Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὑποψίας [71]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὑποψίας
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0630804300
[01147]
Αἰσθόμενος τοίνυν ὅτι δι' ὑποψίας εἶχον αὐτὸν καὶ ὑπεβλέποντο, λαθὼν ἀνεχώρησεν ὡς φυγάς·
[01508]
Μάλιστα μὲν οὖν καὶ μηδενὸς προσόντος δεινοῦ τοῦτο αὐτὸ καθ' ἑαυτὸ πολλῆς ἀθυμίας ἄξιον, δι' ὑποψίας εἶναι τὸν στρατηγὸν τῷ βασιλεῖ, καὶ ἀηδῶς ὁρᾶσθαι ὑπ' αὐτοῦ.
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0741113126
[00115]
Τὰ μὲν γὰρ ἔργα, κἂν ᾖ μεγάλα καὶ θαυμαστὰ, ὅμως πονηρὰ ὑποπτευθῆναι δύναιτ' ἂν, εἰ καὶ τὰ μάλιστα πάσης ὑποψίας ἀπήλλακτο τοῦ δικαίου τὰ κατορθώματα·
[00116]
ὅταν δὲ ὁ Θεὸς ὁ μαρτυρῶν ᾖ, πάσης ἐκτὸς ὑποψίας ἡ ψῆφός ἐστιν·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0068572879
[00482]
Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0298534930
[00435]
Τῶν γὰρ σωματικῶν λοιπὸν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κώλυμα ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν καὶ τὴν τῶν νοερῶν δυνάμεων ἐκείνων δυναμένων διασῴζειν τῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0409124851
[00019]
Οὐδένας γὰρ ἐχθροὺς οὕτως λοιπὸν ὡς τοὺς γεγεννηκότας ἅπαντες ἔδεισαν, καὶ οἷς ἐχρῆν μάλιστα πάντων θαρρεῖν τούτους μάλιστα πάντων δι' ὑποψίας εἶχον καὶ ἀπεστρέφοντο.
[00478]
Οὐ πόρρω δὲ τῆς ὑποψίας ταύτης ὁ μάρτυς ἦν.
De Christi precibus
Ante [Go Back]
000-00-00 Serial Number=0363426864
[00312]
κἂν ὁτιοῦν ὁ ἐχθρὸς φθέγξηται, πάντα μεθ' ὑποψίας δεχόμεθα, καὶ σχήματα, καὶ βλέμματα, καὶ φωνὴν, καὶ βάδισιν·
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0579805493
[00053]
∆ι' ὑποψίας εἶχεν αὐτὸν λοιπὸν, καὶ ὑπεβλέπετο ἀπὸ τῆς ἡμέρας ἐκείνης.
[00055]
Ἀναγκαῖον γὰρ καὶ τῆς ὑποψίας τὴν αἰτίαν εἰπεῖν.
[00057]
Πρὸς γὰρ τὸν τὴν ψυχὴν χαρισάμενον, καὶ τὴν ζωὴν δωρησάμενον, ποία δικαίας ὑποψίας πρόφασις ἦν;
[00059]
Τίς οὖν ἡ αἰτία τῆς ὑποψίας ἦν;
[00434]
Ἐπεὶ οὖν καὶ ἡ γνώμη τοῦ δικάζοντος διέφθαρτο, καὶ μάρτυρες, εἰ παρήχθησαν, δι' ὑποψίας ἔμελλον εἶναι, ᾠκονομήθη ἀπόδειξίν τινα γενέσθαι δυναμένην καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἐπιστομίσαι.
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0880315602
[00116]
νυνὶ δὲ ἡ πενία ταύτης αὐτὸν ἀπαλλάττει τῆς ὑποψίας, καὶ δείκνυσιν ὡς τῆς ἑτέρων κηδόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτηρίας ὁδόν.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0567347288
[00544]
ἐκείνου τὸ φίλημα ὑποψίας γέμει, τούτου τὸ τραῦμα κηδεμονίαν ἔχει.
