Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὅλων [149]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὅλων


000-00-00 Serial Number=0461895525
Adversus Judaeos Ante [Go Back]  
 [00025]  Εἰ γὰρ οἱ ἐχθροὶ τῆς ἀληθείας κόρον οὐ λαμβάνουσι βλασφημοῦντες τὸν εὐεργέτην, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς εὐφημίαν τοῦ τῶν ὅλων Θεοῦ.
000-00-00 Serial Number=0700293064
Catecheses ad illuminandos Ante [Go Back]  
 [00107]  Προσήκει τοίνυν τοὺς εἰς τὸ ἴδιον τοῦτο τὸ πνευματικὸν ἀπογραψαμένους πιστεύειν εἰς τὸν τῶν ὅλων Θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πάντων αἴτιον, τὸν ἄφραστον, τὸν ἀπερινόητον, τὸν οὔτε λόγῳ οὔτε διανοίᾳ ἑρμηνευθῆναι δυνάμενον, τὸν φιλανθρωπίᾳ καὶ ἀγαθότητι τὰ πάντα συστησάμενον.
 [00193]  Ἐγώ σοι τοὺς ὁμογενεῖς ἀνθρώπους ἀλλὰ καὶ τὸν τῶν ὅλων δεσπότην εἰς ἔπαινον καὶ εὐφημίαν ἐκκαλέσομαι.
 [00596]  «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», οὕτω λοιπὸν ἅπαντα καὶ ποιεῖν καὶ πράττειν ὡσανεὶ τὸν τῶν ὅλων δημιουργὸν καὶ δεσπότην τῆς ἡμετέρας φύσεως τὸν Χριστὸν ἔνοικον ἔχοντας.
 [00637]  Τίς γὰρ ἕτερος ἔπεισεν, εἰπέ μοι, τὸν πᾶσαν τὴν ζωὴν πολλάκις καταναλώσαντα εἰς τὰς τοῦ βίου ἡδυπαθείας καὶ λίθους προσκυνοῦντα καὶ ξύλα καὶ ταῦτα θεοὺς ἡγούμενον, ἀθρόον εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀναδραμεῖν ὡς ἐκείνων μὲν ἁπάντων ὑπεριδεῖν καὶ καταγελᾶν καὶ τοὺς λίθους λίθους ὁρᾶν ὡσαύτως καὶ τὰ ξύλα ξύλα, τὸν δὲ τῶν ὅλων δημιουργὸν προσκυνεῖν καὶ τὴν εἰς αὐτὸν πίστιν τῶν ἐν τῷ παρόντι βίῳ πάντων προτιμᾶν.
 [00844]  καὶ τί λέγω λαμπρὰν στολήν, οἱ τὸν Χριστὸν αὐτὸν ἐνδεδυμένοι καὶ τὸν τῶν ὅλων δεσπότην ἔνοικον δεξάμενοι, ἀξίαν τοῦ ἐνοικοῦντος τὴν πολιτείαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε καὶ μιμηταὶ γενέσθαι σπουδάσητε τοῦ προτέρου μὲν διώκτου μετὰ δὲ ταῦτα ἀποστόλου γενομένου.
 [00859]  Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐνεπιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασιλέως.
 [01039]  Ποία γὰρ γυνὴ ἐν ἀποδημίᾳ τὸν ἄνδρα ἔχουσα καὶ δυσχεραίνουσα ἐπὶ τῷ χωρισμῷ, παραγενομένη ἐνταῦθα καὶ διὰ τῶν ἁγίων μαρτύρων τὴν ἱκεσίαν προσαγαγοῦσα τῷ τῶν ὅλων δεσπότῃ, οὐχὶ θᾶττον ἐπανήγαγε τοῦτον ἐκ τῆς μακρᾶς ἀποδημίας;
 [01092]  καὶ τοὺς ἐπὶ τῆς γῆς βαδίζοντας διὰ τῆς οἰκείας διδασκαλίας ἔπεισε μὲν ἀπαλλάττεσθαι τῶν συνδέσμων τοῦ σώματος, ἵπτασθαι δὲ καὶ παρ' αὐτὸν ἑστάναι τῇ διανοίᾳ τὸν τῶν ὅλων κύριον.
 [01127]  Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν ὅλων δεσπότην.
 [01183]  [8.5] Καθάπερ γὰρ ἐκείναις ταῖς ἀσωμάτοις δυνάμεσιν ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διὰ παντὸς ὑμνεῖν τὸν τῶν ὅλων δημιουργόν, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ θαυμάσιοι οὗτοι ἄνδρες καὶ τοῦ σώματος τὴν χρείαν παραμυθοῦνται διὰ τὸ σαρκὶ συμπεπλέχθαι, καὶ τὸν ἄλλον ἅπαντα χρόνον τοῖς ὕμνοις καὶ ταῖς εὐχαῖς προσανέχουσι, πολλὰ χαίρειν εἰπόντες ταῖς βιωτικαῖς φαντασίαις καὶ διὰ τῆς ἀρίστης αὐτῶν πολιτείας τοὺς ὑπηκόους εἰς τὴν οἰκείαν μίμησιν ἐναγαγεῖν σπουδάζουσι.
