγει καὶ καταφρόνησιν, ἀλλ' ὅτι καὶ εἰς ἀπόνοιαν ἐμβάλλει σατανικήν.
 [00679]  Οὔτε γὰρ ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.
000-00-00 Serial Number=0044475079
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00708]  καὶ πάλιν σοι τὸ αὐτὸ ἐρῶ ὅτι οὐκ ἔδει διὰ τὴν ἑτέρων ἀπροσεξίαν καὶ ῥᾳθυμίαν τοὺς δυναμένους νήφειν καὶ ἐγρηγορέναι καὶ μυρίους ἐκ τούτων ἀναδήσασθαι στεφάνους, ἐλαττοῦσθαι ἐν τῇ τῶν ἀμοιβῶν ἀντιδόσει.
 [00908]  οἱ δὲ μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥᾳθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας.
000-00-00 Serial Number=0696633995
Ad populum Antiochenum Ante [Go Back]  
 [00461]  Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον τῆς τῶν ἠμελημένων ἐπιμελείας ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται καὶ καταπίπτουσι.
 [01233]  ἐπεὶ καὶ νῦν οὐχ οὕτω δέδοικα τοῦ βασιλέως τὴν ὀργὴν, ὡς τὴν ὑμετέραν δέδοικα ῥᾳθυμίαν.
 [01325]  ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥᾳθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπιστρέφει.
 [02054]  Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο.
 [02936]  Καὶ γὰρ ἐγὼ διὰ τοῦτο συνεχῆ ποιοῦμαι τὴν παράκλησιν τὴν περὶ τῶν ὅρκων, οὐκ ἐπειδὴ κατέγνων ὑμῶν ῥᾳθυμίαν, ἀλλ' ἐπειδὴ τὸ πλέον κατορθωθὲν ὑμῖν εἶδον, καὶ σπεύδω καὶ ἐπείγομαι τὸ πᾶν ἀπαρτισθῆναι καὶ τέλος λαβεῖν.
 [02966]  Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις·
 [02967]  οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέμενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμπίπτουσι πράγμασι.
 [03411]  παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες·
 [03674]  Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα δὲ μὴ τὰς πολλὰς ταύτας ἡμέρας ὑμῖν παρακολουθήσας, πολλὴν ὑμῶν καταγνῶ ῥᾳθυμίαν περὶ πράγματος οὕτως εὐκόλου διηνεκοῦς δεομένων ὑπομνήσεως.
 [03778]  Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
 [03920]  Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀποπηδῶντας, καὶ τῶν πνευματικῶν οὐδένα ποιουμένους λόγον, ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν.
 [03969]  Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους ἐμβάλλει, ἢ ἑτέραν δυσκολίαν ἐργάζεται, ὥστε μὴ πληρωθέντος τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά.
 [04233]  ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ τῷ γεγενημένῳ πρὸς σωφρονισμὸν ἡμῶν πλείονα ἀπεχρήσατο, τῷ φόβῳ τῆς προσδοκωμένης ἀπειλῆς πᾶσαν ἐκβαλὼν ῥᾳθυμίαν·
 [04342]  μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν·
 [04348]  οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν καὶ τὴν ἀπληστίαν τὴν ἡμετέραν.
 [04813]  νυνὶ δὲ ἀφαιρεθέντος τοῦ χαλινοῦ, καὶ τοῦ νέφους παρελθόντος, δέος, μὴ πρὸς ῥᾳθυμίαν ἀποκλίνωμεν, μὴ χαυνότεροι γενώμεθα πάλιν ὑπὸ τῆς ἀνέσεως, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις·
 [05214]  ἀλλ' ἵνα μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανέλθωμεν ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ μικρὸν τὸν χείμαῤῥον τῶν κακῶν τούτων χαλᾷν παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας.
 [05215]  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πολλοὶ πρὸς τὴν προτέραν ἐπανῆλθον ἂν ῥᾳθυμίαν, εἰ συντόμως ἐλύθη τὸ πᾶν, δῆλον ἐκεῖθεν·
 [05226]  ∆έον οὖν εὐχαριστεῖν τῷ χωρὶς πάσης ζημίας λύσαντι ταῦτα Θεῷ, σκιρτᾷς πάλιν καὶ ἐξυβρίζεις, καὶ ἐπειδὴ παρῆλθεν ὁ φόβος, πρὸς μείζονα πάλιν ἐπανῆλθες ῥᾳθυμίαν;
 [05519]  Ἂν ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτι ἔμπροσθεν Θεοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν αἰδῶ καὶ τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι;
000-00-00 Serial Number=0862410665
Adversus Judaeos Ante [Go Back]  
 [00159]  τὴν δὲ ῥᾳθυμίαν τῶν ἀπατωμένων λογιζόμενος, ἐνεπιμπράμην ὑπὸ τοῦ θυμοῦ·
 [01129]  εἰ δὲ φιλόθεοι καὶ εὐλαβεῖς, καὶ τὰς ψυχὰς τὰς ἑαυτῶν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἔδωκαν, εὔδηλον ὅτι τὸ μὴ φυλάξαι τὸν νόμον οὐ κατὰ ῥᾳθυμίαν ἐποίουν, ἀλλὰ παρὰ τὸ πεπεῖσθαι παρ' αὐτοῦ τοῦ νόμου, ὅτι τὰς παρατηρήσεις ταύτας ἁπάσας ἕξω τῶν Ἱεροσολύμων φυλάττειν οὐ χρή.
000-00-00 Serial Number=0185820401
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00005]  Οὐδὲ γὰρ δίκαιον ἂν εἴη τῶν ἀπολειφθέντων τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν σπουδὴν λυμήνασθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ δαψιλεστέραν παραθήσομεν τὴν τράπεζαν, ἵνα τῇ, πείρᾳ μαθόντες τὴν ζημίαν οἱ μὴ παραγενόμενοι, σπουδαιότεροι λοιπὸν περὶ τὰς συνόδους γίνωνται ταύτας.
000-00-00 Serial Number=0190871954
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01280]  Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι οὐ διὰ ῥᾳθυμίαν τινὰ, ἀλλὰ διὰ τὸ μὴ μέγα τὸ πρᾶγμα ἡγεῖσθαι, οὔτε ἔμαθεν, οὔτε ἐχρήσατο.
 [01308]  ἐδεδοίκει γὰρ μή ποτε αὐτὸ τοῦτο ὑφορώμενος ἐκεῖνος, πρὸ ὥρας αὐτὸν ἤδη καταδήσῃ τοῖς τοῦ βίου σχοινίοις, καὶ ταύτης αὐτὸν ἀποστήσας τῆς σπουδῆς, ἐπὶ τὴν ζώνην ἀγάγοι, καὶ τὴν ἐξ ἐκείνης ῥᾳθυμίαν ἅπασαν, καὶ ἀδύνατον αὐτῷ τὴν μετὰ ταῦτα κατασκευάσῃ διόρθωσιν.
