Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ῥύπον [56]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ῥύπον


000-00-00 Serial Number=0117229044
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00618]  Καὶ ταῦτα εἰπὼν καὶ πείσας, καθεῖρξεν ἑαυτόν, καὶ ἦν ἐκεῖ διαπαντὸς νηστείαις καὶ δεήσεσιν καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς.
000-00-00 Serial Number=0967690945
Ad illuminandos catecheses Ante [Go Back]  
 [00083]  Ἔστι τὸ κοινὸν ἁπάντων ἀνθρώπων λουτρὸν τὸ διὰ τῶν βαλανείων, ὃ τὸν τοῦ σώματος ἀποσμήχειν εἴωθε ῥύπον·
 [00085]  καὶ αὐτὸ μὲν γὰρ σωματικὸν ἀποσμήχει ῥύπον, ἀλλ' οὐχ ἁπλῶς σωματικὸν, ἀλλὰ καὶ συνειδότος ἁπτόμενον ἀσθενοῦς.
000-00-00 Serial Number=0643783271
Ad viduam juniorem Ante [Go Back]  
 [00221]  τότε δὲ πολὺν χρόνον δημοσίοις πράγμασιν ἐνδιατρίψας, ἴσως ἂν καὶ ῥύπον πολὺν προσετρίψατο.
000-00-00 Serial Number=0870572209
Catecheses ad illuminandos Ante [Go Back]  
 [00233]  Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.
 [00378]  Τότε λοιπὸν διὰ τῶν ῥημάτων τοῦ ἱερέως καὶ τῆς τούτου χειρὸς ἡ ἐπιφοίτησις ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ἄλλος ἀντ' ἄλλου ἄνεισι, πάντα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα τὴν βασιλικήν.
 [00876]  πολλῷ γὰρ βέλτιον ὑπὲρ τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον.
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
 [00998]  τῆς δωρεᾶς ἐπιτυχόντας, τοὺς μὲν ἀποσμήχειν δι' ἐξομολογήσεως καὶ δακρύων καὶ μετανοίας ἀκριβεστάτης τὸν προλαβόντα ῥύπον, τοὺς δὲ τὴν φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι ῥύπον ἐμποιῆσαι δυναμένην.
 [01118]  Τὸ μέντοι τῆς ἀρετῆς ἔνδυμα, ἐὰν τὰ παρ' ἑαυτῶν εἰσφέρειν σπουδάζωμεν, οὔτε ῥύπον ποτὲ δέξεται οὔτε παλαιότητος πεῖραν λήψεται, ἀλλ' ὅσῳ ἂν ὁ χρόνος παρατρέχῃ τοσούτῳ μᾶλλον φαιδρότερον καὶ ἀκμαιότερον τὸ κάλλος καὶ τοῦ φωτὸς τὴν αὐγὴν ἐπιδείκνυσιν.
 [01154]  Καὶ ταύτην τοίνυν μετὰ ἀκριβείας μετερχώμεθα, καθ' ἑκάστην ὥραν τοὺς λογισμοὺς ἡμῶν διερευνώμενοι καὶ μὴ ἀφέντες ῥύπον τινὰ ἢ κηλῖδα τὴν ψυχὴν δέξασθαι ἐκ τῶν πονηρῶν ἐνθυμήσεων.
000-00-00 Serial Number=0612507641
Commentarius in Job Ante [Go Back]  
 [02395]  [105] [11,15a] οὕτω γὰρ ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ὕδωρ καθαρόν, [15b] ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς·
000-00-00 Serial Number=0557294607
De mutatione nominum Ante [Go Back]  
 [01033]  Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον·
 [01034]  μᾶλλον δὲ οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τὸ τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν.
000-00-00 Serial Number=0898653924
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00087]  Οὕτως δίδωσιν ὁ σωτὴρ τῷ βαπτίσματι χάριν, οὕτως τὸ καθαρὸν τοῦ κυρίου καὶ ἀναρμάρτητον σῶμα τὸν ἐμμένοντα τοῖς ὕδασιν ἀπέσμηξε ῥύπον, ὡς ἔχειν λοιπὸν τῶν ὑδάτων τὴν φύσιν οὐ μόνον τὸ καθαίρειν ἐκ φύσεως, ἀλλὰ καὶ τὸ φωτίζειν ἐκ χάριτος.
000-00-00 Serial Number=0284915328
De negatione Petri Ante [Go Back]  
 [00232]  Οὐδὲ γὰρ ὕδατος φύσις, οὕτως ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς.
000-00-00 Serial Number=0082613051
De paenitentia [1] Ante [Go Back]  
 [01856]  μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας.
