Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὅρους [74]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὅρους
Cooperatorum Veritatis Societas
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0207291365
[00476]
[10.1] Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτὸν ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0529718339
[00136]
∆ιὰ τοῦτο ἐπιστέλλων ἐκείνῳ, μέτρα καὶ ὅρους ἡμῖν τίθησι τῆς οἰνοποσίας, τοσοῦτον κελεύων πίνειν, ὅσον διορθοῦν ἀσθένειαν, ὅσον ὑγείαν παρέχειν τῷ σώματι, ἀλλὰ μὴ νόσον ἑτέραν.
[02819]
οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν·
[02825]
Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, θαυμάσεις τὸν οὕτω παρὰ τὴν ἀρχὴν τάξαντα τοὺς ἀκινήτους τούτους ὅρους.
[02913]
Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης αἰτία γίνεται τῷ παντί.
[03022]
Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπέ μοι, τοὺς οἰκείους ὑπερέβη ὅρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν ἅπαντα;
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0648558021
[00746]
[5.4] Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους.
[00815]
Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, οὕτω καὶ ἄνθρωπος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους καὶ μεῖζον ἐπιθεὶς τὸ φορτίον τῇ γαστρὶ κατέδυσεν αὐτοῦ τὴν διάνοιαν καὶ τῆς ψυχῆς τὴν εὐγένειαν ἐλυμήνατο.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0221177161
[00492]
ὁρᾷς τηροῦντα τοὺς ὅρους τοῦ θεοῦ;
[00494]
ἀλλ' οὐχ ὑπερβαίνει τὰ προστάγματα, ὅταν ἀνάγκη αὐτὸν κατέχῃ καὶ φόβος βιάζηται, ἵνα εἰδῇς, ὅτι, εἰ ἠδύνατο κολάσαι, ἐξ ἀρχῆς ἤθελεν, ἵνα εἰδῇς, ὅτι οὐχ ἁπλῶς αὐτῷ τοὺς ὅρους τίθησιν.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0153405190
[00080]
∆ιά τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντίζωμεν μήτε καταφρονῶμεν τῶν σκανδαλιζομένων, ὅρους τινὰς ἡμῖν καὶ κανόνας τέθεικε τοιούτους ὁ Χριστὸς, καὶ τοῦτο κἀκεῖνο ποιήσας μετὰ καιροῦ τοῦ προσήκοντος.
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0093964756
[00080]
μηδὲ τοὺς νενομισμένους ὅρους ὑπέρβαινε, ἵνα μὴ τῶν ὄντων ἁπάντων ὁμοῦ γυμνωθῇς·
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0998055100
[00186]
Καθάπερ γάρ τινας ὅρους καὶ κανόνας ἡμῖν τίθησιν ἵν' ἐξ ἐκείνων τὰ μέτρα καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν ἀναλογίαν λαμβάνωμεν, οὕτω τὸν δείλαιον ἐκεῖνον ἀπὸ τῶν ἱερῶν περιβόλων ἀπώσατο.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0295976937
[01633]
∆άκρυσον ὡς ὁ ∆εσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν καὶ κανόνας καὶ ὅρους ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ.
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0809132814
[00549]
Ὁ σῶμαπερικείμενος τῷ ἀσωμάτῳ ὡς δημίῳ ἐχρήσατο, καὶ ὅπερ ὁ κοινὸς ∆εσπότης λέγει τῷ διαβόλῳ περὶ τοῦ Ἰὼβ, παραγγέλλων οὕτως, Ἅψαι τῆς σαρκὸς αὐτοῦ, πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ, ὅρους αὐτῷ διδοὺς καὶ μέτρα τιμωριῶν, ἵνα μὴ προπετὲς ὂν τὸ θηρίον ἀναισχυντότερον ἐπιπηδήσῃ, τοῦτο καὶ ὁ Ἀπόστολος ποιεῖ·
De iis qui in jejunio continenter vivunt
Ante [Go Back]
000-00-00 Serial Number=0736401021
[00012]
τοῦ γὰρ ἡλίου τοὺς δρόμους ἐκώλυε, καὶ τῆς σελήνης τοὺς ὅρους ἐπήγνυε, καὶ τῆς ἡμέρας τὸ φάος ἐμήκυνε.
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0491888881
[01087]
Καὶ γὰρ καὶ γλῶττα καὶ ἀκοὴ καὶ ἕκαστον τῶν αἰσθητηρίων ἡμῖν μέτρα καὶ κανόνας καὶ ὅρους ἔχει κειμένους, κἂν ἐπιχειρήσῃ τούτους ὑπερβῆναι τίς ποτε τοὺς ὅρους καὶ τῆς οὔσης ἐκπίπτει δυνάμεως.
