000-00-00 Serial Number=0834644735
[00019]
|
δεύτερον δὲ τὸ πολλοὺς μὲν καὶ τρυφῶντας τῶν τὰ αὐτὰ σοὶ νενοσηκότων, μικρὸν καρτερήσαντας χρόνον, ταύτης ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, καὶ οὕτως εἰς τελείαν ὑγίειαν ἐπανελθεῖν, ὡς καὶ ὁμιλῆσαι γάμοις, καὶ πατέρας γενέσθαι παίδων πολλῶν, καὶ τῶν ἡδέων τοῦ παρόντος ἀπολαῦσαι βίου, καὶ μηδὲν τοιοῦτο πάλιν παθεῖν·
|
000-00-00 Serial Number=0923720241
[00053]
|
Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν.
|
[00081]
|
κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαίρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν·
|
[00155]
|
Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες, ἀλλ' ἔστιν ὅπου καὶ χαριζόμενοι·
|
000-00-00 Serial Number=0325866282
[00202]
|
Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή.
|
000-00-00 Serial Number=0548810482
[00559]
|
τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, τὸν ᾅδην ἄχρηστον ἐποίησε, τοῦ διαβόλου τὴν δύναμιν ἐξέλυσε, καὶ εἰς σώματος ὑγίειαν οὐκ ἔστιν ἀξιόπιστος;
|
000-00-00 Serial Number=0279330909
[04167]
|
Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, ἡ τοῦ σώματος φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη·
|
[05194]
|
Ἂν τοίνυν εὐθυμίας ἐπιθυμῇς, μὴ χρήματα, μὴ σώματος ὑγίειαν, μὴ δόξαν, μὴ δυναστείαν, μὴ τρυφὴν, μὴ τραπέζας πολυτελεῖς, μὴ σηρικῶν ἱματίων περιβολὰς, μὴ πολυτελεῖς ἀγροὺς, μὴ οἰκίας λαμπρὰς καὶ περιφανεῖς, μηδὲ ἄλλο τι τῶν τοιούτων δίωκε μηδέν·
|
000-00-00 Serial Number=0827210546
[00386]
|
Καὶ γὰρ ἐκεῖνοι πολλὰ πολλάκις διὰ τῆς αὐτῶν τέχνης νοσήματα ἀπήλασαν, καὶ πρὸς ὑγίειαν τοὺς κάμνοντας ἐπανήγαγον.
|
[00676]
|
Ὁ πορνεύων ἂν συνεχῶς εἰς τὴν ἐκκλησίαν εἰσίῃ, καὶ ὁ ἀλαζὼν, καὶ ὁ ὁτιοῦν ἔχων ἐλάττωμα, ταχέως αὐτὸ συνεχοῦς ἀπολαύων διδασκαλίας ἀπωθήσεται, καὶ πρὸς τὴν ὑγίειαν ἐπανήξει·
|
[01247]
|
Καὶ γὰρ λακτιζόντων τῶν νοσούντων καὶ ὑβριζόντων καὶ λοιδορούντων ἀνεχόμεθα, οὐ δακνόμεθα ταῖς ὕβρεσιν, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν ἰδεῖν, τοῦ τὰ τοιαῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν.