 [01257]  [8.17] Καὶ μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὰς ὑπὸ τὸν ὄρθρον εὐχὰς καὶ ἐξομολογήσεις ἐνταῦθα παραγινομένους ἀποδιδόναι τῷ τῶν ὅλων Θεῷ καὶ εὐχαριστεῖν ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παρακαλεῖν πολλῆς ἀξιωθῆναι τῆς συμμαχίας πρὸς τὴν εἰς τὸ ἑξῆς φυλακήν·
000-00-00 Serial Number=0146172225
Commentarius in Job Ante [Go Back]  
 [04031]  ἀκούωμεν δὴ μετὰ ἀκριβείας, ἐπειδὴ ὁ κοινὸς τῶν ὅλων δεσπότης φθέγγεται.
000-00-00 Serial Number=0262819409
De Lazaro Ante [Go Back]  
 [01565]  Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας·
000-00-00 Serial Number=0737523854
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00058]  Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι λόγον.
 [00068]  τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυ [51.44] τοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται.
 [00163]  Ἐπειδὴ τοίνυν πολλὰ καὶ διάφορά ἐστι πολλαχόθεν προσπίπτοντα λυπηρὰ, ἐδιδάχθημεν παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτεῖν τὴν τούτων ἀπαλλαγήν.
000-00-00 Serial Number=0276972532
De continentia Ante [Go Back]  
 [00041]  Ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεὸς ὁ ὕψιστος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἡμετέραν ἔλαβε μορφήν, ἵνα τὴν τῶν ἀγγέλων ἁγιαστίαν ἐξ οὐρανοῦ καταγάγῃ.
000-00-00 Serial Number=0455440462
De fato et providentia Ante [Go Back]  
 [00080]  Τί οὖν ἂν εἴποιμεν περὶ τῶν νῦν ἐν τῇ χάριτι, καὶ τῇ τῶν πραγμάτων ἀληθείᾳ, καὶ τῇ τοσαύτῃ γνώσει, οὐχὶ πατέρα καὶ μητέρα κακολογούντων, ἀλλ' αὐτὸν τὸν τῶν ὅλων Θεόν;
000-00-00 Serial Number=0467094779
De gloria in tribulationibus Ante [Go Back]  
 [00035]  Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤῥιζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο·
000-00-00 Serial Number=0978457510
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00221]  Οὐ γὰρ ἄνθρωπός τις, ἀλλ' αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς ταύτην μέλλει τὴν πόλιν οἰκεῖν, ἐὰν κατασκευασθῇ.
 [00228]  Μοχλὸς δὲ ἔστω τῶν θυρῶν τούτων ὁ τοῦ Κυρίου σταυρός, ὅλος δι' ὅλων ἀπὸ λίθων κατεσκευασμένος τιμίων καὶ διὰ μέσων βεβλημένος τῶν θυρῶν πλάγιος.
000-00-00 Serial Number=0242892265
De jejunio sermones 1 Ante [Go Back]  
 [00189]  Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ.
000-00-00 Serial Number=0741519153
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00966]  Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων ∆εσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ Ἰακώβ φησιν·
000-00-00 Serial Number=0307345033
De mansuetudine sermo Ante [Go Back]  
 [00030]  Ἐκεῖνος μὲν γὰρ ὡς Θεὸς καὶ τῶν ὅλων κύριος τοὺς ἁγίους ἀγγέλους ἐκπεπολεμωμένους τοῖς ἀνθρώποις εἰς φιλίαν συνεκέρασεν, ἐπιφανεὶς ἡμῖν διὰ τῆς θείας αὐτοῦ σαρκός·
 [00064]  οὐκ ἀγγέλων, οὐκ ἀρχαγγέλων, ἀλλὰ τοῦ ∆εσπότου τῶν ὅλων.
000-00-00 Serial Number=0612247765
De oratione Ante [Go Back]  
 [00092]  Ταῦτα πάντα ἐννοοῦντες, ἀδελφοὶ, τῶν τοιούτων πονηρῶν πράξεων ἀπεχώμεθα, καὶ ἐξ ὅλων τῶν ψυχῶν μετανοῆσαι μὴ βραδύνωμεν, ἵνα καὶ φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐφικώμεθα·
000-00-00 Serial Number=0127898455
De paenitentia [1] Ante [Go Back]  
 [00715]  Χριστοῦ ἐστι τοῦ ∆εσπότου τῶν ὅλων ἀπόφασις·
 [01735]  Καθ' ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν.
