Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὑπομονῆς [187]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὑπομονῆς


000-00-00 Serial Number=0617379785
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00459]  Μέγα γὰρ ἡ θλῖψις, μέγα πρὸς τὸ δόκιμον ἐργάσασθαι ἄνδρα, καὶ παιδεῦσαι τῆς ὑπομονῆς τὴν ἀρετήν.
 [00664]  σοὶ δὲ, ὥστε ἀγωνίσασθαι γενναίως, καὶ νικῆσαι λαμπρῶς, καὶ τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον.
000-00-00 Serial Number=0454604447
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00597]  Ἥ τε γὰρ ἐπιθυμία λοιπὸν ἐπὶ μεῖζον ἠγείρετο, ὅ τε θυμός, ἕτερον χαλεπώτατον πάθος, μετὰ πολλῆς προσετίθετο τῆς ἀγριότητος καὶ φόνον ἔβλεπε καὶ ἐπὶ ξίφος ἔτρεχε καὶ σφαγῆς ἤρα παρανομωτάτης καὶ τὸν τῆς σωφροσύνης ἀθλητὴν καὶ τὴν τῆς καρτερίας καὶ ὑπομονῆς ἀγωνιστὴν ἀνελεῖν ἔσπευδε.
 [00639]  [10.44] Καὶ ἑτέρους δὲ μυρίους ἔστιν εἰπεῖν οἳ χαλεποῖς περιπεσόντες πράγμασιν οὐκ ἐθορυβήθησαν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἀπαγγελίαν κατέχοντες, εἰ καὶ ἐναντία τὰ γινόμενα ταῖς ὑποσχέσεσιν ἦν, διὰ τῆς καλλίστης ταύτης ὑπομονῆς λαμπροὺς ἐδρέποντο τοὺς στεφάνους.
 [01185]  [23.4] Καὶ ταῦτα οὐχ εἷς παιδεύει μόνον, οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ πᾶς ὁ λαὸς καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων δι' ὧν πάσχουσι, δι' ὧν νικῶσι, δι' ὧν περιγίνονται τῶν ἐπιβουλευόντων, δι' ὧν ἀδάμαντος στερρότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναρριπίζοντες, οὐ τόξον, οὐ βέλη ἀφιέντες, ἀλλ' ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.
000-00-00 Serial Number=0283445597
Ad populum Antiochenum Ante [Go Back]  
 [00270]  οὐκ ἀπὸ τῆς γυμνώσεως δὲ μόνον ἐδείκνυτο, ἀλλὰ καὶ ἀπὸ τῆς πάλης καὶ τῆς κατὰ τὴν ἀῤῥωστίαν ὑπομονῆς.
 [01281]  [49.59] Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων·
 [01359]  Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην·
 [01522]  Ἀλλ' ἐπειδὴ τὴν εὐσέβειαν οὐκ ἀπέβαλε, πάντα μετὰ πλείονος αὐτῷ ἐπανῆλθε τῆς περιουσίας τὰ πρότερα, σώματος ὑγεία καὶ κάλλος, τῶν παίδων ὁ χορὸς ἅπας, τὰ κτήματα, καὶ τὸ δὴ μεῖζον ἁπάντων, ὁ λαμπρὸς τῆς ὑπομονῆς στέφανος.
 [01596]  ἀπὸ δὲ τοῦ τὴν [49.69] κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον.
 [04594]  Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ ∆εσπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρτερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα·
000-00-00 Serial Number=0462876737
Admonitiones spirituales Ante [Go Back]  
 [00077]  ἔλπισον ἐπὶ Κύριον, ὅτι πολύν σοι παρέξει τῆς ὑπομονῆς τὸν μισθόν.
 [00079]  ὅτι μικροῦ λόγου καὶ μικρᾶς ὑπομονῆς ὁ ∆εσπότης παράδεισόν σοι χαρίζεται, ὡς ἀθλητήν σε στέφει διὰ πόμα ψυχρόν·
000-00-00 Serial Number=0864219546
Adversus Judaeos Ante [Go Back]  
 [02852]  προσκείσθω τοίνυν καὶ τῆς ὑπομονῆς ὁ μισθὸς, ἱκανὸς ὢν ἀλεῖψαι τὴν πεπτωκυῖαν διάνοιαν.
 [02854]  Ἀλλ' ἀντίστησον τῷ πυρετῷ τὸ τῆς γεέννης πῦρ, ὃ διαφεύξῃ πάντως, ἐὰν ἕλῃ τοῦτον μεθ' ὑπομονῆς ἁπάσης ἐνεγκεῖν·
 [02880]  Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, δι' ὑπομονῆς τρέχωμεν.
000-00-00 Serial Number=0028782427
Commentarius in Job Ante [Go Back]  
 [00019]  καὶ γὰρ ἐμοὶ δοκεῖ πρὸ τοῦ νόμου εἶναι, καὶ δῆλον αὐτόθεν, ὥστε εἰκότως ἄν τις εἴποι, ὅτι πρῶτον τοῦτο τὸ βιβλίον διδάσκαλός τις καὶ κῆρυξ ἦν τῆς τοῦ θεοῦ γνώσεως, ἀλλὰ διὰ βίου μὲν καὶ ὑπομονῆς δῆλον.
 [00487]  τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω» ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα , «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν·
 [03772]  ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία, ὅπερ ἐστὶ μάλιστα πάντων σοφίας ἔργον δύνασθαι ῥήματα κατασχεῖν.
000-00-00 Serial Number=0866819859
De Christi divinitate Ante [Go Back]  
 [00082]  οὕτω καὶ ἐπὶ τοῦ παραλελυμένου τούτου, εἰδὼς ἅπερ ἤμελλεν ἐρεῖν, ἐρωτᾷ εἰ βούλοιτο θεραπευθῆναι, οὐκ ἐπειδὴ ἠγνόει τοῦτο, ἀλλ' ἵνα παράσχῃ αὐτῷ τινα πρόφασιν καὶ ἀφορμὴν ἐκτραγῳδῆσαι τὴν οἰκείαν συμφορὰν, καὶ γενέσθαι διδάσκαλον ὑπομονῆς.