|
[02552]
|
ἀλλ' ὅπερ οἱ στρατιῶται ποιοῦσιν, ἐπειδὰν συμβολῆς γενομένης τρέψωνται τοὺς ἐναντίους, ἀπὸ τῆς διώξεως ἐπανιόντες, οὐκ εὐθέως ἐπὶ τὰς σκηνὰς τρέχουσιν, ἀλλὰ πρότερον ἐπὶ τὸν τόπον τῆς συμβολῆς ἐλθόντες, τοὺς ἐξ αὐτῶν καταπεσόντας ἐξαιροῦνται, καὶ τοὺς μὲν ἀποθανόντας τῇ γῇ κρύπτουσιν, εἰ δέ τινας ἴδοιεν μεταξὺ τῶν νεκρῶν πνέοντας ἔτι, καὶ μὴ καιρίαν ἔχοντας πληγὴν, εἰς τὰς σκηνὰς ἀνελόμενοι μετὰ πολλῆς ἀπάγουσι τῆς θεραπείας, καὶ τὸ βέλος ἐξελκύσαντες, καὶ ἰατροὺς καλέσαντες, καὶ τὸ αἷμα περιπλύναντες, καὶ φάρμακα ἐπιθέντες, καὶ τὰ ἄλλα πάντα ἐπιμελησάμενοι, πρὸς ὑγίειαν ἐπανάγουσιν·
|
[02628]
|
λέγουσι μὲν γὰρ καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται διατηρῆσαι τὴν ὑγίειαν αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον·
|
000-00-00 Serial Number=0152748883
[00377]
|
οὐχ ὁ μὲν πυρέττοντι προσέοικε, καὶ χαλεπωτάτην ἀνάγκην ἔχοντι, κἂν ἐκ πηγῶν ἀρύεσθαι ἔχῃ τὰ νάματα, ὁ δὲ ἐλεύθερός τέ ἐστι τὴν ὄντως ἐλευθερίαν, καὶ ὑγιαίνει τὴν ὄντως ὑγίειαν, καὶ μείζων ἢ κατὰ ἀνθρωπίνην γέγονε φύσιν;
|
[00472]
|
Ἀλλ' ἄρα πρὸς ὑγίειαν τίς ἐπιτηδειότερος;
|
000-00-00 Serial Number=0706102133
[00741]
|
Ἡ γὰρ ἀδηφαγία καὶ ἡ μέθη τοῦ σώματος ἐκλύει τὸν τόνον καὶ τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν.
|
[00842]
|
Ἡμεῖς δέ, παρακαλῶ, διηνεκῶς τὰς τοῦ Θεοῦ δωρεὰς ἐπὶ τῆς διανοίας στρέφοντες καὶ ἀναμιμνῃσκόμενοι τῶν εὐεργεσιῶν αὐτοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος εὐγνώμονες γινώμεθα καὶ διὰ παντὸς τὸν τῶν ἀγαθῶν ἡμῖν αἴτιον ἐπιγινώσκωμεν καὶ ἀξίαν τῶν εὐεργεσιῶν τὴν πολιτείαν ἐπιδειξώμεθα καὶ καθ' ἑκάστην ἡμέραν τῆς ἑαυτῶν ψυχῆς τὴν ὑγίειαν πραγματευώμεθα.
|
[01040]
|
καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;
|
000-00-00 Serial Number=0143637598
[00060]
|
Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
|
000-00-00 Serial Number=0475745559
[01242]
|
Καὶ γὰρ ἡδονὴν καὶ ἀσφάλειαν, καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ χρηστὰς ἐλπίδας, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν παρὰ τοῖς πένησιν εὑρήσει τις μᾶλλον, ἢ παρὰ τοῖς πλουτοῦσι.
|
000-00-00 Serial Number=0732778609
[00038]
|
[9] Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη ποῦ τέλος ἔσχεν οὗτος ὁ χρησμός, τὸ βιβλίον μετὰ χεῖρας λαβὼν ὃ καλεῖται μὲν Πράξεις Ἀποστόλων, ἔχει δὲ αὐτὰς οὐ πάσας ἀλλ' οὐδὲ πάντων αὐτῶν, ἀλλ' ἑνὸς ἢ δύο καὶ ταύτας εὐαριθμήτους τὰς δὲ σκιὰς μόνον τῶν μακαρίων ἐκείνων ἐφαπτομένας τε αὐτῶν ἅμα καὶ τὴν ὑγίειαν ἐργαζομένας, πολλοῖς δὲ τῶν μαινομένων τῶν ἱματίων Παύλου οὐδὲν πλέον ἐδέησε πρὸς τὴν τοῦ κινοῦντος αὐτοὺς δαίμονος ἀπαλλαγήν.