000-00-00 Serial Number=0937375009
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00009]  Ὁ γὰρ γέλως χαυνοῖ τὸν δεσμὸν τῆς σωφροσύνης, γέλως ἀπωθεῖ σεμνότητα, γέλως οὐ μιμνήσκεται φόβου Θεοῦ, γέλως οὐ φοβεῖται ἀπειλὴν γεέννης, γέλως πορνείας ὁδηγὸς, εὐτραπελία ἔλεγχός ἐστι τοῦ ἀκολάστου ἀνθρώπου, γελωτοποιία εἰς ῥᾳθυμίαν κατενεχθῆναι ποιεῖ, γελωτοποιία καταφρονήσεως πρόφασις.
000-00-00 Serial Number=0350392699
Catecheses ad illuminandos Ante [Go Back]  
 [00825]  νυνὶ δὲ δέδοικα καὶ φοβοῦμαι τὴν ἄδειαν καὶ τὴν ἐκ ταύτης τικτομένην ῥᾳθυμίαν.
 [00854]  Ὁ δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι·
 [00889]  ∆ιὰ τοῦτο κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν ἀπὸ τῶν σατανικῶν θεάτρων λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν.
 [00891]  [6.2] Ποίᾳ τοίνυν, εἰπέ μοι, λοιπὸν προθυμίᾳ τῆς συνηθοῦς ἅψομαι διδασκαλίας, ὁρῶν οὐδὲν πλέον κερδαίνοντας ἐκ τῶν παρ' ἡμῶν λεγομένων ἀλλ' ὅσῳ τὰ τῆς διδασκαλίας ἡμῖν ἐπιτείνεται τοσαύτῳ καὶ τὴν ῥᾳθυμίαν ὡς εἰπεῖν αὐξουμένην, ὅπερ καὶ ἡμῖν πλείονα τὴν ὀδύνην ἐργάζεται καὶ ἐκείνοις μείζονα προξενεῖ τὴν κατάκρισιν.
 [00897]  ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένωσιν οἱ μαθητευόμενοι κἂν μηδεὶς ὠφελῆται ἐκ τῶν λεγομένων, ὅταν ὁ διδάσκαλος μηδὲν τῶν προσηκόντων εἰς αὐτὸν παραλίπῃ, καὶ οὕτω τὰς ἀμοιβὰς τῶν πόνων μετὰ δαψιλείας κομίζεται, τοῦ φιλανθρώπου Θεοῦ οὐ διὰ τὴν ἐκείνων ῥᾳθυμίαν ὑποτεμνομένου τῶν πόνων τοὺς μισθούς, ἀλλὰ κἄν τε ἀκούωσι κἄν τε μὴ ἀκούωσι, δαψιλεῖς παρέχοντος τὰς ἀντιδόσεις.
 [00898]  [6.4] Ἀλλ' ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτερον κέρδος καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ ποιούμεθα, οἰκείαν ζημίαν κρίνοντες τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κατακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας.
 [00906]  Πότε γάρ, εἰπέ μοι, ὁ τοιοῦτος δυνήσεται τοῦ παιδὸς τὴν ῥᾳθυμίαν διορθῶσαι καὶ τὸν νέον ἀκοσμοῦντα σωφρονίσαι, αὐτὸς οὐδὲ ὑπὸ τοῦ χρόνου τῆς ἡλικίας σωφρονιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν οὐ μόνον ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέροις ῥᾳθυμίας διδάσκαλος γίνεται, μηδὲ οὕτως ἀπέχεται τῆς πονηρᾶς ταύτης συνηθείας.
 [00908]  Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων εἰς τοσαύτην ῥᾳθυμίαν ἀποκλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς ἀκουόντων τῆς λεγούσης·
 [00910]  [6.8] Εἶδες σπλάγχνα ἀποστολικὰ οἵαν συμβουλὴν εἰσήγαγε, δεδοικὼς σφόδρα καὶ τρέμων διὰ τοὺς ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας βλαπτομένους καὶ εἰδὼς ὡς οὐ μικρὸς κείσεται κίνδυνος τοῖς τὴν ἑτέρων ῥᾳθυμίαν ἐπιτείνουσι;
 [01286]  Μή μοι πάλιν εἰς ῥᾳθυμίαν καὶ ἀνονήτους διατριβὰς καὶ εἰς διεφθαρμένους συλλόγους καὶ εἰς συμπόσια καὶ μέθην καθημερινὴν ἅπας τῆς ἡμέρας ὁ καιρὸς καταναλισκέσθω, μὴ τὰ καλῶς συλλεγέντα διὰ τῆς μετὰ ταῦτα ἀμελείας διαρρυῆναι ποιήσωμεν ἀλλὰ μετὰ ἀσφαλείας κατέχωμεν τὰ δωρηθέντα ἡμῖν ἅπαντα παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.
000-00-00 Serial Number=0341259062
De Anna i Ante [Go Back]  
 [00991]  Ἀλλ' ἐπεὶ ἀνθρώπους ὄντας εἰκὸς καὶ εἰς ῥᾳθυμίαν ἐμπεσεῖν, ἐπειδὰν παρέλθῃ μία καὶ δευτέρα ὥρα καὶ τρίτη μετὰ τὴν εὐχὴν, καὶ ἴδῃς τὴν γενομένην σοι θερμότητα κατὰ μικρὸν ὑποῤῥεῖν μέλλουσαν, δράμε ταχέως πάλιν ἐπὶ τὴν εὐχὴν, καὶ καταψυγεῖσάν σου τὴν διάνοιαν θέρμανον.
000-00-00 Serial Number=0116401672
De Chananaea Ante [Go Back]  
 [00034]  Ὑψηλότερον κατασκευάζει, ῥᾳθυμίαν περικόπτει, συνάγει τὴν ψυχὴν, σωφρονέστερον ποιεῖ τὸν λογισμόν.
000-00-00 Serial Number=0235248744
De Christi divinitate Ante [Go Back]  
 [00113]  Ἆρα ἔστι κατ' ἀξίαν ἢ τὸν παραλυτικὸν ἐπαίνεσαι, ἢ τὴν ἡμετέραν κακίσαι ῥᾳθυμίαν;
000-00-00 Serial Number=0483382821
De Lazaro Ante [Go Back]  
 [00031]  Εἰ δὲ ὁ γελώμενος καὶ χλευαζόμενος ἐκεῖνος καὶ καθ' ἑκάστην λοιδορούμενος τὴν ἡμέραν, ἐπειδὴ ἐβουλεύσατο σιγῆσαι, τοσαύτην ὑπέστη τιμωρίαν, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, τοιοῦτον μὲν οὐδέπω παθόντες οὐδὲν, διὰ δὲ τὴν ῥᾳθυμίαν τινῶν μικροψυχήσαντες, καὶ τῆς διδασκαλίας ἀποστάντες τῆς πρὸς ἐκείνους, καὶ μάλιστα, ὅταν τοσοῦτοι οἱ προσέχοντες ὦσι;
 [00178]  Ἀλλ' ὅμως τοσαῦτα τοῦ Κυρίου καὶ ποιήσαντος καὶ εἰπόντος, οὐκ ἐγένετο βελτίων ἐκεῖνος, οὐ παρὰ τὴν τοῦ συμβουλεύσαντος ἀσθένειαν, ἀλλὰ παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν.