 [00085]  ∆ιδάσκαλον τοίνυν ὄντα αὐτὸν καρτερίας καὶ ὑπομονῆς ἅπασιν ἐξεκάλυψε τοῖς τὴν οἰκουμένην οἰκοῦσι, διὰ τῆς ἐρωτήσεως εἰς ἀνάγκην αὐτὸν ἀποκρίσεως ἐμβαλών·
 [00119]  Ὁρᾷς πῶς οὐδὲν ἀπὸ τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν παρεβλάβη, ἐπειδὴ μεθ' ὑπομονῆς ἤνεγκε τὸ συμβάν;
000-00-00 Serial Number=0045029342
De Lazaro Ante [Go Back]  
 [00516]  ∆ιὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν τῶν θλίψεων, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας καὶ ὑπομονῆς ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν·
 [00992]  Πάλιν ὅταν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμοὺς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ πάντων ἐνταῦθα διαλυομένων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων ἐκεῖ τῶν μισθῶν·
 [01327]  Ἀμφότεροι γὰρ τὸ κατ' ἀξίαν ἀπολήψονται ἐκεῖ, ὁ μὲν τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, ὁ δὲ τὰς κολάσεις καὶ τὰς τιμωρίας τῆς πονηρίας.
 [02121]  ∆ιὰ γὰρ τοῦτο αὗται αἱ δύο ἡμῖν εἰκόνες πρόκεινται, πλούτου καὶ πενίας, ὠμότητος καὶ καρτερίας, ὑπομονῆς καὶ πλεονεξίας, ἵν' ὅταν ἴδῃς πένητα ἡλκωμένον, καὶ καταφρονούμενον, μὴ αὐτὸν ταλανίσῃς·
 [02739]  Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς [48.1053] τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις.
 [02747]  Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ' ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα;
000-00-00 Serial Number=0370935559
De Lazaro et divite Ante [Go Back]  
 [00069]  Ἵνα ὁ μὲν πένης λαμπροὺς τοὺς στεφάνους τῆς ὑπομονῆς ὑποδέξηται, ὁ δὲ πλούσιος τῆς ἀποτεθηριωμένης ψυχῆς τοὺς ὄμφακας τοῖς οἰκείοις ὀδοῦσι μασήσηται.
 [00128]  ἵνα τῷ οἴακι τῆς ὑπομονῆς κυβερνῶν σου τὴν ζωὴν εἰς τὸν αὐτὸν λιμένα τῆς ἀναπαύσεως φθάσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0999112904
De decem millium talentorum debitore Ante [Go Back]  
 [00141]  Ὥσπερ γὰρ ὁ πλούσιος τῆς ἐλεημοσύνης, οὕτω καὶ ὁ πένης τῆς ὑπομονῆς ἀπαιτεῖται λόγον·
 [00142]  μᾶλλον δὲ οὐδὲ τῆς ὑπομονῆς μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ἐλεημοσύνης·
000-00-00 Serial Number=0734392881
De fato et providentia Ante [Go Back]  
 [00282]  καὶ γὰρ δῆλον ἀπὸ τῆς ὑπομονῆς, δῆλον ἀπὸ τῶν ἐπάθλων·
000-00-00 Serial Number=0356616914
De gloria in tribulationibus Ante [Go Back]  
 [00028]  Καὶ γὰρ περὶ θλίψεως ἡμῖν ὁ λόγος καὶ ἐπιθυμίας ἀγαθῶν αἰωνίων, καὶ ὑπομονῆς, καὶ τῆς ἐκ τούτων γινομένης ἀμοιβῆς τοῖς οὐκ ἀναπεπτωκόσι.
 [00134]  Ὑπόδειγμα λάβετε, ἀδελφοὶ, τῆς κακοπαθείας καὶ τῆς ὑπομονῆς, τοὺς προφήτας, οἱ ἐλάλησαν τὸν λόγον ἐν ὀνόματι Κυρίου.
 [00180]  αἱ δὲ κινδύνοις καὶ πόνοις καὶ ταλαιπωρίαις τῆς διὰ τὸν Θεὸν θλίψεως ἐπιδεδομέναι, καὶ ἐν αὐταῖς συστρεφόμεναι, αὐτοῦ τοῦ σιδήρου ἢ τοῦ ἀδάμαντος στεῤῥότεραι καὶ γενναιότεραι μᾶλλόν εἰσιν ἐκ τοῦ συνεχῶς πάσχειν κακῶς, τοῖς ἐπιοῦσιν ἀχείρωτοι καθιστάμεναι, καὶ ἕξιν τινὰ προσλαβοῦσαι ὑπομονῆς καὶ ἀνδρείας ἀκαταμάχητον.
000-00-00 Serial Number=0943252921
De incomprehensibili dei natura Ante [Go Back]  
 [01076]  Ὁρᾷς γοῦν καὶ τὸν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπειληφότα ἅπαντα.
000-00-00 Serial Number=0010920584
De paenitentia [1] Ante [Go Back]  
 [00948]  πολλῆς γὰρ ὑπομονῆς ἐντεῦθεν ληψόμεθα ἀφορμὴν, οὐ τῇ κοινωνίᾳ τῶν τὰ αὐτὰ παθόντων παραμυθούμενοι μόνον, ἀλλὰ καὶ τῷ μανθάνειν τὸν τρόπον τῆς ἀπαλλαγῆς τῶν ἐπαγομένων ἡμῖν δεινῶν, καὶ μετὰ τὴν ἄνεσιν μένειν πάλιν ἐπὶ τῆς αὐτῆς, καὶ μήτε εἰς ῥᾳθυμίαν ἐκπίπτειν, μήτε εἰς ἀπόνοιαν αἴρεσθαι.