|
[00136]
|
Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο προειδὼς οὐδὲ οὕτως ὑπερεῖδεν αὐτὸν οὐδὲ ἐνέλιπε τὰ παρ' αὐτοῦ ποιῶν ἀλλ' αὐτὸς μὲν καὶ ἐπεσκόπησε κάμνοντα καὶ τὰ πρὸς ὑγίειαν ἔπραξεν, ἐκεῖνος δὲ οὐκ ἠθέλησε τὸ φάρμακον δέξασθαι ἀλλὰ καὶ τὸν ἐπὶ τούτῳ πεμφθέντα συνέκοψεν ἰατρόν.
|
[00176]
|
∆ιὰ τοῦτο καὶ τὴν τομὴν οὔτε ἐπιπόλαιον ἔδωκεν ὥστε μὴ πλέον τοῦ νενοσηκότος ἐναπομεῖναι μέρος οὔτε βαθυτέραν τοῦ δέοντος ὥστε μὴ τῷ περιττῷ τῆς πληγῆς λυμήνασθαι τὴν ὑγίειαν πάλιν, ἀλλὰ συμμετρήσας τῷ νοσήματι τὴν πληγὴν οὕτω τὴν ἀρίστην ἰατρείαν εἰργάσατο.
|
000-00-00 Serial Number=0639108658
[00137]
|
Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ' ὑφ' ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ' ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύσαι τοῦ σώματος καὶ ἐκβαλεῖν.
|
[00138]
|
Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ' ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ' ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο.
|
[00206]
|
ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι' αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος.
|
000-00-00 Serial Number=0575330913
[00564]
|
οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ ∆αυῒδ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὴν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς ἐνοχλῇ καὶ συγχέῃ τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
|
[00741]
|
ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ, καὶ τὴν φιλοσοφίαν, ἣν ὁ ∆αυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν.
|
000-00-00 Serial Number=0738526940
[00117]
|
Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν·
|
000-00-00 Serial Number=0520850480
[00626]
|
Μαθόντες οὖν τὴν θεραπείαν τῶν ἡμετέρων τραυμάτων, συνεχῆ ταῦτα ἐπιθῶμεν τὰ φάρμακα, ἵνα πρὸς ὑγίειαν ἐπανελθόντες τὴν ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν, καὶ μετὰ πολλῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῆς δόξης Χριστῷ, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
|
000-00-00 Serial Number=0795644999
[00161]
|
Τίνος γὰρ ἕνεκεν, ἂν μὲν λοιμικὸν χωρίον ἴδῃς καὶ ἐπίνοσον, φεύγεις τὴν ἐκεῖ διατριβὴν, κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην, πάντων τὴν τοῦ σώματος ὑγίειαν προτιθείς·
|
[00240]
|
ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν, καὶ τοῖς προκατειλημμένοις χεῖρα ὀρέγωμεν.
|
[00259]
|
Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόσημα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις.
|
[00609]
|
Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὴν μὲν ἡδονὴν, καὶ ὑγίειαν, καὶ πάντα ἔχουσαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ φεύγειν τράπεζαν, ἑτέραν δὲ κατασκευάζειν μυρίων γέμουσαν συμφορῶν, ἀηδῆ τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλεπώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν;
|
000-00-00 Serial Number=0793466032
[00019]
|
∆ιὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν.
|
[01050]
|
Κύριε, δός μοι ὑγίειαν σώματος, διπλασίασόν μου τὰ ὑπάρχοντα, ἀμύνου μου τὸν ἐχθρόν·
|
[01098]
|
οὐ μόνον δὲ, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν καὶ δύναμιν καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ ἐλπίδας χρηστὰς, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν, ἡ ἀγαθότης αὐτοῦ παρέξει ἡμῖν.
|
[01168]
|
ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη, καὶ τὴν πληγὴν καὶ τὸ φάρμακον ἐδέξατο, καὶ ἠῤῥώστησε, καὶ πρὸς τὴν ὑγίειαν ἐπανῆλθε.