000-00-00 Serial Number=0977369726
De paenitentia sermo 1 Ante [Go Back]  
 [00461]  Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ ∆εσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν;
 [00466]  Αὐτὸν τὸν Κύριον καὶ ∆εσπότην τῶν ὅλων οὐκ ᾐδέσθη, ἀλλὰ καὶ ἐπ' αὐτὸν τὰς χεῖρας ἐπέβαλε, καὶ τὸν ἄπρατον ἔπρασε, καὶ τὸν πάσης δόξης καὶ τιμῆς ὑπάρχοντα ἄξιον ἠτίμασε, καὶ ᾧ κάμπτει πᾶν γόνυ, ἐῤῥάπισε, καὶ ᾧ φρίκῃ προσκυνοῦσιν οὐράνιαι στρατιαὶ, ἐνέπτυσε·
 [00489]  Οὐκ ἤκουσας τὸ γεγραμμένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγήσατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφροσύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ ∆εσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων·
000-00-00 Serial Number=0177185893
De patientia sermo 2 Ante [Go Back]  
 [00268]  ὁ δὲ προγνώστης τῶν ὅλων Θεὸς ἐξήγειρε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ ∆ανιὴλ, καὶ ἤλεγξε κεκρυμμένας γνώμας, τῶν μὲν πρεσβυτέρων τὴν ἀκολασίαν, τῆς δὲ Σωσάννης τὴν σωφροσύνην.
000-00-00 Serial Number=0520547450
De perfecta caritate Ante [Go Back]  
 [00205]  εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβῆναι, καὶ παρ' αὐτὸν ἑστάναι τὸν βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς;
000-00-00 Serial Number=0099532604
De precatione [1] Ante [Go Back]  
 [00030]  Τοιούτοις μὲν λόγοις καὶ τοιαύταις ἐλπίσιν ἐπὶ προσευχὴν παρεκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων Κύριος·
000-00-00 Serial Number=0222867668
De proditione Judae Ante [Go Back]  
 [00345]  Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἀγγέλων φίλον σε ποιήσῃ, ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ, ἐχθρὸν ὄντα σε καὶ πολέμιον, ἵνα ποιήσῃ φίλον.
000-00-00 Serial Number=0209490895
De pseudoprophetis Ante [Go Back]  
 [00573]  Ἐπανέλθωμεν δὲ πάλιν ἐπὶ τὴν πρώτην καὶ καλὴν ὁμολογίαν, εἰς ἣν ἐκλήθημεν, ἐνώπιον πολλῶν μαρτύρων, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ τοῦ κτίστου τῶν ὅλων·
 [00719]  Μέμνησθέ μου πάντοτε, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε παρὰ τῶν μακαρίων ἀνδρῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ τοῦ ∆εσπότου τῶν ὅλων.
000-00-00 Serial Number=0367235959
De sacerdotio Ante [Go Back]  
 [00996]  ∆ιὸ χρὴ καλῶς ἐξ ὅλων φράττεσθαι τῶν μερῶν·
000-00-00 Serial Number=0978656530
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00005]  καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων ∆εσπότῃ προσφέρουσαν.
 [00061]  Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον.
000-00-00 Serial Number=0577927530
De sanctis martyribus [1] Ante [Go Back]  
 [00088]  οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὰν ἀναμνησθῶμεν τῆς τῶν μαρτύρων παῤῥησίας, ἣν ἔχουσι πρὸς τὸν βασιλέα τῶν ὅλων Θεὸν, καὶ τῆς λαμπρότητος καὶ τῆς δόξης, καὶ τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρτημάτων ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐκ τῆς [50.649] ἐκείνων εὐπορίας κατιδόντες ἀλγοῦμεν καὶ ὀδυνώμεθα, καταμανθάνοντες ὅσον αὐτῶν ἀπολιμπανόμεθα·
000-00-00 Serial Number=0417016387
De sanctis martyribus [2] Ante [Go Back]  
 [00147]  καὶ βασιλικὸς ἔσται λοιπὸν οἶκος ἡ διάνοια ἡμῶν, καὶ οὐδεὶς ἄτοπος λογισμὸς ἐπιβῆναι δυνήσεται, τῆς τῶν μαρτύρων μνήμης ὥσπερ τινὸς ἀνθηρᾶς ζωγραφίας διαπαντὸς ἡμῖν ἐναποκειμένης, καὶ πολλὴν ἐναφιείσης τὴν μαρμαρυγὴν, καὶ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ συνεχῶς ἡμῖν ἐνδιαιτωμένου.