 [01121]  Οὐ παρὰ τὴν τοῦ πειρασμοῦ φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν σήν.
 [01458]  διηνεκῆ μὲν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἐμπίπτωμεν, ἀλλ' ἀεὶ καὶ μέχρι τελευτῆς ὑπομιμνησκόμενοι νήφωμεν·
 [01662]  Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥᾳθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα, διόρθωσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν.
 [01858]  ∆ιὰ γὰρ τοῦτο ὁ σεισμὸς, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν·
 [02630]  Στενὴν δὲ αὐτὴν ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει στενὴ τυγχάνει, ἀλλ' ἐπειδὴ ἡ γνώμη ἡ ἡμετέρα πρὸς ῥᾳθυμίαν μᾶλλον ῥέπουσα, στενὴν αὐτὴν εἶναι νομίζει.
000-00-00 Serial Number=0112454712
De baptismo Christi Ante [Go Back]  
 [00238]  Τάχα φορτικόν ἐστι τὸ μέλλον ῥηθήσεσθαι, ἀλλ' ὅμως ἀναγκαῖον λεχθῆναι διὰ τὴν τῶν πολλῶν ῥᾳθυμίαν.
000-00-00 Serial Number=0542316675
De consubstantiali Ante [Go Back]  
 [00010]  Ἀλγῶ μὲν γὰρ καὶ διὰ τὴν ῥᾳθυμίαν ἐκείνων, παραμυθεῖται δὲ ὅμως τὴν ἐπ' ἐκείνοις ἀλγηδόνα τῆς ὑμετέρας ἀγάπης ἡ προθυμία.
000-00-00 Serial Number=0988997877
De diabolo tentatore Ante [Go Back]  
 [00073]  Οὐ γὰρ παρὰ τὴν τῶν πνευμάτων βίαν, ἀλλὰ παρὰ τὴν τοῦ πλέοντος ῥᾳθυμίαν ἅπαν συνέβη τὸ κλυδώνιον τοῦτο.
 [00143]  Χρησίμως τοῦτο διὰ τὴν ῥᾳθυμίαν, ἄνθρωπε, ἐγένετο τὴν ἡμετέραν·
 [00209]  Ὅτι εἰ κακὰ ἦν, οὐκ ἂν ἀγαθῶν ἡμῖν αἴτια ἐγεγόνει, σωφρονίζοντα τὴν ἀπόνοιαν, ἐγκόπτοντα τὴν ῥᾳθυμίαν καὶ πρὸς σπουδὴν ἐπανάγοντα, προσεκτικωτέρους ποιοῦντα.
 [00423]  Ἂν μὲν γὰρ ἀφῇς μένειν τὸν ἀντίπαλον, οἱ ῥᾳθυμότεροι οὐχὶ διὰ τοὺς σπουδαιοτέρους, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν ἐπηρεάζονται·
 [00497]  καὶ γὰρ καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν δὲ φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν.
 [00884]  Οὐκ εὔδηλον, ὅτι διὰ ῥᾳθυμίαν;
000-00-00 Serial Number=0377653003
De fato et providentia Ante [Go Back]  
 [00549]  Ὅταν γὰρ τὰ πρὸς τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπικουρίαν τῶν δεομένων, εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν, οὐκ ἀνεύθυνος ἡμῖν ἔσται ἡ κακίστη αὕτη δαπάνη, ἀλλὰ πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε ταλάντων, καὶ δύο, καὶ ἑνὸς εἰρημένον, καὶ ἐπὶ χρημάτων, καὶ τῶν ἄλλων ἁπάντων ἐστὶν εἰπεῖν.
000-00-00 Serial Number=0213091433
De incomprehensibili dei natura Ante [Go Back]  
 [01360]  Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα.
000-00-00 Serial Number=0140064716
De mutatione nominum Ante [Go Back]  
 [00023]  Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος.
 [00695]  Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται.
000-00-00 Serial Number=0746779144
De paenitentia [1] Ante [Go Back]  
 [00212]  λέγω δὲ οὐχ ἵνα εἰς ῥᾳθυμίαν ἐμβάλω, ἀλλ' ἵνα ἀπὸ ἀπογνώσεως ἀπαγάγω·
 [00849]  κἂν δεύτερον ἁμάρτῃς, δεύτερον μετανόησον, μὴ διὰ ῥᾳθυμίαν τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων ἀγαθῶν ἐλπίδος·
 [00948]  πολλῆς γὰρ ὑπομονῆς ἐντεῦθεν ληψόμεθα ἀφορμὴν, οὐ τῇ κοινωνίᾳ τῶν τὰ αὐτὰ παθόντων παραμυθούμενοι μόνον, ἀλλὰ καὶ τῷ μανθάνειν τὸν τρόπον τῆς ἀπαλλαγῆς τῶν ἐπαγομένων ἡμῖν δεινῶν, καὶ μετὰ τὴν ἄνεσιν μένειν πάλιν ἐπὶ τῆς αὐτῆς, καὶ μήτε εἰς ῥᾳθυμίαν ἐκπίπτειν, μήτε εἰς ἀπόνοιαν αἴρεσθαι.
 [01115]  Οὕτω καὶ πόλις ἄρχοντος εἰσελαύνειν μέλλοντος φοβεροῦ, πᾶσαν [49.307] ἀποτίθεται ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ.
 [01160]  Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν·
 [01625]  Συνεῖδεν ὅτι δύσκολόν ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων.
 [01631]  οὕτω καὶ ὁ νόμος ἂν δοκῇ φορτικὸς εἶναι, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν.
000-00-00 Serial Number=0701233029
De sancta Droside martyre Ante [Go Back]  
 [00086]  Οὐχὶ καθήμενοι καὶ εὐθύνας αὐτοὺς ἀπαιτοῦντες, ἀλλὰ δι' ἡμετέρας σπουδῆς τὴν ἐκείνων κατακρίνοντες ῥᾳθυμίαν.