|
[01455]
|
καὶ γὰρ ὑμεῖς ἀσφαλέστεροι ἔσεσθε, οἱ δὲ ἐν τῇ νόσῳ ὄντες ταχέως πρὸς τὴν ὑγίειαν ἐπανήξουσιν.
|
[01680]
|
Ταῦτα [49.323] ἔχοντες ἐν νῷ, καὶ τῶν περὶ ἀκολασίας ἡμῖν εἰρημένων μεμνημένοι, καὶ ὅση κεῖται τιμωρία τοῖς ἁπλῶς καὶ ἀκολάστως ὁρῶσι τὰς τῶν γυναικῶν ὄψεις, καὶ πρὸ τῆς γεέννης τοῦ Θεοῦ τὸν φόβον καὶ τὴν ἀγάπην πρὸ ὀφθαλμῶν ἔχοντες, πανταχόθεν ἑαυτοὺς καθαίροντες, οὕτω καὶ προσίωμεν τοῖς ἱεροῖς μυστηρίοις, ἵνα μὴ εἰς κρῖμα [49.324] καὶ κατάκριμα, ἀλλ' εἰς σωτηρίαν καὶ ὑγίειαν ψυχῆς, εἰς παῤῥησίαν διηνεκῆ τῆς σωτηρίας ταύτης ἀπολάβωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
|
000-00-00 Serial Number=0270889163
[00406]
|
Εἰ γὰρ οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τοῦ ἱματίου τὸ κράσπεδον τελείαν ὑγίειαν τῇ πιστευσάσῃ χαρίζεται, καὶ ποιεῖ τῇ πιστευσάσῃ ἐπαινετὴν τὴν κλοπήν·
|
000-00-00 Serial Number=0613461077
[00005]
|
∆ιαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς.
|
000-00-00 Serial Number=0698721409
[00291]
|
Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ κόνις καὶ ἡ τέφρα δαιμόνων περιεγένετο, καὶ τὰ ἱμάτια τὰ ὁμιλήσαντα τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον.
|
000-00-00 Serial Number=0791512191
[00157]
|
Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθών τινι τῶν ἰατρῶν ἐρώτησον πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ' αὐτῶν ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ' ἔστιν ὅπου καὶ τὴν ἀπάτην παραλαβόντες καὶ τὴν παρ' αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον.
|
[00245]
|
καὶ γὰρ δῆσαι εὔκολον ὅταν καῦσαι δέῃ καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολὺν ἡνίκα ἂν τοῦτο συμφέρῃ καὶ ἑτέραν δὲ ἀνθ' ἑτέρας προσαγαγεῖν τροφὴν καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἄλλα δὲ πάντα ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι μετὰ πολλῆς προσάγουσι τῆς εὐκολίας.
|
[00972]
|
Καὶ τοῖς μὲν ἐκεῖνα θεραπεύουσι τὰ σώματα καὶ φαρμάκων ἐξεύρηται ποικιλία καὶ ὀργάνων διάφοροι κατασκευαὶ καὶ τροφαὶ τοῖς νοσοῦσι κατάλληλοι καὶ φύσις δὲ ἀέρων πολλάκις ἤρκεσε μόνη πρὸς τὴν τοῦ κάμνοντος ὑγίειαν·
|
[00979]
|
Τούτῳ καὶ κειμένην ἐγείρομεν καὶ φλεγμαίνουσαν καταστέλλομεν τὴν ψυχὴν καὶ τὰ περιττὰ περικόπτομεν καὶ τὰ λείποντα πληροῦμεν καὶ τὰ ἄλλα ἅπαντα ἐργαζόμεθα ὅσα εἰς τὴν τῆς ψυχῆς ἡμῖν ὑγίειαν συντελεῖ.
|
[01104]
|
τούτοις καὶ τὰ ἐπισκήπτοντα αὐτῇ νοσήματα ἀποκρούονται καὶ τὴν προσγινομένην διατηροῦσιν ὑγίειαν.