000-00-00 Serial Number=0176544249
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00064]  Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ τῶν ὅλων Θεῷ καλέσαι λοιπὸν αὐτὸν ἐκ τῆς παρούσης ζωῆς, καὶ εἰς τὸν τῶν ἀγγέλων κατατάξαι χορόν·
000-00-00 Serial Number=0505077362
De virtute animi Ante [Go Back]  
 [00005]  Τίς οὕτως ἐκ δυναστείας λαμπρὸς, ὡς ἐκ γνώμης τῷ τῶν ὅλων βασιλεῖ τιμωμένης;
000-00-00 Serial Number=0385627925
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00799]  τοῦ δὲ τῶν ὅλων Θεοῦ παροξυνομένου, χασμώμεθα καὶ ἀναπίπτομεν καὶ τρυφῶμεν·
 [01717]  Ἵνα καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι τῆς θαλάσσης κρατεῖ.
 [02403]  Εἰς δὲ τὸν οὐρανὸν ἀναβῆναι μέλλων, καὶ παρ' αὐτὸν ἑστάναι τὸν Βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς;
 [02777]  Πολλοὶ δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον πλοῦτον καὶ δυναστείαν καὶ ὅσα τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι·
 [09988]  Οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν [63.865] παρὰ τοῦ τῶν ὅλων Θεοῦ.
000-00-00 Serial Number=0083026528
Expositiones in Psalmos Ante [Go Back]  
 [03719]  Ἄλλος, ∆ι' ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ.
 [03935]  πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ.
 [05482]  Ἄλλος, ∆ι' ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ.
 [05698]  πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ.
 [07204]  Καὶ οὐκ εἶπε ποίῳ βασιλεῖ, δηλῶν ὅτι τῷ Θεῷ τῶν ὅλων.
 [07211]  Ὅθεν δῆλον ὅτι οὐ περὶ ἀνθρώπου ἔλεγεν, ἀλλὰ περὶ τοῦ τῶν ὅλων Θεοῦ·
000-00-00 Serial Number=0161179841
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02432]  Καθάπερ καλύβην κατασκευάζων, οὕτως ὤρθωσεν, οὐ κατὰ μικρὸν συντιθεὶς, ἀλλ' ἀθρόα παραγαγὼν πάντα, ὥσπερ ἀπὸ ὅλων κύβων τεσσάρων τὸ πᾶν ποιῶν.
 [05590]  Τῆς γὰρ Ἱερουσαλὴμ ἁλούσης, δείσας περὶ τῶν ὅλων ὁ Αἰγύπτιος, περὶ τὸν Εὐφράτην συμβάλλει τῷ Βαβυλωνίων βασιλεῖ, ἡνίκα καὶ ἑάλω.
000-00-00 Serial Number=0853172541
Fragmenta in Job Ante [Go Back]  
 [00257]  Πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε, τοῦ Θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος, ἐν τῷ λέγειν, ἄμεμπτος, ἄνθρωπος ἀληθινὸς, ἀσύγκριτόν τινα τὴν ἀρετὴν ἔχων, τά τε πρὸς ἀνθρώπους δίκαια φυλάττων ἀμέμπτως, τήν τε πρὸς τὸν Θεὸν εὐσέβειαν ἀκριβῶς μετιών;
 [00579]  ὅλον γὰρ αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα μώλωπα, ἵνα δι' ὅλων τῶν μελῶν στεφανίτης ἀναδειχθῇ.
 [01385]  τῆς γοῦν τοῦ Θεοῦ δυνάμεως ἐπαισθάνονται, κἂν φωνὴν λάβωσιν, ἐροῦσιν, ὅτι δημιουργός ἐστι τῶν ὅλων Θεὸς, καὶ τὴν σοφίαν ἀνέφικτος, καὶ τῶν πονηρῶν τιμωρὸς, καὶ ὅτι ὑπὸ τὴν χεῖρα αὐτοῦ πάντα ἐστὶ, καὶ ἡ ζωὴ τῶν ζώντων, καὶ ὁ θάνατος, καὶ ἑτοίμως ἔχει ποιεῖν, ὃ ἂν περὶ ἑκάστου βουλεύσηται, καὶ πάντα συνέχει καὶ διακρατεῖ, τήν τε ψυχὴν τῶν ἀλόγων, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου.
 [01391]  καὶ κοινὸν ἡμῖν τὸ καὶ δημιουργὸν εἰδέναι τὸν τῶν ὅλων Θεόν.
 [01442]  Ἂν οὕτω κραταιωθῇς πρὸς τοὺς πειρασμοὺς, ὁ μὲν διάβολος ἀποστραφήσεται εἰς τὰ ὀπίσω κατησχυμμένος, μνημονεύσει δέ σου ὁ τῶν ὅλων ∆εσπότης, καὶ ἀναψύξει μὲν ὧδε διττῶς, ἀκούσῃ δὲ μετὰ ταῦτα, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.
000-00-00 Serial Number=0685336530
Fragmenta in Proverbia Ante [Go Back]  
 [00069]  α.] Τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων·
000-00-00 Serial Number=0401918292
In Acta apostolorum Ante [Go Back]  
 [06125]  μικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόμοιραν καὶ ἀπαρχὰς λαμβάνειν;
 [09999]  οὕτω δὴ καὶ τὸν τῶν ὅλων δημιουργόν.