000-00-00 Serial Number=0701579869
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00007]  ἀλλ' ἵνα μὴ ἡ ζημία αὐτῶν ἀνίατος γένηται, πάλιν ἐν ἑτέρᾳ ἡμέρᾳ ἀνακηρύττομεν αὐτὸν, ἵνα καὶ οἱ ἀπολειφθέντες διὰ ῥᾳθυμίαν διπλασιάσωσι τῇ σπουδῇ τὴν εὐλογίαν τὴν παρὰ τοῦ μάρτυρος.
 [00130]  ἐπεὶ καὶ ὁ Ἐλισσαῖος εἶχε μαθητὴν φιλάργυρον, ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τοῦ διδασκάλου, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τοῦ μαθητοῦ.
000-00-00 Serial Number=0546913862
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00654]  Ἐὰν γὰρ ὁ Θεὸς ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐχαῖς καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτε ἔμπροσθεν αὐτοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι·
 [00774]  Ὡσπεροῦν ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάσεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ τὴν ῥᾳθυμίαν·
 [00980]  Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, τὰ μέγιστα ζημιούμεθα.
 [00981]  Εἰ γὰρ μετὰ νηστείας ἡ τῶν κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον, εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνάμεθα, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα, πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν.
 [01810]  Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε·
 [02129]  Κἂν γὰρ ἐπὶ τὰ ἡμέτερα μέλη ἔλθωμεν, καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν.
 [02177]  Κηδόμενος γὰρ ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν στεφάνων κατασκευάζων, αὐτὴν τὴν γέενναν διὰ τοῦτο κατεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ.
 [05814]  τί [63.744] ἂν εἴποιμεν ἡμεῖς οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι;
 [06251]  Ὥσπερ οὖν εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα·
 [06373]  ὁ δὲ πονηρὸς ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρῖμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν.
 [09999]  Ἂν δὲ τῇ μακροθυμίᾳ εἰς ῥᾳθυμίαν χρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν δίκην.
 [09999]  ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν;
000-00-00 Serial Number=0159288347
Epistulae Ante [Go Back]  
 [02470]  Ἐγὼ σφόδρα ἐκπλήττομαι καὶ θαυμάζω, καὶ αἰτίαν οὐδεμίαν εὑρίσκω τοῦ σὲ ἐπὶ τοσοῦτον ἡμῶν ἀπολειφθῆναι, ἢ ῥᾳθυμίαν καὶ ὄκνον μόνον.
 [02766]  ἀλλ' οὐχ ἑκουσίως ἡμῶν ἡ μακρὰ αὕτη σιγὴ γέγονεν, ἀλλὰ διὰ τὴν τοῦ χωρίου ἐρημίαν, ἐν ᾧ καθείργμεθα, οὐ διὰ τὴν ῥᾳθυμίαν τὴν περὶ τὴν ὑμετέραν ἀγάπην.
 [02984]  ἐγὼ δέ σε τοσοῦτον ἀπέχω τούτου γράψασθαι, ὅτι καὶ ῥᾳθυμίαν ἐγκαλῶ τῆς βραδυτῆτος ἕνεκεν, καὶ μειζόνως ἀνεκήρυξα πρότερον ἐπεσταλκότα.
 [03152]  Οὐδὲ γὰρ ῥᾳθυμίαν λογίσασθαι ἔχω·
 [03252]  Ἐθαύμασα πῶς παρ' ἑτέρων ἔμαθον τὴν ῥᾳθυμίαν Σαλουστίου τοῦ πρεσβυτέρου.
 [03273]  εἰ δὲ ἀληθὲς, διορθώσασθε τὴν τοιαύτην ῥᾳθυμίαν.
 [03335]  Εἰ μὴ σφόδρα τὴν γνησίαν ὑμῶν ἀγάπην ᾔδειν, καὶ τὴν σπουδὴν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπιδείκνυσθε, κἂν ῥᾳθυμίαν πολλὴν ὑμῖν ἐνεκάλεσα, τῆς
 [03395]  ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, οὐ δι' ὄκνον καὶ ῥᾳθυμίαν, ἀλλὰ διὰ τὸ τῇ ἀνάγκῃ τῆς ἐξορίας πεπεδῆσθαι, τὸν γοῦν δεύτερον ἡμᾶς μὴ ἀποστερήσητε πλοῦν, ἀλλὰ πέμπετε ἡμῖν νιφάδας ἐπιστολῶν, τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούσας.
000-00-00 Serial Number=0814535499
Epitimia lxxiii Ante [Go Back]  
 [00070]  [55] Ὁ κανόναρχος, ἐὰν ἀμελῶς στιχολογῇ, καὶ τὴν ἁρμόζουσαν τῷ Θεῷ ἀκολουθίαν διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν ἐκκόπτει, ξηροφαγείτω ἡμέρας εʹ, μετανοίας νʹ.
000-00-00 Serial Number=0559182227
Expositiones in Psalmos Ante [Go Back]  
 [00584]  Εἰ δέ ποτε καὶ συστέλλει, καὶ ἐν τούτῳ πάλιν τὴν πρόνοιαν ἑαυτοῦ δείκνυσιν, ἀφυπνίζων τὴν ῥᾳθυμίαν τῶν πολλῶν, καὶ διεγείρων αὐτοὺς πρὸς τὸ ἐπιζητῆσαι παρ' αὐτοῦ ταῦτα τὰ ἀγαθά.
 [01320]  Οὐ γὰρ ὥσπερ ἐν θαλάττῃ παρὰ τὴν τῶν πνευμάτων ἐμβολὴν, οὕτω καὶ ἐν τῇ ψυχῇ παρά τινα ἀδόκητον περίστασιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν συμβαίνει.
 [03086]  Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον.
 [04849]  Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον.
000-00-00 Serial Number=0631577492
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00682]  Ὁρᾷς ὅτι παρὰ ῥᾳθυμίαν ἡ πλάνη;
 [01147]  ∆ιελέχθη περὶ ἐκείνων ὡς παρόντων, ἵνα τὴν ῥᾳθυμίαν ταύτης καλύψῃ Fort.
 [01578]  Ἐναντιολογεῖ πολλάκις, πρὸς τὸ συμφέρον ἐκείνης, τήν τε ῥᾳθυμίαν αὐτῶν διεγείρων, καὶ τὴν ἀπόγνωσιν ἐκκόπτων.
 [01939]  ἵνα μὴ πάλιν τὸ ἀόργητον εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλῃ.
 [02958]  Τὸ ἐν πέτρᾳ, ἵνα μή τις εἴπῃ, ὅτι κατὰ ῥᾳθυμίαν φύσεως διεφθάρη·
 [03180]  μὴ γὰρ παρὰ τὴν αὐτῶν ῥᾳθυμίαν;
 [04292]  ὅτι ψευδῆ λέγουσιν, ὅτι κακὰ ἐπιτείνουσιν, ὅτι ῥᾳθυμίαν αὔξουσιν.