|
000-00-00 Serial Number=0404924512
[00372]
|
Εἰ δὲ ἀπιστεῖτε, ἐκ τῆς τοῦ σώματος ῥώσεως βλέπετε καὶ μάθετε καὶ τὴν τῆς ψυχῆς ὑγίειαν.
|
000-00-00 Serial Number=0076833546
[00030]
|
Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώματος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγενημένων ἀνατρέψειν διόρθωσιν.
|
000-00-00 Serial Number=0962168455
[00008]
|
Ἰατροὶ δὲ ἐν τῇ ἐκτομῇ τῶν οἰδαινόντων τραυμάτων τὴν δυσωδίαν ἐπιφέρουσι, γαστέρων δὲ κενώσεις καὶ χαύνων [60.772] χυμῶν ἐκχύσεις ἐκ χειρὸς δεχόμενοι οὐκ ἀναίνονται διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, καὶ διὰ τὴν οἰκείαν εὐπορίαν τὴν ἐκ τῶν θεραπευομένων αὐτοῖς ἐλπιζομένην.
|
[00040]
|
Πάντα πρᾶττε διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, τρεφόμενος τῇ ἐλπίδι τῶν σωζομένων, καὶ τῇ παρὰ Θεῷ ἐλπιζομένῃ ἀγαλλιάσει.
|
000-00-00 Serial Number=0290477693
[00124]
|
«Ὁ γὰρ ἀγωνιζόμενος, φησί, πάντα ἐγκρατεύεται», πάντα τὰ διενοχλοῦντα τὴν τῆς ψυχῆς ὑγίειαν, καὶ «Οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.».
|
[00376]
|
Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς.
|
000-00-00 Serial Number=0290108085
[00531]
|
Καὶ ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνων, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθεν ὑγίειαν.
|
[00858]
|
οὗτος διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνος τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι·
|
[00941]
|
Οὐδὲ γὰρ ἀρκεῖ εἰς ὑγίειαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τὸ φάρμακα ἐπιθεῖναι τῷ τραύματι.
|
[01307]
|
ἀλλ' ὅμως ἀνεχόμεθα, καὶ ταῖς ὕβρεσιν οὐ δακνόμεθα, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν, τοῦ ταῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν ἰδεῖν.
|
[01387]
|
Καὶ γὰρ καὶ ἰατροὶ λέγουσι μὲν καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται τὴν ὑγίειαν διατηρῆσαι αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον·
|
[01786]
|
τὸν δὲ τεμνόμενον καὶ καιόμενον, τοῦτον μάλιστα φαίημεν ἂν πρὸς ὑγίειαν ὁδεύειν, οὐ τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸ τῆς ὀδύνης ὑγίειαν.
|
[01787]
|
Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους, οὗτοι γὰρ πρὸς ὑγίειαν ἕλκονται, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ πενθεῖν καὶ ὀδύρεσθαι.
|
[02285]
|
τὰ γὰρ ἐμὰ τραύματα ὑγίειαν ἐργάζεται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε.
|
[02650]
|
Καὶ οὐ τοῦτο μόνον ἐστὶ τῷ τρυφῶντι τὸ δεινὸν, ὅτι διασπᾶται, καὶ τὴν γαστέρα τὴν ἑαυτοῦ διαῤῥήγνυσι, καὶ τὴν τοῦ σώματος καὶ τῆς ψυχῆς ὑγίειαν ὑποτέμνεται·
|
[02656]
|
τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται.
|
[02704]
|
ἀπέλαβες ἀντ' ἐκείνου τὸν πλοῦτον, τὴν ὑγίειαν, τὴν τρυφὴν, τὴν δυναστείαν, τὴν τιμὴν, καὶ οὐδέν σοι κεχρεώστηται.