De non iterando conjugio
Ante [Go Back]
000-00-00 Serial Number=0428066194
[00156]
Τὰς γὰρ φροντίδας, καὶ τὰς ὕβρεις, καὶ τὰς λοιδορίας, καὶ τὰς ζηλοτυπίας, καὶ τὰς ὑποψίας τὰς εἰκῆ, καὶ τὰς ὠδῖνας, καὶ τὰ ἄλλα ἅπαντα παρίημι νῦν.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0017967582
[01193]
∆ιὰ ταῦτα οὐ δεῖ τῶν πολλῶν καταφρονεῖν, ἀλλ' ἀρχομένας εὐθέως ἐκκόπτειν τὰς ὑποψίας τὰς πονηράς, πείθοντα τοὺς ἐγκαλοῦντας, κἂν ἀλογώτατοι πάντων εἶεν, καὶ μηδὲν ὅλως ἐλλείπειν τῶν δυναμένων ἀφανίσαι δόξαν οὐκ ἀγαθήν, ἢν δέ, πάντα ποιούντων ἡμῶν, μὴ θέλωσιν οἱ μεμφόμενοι πείθεσθαι, τὸ τηνικαῦτα καταφρονεῖν.
[01400]
Εἰ γὰρ ὁ μακάριος Παῦλος μὴ κλοπῆς ὑπόνοιαν λάβῃ παρὰ τοῖς μαθηταῖς ἔδεισε καὶ διὰ τοῦτο προσέλαβε καὶ ἑτέρους εἰς τὴν τῶν χρημάτων διακονίαν, ἵνα «μή τις ἡμᾶς μωμήσηται, φησίν, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν», πῶς ἡμᾶς οὐ πάντα δεῖ ποιεῖν ὥστε τὰς πονηρὰς ἀναιρεῖν ὑποψίας, κἂν ψευδεῖς, κἂν ἀλόγιστοι τυγχάνωσιν οὖσαι, κἂν σφόδρα τῆς ἡμετέρας ἀπέχωσι δόξης;
[01404]
ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας, τῆς οὕτως ἀλόγου καὶ ἣν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε πόρρωθεν ἀναιρεῖ τὰς αἰτίας.
De sancta Thecla martyre [1]
Ante [Go Back]
000-00-00 Serial Number=0919589102
[00030]
Οὐδὲν αὐτῇ κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν, ἐξουσίαν χρησίμων ἀφηρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμουμένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθάπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα.
De sanctis Bernice et Prosdoce
Ante [Go Back]
000-00-00 Serial Number=0638247490
[00048]
κἂν ψιλήν τινα ἔννοιαν ὑποψίας περὶ αὐτῆς ἐν τῇ ψυχῇ κέκτηται, ἀβίωτος ὁ βίος αὐτῷ ἅπας γίνεται.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0899203479
[01275]
Πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς.
[01285]
Ὅταν γὰρ τὴν μάλιστα πάντων ἀγαπωμένην καὶ ὑπὲρ ἧς ἂν ἡδέως καὶ τὴν ψυχὴν προοῖτο, ταύτην ἀναγκάζηται δι' ὑποψίας ἔχειν ἀεί, τί τῶν ἁπάντων αὐτὸν παραμυθήσασθαι δύναιτ' ἄν;
[01336]
Ἡ δὲ παρθένος οὐ μόνον τῶν δυσχερῶν πραγμάτων ἀλλὰ καὶ τῆς ὑποψίας ἀπήλλακται.
[01739]
∆ιὰ τί μὴ συνεβούλευσας ταύτης ἀπαλλαγέντα τῆς ὑποψίας, ἀπαγαγεῖν τοῦ γάμου τὴν αὑτοῦ θυγατέρα;
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0803042054
[04043]
ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἀπήλλαξεν ἑαυτὸν ὑποψίας.