000-00-00 Serial Number=0762690544
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00002]  Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως·
 [00005]  πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
 [00030]  Εἰς ταῦτα ἀφορῶν, ἐπάλειφε σεαυτὸν δι' ὑπομονῆς·
000-00-00 Serial Number=0330561817
De patientia sermo 1 Ante [Go Back]  
 [00001]  Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας.
 [00008]  λέγω δὴ τοῦ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ὑποφέρειν τῶν τέκνων καὶ τῶν ἰδίων καὶ συγγενῶν τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι·
000-00-00 Serial Number=0094904542
De patientia sermo 2 Ante [Go Back]  
 [00001]  Περὶ ὑπομονῆς.
 [00032]  Ἰδέ μοι, εἰ δοκεῖ, καὶ τὴν κορωνίδα τῆς ὑπομονῆς αὐτοῦ.
 [00042]  Εἶδες ὑπομονῆς πέλαγος;
 [00046]  εἶδες στέφανον πλεκόμενον τῷ δικαίῳ δι' ὑπομονῆς;
 [00047]  Ἴδε μοι καὶ τὸν πτωχὸν Λάζαρον, μᾶλλον δὲ πλουσίων εὐπορώτερον, πῶς καὶ οὗτος δι' ὑπομονῆς ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπαναπαύεται.
 [00055]  Ἀλλ' ὅρα μοι τὸ τέλος τῆς ὑπομονῆς.
 [00078]  ἀλλὰ τοσοῦτον ἦσαν ὑψηλοὶ τῷ φρονήματι τῆς ὑπομονῆς, ὥστε λέγειν αὐτούς·
 [00144]  Καὶ οὗτος διὰ μακροθυμίας καὶ ὑπομονῆς ἀθλήσας διῆγε, καὶ ἅπαντας τοὺς ἁγίους εὕρομεν δι' ὑπομονῆς ἀθλήσαντας.
 [00169]  ἀλλ' οὐκ ἐγένετο γυμνὸς τῆς ὑπομονῆς.
 [00237]  οἶδα τῆς ὑπομονῆς μου τὸν στέφανον, οἶδα τὸ κέρδος τούτων τῶν συμφορῶν, οἶδα οἷον ἀναφανήσεται ἄνθος·
 [00242]  ὑπομονῆς γὰρ οὐδὲν ἰσχυρότερον.
 [00265]  αὕτη δὲ ἐσιώπα ἰδοῦσα τῆς ὑπομονῆς τὸ κέρδος.
 [00272]  Ὅσοι τοίνυν τὴν εἰκόνα τῆς ὑπομονῆς ἔχετε, τοῦτον τὸν πόθον ζηλώσατε·
000-00-00 Serial Number=0585506737
De pseudoprophetis Ante [Go Back]  
 [00720]  Ὑπόδειγμα δὲ τῆς κακοπαθείας καὶ μακροθυμίας ἔχετε τοὺς προφήτας, τῆς ὑπομονῆς τὸν Ἰὼβ, τῆς σωφροσύνης τὸν Ἰωσὴφ, τῆς διακρίσεως τὸν ∆ανιὴλ, τῆς ἀγάπης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, τῆς μετανοίας τὸν θεοπάτορα ∆αυῒδ ἔχετε.
000-00-00 Serial Number=0200309038
De resurrectione mortuorum Ante [Go Back]  
 [00124]  Οὐ μικρὸς δὲ οὗτος ὁ στέφανος, οὐδὲ ὁ τυχὼν μισθὸς, ὅταν μηδὲν αὐτὸν τῶν ἀνθρωπίνων δυνήσηται λυπεῖν, ὅταν τὰ τοῖς ἄλλοις φοβερὰ τούτῳ εὐκαταφρόνητα γίνηται, ὅταν ὑπὲρ ὧν ἄλλοι φρίττουσι καὶ ἐξίστανται, ὑπὲρ τούτων μέλλῃ γελᾷν αὐτὸς, τῇ τῆς ὑπομονῆς ὑπερβολῇ εἰς τὴν τῶν ἀγγελικῶν δυνάμεων φιλοσοφίαν ἑαυτὸν μεταστήσας.
000-00-00 Serial Number=0783575475
De sacerdotio Ante [Go Back]  
 [00279]  Εἰ δὲ τῆς εὐθείας ἄνθρωπος ἀποπλανηθείη πίστεως, πολλῆς δεῖ τῷ ποιμένι τῆς πραγματείας, τῆς καρτερίας, τῆς ὑπομονῆς·
000-00-00 Serial Number=0688256145
De sancta Droside martyre Ante [Go Back]  
 [00045]  Μαρτύρων γὰρ θάνατος, πιστῶν ἐστι παράκλησις, Ἐκκλησιῶν παῤῥησία, Χριστιανισμοῦ σύστασις, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διαβόλου κατηγορία, φιλοσοφίας διδασκαλία, παραίνεσις τῆς ὑπεροψίας τῶν παρόντων πραγμάτων, καὶ τῆς τῶν μελλόντων ἐπιθυμίας ὁδὸς, παραμυθία τῶν κατεχόντων ἡμᾶς δεινῶν, καὶ ὑπομονῆς πρόφασις, καρτερίας ἀφορμὴ, καὶ πάντων τῶν ἀγαθῶν ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ·
 [00172]  Κἂν γὰρ λυπηρά τινα καὶ ἀβούλητα μεσολαβῇ τὰς ὑποσχέσεις, καὶ μεταξὺ παρεμπίπτῃ, τοῦ τε τέλους οὐδέποτε ἐκκροῦσαι δυνήσεται τοὺς ἐλπίζοντας, ἀλλ' ἐκβήσεται πάντως ἐκεῖνο τὸ προῤῥηθὲν κατὰ τὴν ἄνωθεν ψῆφον, λαμπροτέρους ποιοῦν τοὺς μεθ' ὑπομονῆς ἀναμένοντας τὰ παρὰ τοῦ Θεοῦ θεσπισθέντα ἅπαντα.