De libello repudii
Ante [Go Back]
000-00-00 Serial Number=0801047862
[00191]
καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους καὶ νόμους τιθεὶς πανταχόθεν·
De nativitate Joannis Baptistae [1]
Ante [Go Back]
000-00-00 Serial Number=0584203243
[00079]
Οὐ γὰρ φέρει παρόντος τοῦ δεσπότου κατέχεσθαι, οὐ περιμένει τοῦ τόκου τοὺς ὅρους, οὐ τὸν καιρὸν τοῦ κηρύγματος, ἀλλὰ ῥῆξαι φιλονεικεῖ καὶ τὸ τῆς γαστρὸς δεσμωτήριον, προμηνύσαι σπουδάζει τὸν δεσπότην ἐρχόμενον.
[00086]
Οὔτε γὰρ τοὺς ὅρους τοῦ τόκου ὁ βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμεινε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτον δι' ἡμᾶς μετ' αὐτὸν ὁ δεσπότης πληρώσει·
De paenitentia et in lectionem de Davide et de uxore Uriae
Ante [Go Back]
000-00-00 Serial Number=0790340126
[00072]
ὁ τοὺς τῆς ἀνεξικακίας ὅρους στεφανώσας καὶ λέγων·
De paenitentia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0442620397
[00023]
καὶ τοὺς μὲν πείθουσι μὴ ἐλεεῖν πτωχοὺς, τοὺς δὲ τοῦ γείτονος τοὺς ὅρους παρασαλεύειν·
De patientia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0861206830
[00326]
σοὶ γὰρ μέτρα καὶ ὅρους δεικνύων, ἐδάκρυσε.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0916665792
[00349]
Ῥήμασι μὲν ἑτέροις, διανοίᾳ δὲ τῇ αὐτῇ τὰ τοῦ Χριστοῦ φθεγγόμενος ἃ πρὸς τοὺς μαθητὰς ἔλεγε, τῆς τελείας ἀγάπης τοὺς ὅρους τιθείς·
[01493]
Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἡλίῳ κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον οἷον καὶ τὴν ἀνθρωπείαν ὑπερβαῖνον φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾶν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ τῶν ἀνδρῶν γένος τῶν τε γενομένων τῶν τε ἐσομένων ποτὲ πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι, καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὅρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0504134119
[02597]
Πῶς οὖν οὐκ ἄτοπον, τὰ μὲν ἄλογα ζῶα μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν, ἀνθρώπους δὲ λογικοὺς καὶ εἰκόνι Θεοῦ τετιμημένους, κἀκείνων ἀλογωτέρους γίνεσθαι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντας ὅρους;
[07679]
ἔξω ἦς τῶν πραγμάτων, καὶ ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως·
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0417693496
[01284]
Γράφων γάρ ποτε Ῥωμαίοις καὶ τὸν ἀκάθαρτόν τινων ἐκπομπεύων βίον καὶ δεικνὺς ὅτι καὶ πρὸ τῆς τιμωρίας ἐν αὐτῇ τῇ πράξει τὴν τιμωρίαν ἡ ἁμαρτία συγκεκληρωμένην ἔχει, μίξεων παρανόμων μνησθεὶς γυναικῶν τε καὶ ἀνδρῶν τῶν τοὺς ὅρους τῆς φύσεως ὑπερβαινόντων καὶ ἐπιθυμίαν τινὰ ἀλλόκοτον ἐπινοησάντων, οὕτω πώς φησιν·
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0836622298
[01821]
Ὥσπερ γὰρ ἴκτερος οὐκ ἂν γένοιτο, μὴ τῆς χολῆς διαῤῥαγείσης, καὶ τοὺς οἰκείους ὅρους ὑπερβάσης·
[07094]
∆έον οὖν σε εὐχαριστεῖν καὶ δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων, παραμυθίαν οὐ τὴν τυχοῦσαν ἐπινοήσας, σὺ δὲ ἐνυβρίζεις ἀγνωμόνως, καὶ ἀναισχυντεῖς, καὶ τοὺς κειμένους ὑπερβαίνεις ὅρους, καὶ τὴν ἑαυτοῦ καταισχύνεις
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0538515091
[05019]
ὡς οὐκ ἐνδέχεταί με, φησὶ, ἀναστρέψαι τοὺς ἐν τῇ κτίσει τεθέντας ὅρους, οὕτως οὐδὲ τὴν πρὸς Ἰουδαίους διὰ τὴν πρὸς Ἀβραὰμ ἐπαγγελίαν.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0244299114
[01052]
Ἔλαβες τοὺς ὅρους.