|
[04038]
|
Οὐ γὰρ δὴ τῷ σώματι λυμαίνεται μόνον, ἀλλὰ καὶ αὐτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν.
|
[07087]
|
Ἐπειδὴ γὰρ εἶπε τοῦτο, οὐκ ἤνεγκεν ἐκεῖνος ἀδακρυτὶ λοιπὸν ταύτην ἀκούειν τὴν φωνὴν, ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ καὶ τὴν φιλοσοφίαν, ἢν ὁ ∆αυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν.
|
[09999]
|
Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίας καὶ συμφωνίας καὶ εἰρήνης·
|
000-00-00 Serial Number=0525042593
[00407]
|
Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν τὴν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν, τὰ δὲ ὕδατα καὶ τῶν πνευμάτων παυσαμένων ἐπὶ πολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαναγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν τὴν γαλήνην.
|
[00537]
|
Πότε μείζων ἦν, ὅτε τὴν ὑγίειαν τοῦ σώματος ἐκέκτητο ἢ εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὑτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον·
|
000-00-00 Serial Number=0556262016
[00419]
|
τὰ δὲ γράμματα τὰ σὰ τὴν ὑγίειαν ἡμῖν εὐαγγελιζόμενα τὴν σὴν, τοσοῦτον ἀπέχει τοῦτο παθεῖν, ὅτι καὶ ἐπιτείνει τότε μάλιστα ἡμῖν τὴν εὐφροσύνην, ὅταν συνεχέστερον πέμπηται.
|
[00869]
|
Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν.
|
[01377]
|
τὰ δὲ γράμματα τὰ σὰ τὴν ὑγίειαν ἡμῖν εὐαγγελιζόμενα τὴν σὴν, τοσοῦτον ἀπέχει τοῦτο παθεῖν, ὅτι καὶ ἐπιτείνει τότε μάλιστα ἡμῖν τὴν εὐφροσύνην, ὅταν συνεχέστερον πέμπηται.
|
[01827]
|
Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν.
|
000-00-00 Serial Number=0942034900
[00017]
|
Καὶ γάρ, ὅπερ ἔφθην ἐπιστείλας, τὸ σῶμα ἡμῖν εἰς ὑγίειαν καὶ πλείονα ῥῶσιν ἐπέδωκε, τοῦ τε ἀέρος καλῶς ἡμῖν κεχρημένου, τῶν τε ἀπαγόντων ἡμᾶς πᾶσαν ποιουμένων σπουδήν, ὑπὲρ ὃ βουλόμεθα, ἀναπαύειν ἡμᾶς καὶ ἔργον τοῦτο ποιουμένων.
|
[00036]
|
[4.1] Τὴν ἀρρωστίαν διαφυγὼν ἣν κατὰ τὴν ὁδὸν ὑπέμεινα, ἧς καὶ τὰ λείψανα εἰς Καισάρειαν ἐκόμισα, καὶ πρὸς ὑγίειαν ἐπανελθὼν λοιπὸν καθαράν, ἐπιστέλλω σου τῇ εὐλαβείᾳ ἀπὸ Καισαρείας αὐτῆς, ἐν ᾗ πολλῆς ἀπολαύσας θεραπείας ῥᾷον διετέθην, ἰατρῶν ἀριστῶν καὶ σφόδρα εὐδοκιμωτάτων καὶ συμπαθείᾳ καὶ φίλτρῳ μᾶλλον οὐχὶ τέχνῃ μόνῃ θεραπευόντων ἡμᾶς ἐπιτυχών, ὧν θάτερος καὶ συναπελθεῖν ἡμῖν ὑπέσχετο καὶ ἕτεροι δὲ πλείους τῶν ἐν ἀξιώμασι.
|
[00745]
|
Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν·
|
000-00-00 Serial Number=0283922791
[02033]
|
τὸν δὲ τεμνόμενον καὶ καιόμενον, τοῦτον φαίημεν ἂν πρὸς ὑγίειαν ὁδεύειν, οὐ τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸ [55.94] τῆς τομῆς ὑγίειαν·
|
[02034]
|
οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους καὶ γὰρ πρὸς ὑγίειαν ἕλκονται, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ θρηνεῖν καὶ πενθεῖν.