 [05887]  διὰ τὴν οἰκείαν ῥᾳθυμίαν ἀπώλοντο αὐτοὶ καὶ οἱ προστάται.
000-00-00 Serial Number=0182885349
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00046]  πῶς ὁπλίζει τὸ στρατόπεδον, τήν τε ῥᾳθυμίαν ἐκκόπτων, τόν τε ὄκνον ἐκβάλλων;
 [00047]  Ἐπειδὴ γὰρ δύο ταῦτα μάλιστα ἐν τοῖς πολέμοις τοὺς στρατιώτας προδίδωσι, τό τε δειλίᾳ προδοῦναι τὴν ἀνδρείαν, τό τε ἀναπεπτωκότας αὐξῆσαι τὴν ῥᾳθυμίαν, καὶ δοῦναι τοῖς πολεμίοις ἀφυλάκτοις αὐτοῖς ἐπιθέσθαι·
000-00-00 Serial Number=0160980821
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00018]  ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε.
 [00034]  Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ·
000-00-00 Serial Number=0518137276
In Acta apostolorum Ante [Go Back]  
 [01847]  κἂν εἰς Ἱσπανίαν, κἂν πρὸς αὐτὰ τῆς γῆς τὰ τέρματα, οὐδεὶς ἀνήκοος τυγχάνει, πλὴν εἰ μὴ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν.
 [02594]  Σπουδὴ γὰρ, φησὶ, σπουδὴν γεννᾷ, καὶ ῥᾳθυμία ῥᾳθυμίαν.
 [02615]  εἰς ῥᾳθυμίαν λοιπὸν ἐμπίπτομεν καὶ ἀπόγνωσιν, ὡς μηδὲ τῶν αὐτῶν ἅψασθαι βουληθῆναι πάλιν·
 [08221]  Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον.
000-00-00 Serial Number=0009839296
In Eliam prophetam Ante [Go Back]  
 [00010]  Ὁμακάριος Ἠλίας ἰδὼν τὸν τῶν Ἰουδαίων λαὸν τῆς τοῦ Θεοῦ καταστρηνιῶντα φιλανθρωπίας, καὶ τὸν μὲν Θεὸν τῆς ἐκείνων θεομαχίας ἀνεχόμενον διηνεκῶς, ἐκείνους δὲ τῇ μακροθυμίᾳ πρὸς ῥᾳθυμίαν παιδοτριβουμένους ἀεὶ, ἐπινοεῖ τι τοιοῦτον κατὰ τῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγαθότητος·
000-00-00 Serial Number=0532719076
In Genesim sermones Ante [Go Back]  
 [00515]  οὕτω καὶ ὁ Θεὸς τὴν φύσιν τὴν ἡμετέραν καταφρονοῦσαν αὐτοῦ, διὰ τὴν ἀγαθότητα, καθάπερ διδασκάλοις καὶ παιδαγωγοῖς, τοῖς ἄρχουσιν ἐξέδωκεν, ὥστε αὐτοὺς ἐπιστρέψαι αὐτῶν τὴν ῥᾳθυμίαν.
 [00541]  Ἀλλὰ γὰρ διανάστητε, καὶ τὴν ῥᾳθυμίαν ἀπόθεσθε.
 [01329]  Παρὰ τὴν ἑαυτοῦ ῥᾳθυμίαν·
 [01366]  Καὶ ταῦτα λέγω νῦν, οὐ τὴν ῥᾳθυμίαν τῶν ἀπολειφθέντων αὐξῆσαι βουλόμενος, ἀλλὰ τὴν ἡμετέραν κηδεμονίαν ἐπιτεῖναι σπουδάζων, ἵνα μετὰ λόγου γίνηται καὶ φιλοστοργίας.
 [01461]  Ἢ γὰρ διὰ πονηρίαν, ἢ δι' ἀργίαν καὶ ῥᾳθυμίαν οὐ μεταδίδωμεν ἑτέροις.
000-00-00 Serial Number=0907622218
In Isaiam Ante [Go Back]  
 [00346]  Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον.
 [00458]  Ἐπειδὴ γὰρ πολλὰ πολλάκις ἁμαρτάνοντες καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι δυνατὸν ὅτε βούλεται ἐπεξελθεῖν, καὶ οὐ δεῖται καιρῶν, οὐδὲ χρόνων, ἀλλ' ἕτοιμα αὐτῷ πάντα καὶ παρεσκευασμένα.
 [00536]  Πάλιν ἀπαγορεύει τὴν σωτηρίαν διὰ τὴν αὐτὴν πάλιν αἰτίαν οὐχ ἵνα ἀπογνῶσιν, ἀλλ' ἵνα ταύτῃ γοῦν ἀκμάζοντα τὸν φόβον δεξάμενοι, τὴν πολλὴν ἀποτινάξωνται ῥᾳθυμίαν.
 [01430]  Καθάπερ γὰρ τὸ χρυσίον τῷ πυρὶ παραδιδόμενον πᾶσαν ἀποτίθεται κηλῖδα, οὕτω καὶ οἱ σπουδαῖοι σπουδαιότεροι καθίστανται ἐν τοῖς πειρασμοῖς, πᾶσαν ἀπονιπτόμενοι ῥᾳθυμίαν.
 [01810]  Ἵνα μὴ τῆς ὁδοῦ τὸ μῆκος εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλλῃ, φησὶν ὅτι οὕτω τῷ Θεῷ ῥᾴδιον ἀγαγεῖν αὐτούς, ὡς τῷ τὸ σύσσημον αἴροντι καὶ τοὺς παρεσκευασμένους καὶ ἑτοίμους ἐξάγοντι πρὸς παράταξιν, ὅπερ καὶ ἐπὶ τῶν ἵππων γίνεται τῶν ἁμιλλατηρίων.
000-00-00 Serial Number=0139785349
In Joannem Ante [Go Back]  
 [00334]  ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥᾳδίως, ἀλλὰ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς.
 [01422]  [59.66] οὔτε εἰς ῥᾳθυμίαν βίου, οὔτε εἰς τὴν ὀλεθρίαν περιεργίαν.
 [01629]  ῥᾳθυμίαν δὲ καὶ ἀσωτίαν, καὶ τὰ μυρία κακὰ, ἃ διαπαντὸς κατηγοροῦντες αὐτῶν διετέλουν οἱ προφῆται πάντες, δι' ἃ καὶ αὐτοὶ ὁμοίως τοῖς ἔθνεσι προσκεκρούκεσαν τῷ Θεῷ.
 [02418]  Οὐ γὰρ ῥᾳθυμίαν κατεγνωκότων ἐστὶ τὰ λεγόμενα, ἀλλὰ χρηστὰς σφόδρα ἐλπίδας ἐχόντων περὶ ὑμῶν.