000-00-00 Serial Number=0198274195
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00023]  ὅταν ἐκπλαγῇς ἐκείνους ὑπὲρ τῆς ὑπομονῆς ἐκπλάγηθι καὶ ταύτην ὑπὲρ τοῦ γενναίου φρονήματος ὅτι κατετόλμησε τελευτῆς τοιαύτης.
000-00-00 Serial Number=0433539867
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00324]  καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν.
 [00325]  ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος·
000-00-00 Serial Number=0119283378
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00831]  Ὁρᾷς πηλίκον ὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ Θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν;
 [01245]  ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις·
 [02519]  Καὶ ὁ μὲν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρίας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπείληφεν ἅπαντα·
 [02722]  τοῦ κέρδους δὲ τοῦ ἐξ αὐτοῦ διὰ τῆς ὑπομονῆς ἀποστεροῦνται.
 [04339]  Περὶ ὑπομονῆς καὶ μακροθυμίας.
 [04340]  Εἰ βούλεσθε, προθῶμεν ὑμῖν εἰς ὑπομονῆς παράκλησιν, ἀγαπητοὶ, τὰ τοῦ δικαίου Ἰὼβ ἀνδραγαθήματα.
 [04388]  ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις.
 [04402]  Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, αὐτὸν τοῦτον τὸν μέγαν ὑπομονῆς ἀθλητὴν Ἰὼβ, τὸν ἑκατέρωθεν λάμψαντα τούτοις, καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παροῦσιν ἀνέῳξεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρὸν, ἀλλ' εὐφήμησε τὸν Θεόν;
 [04442]  ἐννόησόν μοι τὸν Ἰὼβ τὸν τῆς ὑπομονῆς ἀπε [63.705] ρίτρεπτον πύργον.
 [04641]  Ζηλώσωμεν τοίνυν τὴν τοῦ ἁγίου τούτου εὐλάβειαν ἕκαστος, μαθόντες ὅσα ἀπὸ τῆς ὑπομονῆς βλαστάνει καλά.
 [06034]  Ὅταν οὖν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμοὺς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ ἐνταῦθα διαλυομένων πάντων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων ἐκεῖ τῶν μισθῶν.
 [09999]  Περὶ κατανύξεως καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων ἀγαθῶν·
000-00-00 Serial Number=0824931264
Epistula ad Cyriacum Ante [Go Back]  
 [00518]  Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν ἐν ἑκατέροις διαλάμψαντα τρόποις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα, τά τε παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε.
000-00-00 Serial Number=0606852353
Epistulae Ante [Go Back]  
 [00616]  Οὕτω γὰρ καὶ ταῦτα εὐκαταγώνιστα ἔσται, καὶ ὁ ἐκ τῆς τούτων ὑπομονῆς σοι τικτόμενος καρπὸς ἐν τοῖς οὐρανοῖς δαψιλὴς ἔσται, καὶ πολὺ μείζων τῶν παθημάτων.
 [00906]  Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα.
 [00912]  Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός.
 [00922]  Μακρῷ μὲν διῴκισμαι τῷ μήκει τῆς ὁδοῦ τῆς ὑμετέρας τιμιότητος, τὰς δὲ ἀνδραγαθίας ὑμῶν καὶ τὰς ἀριστείας τῶν παρόντων οὐκ ἔλαττον ἔμαθον, καὶ σφόδρα συνήσθην ὑμῖν τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης, καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας, τῆς ἐλευθεροστομίας, τῆς παῤῥησίας.
 [00966]  Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους.
 [01003]  οὕτω δὴ καὶ ὁ δόκιμος ἐξ ὑπομονῆς γενόμενος, πάσης ἀνώτερος ἕστηκεν ἐπιβουλῆς.
 [01009]  Ἀθληταῖς δὲ ὑπομονῆς οὕτω γενναίοις ἐπιστέλλοντα, περὶ τίνος ἑτέρου διαλέγεσθαι ἐχρῆν, ἢ περὶ τούτων, δι' ὧν οὕτως ἀνεφάνητε λαμπροὶ καὶ εὐδόκιμοι;
 [01236]  Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τὴν ταραχὴν λῦσαι καὶ τῆς ὑπομονῆς ὑμῖν δοῦναι τὸν μισθόν.
 [01238]  Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε.
 [01245]  Οὐδὲν γὰρ ὑπομονῆς ἴσον καὶ καρτερίας·
 [01574]  Οὕτω γὰρ καὶ ταῦτα εὐκαταγώνιστα ἔσται, καὶ ὁ ἐκ τῆς τούτων ὑπομονῆς σοι τικτόμενος καρπὸς ἐν τοῖς οὐρανοῖς δαψιλὴς ἔσται, καὶ πολὺ μείζων τῶν παθημάτων.
 [01864]  Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα.
 [01870]  Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός.
 [01880]  Μακρῷ μὲν διῴκισμαι τῷ μήκει τῆς ὁδοῦ τῆς ὑμετέρας τιμιότητος, τὰς δὲ ἀνδραγαθίας ὑμῶν καὶ τὰς ἀριστείας τῶν παρόντων οὐκ ἔλαττον ἔμαθον, καὶ σφόδρα συνήσθην ὑμῖν τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης, καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας, τῆς ἐλευθεροστομίας, τῆς παῤῥησίας.
 [01924]  Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους.
 [01961]  οὕτω δὴ καὶ ὁ δόκιμος ἐξ ὑπομονῆς γενόμενος, πάσης ἀνώτερος ἕστηκεν ἐπιβουλῆς.