Homilia dicta praesente imperatore
Ante [Go Back]
000-00-00 Serial Number=0630059838
[00032]
Ἀλλ' οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερβὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου·
In Genesim sermo 3
Ante [Go Back]
000-00-00 Serial Number=0150939286
[00027]
νηστεία παρήχθη, ἣν καὶ αὐτὸς ὁ Κύριος ἐν σαρκὶ περιὼν (σιξ) ἐφύλαξεν αὐτῆς τοὺς ὅρους.
[00420]
πῶς εὔδηλος ἡμῖν ἡ δίκη γέγονε, καὶ τοὺς ὅρους αὐτῆς μέχρις αἰῶνος συντηρεῖ, καὶ τὸ τοῦ Θεοῦ ἀψευδὲς στόμα τὸ ἀποφηνάμενον αὐτῇ·
In Heliam et viduam
Ante [Go Back]
000-00-00 Serial Number=0991316080
[00069]
Ἐστρατήγει δὲ τῆς πολιορκίας ἄτοπος ἔρως, καὶ μίξεως ἐπιθυμία παρανόμου, καὶ ἡλικίας καὶ φύσεως ὅρους ὑπερβαίνουσα.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0948640287
[00846]
ἆρα ὅρους αὐτῷ τιθεὶς οὕτω φησίν;
[00849]
Οὐ γὰρ ὅρους τιθεὶς, τοῦτο εἴρηκεν.
[01403]
τό τε παροξύναι τὸν Θεὸν, τοὺς παρ' αὐτοῦ τεθέντας ὅρους ἀνατρέπειν ἐπιχειροῦντας.
In Joannem theologum
Ante [Go Back]
000-00-00 Serial Number=0578803897
[00074]
Προσήγγισε τοὺς ὅρους τῶν ἀνεφίκτων, καὶ οὐδεὶς ὁ κωλύων ἢ ἐμποδίζων τὴν τούτου ἄνοδον.
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0369404376
[01106]
Ἠκολούθει γὰρ τοῖς λεγομένοις [55.659] τὰ ἔργα, καὶ παραυτίκα Θεοῦ μὲν κελεύοντος, Μωϋσέως δὲ λέγοντος, καὶ κυνόμυια καὶ σκνῖπες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίων ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώ ποις τὴν λύμην ἐπιφέροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες.
In Romanum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0391829014
[00101]
ἐπίγνωθι τῆς σῆς ἀσθενείας τὰ μέτρα, αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους·
In centurionem
Ante [Go Back]
000-00-00 Serial Number=0829376876
[00012]
Πίστις καὶ ᾅδου πύλας ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθει κλεῖθρα, καὶ φύσεως ὅρους ἀμείβει, καὶ πυρὸς δύναμιν κατακοιμίζει καὶ φλόγα δρόσον ἀποδεικνύει, καὶ θανάτου κέντρον ἀμβλύνει.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0939767957
[05579]
Ἀνθ' οὗ γὰρ λέγεις, ∆ιὰ τί ὅρους τέθεικε;
[07009]
καὶ νόμους αὐτῷ καὶ ὅρους ἐτίθει, ὅτε τὸν πορνεύοντα παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκός·
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0526990712
[00095]
πάθος γάρ ἐστιν, ὥς φασιν ἰατρῶν παῖδες, ἐξελθὸν ἤδη τῆς φύσεως τοὺς ὅρους.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0447634459
[00577]
Καθάπερ ἐπὶ τῶν ζωγράφων ἐνετυπωσάμην, φησὶν, εἰκόνα σοι τῆς ἀρετῆς καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ τινὰ κανόνα καὶ ἀρχέτυπον καὶ ὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0326267183
[08071]
Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος.
[08079]
Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0706177115
[01438]
καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν.
[02010]
μὴ ὑπερβαίνωμεν τοὺς ὅρους καὶ τὰ μέτρα τὰ δεδομένα τῆς γνώσεως ἡμῖν.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0706523001
[01889]
Ἂν τοίνυν ἄνωθεν καὶ ἐκ πρώτης ἡλικίας ὅρους αὐτῇ πήξωμεν καλοὺς, οὐ δεησόμεθα πολλῶν μετὰ ταῦτα πόνων, ἀλλ' ἡ συνήθεια νόμος αὐτοῖς ἔσται λοιπόν.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0722758293
[04132]
Τότε γὰρ δὴ αἷμα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργαζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα εἰς τὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν ψυχὴν ἀπελαύνουσα.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0309733570
[04175]
ἵνα σοι ὑπηρετῇ πρὸς τὴν τῶν λοιπῶν μορίων διατροφὴν, οὐχ ἵνα σὺ αὐτῇ ὑπηρετῇς, οὐχ ἵνα τοὺς ὅρους ἐκβαίνῃς.