 [03095]  Ῥᾴθυμόν πως ἡ ἀνθρωπίνη φύσις, καὶ ὀξύῤῥοπον πρὸς ἀπώλειαν, οὐ παρὰ τὴν τῆς φύσεως κατασκευὴν, ἀλλὰ παρὰ τὴν ἐκ προαιρέσεως ῥᾳθυμίαν·
 [05493]  Καὶ εἰ μὲν καὶ ἐν τοῖς ἄλλοις ἀμελοῦντες, τὴν αὐτὴν καὶ ἐνταῦθα ῥᾳθυμίαν ἐπεδείκνυσθε, ἦν μὲν οὐδὲ οὕτως ἀπολογίας ἄξιον τὸ γινόμενον.
 [05506]  Καὶ ταῦτα λέγομεν νῦν, οὐχ ἵνα ἐπαχθῆ καὶ βαρὺν ποιήσωμεν τὸν λόγον, ἀλλ' ἵνα τὴν ἀλγηδόνα ὑμῖν ἐπιδείξωμεν, ἣν ἔχομεν διὰ τὴν ὑμετέραν ῥᾳθυμίαν·
 [05641]  Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν αὐτῶν καὶ παρανομίαν, ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι.
000-00-00 Serial Number=0810178280
In Kalendas Ante [Go Back]  
 [00044]  Πονηρὰ γὰρ ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ῥᾳθυμίαν.
 [00055]  Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλῃ μόνον, ἀλλ' ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνος σκευωρεῖ, καὶ εἰς ἀσέβειαν ὁμοῦ καὶ εἰς ῥᾳθυμίαν τὰς ἡμετέρας καθελκύσαι βουλόμενος ψυχάς.
000-00-00 Serial Number=0385852516
In Psalmum 145 Ante [Go Back]  
 [00329]  Εἰ δὲ δεῖ τινα καὶ ἑτέραν μέθ [55.528] οδον εἰπεῖν, δι' ἧς δυνησόμεθα τὴν ῥᾳθυμίαν ἐκφυγεῖν ταύτην, ἐκεῖνο ἂν εἴποιμι·
000-00-00 Serial Number=0835770726
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00012]  Ὥσπερ γὰρ ἐκεῖνα τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ἡμῶν ἀνέστελλε, καὶ τὴν ὀλιγωρίαν τὴν περὶ τὰ πρακτέα διώρθου, οὕτω δὴ τὰ ῥηθησόμενα νῦν περὶ τὴν τῶν δογμάτων ἀκριβῆ παρατήρησιν ἀσφαλεστέρους ἡμᾶς ἐργάσασθαι δύναιτ' ἄν·
 [00038]  Ἀλλὰ τοὐναντίον ἐξέβη παρὰ τὴν ῥᾳθυμίαν ἐκείνων·
 [00071]  ἀλλ' οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν οἰκείαν αὐτῶν ῥᾳθυμίαν καὶ ἀγνωμοσύνην.
000-00-00 Serial Number=0142693341
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00095]  οὐ μὴν ἐξ εὐθείας αὐτὴν τίθησιν, οὐδὲ λέγει, ὅτι Οἶδα μὲν ὑποσχόμενος ἥξειν, ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε, καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν·
 [02954]  ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν;
 [07080]  Καὶ γὰρ τὸν τῦφον περισπᾷ, καὶ τὴν ῥᾳθυμίαν ἐκκόπτει πᾶσαν ἡ θλῖψις, καὶ πρὸς ὑπομονὴν ἀλείφει·
 [07649]  Εἶτα ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν διορθοῦται, συνεχῶς ἀπειλῶν, καὶ ἐπανατεινόμενος τὴν πληγὴν, καὶ λέγων, Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι·
000-00-00 Serial Number=0689393759
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00971]  Ἵνα δὲ μὴ διὰ τού [62.493] των εἰς ῥᾳθυμίαν ἀγάγῃ, καὶ τὸ πᾶν τοῦ Θεοῦ νομίσαντες εἶναι αὐτοὶ καθεύδωσιν, ὅρα πῶς καὶ τὴν παρ' αὐτῶν συνεργίαν ἀπαιτεῖ, λέγων·
000-00-00 Serial Number=0334387720
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03174]  ἵνα δι' ἐκείνων μὲν τὴν ἀπόγνωσιν ἐκβάλωμεν, διὰ τούτων δὲ τὴν ῥᾳθυμίαν ἐκκόψωμεν, μηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶν ὑπαγορευομένων παραίνεσιν·
 [03781]  Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυμίαν καὶ βλακείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας (ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν·
 [09502]  Ἐπεὶ καὶ πρὸς τὸν ὑγιαίνοντα ὁ τῶν ἀῤῥωστούντων μεμνημένος καὶ τὰς ἐκείνων διηγού-μενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον ποιήσῃ, λέγει, ἀλλ' ἵνα ἐπὶ τῆς ὑγιείας διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συμβαινόντων τὴν τούτου ῥᾳθυμίαν ἐκκόπτων.
000-00-00 Serial Number=0481620193
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01111]  εἰ γὰρ καὶ παρετράπησαν, οὐ παρὰ τὴν σὴν αἰτίαν, οὐ παρὰ τὴν σὴν ῥᾳθυμίαν.
 [02453]  ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται.
000-00-00 Serial Number=0980779707
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01252]  Μίμησαι κἂν τὰ παιδία τὰ εἰς διδασκαλεῖον φοιτῶντα, ἅπερ ἐπειδὰν τὴν ἑαυτῶν συμμορίαν ἔνδον ἴδῃ τῶν μαθημάτων ἀπαιτουμένην τὰς εὐθύνας, καὶ διὰ τὴν ῥᾳθυμίαν ἅπαντας τυπτομένους, καὶ καθ' ἕνα ἕκαστον ἐξεταζόμενον πικρῶς καὶ κοπτόμενον ὑπὸ τῶν πληγῶν, ἀποτέθνηκεν ὑπὸ τοῦ δέους·
000-00-00 Serial Number=0098230362
In epistulam ad Colossenses Ante [Go Back]  
 [01156]  Τὴν ῥᾳθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει.
000-00-00 Serial Number=0588590801
In epistulam ad Ephesios Ante [Go Back]  
 [00904]  Καὶ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ, καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, καὶ μᾶλλον αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ, πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν.
 [06432]  τὸ γὰρ ταῦτα διεξιέναι οὐ δειλίαν ἐμποιεῖ καὶ φόβον, ἀλλὰ τὴν ῥᾳθυμίαν ἀποτινάσσει.