 [01967]  Ἀθληταῖς δὲ ὑπομονῆς οὕτω γενναίοις ἐπιστέλλοντα, περὶ τίνος ἑτέρου διαλέγεσθαι ἐχρῆν, ἢ περὶ τούτων, δι' ὧν οὕτως ἀνεφάνητε λαμπροὶ καὶ εὐδόκιμοι;
 [02194]  Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τὴν ταραχὴν λῦσαι καὶ τῆς ὑπομονῆς ὑμῖν δοῦναι τὸν μισθόν.
 [02196]  Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε.
 [02203]  Οὐδὲν γὰρ ὑπομονῆς ἴσον καὶ καρτερίας·
 [02722]  Ἴστε γὰρ ὅσος ὑμῖν ἔσται τῆς ὑπομονῆς ὁ μισθὸς, καὶ ὅσαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ αἱ ἀντιδόσεις ὑπὲρ τῆς κοινῆς εἰρήνης πονουμένοις, καὶ τοσοῦτον ἀναδεχομένοις ἀγῶνα.
 [02921]  Οὐ παύσομαι μακαρίζων σου τὴν τιμιότητα τῆς ὑπομονῆς, τῆς ἀνδρείας, τῆς καρτερίας τῆς πολλῆς, ἣν ἐπεδείξω, καὶ ἐπιδείκνυσαι ἐν τοῖς πειρασμοῖς.
 [02929]  τῆς τε γὰρ ὑπομονῆς δαψιλῆ τὸν μισθὸν ὁ Θεὸς ὑμῖν ἀποδώσει, καὶ τὰ παρόντα ταχέως λύσει δεινά.
 [03042]  Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος.
 [03289]  Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τοὺς πειρασμοὺς λῦσαι τούτους, καὶ ταχίστην ποιῆσαι γαλήνην, καὶ τῆς ὑπομονῆς ὑμῖν ταύτης πολὺν καὶ ἐν τῷ μέλλοντι αἰῶνι δοῦναι τὸν μισθόν.
 [03573]  ταῦτ' οὖν ἅπαντα συναγαγοῦσα, καὶ λογιζομένη τῆς ὑπομονῆς τὸν μισθὸν, θυσίαν ἀνένεγκε τῷ Θεῷ, τὸ γενναίως ἐνεγκεῖν τὰ συμπίπτοντα, καὶ διὰ παντὸς αὐτὸν δοξάζειν.
 [03599]  Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, μηδὲν καταμαλακισθῇς πρὸς τοὺς τῆς ὑπομονῆς ἱδρῶτας, ἀλλὰ τῶν τε ἄλλων σου παιδίων ἐπιμελοῦ πλείων γάρ σοι νῦν ὁ μισθὸς, καὶ τὴν καλὴν Ἐπιφάνιον κατὰ τῷ Θεῷ δοκοῦν ἀνατρέφειν σπούδαζε.
000-00-00 Serial Number=0001994848
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00466]  Ἀπαλλαγεῖσα τοῦ λογίζεσθαι τί ὁ δεῖνα ἥμαρτε καὶ τί ὁ δεῖνα ἐπλημμέλησεν, ἐννόει σου τοὺς ἄθλους διηνεκῶς τῆς καρτερίας, τῆς ὑπομονῆς, τῆς νηστείας, τῶν εὐχῶν, τῶν παννυχίδων τῶν ἱερῶν, τῆς ἐγκρατείας, τῆς ἐλεημοσύνης, τῆς φιλοξενίας, τῶν ποικίλων καὶ χαλεπῶν καὶ πυκνῶν πειρασμῶν.
 [00861]  Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν τὸν ἐν ἑκατέροις διαλάμψαντα τούτοις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ, καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα καὶ τὰ παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε.
 [01170]  Τὸ γὰρ μὴ μόνον φέρειν γενναίως τὰ δυσχερῆ, ἀλλὰ μηδὲ παρόντων αὐτῶν αἰσθάνεσθαι, ἀλλ' ὑπερορᾶν καὶ μετὰ πολλῆς τῆς ἀπραγμοσύνης τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον, οὐ κάμνουσαν, οὐδὲ ἱδροῦσαν, οὐδὲ πράγματα ἔχουσαν, οὐδὲ ἑτέροις παρέχουσαν, ἀλλ' ὥσπερ σκιρτῶσαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις.
 [01172]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01181]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01319]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾶν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα μετὰ τῆς προσηκούσης ὑπομονῆς.
 [01329]  Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι ὑπομονῆς ἴσον οὐδέν, ἀλλ' αὕτη μάλιστά ἐστιν ἡ βασιλὶς τῶν ἀρετῶν, ὁ θεμέλιος τῶν κατορθωμάτων, λιμὴν ὁ ἀκύμαντος, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ἐπιβουλαῖς ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτὴν ἀδάμαντος στερρότερον ποιοῦσα, ἣν οὐχ ὅπλα κινούμενα, οὐ στρατόπεδα παραταττόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τῶν δαιμόνων τὸ στρατόπεδον, οὐχ αἱ ζοφεραὶ φάλαγγες τῶν ἀντικειμένων δυνάμεων, οὐκ αὐτὸς ὁ διάβολος μετὰ πάσης αὐτοῦ παραταττόμενος τῆς στρατιᾶς καὶ τῆς μηχανῆς παραβλάψαι δυνήσεται.
 [01365]  Ἐπεὶ οὖν καὶ ἡμεῖς ἔγνωμεν ὅσην περὶ τὰ συμβάντα τὴν φιλοσοφίαν ἐπεδείξω, μακαρίζομέν σε, θαυμάζομεν τῆς τε εἰς τὸ παρὸν ὑπομονῆς καὶ τῶν ἀντιδόσεων τῶν ἐντεῦθέν σοι ταμιευομένων.