|
[03161]
|
Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν.
|
[04924]
|
Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν.
|
000-00-00 Serial Number=0948139489
[09999]
|
Πρὸς ὑγίειαν ἡ τομὴ βλέπει, ὑπὲρ ἀπαλλαγῆς ἐστιν ἡ καῦσις·
|
[09999]
|
∆ιὰ τοῦτο τὰ ἐπ' ὄψεσιν ἀνατρεφόμενα τῶν γονέων, ἀσθενέστερα γίνεται, τῆς φειδοῦς τῆς ἀκαίρου τε καὶ ἀμέτρου λυμαινομένης αὐτῶν τὴν ὑγίειαν.
|
000-00-00 Serial Number=0323348284
[00488]
|
Τῶν τε γὰρ ἀνίατα νοσούντων ἀναιρεθέντων, τῶν τε ἐπιμέλειαν δέξασθαι δυναμένων διορθω θέντων, εὐκαίρως καὶ τὸ λοιπὸν τῆς θεραπείας εἶδος προστίθεται, δοκίμων ἀρχόντων ἐπιστασίᾳ καὶ συμβούλων ἀγαθῶν φορᾷ, ἵνα καὶ τοῦ σώματος εἴκοντος τοῖς φαρμάκοις καὶ τῶν ἰατρῶν ἀρίστων ὄντων, πανταχόθεν πρὸς ὑγίειαν ἐπανίῃ τὰ τῆς πόλεως μέρη.
|
[00949]
|
Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν·
|
000-00-00 Serial Number=0781645238
[01984]
|
Καὶ ὥσπερ τὰ σώματα τὰ θεραπευόμενα, οὐ πρὸς ὑγίειαν μόνον, ἀλλὰ καὶ πρὸς εὐεξίαν τὴν ἀνωτάτω μετεῤῥύθμιζεν·
|
000-00-00 Serial Number=0592484355
[00707]
|
Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν καὶ καυ στῆρα ἐπιζητεῖ.
|
[00744]
|
Χάριν ὁ προφήτης ὁμολογεῖ τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν.
|
000-00-00 Serial Number=0790277064
[04271]
|
οὗτος δὲ καὶ κατέστελλε, καὶ οὐκ ἀπ [61.502] έστη, ἕως πρὸς καθαρὰν ὑγίειαν ἤγαγε·
|
[04295]
|
καὶ ἐπὶ τὴν καθαρὰν ἥξομεν ὑγίειαν ταχέως, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν·
|
[04579]
|
Βούλει καὶ ἑτέρως μαθεῖν, πῶς σὺ μὲν ξίφη γυμνῶν, καὶ φλόγα δεικνὺς τοῖς ἁμαρτάνουσιν, οὐ πολλὴν ἐργάζῃ τὴν ἰατρείαν, ἐγὼ δὲ τούτων χωρὶς πρὸς καθαρὰν ἐχειραγώγησα τὴν ὑγίειαν;
|
000-00-00 Serial Number=0743468761
[01284]
|
εἰ δὲ μὴ, κἂν ἐξ ὀλίγης ἰατρείας ἀπαλλαγέντας τοῦ νοσήματος, ἐπὶ τὴν ὑγίειαν ὑμᾶς ἐπαναγαγεῖν·
|
000-00-00 Serial Number=0931684196
[02440]
|
ἀλλ' αὐτὴν τῶν πραγμάτων τὴν φύσιν μαθόντες, καὶ συνιδόντες, ὅτι τοῦτο μᾶλλον ἐπιτηδειότερον καὶ πρὸς ψυχῆς φιλοσοφίαν, καὶ πρὸς σώματος ὑγίειαν.
|
[09638]
|
ἂν δὲ, τούτου μένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι ταχέως.