[08623]
Οὔτε γὰρ, ἡνίκα ὑπώπτευεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν Παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας, ἐκβαλεῖν ὑπέμεινεν, ἀλλὰ καὶ κατέχει καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0218906701
[04325]
ὑποψίας τεκμήριον τὸ τοῖς πονηροῖς προφητεύειν τὰ πονηρά·
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0026671648
[00329]
κἂν γὰρ ἀγαθόν τι βούληται σημᾶναι, ὁ τῆς σημασίας τρόπος ὑποψίας μεστός·
[00369]
ἀπὸ διαβολῆς δὲ, ἀντὶ τοῦ οὐκ ἀπὸ μοιχείας μόνον, ἀλλὰ καὶ ὑποψίας·
[00370]
ἔστι γὰρ πολλάκις, τῆς μὲν ἁμαρτίας εἶναι καθαρὸν, τῆς δὲ ὑποψίας μὴ ἀπηλλάχθαι·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0124800146
[06175]
Πάσης ἔσται τέως ἡ κώμη πονηρᾶς ὑποψίας ἐλευθέρα·
[09999]
Οὕτως εἰπὼν, εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας.
[09999]
Πρὸς δὴ τοῦτο ἀπολογεῖται ὁ Παῦλος, καὶ δι' ὧν εἶπεν ἀπάγει τῆς ὑποψίας αὐτόν.
[09999]
ἔδει γὰρ καὶ τοῦτο, ὥστε πάσης ὑποψίας ἀπαλλαγῆναι.
[09999]
Πάντα τοίνυν ἀποδυσάμενος παρ' οἷς ἐτέχθη καὶ ἐτράφη, οὐχ ἁπλῶς, ἀλλ' οὕτω καθαρὸς ὑποψίας ἐπιβαίνει τῆς Ῥώμης.
[09999]
Τοιοῦτοί εἰσιν οἱ πονηροὶ, καὶ συνειδότες ἑαυτοῖς μυρία κακὰ, πολλάκις ἐξ ὕπνων ἐξάλλονται, θορυβώδεις αὐτῶν οἱ λογισμοὶ, τεταραγμένοι οἱ ὀφθαλμοὶ, ὑποψίας γέμει πάντα, καταπλήττεται πάντα, χαλεπῆς προσδοκίας, δειλίας ἀνάμεστος αὐτῶν ἡ ψυχὴ, φόβῳ συστρεφομένη καὶ τρόμῳ ἀδρανὴς γίνεται.
[09999]
Τί γὰρ τούτου χεῖρον, ὅταν τις ἀδελφοῖς φθονοῦσι συνοικεῖν ἀναγκάζηται, ὅταν δι' ὑποψίας ᾖ, ὅταν ἐπιβουλεύηται;
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0203644633
[03205]
Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα.
[05567]
ὁ δὲ Ἰωάννης ταύτης ἀπήλλακτο τῆς ὑποψίας.
[05619]
Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0034921229
[04396]
Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγε, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, ἐνταῦθά φησι, Καὶ ταύτης ἑαυτοὺς ἀπηλλάξατε τῆς ὑποψίας, οὐχὶ τῷ μὴ ἐπαινέσαι μόνον, ἀλλὰ καὶ τῷ ἐπιτιμῆσαι καὶ ἀγανακτῆσαι.
[05095]
Εἶδες πῶς ἀπαλλάττει πάσης ὑποψίας αὐτούς;
[05110]
Καίτοι γε τίνος ἁμαρτήματός ἐσμεν πόῤῥω, ὡς ἐκεῖνος τῆς τοιαύτης ὑποψίας;
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0775161266
[00184]
ὑποψίας γὰρ τὸ πρᾶγμα γέμει καὶ ἐπιβουλῆς·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0539731681
[05661]
Αὐτὸς δὲ ἅγια ἐκάλεσε, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος.
[06657]
ἂν δὲ δι' ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλλαγήσεσθε καὶ ὑποψίας ἀτόπου.