 [01434]  Οὐδέν, Ὀλυμπιάς, τῆς ἐν ἀλγηδόσιν ὑπομονῆς εἰς εὐδοκιμήσεως λόγον ἴσον.
 [01443]  Καὶ ταῦτα δείκνυσιν ὁ μέγιστος τῆς ὑπομονῆς ἀθλητὴς ὅς, ἐπειδὴ σωματικῇ περιέπεσε νόσῳ, ἀπαλλαγὴν τῶν κατεχόντων δεινῶν τὴν τελευτὴν εἶναι ἐνόμισε·
 [01453]  Ἐπειδὴ δὲ νόσῳ παρεδόθη καὶ ἕλκεσι, τότε καὶ θάνατον ἐπεζήτει, τότε καὶ ἀποδύρεται καὶ θρήνει, ἵνα μάθῃς πῶς τοῦτο πάντων ἐστὶ χαλεπώτερον καὶ τῆς ὑπομονῆς τὸ ἄκρον εἶδος.
000-00-00 Serial Number=0281350076
Expositiones in Psalmos Ante [Go Back]  
 [01127]  Ἐννοήσαντες τοίνυν τῶν ἀγαθῶν τὸ μέγεθος, καὶ πρό γε πάντων ὅσον ἐστὶν ἀγαθὸν ἀρέσκειν Θεῷ, ὅπερ καὶ ὅπλον, καὶ δόξα, καὶ ἀσφάλεια, καὶ τὰ μυρία ἀγαθὰ, μεθ' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, καὶ μὴ ἀναπέσωμέν ποτε, μηδὲ γυμνοὶ τῶν ὅπλων φανῶμεν.
 [03604]  Ποῦ γὰρ δειχθήσεται τὰ τῆς ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις μέλλοι εἶναι;
 [05367]  Ποῦ γὰρ δειχθήσεται τὰ τῆς ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις μέλλοι εἶναι;
000-00-00 Serial Number=0986436248
Fragmenta in Job Ante [Go Back]  
 [00019]  Οὐ μόνον δὲ φερεπονίας καὶ ὑπομονῆς, ἀλλὰ καὶ τῆς ἄλλης ἀρετῆς, ὁ πολύτλας οὗτος τοῖς προσέχουσιν ὑπόδειγμα πρόκειται·
 [00043]  ἵνα γοῦν μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων καὶ τῆς ὑπομονῆς ἀναβλέψας, νομίσῃ ξένην εἶναί τινα φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν δεικνύει τὴν φύσιν, ἵνα σὺ θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ἦν, κατὰ φύσιν μὲν εἷς τῶν πολλῶν, κατ' ἀρετὴν δὲ τῶν πολλῶν ὑψηλότερος.
 [00280]  Ἵν' ἐπιστομισθῇ, φησὶν, ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα, καὶ ὑπομονῆς, καὶ θλίψεως φάρμακα καταλίπωμεν.
 [00489]  Τότε δὲ μάλιστα ἀσφαλίζεσθαι δεῖ, καὶ φράττεσθαι τῷ τῆς ὑπομονῆς θώρακι, καὶ τῷ τῆς εὐχαριστίας ὅπλῳ.
 [00596]  ἀπὸ δὲ τοῦ τὴν κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ, πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον.
 [00654]  Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν, τὸν ἐν ἑκατέροις διαλάμψαντα τούτοις, ἵνα εἴδῃς πόθεν μειζόνως διέλαμψεν·
 [01443]  Μνήσθητι τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε ἐν εὐθυνίᾳ, μήτε ἐν πειρασμῷ περιτραπέντος, τοσαῦτα ἐν ἑκάστῳ πράγματι μακροθυμήσαντος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλὰ παρὰ Θεοῦ, καὶ μαρτυρηθῇ μέχρι νῦν, ὅτι πέπονθεν, ἵνα φανῇ δίκαιος τοῖς πᾶσιν.
 [01900]  Ἐνταῦθα δείκνυται, ὅτι πάλαι ὁ Ἐλιοὺς ὠδίνων εἰπεῖν, ὑπέμεινε, καὶ ἐκαρτέρει, καὶ διαῤῥαγῆναι εἶχεν, ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία·
000-00-00 Serial Number=0429222167
Fragmenta in Proverbia Ante [Go Back]  
 [00611]  ὁ δὲ δίκαιος περιγενόμενος τοῦ πειρασμοῦ, δι' ὑπομονῆς καὶ εὐχαριστίας, σώζεται εἰς τὸν αἰῶνα.
 [00987]  [62] β.] Ἡ Ἐκκλησία διὰ τῆς ὑπομονῆς καὶ ἐλπίδος τοῦ Χριστοῦ ἀνῳκοδόμησεν ἑαυτῇ οἶκον, τουτέστιν, ἀνήγειρε καὶ ἀνώρθωσε τῇ διδαχῇ καὶ πίστει τοὺς προσιόντας αὐτῇ.
000-00-00 Serial Number=0864231110
In Joannem Ante [Go Back]  
 [05498]  ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν;
000-00-00 Serial Number=0956604183
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00082]  Οὐ γὰρ δὴ μόνον οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβοντες, μεγίστην διδασκαλίαν ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως τῶν ἁγίων τούτων ἐδέχοντο.
000-00-00 Serial Number=0424785256
In Psalmos 101-107 Ante [Go Back]  
 [01017]  ὅπερ διὰ τῆς ὑπομονῆς ὁ Ἰωσὴφ διέβαινε, καὶ πάροδος αὐτῷ τὰ λυπηρὰ διὰ μακροθυμίαν ἐγίνετο.