000-00-00 Serial Number=0800451815
In Bassum martyrem Ante [Go Back]  
 [00027]  οὕτω δὴ καὶ ὁ τῶν ὅλων ∆εσπότης, ἣν ἐν τῇ χειρὶ οἰκουμένην βαστάζει, διατινάσσει οὐχ ἵνα καταστρέψῃ, ἀλλ' ἵνα πρὸς σωτηρίαν ἐπιστρέψῃ τοὺς ἀτακτοῦντας.
000-00-00 Serial Number=0397514820
In Eliam prophetam Ante [Go Back]  
 [00008]  οὐχ ἥρμοσε παρακατέχειν προφήτας τοῖς τὸν δι' αὐτῶν προφητευθέντα σταυρώσασιν, ἀντὶ νεκρῶν οὓς παρ' ἐκείνοις ἀνέστησεν, ἀντὶ τυφλῶν οὓς παρ' αὐτοῖς ὠμμάτωσεν, ἀντὶ πεινώντων οὓς παρ' ἐκείνοις διέθρεψεν, ἀντὶ τῆς βίας, ἣν δι' αὐτοὺς ὁ τῶν ὅλων ∆εσπότης Θεὸς τῷ μακαρίῳ προσήγαγεν Ἠλίᾳ, λῦσαι τὴν κατ' αὐτῶν ἀπόφασιν τὸν προφήτην βιαζόμενος.
 [00024]  Συνείχετο τοίνυν ὁ τῶν ὅλων ∆εσπότης, καὶ τὸν προφήτην αἰδούμενος, καὶ τὸν λαὸν τῷ λιμῷ κολαζόμενον ἐλεῶν.
000-00-00 Serial Number=0915835083
In Herodem et infantes Ante [Go Back]  
 [00102]  πλοκάμους τῷ ἀέρι διέῤῥιπτον, τοὺς ὀφειλομένους κρύπτεσθαι μαστοὺς ἐδημοσίευον, τὸ στῆθος λίθοις κατήρασσον, τὰς παρειὰς ὡς δήμιοι κατέξεον, τὸν οὐρανὸν ὡς σιωπῶντα κριτὴν ἐμαρτύροντο, ἐντυχίαν ἐποιοῦντο πρὸς τὸν τῶν ὅλων κριτὴν καὶ ∆εσπότην, λέγοντες·
000-00-00 Serial Number=0369846463
In Isaiam Ante [Go Back]  
 [00032]  Καὶ Παῦλος δὲ δι' ὅλων <καὶ πασῶν> τοῦτο ἡμῖν ἐνδείκνυται τῶν ἐπιστολῶν·
 [00865]  Τί γὰρ ταπεινότερον ἀνθρώπου σωτηρίας ἐκπεπτωκότος καὶ τὸν τῶν ὅλων Θεὸν ἐσχηκότος ἐχθρὸν [καὶ] τοῖς ἀψύχοις ὑποκύπτοντος καὶ λίθους θεραπεύοντος;
 [00927]  Ἵνα γὰρ μή τις τῇ τῶν βαρβάρων ἐφόδῳ ταῦτα λογίζηται, μηδὲ τῆς ἰσχύος τῆς ἐκείνων εἶναι νομίζῃ τὸν φόβον, ἀνάγει τὸν λόγον ἐπὶ τὸν τῶν ὅλων Θεόν, λέγων ὅτι αὐτὸς τοῦ πολέμου στρατηγεῖ τούτου, καὶ παρ' ἐκείνου δύναμις † ἐν τοσούτῳ κινδύνῳ τῶν ἤδη πεπλημμελημένων †.
 [01957]  Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν λειτουργικῶν δυνάμεων ταύταις ταῖς λέξεσι κέχρηται, ὅπου γε καὶ ἐπ' αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ οὐ παρῃτήσατο ταύτην μεταχειρίσασθαι τὴν συγκατάβασιν;
000-00-00 Serial Number=0168395817
In Joannem theologum Ante [Go Back]  
 [00029]  Εἶτα ἐπανελθὼν τῆς ἐξορίας, καταλαμβάνει τὴν Ἔφεσον, κἀκεῖσε διατρίβων συντάττει τὸ Εὐαγγέλιον ὢν ἐτῶν ἑκατὸν, διαρκέσας ἕως ὅλων ἑκατὸν εἴκοσιν.