000-00-00 Serial Number=0526872277
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01945]  Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται νῦν, ἀλλὰ προανακρουόμεθά τινας ἀγῶνας, καὶ προακροβολιζόμεθα πρὸς τοὺς λέγοντας τοῦ Θεοῦ τὴν δημιουργίαν πονηρὰν εἶναι, καὶ τῆς μὲν ψυχῆς τὴν ῥᾳθυμίαν ἐῶντας, κατὰ δὲ τοῦ σώματος μαινομένους, καὶ τὴν σάρκα ἡμῶν διαβάλλοντας, περὶ ὧν καὶ μετὰ ταῦτα ὁ ἀπόστολος Παῦλος διαλέγεται, οὐ τῆς σαρκὸς κατηγορῶν, ἀλλὰ τῶν διαβολικῶν λογισμῶν.
 [02146]  Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος, πρῶτον μὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα, εἶτα, Ἵνα μὴ καὶ σὺ πειρασθῇς, δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥᾳθυμίαν αἰτιώμενος.
000-00-00 Serial Number=0671439469
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02367]  Ὁ γὰρ ἐν γήρᾳ μένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυμίαν.
 [04279]  Μὴ, παρακαλῶ, μὴ οὕτω νωθεῖς ὦμεν, μὴ οὕτως ἀργοὶ, μὴ πραγματευώμεθα τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν εἰς ῥᾳθυμίαν, ἀλλ' ἐμπορευώμεθα αὐτὴν, καὶ πληθύνωμεν.
 [05813]  εἰ δὲ ἐποίησαν, δῆλον ὅτι διὰ ῥᾳθυμίαν παρ' ἡμῶν οὐ γίνεται.
 [06483]  Καὶ οὐδὲ τοῦτο εἰς ῥᾳθυμίαν ἐνέβαλεν·
 [08550]  ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται;
 [08929]  οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυμίαν ὕστερος.
 [09620]  ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν αἴρει, ταῦτα καὶ εἰς ῥᾳθυμίαν ἐξάγει, καὶ μεγάλα περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ.
000-00-00 Serial Number=0797003031
In epistulam ad Philippenses Ante [Go Back]  
 [02529]  Εἰ δὲ ἔνθα οὐκ ἐφεδρεύει ὁ διάβολος, ἀλλὰ ῥᾳθυμίᾳ μόνον ἐνοχλεῖ, τοσούτου φόβου ἡμῖν ἐδέησεν, ὥστε ῥᾳθυμίαν ἐπιστρέψαι φυσικὴν μόνον·
 [02589]  ἐπέτεινας τὴν ῥᾳθυμίαν·
 [02891]  Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον·
 [03198]  ἀπό τε γὰρ τούτων εἰς ἀπόνοιαν αἴρεται, ἀπό τε ἐκείνων εἰς ῥᾳθυμίαν ἐμπίπτει.
 [03767]  ἂν δέ τις αὐτοὺς ἀπαλλάξῃ καὶ εἰς ὑγείαν ἀγάγῃ, εἶτα μὴ ἐργάζωνται, παρὰ τὴν οἰκείαν αὐτῶν τοῦτο γίνεται ῥᾳθυμίαν·
 [03820]  ∆ιόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος.
000-00-00 Serial Number=0430016935
In epistulam ad Romanos Ante [Go Back]  
 [00947]  Οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν·
 [03351]  ἐξέβη δὲ τοὐναντίον, οὐ παρὰ τὴν τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν.
 [04433]  Παρὰ τὴν τῶν μαθητῶν ῥᾳθυμίαν.
 [05547]  Μὴ τοίνυν καθ' ἡμῶν φθεγγώμεθα, ἀλλὰ κἂν διὰ ῥᾳθυμίαν, κἂν δι' ἀργίαν προσίωσιν, ἡμεῖς παρέχωμεν.
 [05548]  Καὶ γὰρ καὶ ἡμεῖς πολλὰ διὰ ῥᾳθυμίαν ἁμαρτάνομεν, μᾶλλον δὲ ἅπαντα διὰ ῥᾳθυμίαν, καὶ οὐκ ἀπαιτεῖ δίκην ἡμᾶς εὐθέως ὁ Θεὸς, ἀλλὰ δίδωσι προθεσμίαν μετανοίας ἡμῖν, τρέφων καθ' ἑκάστην ἡμέραν, παιδεύων, διδάσκων, τὰ ἄλλα πάντα χορηγῶν, ἵνα καὶ ἡμεῖς ζηλώσωμεν αὐτοῦ τὸν ἔλεον τοῦτον.
 [07161]  Πόσης οὖν ἀθλιότητος ἂν εἴη, τὴν μὲν κτίσιν τὴν διὰ σὲ γενομένην εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ σχηματίζεσθαι, ἡμᾶς δὲ τοὺς τέκνα τοῦ Θεοῦ γενομένους, διὰ τὴν πολλὴν ῥᾳθυμίαν εἰς ἀπώλειαν πέμπεσθαι καὶ γέενναν, δι' οὓς ἡ κτίσις τῆς μεγάλης ἀπολαύσεται εὐημερίας ἐκείνης;
 [07550]  ἡ γὰρ ἀπόνοια καταφρόνησιν ἐμποιεῖ καὶ ῥᾳθυμίαν.
 [08750]  Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἐξήγαγεν ἡ τρυφὴ, περικόπτει τὴν εὐφροσύνην, λύπην ἐπιτειχίζων τῇ ῥᾳθυμίᾳ, ἵνα πρὸς τὴν ἀγάπην ἐπανέλθωμεν τὴν αὐτοῦ.
 [09999]  Μὴ τοίνυν ἐκλύσῃς τὰς [60.675] χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων, μηδὲ ἐπιτείνῃς τὴν ῥᾳθυμίαν τῶν καθευδόντων.
 [09999]  ὡς μήτε φθόνον τεκεῖν τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ ἀτιμάσαι, μήτε ῥᾳθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι οὐ τῶν αὐτῶν ὄντας ἀξίους.
000-00-00 Serial Number=0439361453
In illud Domine non est in homine Ante [Go Back]  
 [00012]  ∆ιὰ γὰρ τοῦτο καὶ ἡμεῖς ποτὲ μὲν ἐν τοῖς εὐκολωτέροις ὑμᾶς ἐγγυμνάζομεν, ποτὲ δὲ ἐπὶ τὰ δυσκολώτερα ἄγομεν, ἵνα καὶ τὸν πόνον ὑμῖν παραμυθησώμεθα, καὶ τὴν ῥᾳθυμίαν ἐκβάλωμεν.
 [00050]  Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐσπούδακεν ὁ διάβολος, ὡς τοῦτο πεῖσαι τὴν ἀνθρωπίνην ψυχὴν, ὅτι οὔτε ἐν τοῖς ἁμαρτήμασίν ἐστιν ὑπεύθυνος κολάσεως, οὔτε ἐν τοῖς κατορθώμασιν ἐπαίνων ἄξιος καὶ στεφάνων, ἵνα καὶ τῶν σπουδαίων ἐκλύσῃ τὰς χεῖρας, καὶ σβέσῃ τὴν προθυμίαν, καὶ τῶν ἀναπεπτωκότων ἐπιτείνῃ τὴν ὀλιγωρίαν καὶ αὐξήσῃ τὴν ῥᾳθυμίαν.