|
000-00-00 Serial Number=0161166310
[02886]
|
ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται·
|
000-00-00 Serial Number=0277834713
[01018]
|
Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίας καὶ συμφωνίας καὶ εἰρήνης·
|
000-00-00 Serial Number=0949985266
[00008]
|
ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις·
|
000-00-00 Serial Number=0554566324
[00005]
|
καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην ὀδύνην, χαίρουσι δὲ διὰ τὴν ἐξ αὐτῆς τικτομένην ὑγίειαν.
|
[00313]
|
πρὸς γὰρ ἓν τέλος βλέπει, τὴν τοῦ κάμνοντος ὑγίειαν.
|
[00751]
|
Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθονίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπραγίαν;
|
000-00-00 Serial Number=0815225005
[00196]
|
Καὶ τί δεῖ λέγειν ὑγίειαν, καὶ νόσον, καὶ πλοῦτον, καὶ πενίαν;
|
000-00-00 Serial Number=0997543395
[00317]
|
Οἱ γὰρ πεπλανημένοι ἐπέστρεφον, οἱ ἁμαρτωλοὶ μετενόουν, οἱ ἀσεβεῖς εὐσέβουν, οἱ νοσοῦντες ὑγίειαν μετελάμβανον, οἱ νεκροὶ εἰς ζωὴν ἐργαστήριον, οἱ ζῶντες εἰς θεότητος πρόσωπον.
|
000-00-00 Serial Number=0995204926
[00468]
|
Ἐγὼ μὲν γὰρ ἰατρεύω, τὴν διὰ λόγου ὑγίειαν χαριζόμενος·
|
000-00-00 Serial Number=0055870235
[00013]
|
διόπερ οὐδ' ἂν μυρία γένηται, πρὸς ὑγίειαν ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα·
|
000-00-00 Serial Number=0650424600
[00618]
|
Ἄλλοι καὶ τίκτονται καὶ αὐξάνονται καὶ πρὸς τὰς πονηρὰς ἐκβαίνουσι πράξεις καὶ πᾶσαν ἡμῶν τῆς ψυχῆς τὴν ὑγίειαν διαφθείρουσιν, ὅταν ἐν πολλῇ γενώμεθα ῥᾳθυμίᾳ.
|
000-00-00 Serial Number=0724610627
[00109]
|
Περιῆλθον οἱ ἁλιεῖς τὴν οἰκουμένην, νοσοῦσαν αὐτὴν παραλαβόντες, καὶ πρὸς ὑγίειαν ἐπανήγαγον·
|
000-00-00 Serial Number=0366005182
[00118]
|
οὐ γὰρ χρείαν ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες·
|
000-00-00 Serial Number=0537463605
[00203]
|
τοῖς μὲν ἐν ἀῤῥωστίᾳ, ἵνα πρὸς ὑγίειαν ἐπανέλθωσι, τοῖς δὲ ὑγιαίνουσιν, ἵνα μὴ πρὸς ἀῤῥωστίαν καταπέσωσιν.
|
000-00-00 Serial Number=0673662066
[00179]
|
Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνου σαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρτυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύση μα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ ψυχῇ·
|
000-00-00 Serial Number=0500845492
[00055]
|
Ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ, χωλοῖς μὲν χαριζόμενος δρόμους, παρέτοις δὲ ὑγίειαν ἐκπέμπων, ἵνα πρὸς φθόνον τοὺς ἀρχιερεῖς διεγείρῃ·
|
000-00-00 Serial Number=0749458790
[00070]
|
Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ' ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις ἐπήγαγεν.
|
000-00-00 Serial Number=0500628173
[00202]
|
Οὐδὲν γὰρ οὕτω καὶ ἡδονὴν καὶ ὑγίειαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα τῶν προκειμένων ἅπτεσθαι καὶ κόρον εἰδέναι τὴν χρείαν μόνην καὶ μὴ ὑπερβαίνειν ταύτης τὰ σκάμματα, μηδὲ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»