000-00-00 Serial Number=0728497267
In Kalendas Ante [Go Back]  
 [00136]  Καὶ ὅτι οὐ μάτην σε ψυχαγωγῶ ταῦτα λέγων, ἀλλὰ μεγάλη τις τοῖς οὕτω τὴν γνώμην διακειμένοις κεῖται παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀμοιβὴ, καὶ ἀρετή τις νενόμισται τὸ πρᾶγμα, τὸ τὰ τοιαῦτα ψηφίζεσθαι, περὶ τῶν οὕτω ζώντων, ἄκουσον τί φησιν ὁ προφήτης, καὶ πῶς ἐν τάξει κατορθωμάτων τίθησι τὸ τοὺς πονηρευομένους ἐξουθενεῖν, καὶ τοὺς φοβουμένους τὸν Θεὸν δοξάζειν.
000-00-00 Serial Number=0868444383
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00099]  Ταύτῃ τῇ ἀνύδρῳ ἀποφάσει τοῦ Ἠλία ὁ τῶν ὅλων Θεὸς οὐκ ἠρέσθη, πληροῖ δὲ τὴν τοῦ δούλου ἀπόφασιν.
000-00-00 Serial Number=0925348639
In Petrum et Paulum Ante [Go Back]  
 [00105]  Ὁ μετὰ παῤῥησίας ταῖς χερσὶ τοῦ ∆εσπότου τὴν ψυχὴν παραδοὺς, ὁ δουλεύσας τῷ Κυρίῳ ἀπερισπάστως, καὶ τῇ νυμφευθείσῃ αὐτῷ Ἐκκλησίᾳ μετὰ πάσης προθυμίας, ὁ φιλοδέσποτος καὶ εὐδούλευτος τῷ Κυρίῳ, ὁ ζέων τῷ Πνεύματι, ὁ πιστικὸς τοῦ ∆εσπότου τῶν ὅλων ἀπόστολος.
000-00-00 Serial Number=0511899054
In Psalmos 101-107 Ante [Go Back]  
 [00117]  ἀντὶ τοῦ, πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν.
 [00402]  Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ ∆εσπότης.
 [00446]  Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δεί κνυσι ποιητὴν ἁπάντων ὁμοῦ καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν.
 [00500]  Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ χρησάμενος μόνῳ.
 [00510]  Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νε φέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεὸν, καὶ ἐν πῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν.
 [00519]  Ἀγγέ λοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς καὶ εὐεργε τεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους.
 [00619]  Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς διηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλα στῆσαι καρπούς·
 [00832]  Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν.
 [00935]  Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη·
 [01020]  Ταῦτα δὲ ὑπέμενεν ἅπαντα, χρυσοῦ δίκην δοκιμαζόμενος, οὐχ ἵνα δὲ τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων πάντα πρὶν γενέσεως αὐτῶν·
 [01286]  Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων·
 [01297]  ἀλλ' ὅμως τὴν οὕτως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν.
 [01310]  Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, εἶπεν ὁ μα κάριος Μωϋσῆς·
 [01374]  Τού του χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐ διὰ αὐτοῦ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀποδέδωκε γῆν, ἀλλ' αὐτὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέλος, διὰ Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν.
 [01375]  Καὶ δο κεῖ μὲν αὐτῷ ταύτην τὴν τιμωρίαν ἐπιτεθεικέναι ὁ τῶν ὅλων πρύτανις·
 [01440]  Ὑμ νητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμενος σωτηρίας.
 [01498]  οὐ μὴν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐξῄτησαν.
 [01531]  ∆έον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμά των τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θεότητα ἀπὸ κτίσεως κόσμου νοεῖν, ἡμεῖς οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πε τεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
 [01575]  Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδρα μεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε.
000-00-00 Serial Number=0917958260
In Psalmum 118 Ante [Go Back]  
 [00038]  Νό μον καλεῖ τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωϋσέως δεδομένον·
 [00336]  Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκτρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖσθαι πορείαν, καὶ ἄληστον περιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην.
 [00376]  Οὐχ ἁπλῶς αἰτεῖ ποδηγὸν αὐτοῦ γενέσθαι τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον.
 [00466]  Ἐρᾷν τοίνυν ἡμᾶς τῆς ἀληθείας ὁ προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προ θυμίᾳ πολλῇ.
 [00574]  Καὶ ὁ τῶν ἁγίων δὲ χορὸς νύκτωρ ἀεὶ διανιστάμε νος καὶ προσεύχεται καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν.
 [00577]  Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα καὶ παρα θαῤῥύνουσα καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς.
 [00935]  Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ὅλων, καὶ πάντα σοι τῷ Θεῷ ὑπακούει.
 [01176]  Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω, ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο.
000-00-00 Serial Number=0890149295
In Romanum martyrem Ante [Go Back]  
 [00117]  ὁ ἐμὸς ∆εσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων ∆εσπότης, Χριστὸς οὐρανὸν οἰκεῖ, καὶ κόσμον ἡνιοχεῖ, καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, μία τούτῳ τροφὴ, τῶν πιστευόντων σωτηρία.