000-00-00 Serial Number=0971841156
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00308]  Τί τοίνυν ἴσον τῆς ταπεινοφροσύνης ταύτης γένοιτ' ἂν, ὅταν καὶ τοὺς τοσοῦτον αὐτοῦ ἀποδέοντας, εἰς τὸ αὐτὸ ἀξίωμα τῆς ὑπομονῆς ἀνάγῃ;
 [04683]  μᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑπομονῆς, ἀλλ', ὃ πλέον ἦν τῆς ὑπομονῆς, χαράν.
 [05644]  Ἀπαρτίσας τὸν περὶ ἐλεημοσύνης λόγον, ὡς ἔδει, καὶ δείξας ὅτι πλεῖον αὐτοὺς ἀγαπᾷ, ἢ ἀγαπᾶται, καὶ τὰ περὶ τῆς ὑπομονῆς αὐτοῦ καὶ τῶν πειρασμῶν διηγησάμενος, εὐκαίρως λοιπὸν τῶν ἐπιτιμητικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόμενος, καὶ εἰς τὰ φορτικώτερα κατακλείων τὸν λόγον, καὶ ἑαυτὸν συνιστῶν.
 [05652]  οὕτω καὶ τὰ τῆς χάριτος μετὰ δαψιλείας τίθησι, καὶ τὰ τῆς ὑπομονῆς τῆς αὐτοῦ.
 [07235]  Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς·
000-00-00 Serial Number=0913376093
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00231]  Ὥστε ἡμᾶς αὐτοὺς, φησὶν, ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως.
 [00235]  [62.475] Μάλιστα μὲν οὖν καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μὴ ἤδη ἀπολαύειν, ὑπομονῆς ἐστι·
 [01000]  Ἵνα ὑπομένωμεν, ὡς ἐκεῖνος ὑπέμεινεν, ἢ ἵνα ἐκεῖνα πράττωμεν, ἢ καὶ ἵνα μεθ' ὑπομονῆς ἀναμένωμεν αὐτὸν, τουτέστιν, ἵνα ἐμπαράσκευοι ὦμεν.
000-00-00 Serial Number=0028163373
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01090]  ἀλλὰ δεῖ πολλῆς ὑπομονῆς, ἧς μάλιστα ἔδει Τιμοθέῳ.
000-00-00 Serial Number=0803125262
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00004]  Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προ σευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος [62.392] τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.
 [00042]  Ἀδιαλείπτως, φησὶ, μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.
 [00077]  Καὶ τῆς ὑπομονῆς, φησίν.
000-00-00 Serial Number=0307768404
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02792]  Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
 [04002]  Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι·
000-00-00 Serial Number=0742752552
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02158]  Οὕτω δὲ ἀλλήλοις χεῖρα ὀρέγοντες ἐν οἷς μέλλετε καταπίπτειν, δι' ἀλλήλων κοινῇ πληρώσατε τὸν νόμον, τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς.
000-00-00 Serial Number=0278559387
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01762]  Εἰ τοίνυν τῇ ἐλπίδι ἐσώθημεν, καὶ δι' ὑπομονῆς ἀπεκδεχόμεθα, μὴ οὖν ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα.
 [02741]  ∆ιὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν·
 [06198]  ὑπομονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρισθέν.
 [07412]  Τὰ μὲν γὰρ ὑπομονῆς ἐνταῦθά ἐστιν ὑποδείγματα μόνης, τὰ παρόντα, καὶ τοῦ παθεῖν κακῶς, καὶ τοῦ μηδὲν ἀπολαμβάνειν ἀγαθὸν, οἷον τὸ ἐπὶ τοῦ Ἀβραὰμ, τὸ ἐπὶ τοῦ Ἄβελ·
 [07472]  ὑπομονῆς.
 [08025]  ∆ι' ὑπομονῆς, φησὶ, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα.
000-00-00 Serial Number=0086361051
In epistulam ad Romanos Ante [Go Back]  
 [00365]  ὅταν δὲ πολὺ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις.
 [05388]  Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα.
 [05396]  Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα.
 [05398]  τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς.
 [05403]  Τὸ μὲν γὰρ γίνεται σὸν, τὸ τῆς ὑπομονῆς·
 [05637]  Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι, καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν·
 [08523]  οὐ γὰρ αὐτὸς αὐτὸ ἔτεκεν, ἀλλ' ἑτέρωθεν αὐτὸ δεξάμενος, ἐποίησεν ἀγαθὸν διὰ τῆς ὑπομονῆς·
 [09807]  ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, τουτέστιν, ἵνα μὴ ἐκπέσωμεν.
 [09809]  Ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικὰ, ἡ ὑπομονὴ τῆς ἐλπίδος, ἡ ἐλπὶς τῆς ὑπομονῆς·
 [09812]  Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν.
 [09814]  ∆ιὰ τοῦτο ἔλεγεν, Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν.
 [09999]  Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ, καὶ τὸν θησαυρὸν μεταχειριζώμεθα, Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν·
000-00-00 Serial Number=0604789555
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00143]  Ἀλλ' οὐ τοιοῦτον ποτήριον ὁ εὐχόμενος ἐν τῷ ψαλμῷ ἐπιζητεῖ, ἀλλὰ τὸ ποτήριον τὸ ὑπομονῆς καὶ ἀθλήσεως γέμον, ἐν ὀνόματι κυρίου ἐσφραγισμένον, οὗ ὁ πιὼν τῆς τοῦ ἁγίου πνεύματος εὐφροσύνης μεστωθεὶς εἰς τὸν ἅγιον τῶν μαρτύρων χορὸν κατασταθήσεται·
000-00-00 Serial Number=0661503553
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00002]  Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, καὶ περὶ ὑπομονῆς, καὶ ὅσον τῶν θλίψεων τὸ κέρδος.
 [00155]  καὶ μηδέποτε ἀλύωμεν, ἐννοοῦντες ὅσον τῆς ὑπομονῆς τὸ κέρδος, ἀλλὰ μηδὲ ἀπεχθῶς ἔχωμεν πρὸς τοὺς ἐπάγοντας ἡμῖν τοὺς πειρασμούς.