[04176]
Οὐ τοσαῦτα κακὰ ἐργάζεται ἡ θάλασσα τοὺς ὅρους ὑπερβαίνουσα, ὅσα ἡ γαστὴρ τὸ σῶμα τὸ ἡμέτερον μετὰ τῆς ψυχῆς·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0579264283
[01082]
Ὦ καὶ ἀλόγων ὑμεῖς ἀνοητότεροι, καὶ κυνῶν ἀναιδέστεροι! Οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ' ἐκείνοις, ἀλλ' ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις·
[04387]
Τοῦτο γὰρ ἡ λαμπρὰ νίκη, τὸ πλεῖον αὐτῷ παρασχεῖν ὧν βούλεται, καὶ τοὺς ὅρους τῆς πονηρᾶς ἐπιθυμίας αὐτοῦ τῇ δαψιλείᾳ τῆς οἰκείας ὑπερβῆναι μακροθυμίας.
[04733]
ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπωμεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὅρους κατεξανίσταται τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν.
In exaltationem venerandae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0866802514
[00074]
ὅρους ἁγιωσύνης ἐνέθηκε, καὶ νόμον ἁγνείας ἥρμοσε, καὶ ἄνομον πορνείαν ἐκποδὼν ἐποίησε·
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0153296709
[00158]
Ὁ τοίνυν τὰ νοήματα αὐτοῦ ἐπιστάμενος, ὁ τοσαύτην ἔχων ἐξουσίαν, ὡς καὶ ὅρους αὐτῷ τιθέναι καὶ χρόνου καὶ μέτρου·
[00162]
ὅπερ ὁ Θεὸς λέγει τῷ Ἰὼβ, Ἄπελθε, πλῆξον αὐτοῦ τὴν σάρκα, τῆς δὲ ψυχῆς αὐτοῦ μὴ ἅψῃ, καὶ ὅρους τίθησι τῷ διαβόλῳ ὁ Θεός.
[00197]
Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν, ὡς ἐπιτάττειν τῷ διαβόλῳ, καὶ ὅρους αὐτῷ τιθέναι, καὶ μέτρον τοῦ σκάμματος·
In laudem conceptionis sancti Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0533987463
[00123]
καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους τῆς φύσεως·
[00167]
Οὔτε γὰρ τοὺς ὅρους τῆς φύσεως ὁ Βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμενε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτο δι' ἡμᾶς μετ' αὐτὸν πληρώσει ὁ ∆εσπότης, βοῶν·
In natale sancti Joannis prophetae
Ante [Go Back]
000-00-00 Serial Number=0608895183
[00221]
Ὃν ἐκ μήτρας ἐν μήτρᾳ θεασάμενος ὁ Ἰωάννης, τῆς φύσεως ὅρους παραδραμεῖν ἐπεχείρησεν, Οὐκ οἶδα, λέγων, φύσεως ὁροθέτην Κύριον, οὐκ ἀναμένω κυήσεως χρόνον·
[00237]
οὐκ ἀνέχεται περιμένειν τοῦ τόκου τοὺς ὅρους, ἀλλὰ ῥῆξαι φιλονεικεῖ τὸ τῆς γαστρὸς δεσμωτήριον, καὶ προμηνῦσαι σπουδάζει τὸν Σωτῆρα ἐρχόμενον, κράζων τοῖς ἅλμασιν·
[00239]
ἦλθεν ὁ λόγῳ κατασκευάσας τὰ σύμπαντα, καὶ τί ἐγὼ περιμένω τοὺς ὅρους τῆς φύσεως;
In nativitatem Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0920732081
[00017]
[2] Ἰωάννης γὰρ ὁ μέγας τοῦ κυρίου πρόδρομος ἔτι δεδεμένος ὢν τοῖς σπαργάνοις τῆς φύσεως τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν καὶ σπεύδων κηρύξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοὺς βιάζεται τοὺς ὅρους τῆς φύσεως ἐξελθεῖν·
In ramos palmarum [3]
Ante [Go Back]
000-00-00 Serial Number=0813041210
[00050]
Πάλιν λύπης μέτρα τιθείς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς μέχρι ποῦ προβαίνειν δεῖ καὶ περαιτέρω μηκέτι.
In sanctum Barlaam martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0340154350
[00123]
οὐ γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν τιθέασιν·
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0084193349
[00173]
Οὐδὲ γὰρ ἡδονῆς λοιπὸν ἀπολαύσεται ὁ τοιοῦτος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους·
[00219]
Ἐχέτω τοίνυν καὶ ὀφθαλμὸς ὅρους καὶ κανόνας, ὥστε μὴ ἁπλῶς ἐπιπηδᾷν πᾶσι τοῖς προσπίπτουσι·
Synopsis scripturae sacrae
Ante [Go Back]
[02177]
Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»