000-00-00 Serial Number=0257574081
De paenitentia [2] Ante [Go Back]  
 [00455]  καταφιλεῖ τοὺς πόδας τοῦ Χριστοῦ, ἵνα ἀποσμήξῃ τὰ χείλη, καὶ τὸν ῥύπον καθάρῃ·
000-00-00 Serial Number=0716028392
De resurrectione mortuorum Ante [Go Back]  
 [00293]  Μὴ γάρ μοι φλέγμα καὶ χολὴν εἴπῃς, καὶ ἱδρῶτα, καὶ ῥύπον, καὶ τὰ ἄλλα, ἅπερ οἱ κατηγοροῦντες τοῦ σώματος λέγουσιν·
000-00-00 Serial Number=0328153253
De virginitate Ante [Go Back]  
 [00644]  Βούλει, φησίν, ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς οὐρανόν, νηστείαις καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμῆξαι τὸν ῥύπον τῆς ψυχῆς;
 [01034]  Πῶς γὰρ ἔνι στρεφόμενον ἐν ζάλῃ τοσαύτῃ καὶ βουλόμενον εὐδοκιμεῖν ἐν αὐτῇ μὴ πολὺν τὸν ἀπὸ τῶν ἁμαρτημάτων προστρίβεσθαι ῥύπον;
000-00-00 Serial Number=0716815293
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09021]  Ἐπιστρέψωμεν τοίνυν, παρακαλέσωμεν, ἀποπλύνωμεν διὰ τῶν δακρύων τὸν ῥύπον τῆς ἁμαρτίας, κρούσωμεν τὸ στῆθος, τύψωμεν [63.840] μέτωπον, εἰς αἴσθησιν ἔλθωμεν ὧν ἡμάρτομεν ἵνα καὶ ἡμεῖς παρὰ τοῦ Κυρίου ἀκούσωμεν τὸ, Σήμερον μετ' ἐμοῦ ἔσεσθε ἐν τῷ παραδείσῳ.
 [09965]  Γένοιτο δὲ πάντας ἡμᾶς ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
000-00-00 Serial Number=0313219309
Expositiones in Psalmos Ante [Go Back]  
 [06635]  ποῖα βαλανεῖα τὸν ῥύπον ἀποσμῆξαι δυνήσεται τὸν ἐκ τῶν ἁμαρτημάτων;
000-00-00 Serial Number=0924336851
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00564]  Τὸ μὲν γὰρ νίτρον, καὶ ἣν καλεῖ πόαν, τὸν εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος ἀποπλύνειν ῥύπον οἶδεν·
 [01602]  Περίελε, φησὶ, τὸν ῥύπον, ἀπόκλυσον, καὶ οὐ χρεία ὑφαιρεῖν.
000-00-00 Serial Number=0827495456
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00145]  Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν τῆς ψυχῆς ὤτων.
000-00-00 Serial Number=0095985949
In Isaiam Ante [Go Back]  
 [00476]  τὸ μὲν γὰρ ῥύπον, τὸ δὲ καθαρμὸν ἐργάζεται.
 [01431]  Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.
 [01443]  Ὥσπερ γὰρ ἐκεῖ τὸ πνεῦμα εἰς τὸ χωνευτήριον ἐμπῖπτον καὶ τὴν φλόγα ἀναρριπίζον καὶ θερμοτέρους ποιοῦν τοὺς ἄνθρακας ἅπαντα δαπανᾷ τὸν ῥύπον·
000-00-00 Serial Number=0794115543
In Joannem Ante [Go Back]  
 [00354]  ∆ιὰ ταῦτα εἴσιμεν [59.36] παρὰ τὸν τῆς διδασκαλίας θρόνον, ἵνα ἐντεῦθεν τὸν ἔξωθεν ἀποῤῥυψώμεθα ῥύπον.
000-00-00 Serial Number=0876423538
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00357]  Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, ∆έσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον.] Τί οὖν ἐποίησεν ὁ ∆αυΐδ;
000-00-00 Serial Number=0036909223
In decem virgines Ante [Go Back]  
 [00018]  Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
000-00-00 Serial Number=0520723164
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04575]  Βαλανεῖον γάρ ἐστιν ἡ Ἐκκλησία πνευματικὸν, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλῖδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις.
 [06390]  Ὁ μὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον.
 [07102]  Ὅπερ γὰρ τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο, ἡ θλῖψις ταῖς ψυχαῖς, τὸν ῥύπον ἀποσμήχουσα, καθαροὺς ἐργαζομένη, λαμπροὺς κατασκευάζουσα καὶ φαιδρούς.