000-00-00 Serial Number=0339970231
In Zacchaeum publicanum Ante [Go Back]  
 [00081]  ἐξομολόγησις ἀνεπαίσχυντος ἀνεπαισχύντῳ δόξῃ Θεοῦ παρισταμένη, πίστιν ἀποπνέουσα, καὶ δικαιοσύνην ἀνθοῦσα! ἧς δικαιοσύνης καταξιώσειεν ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0078825295
In adorationem venerandae crucis Ante [Go Back]  
 [00023]  ∆ιότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιητήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα ῥέουσαν ἐκ πηγῆς ἀεννάου, ἀκάνθινον φοροῦντα τὸ πλακὲν στέφος, ὄξος πιόντα καὶ χολὴν μεμιγμένην, κλῆρον λαχόντας χερσὶ ταῖς μιαιφόνοις, ὑπηρέτας σκότους τε καὶ γνόφου φίλους ὅπως ἕκαστος τὴν προσήκουσαν λάβοι μοῖραν.
000-00-00 Serial Number=0034806490
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00066]  Τῷ δημιουργῷ τῶν ὅλων κατοικητήριον φυλαττόμενον.
000-00-00 Serial Number=0336723745
In annuntiationem deiparae Ante [Go Back]  
 [00117]  αὐτὸν ἔνδον ἔχεις ἐν τῇ κοιλίᾳ σου τὸν τῶν ὅλων δημιουργὸν Κύριον, ἐκ τῆς ἁγίας σου καὶ ἀχράντου σαρκὸς ἀπόνως οἰκοδομοῦντα τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ναόν·
000-00-00 Serial Number=0858889461
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00079]  τῶν ὅλων Θεὸς, ὁ καταξιώσας ἡμᾶς συν [52.799] αχθῆναι, καὶ τὴν σωτήριον ἐπιτελέσαι ἑορτήν·
000-00-00 Serial Number=0196139872
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00149]  Ἐπειδὴ γὰρ ἡ διάβασις ἐκείνη τοῦ μέλλοντος βαπτίσματος ἦν τύπος, ἔδει τοῦτο πρῶτον τῶν ὅλων διατυπωθῆναι, τὸ πάντας τῶν αὐτῶν ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐνταῦθα πάντες τῶν αὐτῶν ἐξίσης μετέχουσι.
000-00-00 Serial Number=0910645962
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02594]  τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ·
000-00-00 Serial Number=0275855720
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08771]  ἵνα μὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος.
 [09999]  Καὶ γὰρ βασιλεὺς τῶν ὅλων τυγχάνων, καὶ τῆς μακαρίας ἐκείνης φύσεως ὢν, ἀνθρώπους, οὓς ἐξ οὐκ ὄντων ἐποίησε, καὶ οὓς μυρία εὐηργέτησε, τούτους ὑβρίζοντας καὶ διαπτύοντας οὐκ ἀπεστράφη, ἀλλὰ καὶ ἄνθρωπος ἐγένετο δι' αὐτοὺς, καὶ συνανεστράφη πόρναις καὶ τελώναις, καὶ τοὺς δαιμονῶντας ἰάσατο, καὶ τὸν οὐρανὸν ἐπηγγείλατο.
000-00-00 Serial Number=0591542363
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03799]  ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν, οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν παρὰ τοῦ τῶν ὅλων βασιλέως.
000-00-00 Serial Number=0598034680
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00369]  αἱ δὲ Γραφαὶ πᾶσαι οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων Θεοῦ ∆εσπότου γραφεῖσαι ἐπέμφθησαν.
000-00-00 Serial Number=0155400991
In epistulam ad Romanos Ante [Go Back]  
 [00606]  Εἶτα δεικνὺς αὐτοῖς, ὅτι οὐδὲν αὐτοῖς χαρίζεται, ἀλλ' ἐπίταγμα πληροῖ δεσποτικὸν, καὶ παραπέμπων αὐτοὺς ἐπὶ τὴν τοῦ Θεοῦ τῶν ὅλων εὐχαριστίαν, φησίν·
 [05569]  εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβαίνειν, καὶ παρ' αὐτὸν ἑστάναι τὸν τῶν ὅλων βασιλέα, καὶ ἀντιλάμπειν τοῖς ἀγγέλοις, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δεῖ προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι τῇ ἡδονῇ.
 [05797]  Οὐ γὰρ δι' ἀνθρώπους οὐδὲ δι' ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων, φησὶ, βασιλέα.
 [05957]  καὶ τὸν Φινεὲς δὲ καὶ τὸν Πέτρον φόνου γραψόμεθα πάλιν, καὶ οὐ περὶ τῶν ἁγίων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὁ μὴ τηρῶν τοῦτον τὸν κανόνα, πολλὰ ἄτοπα ὑποπτεύσει.
 [06511]  Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάμενοι ἡμεῖς τε οἱ λέγοντες, ὑμεῖς τε οἱ ἀκούοντες, ἀναπέμψωμεν αὐτῷ δόξαν, ὅτι αὐτοῦ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.