 [00181]  Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ' ἡμῖν ἀφῆκε τὸ πᾶν εἶναι, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα, οὔτε αὐτὸς τὸ πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἀποκλίνωμεν·
000-00-00 Serial Number=0873669207
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00605]  Μὴ τοίνυν μήτε ἐπὶ τοῖς κατορθώμασι μέγα φρονῶμεν, μήτε ἐπὶ τοῖς συμπίπτουσι πειρασμοῖς καταπίπτωμεν, μήτε εἰς ῥᾳθυμίαν τῇ τῆς εἰρήνης ἀδείᾳ ἀποχρώμεθα·
000-00-00 Serial Number=0621222019
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00251]  εἰπὼν δὲ τοὺς λύκους, ἐξέβαλε τὴν ῥᾳθυμίαν.
000-00-00 Serial Number=0914635360
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00006]  ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳθυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν οὐκ ἀντελάβεσθε σωτηρίας.
 [00115]  Ὅθεν δῆλον ὅτι καὶ οἱ λοιποὶ οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν μόνον, ἀλλὰ καὶ παρὰ τὴν ὑμετέραν ὑπεροψίαν ἔξω μένουσιν.
 [00231]  βαρὺ δὲ καὶ χαλεπὸν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν.
000-00-00 Serial Number=0363680005
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00358]  κατέγνωμεν τῆς φθασάσης ἡμῶν ἀργίας, κατέγνωμεν τῆς προλαβούσης ἡμέρας τὴν ῥᾳθυμίαν, ἐβλάβημεν παρα κούσαντες, ἐζημιώθημεν καθευδήσαντες, ἐναυαγήσαμεν τερπόμενοι, ἐγυμνώθημεν παίζοντες καὶ παιζόμενοι, ἀπωλόμεθα τοῖς ματαίοις ψυχαγωγούμενοι.
000-00-00 Serial Number=0216192067
In illud Vidi dominum Ante [Go Back]  
 [00488]  Ἵνα γὰρ μήτε ὁ δίκαιος τῇ δικαιοσύνῃ αὐτοῦ θαρρῶν, εἰς ῥᾳθυμίαν ἀποκλίνας ἀπόληται, φοβεῖ διὰ τοῦ τέλους αὐτόν·
 [00495]  Εἶδες πῶς τοῦ μὲν τὴν ῥᾳθυμίαν, τοῦ δὲ τὴν ἀπόγνωσιν ἀνεῖλεν;
 [01211]  Οὐ γὰρ μόνους τοὺς περὶ τῆς ὀργῆς δεῖ κινεῖν λόγους, ἀλλὰ καὶ τοὺς περὶ τῆς χρηστότητος, ἵνα μήτε εἰς ἀπόγνωσιν ἐμβάλωμεν τοὺς ἀκούοντας, μήτε εἰς ῥᾳθυμίαν.
 [01266]  Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ' ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα.
000-00-00 Serial Number=0497217894
In illud Vidua eligatur Ante [Go Back]  
 [00224]  Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν.
 [00270]  Ἀλλ' ἡ πᾶσα πονηρία παρὰ τὴν ἡμετέραν γίνεται ῥᾳθυμίαν, καὶ τὸ μὴ ἐξ ἀρχῆς, μηδὲ ἐκ πρώτης ἡλικίας εἰς εὐλάβειαν ἐνάγειν αὐτούς.
000-00-00 Serial Number=0825954378
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00217]  Ὅτι οὐδὲ παρὰ ῥᾳθυμίαν, οὐδὲ παρὰ ἀναισθησίαν ψυχῆς, ἀλλὰ παρὰ τὸ ἀγνοεῖν τὸν Χριστὸν καὶ μηδὲν μηδέποτε μήτε μικρὸν μήτε μέγα ἀκηκοέναι περὶ αὐτοῦ θαῦμα, τὴν πίστιν οὐκ ἐπεδείξατο.
000-00-00 Serial Number=0261803031
In principium Actorum Ante [Go Back]  
 [00143]  Ἵν' οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημάτων ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον.
000-00-00 Serial Number=0875582755
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00006]  ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν ἐνέβαλε;
 [00036]  ἀλλ' ὅμως οὐ παραιτούμεθα τοῦτο, ἵνα μὴ προφάσει ταπεινοφροσύνης εἰς ῥᾳθυμίαν ἐμπέσωμεν.
000-00-00 Serial Number=0707766533
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00011]  Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπι σπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχού σης τὴν ἀσφάλειαν;
000-00-00 Serial Number=0878146350
In secundum domini adventum Ante [Go Back]  
 [00281]  Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων, μηδὲ ἐπιτείνῃς τὴν ῥᾳθυμίαν τῶν καθευδόντων.
000-00-00 Serial Number=0303713441
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00044]  Οὐχὶ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἁλισκομένων.
000-00-00 Serial Number=0404392540
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00074]  οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν ἀπέθεντο.
 [00080]  Πάλιν ὁ συνειδὼς ἑαυτῷ ῥᾳθυμίαν, τῆς κατηγορίας ἀκούσας, ἐγένετο βελτίων ἀπὸ τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων·
 [00114]  ὁ δὲ οὐ μετὰ ἀνάγκης, ἀλλ' ἀπατῶν ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλων.
 [00239]  Βουλομένη γὰρ ἡ Γραφὴ τὴν πίστιν καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν δεῖξαι τοῦ δικαίου, οὐδὲ τὸν χρόνον ἀπεσιώπησεν, ἀλλὰ καὶ αὐτὸν δῆλον ἡμῖν ἐποίησε, λανθανόντως μὲν, ὥστε διεγεῖραι ἡμῶν τὴν ῥᾳθυμίαν, πλὴν ἀλλ' οὐκ ἀφῆκεν εἶναι ἀφανῆ.
000-00-00 Serial Number=0407714128
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00103]  ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήξῃ χώραν διὰ τὴν ῥᾳθυμίαν τὴν σήν;
000-00-00 Serial Number=0169172704
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01075]  καὶ κελεύοντος ἐκείνου παίειν τὸν ἐχθρὸν, οὐκ εἶξεν, ἀλλὰ τὸν πρὸς κεφαλῆς κείμενον φακὸν λαβὼν καὶ δόρυ, ἀπῆλθεν ἕως ποῤῥωτάτω, καὶ βοήσας διήγειρέ τε αὐτοῦ τὸν στρατηγὸν, καὶ ἐνεκάλει ῥᾳθυμίαν, ὅτι μὴ φυλάττει τὸν βασιλέα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»