 [00156]  Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ' ὁ κοινὸς ∆εσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν.
 [00159]  Τοῦτο δὲ λογιζόμενοι παρ' ἑαυτοῖς, πρὸς ἅπαντα γενναίως ἀντέχωμεν, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν δεξώμεθα ἀπὸ τοῦ φιλανθρώπου ∆εσπότου, καὶ τὸ πλῆθος τῶν ἡμῖν ἡμαρτημένων ὑποτεμέσθαι δυνηθῶμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0342863023
In illud Domine non est in homine Ante [Go Back]  
 [00025]  οὕτω καὶ σήμερον προσδοκῶ ταῖς εὐχαῖς ταῖς ὑμετέραις, ἂν μετὰ καρτερίας καὶ πολλῆς τῆς ὑπομονῆς τὴν προκειμένην ἡμῖν διανύσωμεν ὁδὸν, καὶ ἐπὶ τὴν κορυφὴν αὐτὴν ἀναβῆναι δυνηθῶμεν, ἰσόπεδα καὶ λεῖα καὶ ὕπτια πάντα εὑρήσειν ἐκεῖ.
000-00-00 Serial Number=0681780219
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00656]  ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.
000-00-00 Serial Number=0703541815
In illud Memor fui dei Ante [Go Back]  
 [00442]  ἐμοὶ τῆς ὑπομονῆς τὸ δικαίωμα πέπρακται, τοῦ εἰς τὸ ἀγαθὸν τὴν καρδίαν κλίναντος.
000-00-00 Serial Number=0960217476
In martyres Aegyptios Ante [Go Back]  
 [00047]  Ὢ τῆς ἀπονοίας! πεῖραν οὕτω σαφῆ λαβὼν τῆς ἀνδρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε περιέσεσθαι.
000-00-00 Serial Number=0911809146
In principium indictionis [1] Ante [Go Back]  
 [00154]  Εἰ γὰρ ἐκείνη δωδεκαέτη χρόνον πολεμηθεῖσα τῷ πάθει, τὸν τῆς ὑπομονῆς οὐκ ἐξέλυσε τόνον, ἡμεῖς ἄλλην μίαν ἡμέραν τοῖς μακροῖς ἀγῶσι τῆς γυναικὸς οὐκ ἐναπομείνωμεν;
000-00-00 Serial Number=0829678178
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00042]  κἂν ἀνοίξῃ τὸ στόμα μόνον, πάσης εὐωδίας εὐθέως καὶ πλούτου πνευματικοῦ τοὺς συγγινομένους ἐνέπλησε κἂν μυρία προσπέσῃ δεινὰ, πάντα οἴσει ῥᾳδίως, ἱκανὴν ἀφορμὴν ἀπὸ τῶν θείων Γραφῶν ὑπομονῆς καὶ φιλοσοφίας ἐντεῦθεν λαβών.
000-00-00 Serial Number=0945638955
In sanctum Romanum Ante [Go Back]  
 [00107]  Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν.
000-00-00 Serial Number=0426553011
In sanctum Stephanum Ante [Go Back]  
 [00034]  Οὐδὲ ἐν λόγοις, οὐδὲ ἐν ἔργοις ἀκολουθῶν ὁ μάρτυς τῷ ∆εσπότῃ παρέλειψεν, ἀλλ' ἔδειξε καὶ τὸ τῆς ψυχῆς ἀνεξίκακον, καὶ τὸ τῆς ὑπομονῆς ἀνδρεῖον·
000-00-00 Serial Number=0184921682
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00025]  Εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ∆ι' ὑπομονῆς τρέχομέν φησι τὸν προκείμενον ἡμῖν ἆθλον, καὶ Οὕτω τρέχω ἵνα καταλάβω.
000-00-00 Serial Number=0243983150
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00040]  Οὐ γὰρ ἦλθεν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀπίστους, ἀλλ ἠθέλησε διὰ μακροθυμίας καὶ ὑπομονῆς ὁδηγῆσαι τοὺς πεπλανημένους ἐπὶ τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0251796305
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00040]  Οὐ γὰρ ἦλθεν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀπίστους, ἀλλ' ἠθέλησε διὰ μακροθυμίας καὶ ὑπομονῆς ὁδηγῆσαι τοὺς πεπλανημένους ἐπὶ τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0110864162
Non esse desperandum Ante [Go Back]  
 [00192]  Ἐὰν ἴδῃ σε ὁ Θεὸς διὰ τὸν αὐτοῦ νόμον καρτεροῦντα, καὶ [51.370] φέροντα γενναίως τῆς γυναικὸς τὰ ἁμαρτήματα, συνεφάψεταί σοι τῆς διδασκαλίας, καὶ μισθόν σοι δώσει τῆς ὑπομονῆς.
 [00197]  ἂν δὲ ἀδιόρθωτος μένῃ, σὺ τὸν μισθὸν οὐκ ἀπώλεσας τῆς ὑπομονῆς·
000-00-00 Serial Number=0573638618
Quales ducendae sint uxores Ante [Go Back]  
 [00100]  Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκαλίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ τοῦ [51.229] Θεοῦ ληψόμεθα τὸν μισθὸν, ὅτι διὰ τὸν ἐκείνου φόβον τοσαύτην ὑπομονὴν ἐπεδειξάμεθα, καὶ τὴν κακίαν αὐτῆς πράως ἠνέγκαμεν, καὶ τὸ μέλος ἡμῶν ἐκρατήσαμεν.
000-00-00 Serial Number=0002881169
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01721]  καὶ ἐντεῦθεν λοιπὸν μανθάνειν πόση τῆς ὑπομονῆς ἡ ὠφέλεια·
 [02333]  Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»