000-00-00 Serial Number=0610968351
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01512]  Καὶ ῥυπαραῖς μὲν χερσὶν οὐ τολμᾷς εὔξασθαι, ῥύπον δὲ καὶ ἀκαθαρσίαν προσφέρων ἐξ ἁρπαγῆς οὐδὲν ἡγῇ ποιεῖν δεινόν;
 [01552]  Οὐκ ἀποστρέφεται σώματος ῥύπον ὁ Θεὸς, ἀλλ' ἀκαθαρσίαν ψυχῆς·
000-00-00 Serial Number=0402671754
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01549]  Ὅτι ἱμάτιον μὲν, ὅπερ ὁ δοῦλος ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόμενος διὰ τὸν ῥύπον, ἀλλ' ἕλοιο ἂν γυμνὸς εἶναι, ἢ ἐκείνῳ χρήσασθαι·
 [03256]  ἀλλ' ὁ κυλλὸς καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠμφιεσμένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅμα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουργίδα περικειμένῳ καὶ τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς ἔχοντι, ἔρχεται τῆς τραπέζης μεθέξων, καὶ ἀξιοῦται τῆς εὐωχίας τῆς πνευματικῆς, καὶ τῶν αὐτῶν ἑκάτεροι ἀπολαύουσι, καὶ οὐδεμία ἐστὶ διαφορά.
000-00-00 Serial Number=0777744651
In epistulam ad Ephesios Ante [Go Back]  
 [00772]  Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυμένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται;
 [03531]  Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα·
000-00-00 Serial Number=0589476645
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04713]  Αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶμα ἦσαν·
 [04762]  Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρίσαι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἷμα τοῦ Χριστοῦ.
 [05392]  εὐνούχους λέγω, τοὺς τὴν διάνοιαν λευκοὺς, μηδένα ἔχοντας ῥύπον μηδὲ σπῖλον, ὑψηλοὺς τῇ διανοίᾳ, τὸ ὄμμα ἥμερον τῆς ψυχῆς ἔχοντας καὶ ὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ μὴ ὑπνηλὸν μηδὲ ὕπτιον, ἐλευθερίας γέμον πολλῆς, πόῤῥω ἀναισχυντίας γε μὴν καὶ ἰταμότητος, ἐγρηγορὸς, ὑγιὲς, μήτε στυγνὸν σφόδρα καὶ κατηφὲς, μήτε διακεχυμένον καὶ ὑγρόν.
 [09090]  εἰ δὲ ἐδεξάμεθα, μετὰ γοῦν τὴν κηλῖδα μὴ καθεύδωμεν, ἀλλὰ διαπαντὸς ἐπιμένωμεν ἀποπλύνοντες τὸν ῥύπον διὰ μετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεημοσύνης.
000-00-00 Serial Number=0780928612
In epistulam ad Philemonem Ante [Go Back]  
 [00216]  Γένοιτο δὲ, ἡμᾶς πάντας ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, τὸ κράτος, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0014128864
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00826]  Οὐδὲ γὰρ οὕτως ὕδατος φύσις ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς.
000-00-00 Serial Number=0829359651
In parabolam de filio prodigo Ante [Go Back]  
 [00151]  ἵνα τοῖς θείοις νάμασιν ἐπαντλούμενος, ἀποσμήξω τὴν αἰσχύνην τῶν αἰσχρῶν ᾀσμάτων, τὸν ῥύπον τὸν ἐγκείμενον ταῖς ἐμαῖς ἀκοαῖς ἵνα θεωρῶν τοὺς σοὺς μαργαρίτας ἁρπαζομένους παρὰ τῶν εὐσεβῶν ἀνδρῶν, ἐπιθυμήσω κἀγὼ κτήσασθαι χεῖρας ἀξίας τῆς τούτων ὑποδοχῆς.
000-00-00 Serial Number=0026672661
In pharisaeum et meretricem Ante [Go Back]  
 [00347]  ἐπιδείκνυε τοῖς ἀγνοοῦσι τὸν ἀποσμήξαντά σου τὸν ῥύπον·
000-00-00 Serial Number=0943217516
In principium jejuniorum Ante [Go Back]  
 [00010]  ἀναπνεύσωσι τῶν ματαίων πόνων οἱ κεκμηκότες ταῖς ἁμαρτίαις, τὸν τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤῥίψωνται ῥύπον·
000-00-00 Serial Number=0355631292
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00098]  Ἥψατό σου πόρνη, καὶ τὸν ῥύπον τῶν κακῶν ἀπενίψατο·
000-00-00 Serial Number=0569744945
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00137]  δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημ-μελημάτων ἐκπλῦναι θέλων·
000-00-00 Serial Number=0760839045
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01803]  Ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ φοβηθήσῃ, καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»