[07670]
ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0227648854
[00949]
καὶ ὁ ἀνὴρ δὲ μεθ' ὑποψίας συνοικεῖ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον;
[02542]
οἱ μοιχοὶ, οἱ ἀνδροφόνοι οὐ χαλεπωτάτην ζῶσι ζωὴν, μετὰ ὑποψίας τὸν ἥλιον ὁρῶντες αὐτόν;
[04260]
Ἀγρύπνει, φησὶ, πάντας ἔχε δι' ὑποψίας, καὶ οἰκέτας καὶ φίλους·
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0406512082
[00461]
Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατὴν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λόγους.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0579578161
[04453]
ὅταν δὲ ὁ μηδὲν ἠδικημένος οὕτως αὐτὸν πλύνῃ ταῖς ὕβρεσι, τότε μάλιστα καθαρὰ πάσης ὑποψίας ἡ ἄμυνα.
[04454]
Ὅταν γὰρ οἱ μηδὲν παθόντες δεινὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικημένοι συναλγῶσι καὶ συμπάσχωσι, πάσης ὑποψίας καθαρὰ αὕτη ἡ ἐκδικία.
[05766]
μηδὲ μὴν μηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας.
[05767]
Τί γὰρ, εἰπέ μοι, πᾶσαν τὴν ἡμέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν, καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν;
[05775]
καὶ γὰρ ταῦτα ἱκανὰ τεκεῖν ὑποψίας.
[05840]
λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ μεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0618912637
[04480]
οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέμει, καὶ μετὰ ὑποψίας ὁρᾷ.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0762811065
[04405]
ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἑαυτὸν ἀπήλλαξεν ὑποψίας.
[04420]
Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακὰ, καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβομένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισμὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας.
[05527]
Ἄλλως δὲ, εἰ μὲν ἀργύριον ᾔτει καὶ χρυσίον, εἶχεν ἄν σοι τὰ τῆς ὑποψίας λόγον·
[06054]
Εἰ γὰρ καὶ διὰ τὸν Χριστὸν ἔλεγεν, ἅπερ ἔλεγεν, ἀλλ' ὅμως καὶ τὴν ἐκείνων ἐπισπᾶται διάνοιαν, καὶ προοδοποιεῖ τῷ λόγῳ, καὶ πάσης ἑαυτὸν ὑποψίας ἀπαλλάττει διὰ τὰ μέλλοντα κατ' αὐτῶν λεχθήσεσθαι, καὶ τότε λοιπὸν ἐμβαίνει εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον.
[07446]
Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἀπαλλάξαι ἐσπούδακε·
In illud Propter fornicationes autem unusquisque suam uxore
Ante [Go Back]
000-00-00 Serial Number=0732910216
[00232]
Ταῦ τα λογιζόμενος, μὴ τὰς μοιχείας φεῦγε μόνον, ἀλλὰ καὶ τὰς ὑποψίας·
[00246]
Παρίημι τὴν τῶν χρημάτων ζημίαν, τὰς καθημερινὰς ὑποψίας, τὸν τῦφον, τὴν ἀπόνοιαν, τὴν ὕβριν τὴν παρὰ τῶν πορνῶν γινομένην εἰς τοὺς ἀνοήτους, ἃ θανάτων μυ ρίων ἐστὶ πικρότερα.
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0054729462
[00249]
Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ' ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν·
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
[00353]
Καὶ γὰρ οὐδὲ μικρά τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος παντὸς μονιμώτερον διατιτρώσκουσα αὐτῶν τὴν διάνοιαν.
[00412]
οὐ γὰρ ἱκανὸν ἀπαλλάξαι ὑποψίας αὐτούς·
[00413]
πλὴν ἀλλὰ μηδὲν περὶ ὑποψίας νῦν, μηδ' ἐὰν μυρίαι παιδίσκαι συνοικῶσιν αὐτῷ·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»