 [06745]  εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός.
 [07820]  Οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ' αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ, οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα.
000-00-00 Serial Number=0440272272
In epistulam ad Titum Ante [Go Back]  
 [00559]  Πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ ∆ιὸς εἰρημένα εἰς τὸν Θεὸν τῶν ὅλων εἵλκυσεν;
000-00-00 Serial Number=0652247787
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00046]  Οὕτω λέγει ὁ Θεὸς ὁ τῶν ὅλων ∆εσπότης·
000-00-00 Serial Number=0004053175
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00092]  Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον ∆εσπότῃ·
000-00-00 Serial Number=0422941208
In illud Vidi dominum Ante [Go Back]  
 [00266]  Ἠκούσατε πρώην, ὅτε πρὸς τὴν ὑμετέραν ἀγάπην διαλεχθῆναι κατηξιώθημεν, τὸν ψαλμὸν ἐκεῖνον ἀναγινωσκόντων, ὃς τὸν ἁμαρτωλὸν τῶν ἱερῶν περιβόλων ἐκβαλών, ἀγγέλοις καὶ ταῖς ἄνω δυνάμεσιν εὐφημεῖν παρεκελεύετο τὸν τῶν ὅλων Θεόν.
000-00-00 Serial Number=0430864513
In latronem Ante [Go Back]  
 [00088]  Εἰ μὴ γὰρ ἦν οὗτος Ποιητὴς τῶν ὅλων, ὁ ἥλιος οὐκ ἂν βλέπων αὐτὸν γυμνούμενον, αἰδούμενος τὰς οἰκείας ἀκτῖνας ἀπέκρυψε, καὶ τοὺς θεομάχους ἐσκότισεν.
000-00-00 Serial Number=0550832391
In resurrectionem domini B Ante [Go Back]  
 [00002]  Πάντοτε μὲν χαίρειν πάρεστι τῇ καθ' ἡμᾶς τοῦ Χριστοῦ ἐκκλησίᾳ, πολλῷ δὲ μᾶλλον ἐν τῇ παρούσῃ τῆς ἡμέρας μυριοφώτῳ λαμπαδουχίᾳ, ὅτε καὶ αὐτὸς ὁ τῶν ὅλων δεσπότης Χριστός, ὁ τῆς δικαιοσύνης ἥλιος, ἐκ τῶν ταφιαίων νυμφικῶν θαλάμων ἀνατείλας τῇ ἀναστάσει πρὸ πάντων τὸ τῶν γυναικῶν φῦλον ἀκτινοβόλησε φήσας πρὸς αὐτάς·
000-00-00 Serial Number=0947215378
In sanctam Pelagiam Ante [Go Back]  
 [00037]  καθ' ὅλων γάρ σου κυβιστήσει τῶν ἄντρων, ὡς κολυμβήθρας ἁπαλωτέρων.
000-00-00 Serial Number=0926706553
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00058]  Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βα σιλείας παρουσίαν, ἑνὶ ὁ τῶν ὅλων ∆εσπότης καὶ Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ' αὐτοῦ βαπτισθῆ ναι.
000-00-00 Serial Number=0169812620
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00010]  Πῶς οὖν οὐ τὴν καθόλου σωτηρίαν τῶν ὅλων ἐπαγγέλ λεται τὰ ἔργα, ὧν καὶ μόνοι οἱ τύποι εἰσι σωτήριοι;
 [00014]  [3.3] Τοῦτο τὸ πάσχα, κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον ἀποστολή, Χριστοῦ περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωή, θανάτου θανατηφόρος πληγή, ἀνθρώπων ἡ ἄφθαρτος τροφή, καὶ τῶν ὅλων ἡ οὐράνιος ψυχή, οὐρανοῦ καὶ γῆς ἱερὰ τελετή, παλαιὰ καὶ καινὰ προφητεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα.
 [00124]  Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος Ἑβραίων λόγος τοῦτόν φησι τὸν καιρὸν εἶναι ἐν ᾧ ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργὸς Θεὸς τότε ἐδημιούργησε τὸ πᾶν, καὶ τοῦτο εἶναι τῆς κτίσεως τὸ πρῶτον ἄνθος, τοῦ κόσμου τὸ κάλλος, ὅτε τὸ πανδαίδαλον ἄγαλμα κατὰ νοῦν ἑαυτοῦ ὁ δημιουργὸς ἐμμελῶς εἶδε κινού μενον.
 [00125]  Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.
 [00275]  Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ.
 [00289]  Ὡς δὲ τέλος εἶχεν ὁ κοσμικὸς ἀγὼν καὶ πάντα πανταχόθεν διήθλησε νικήσας, μήτε ὡς Θεὸς ἐπαιρόμενος μήτε ὡς ἄνθρωπος νενικημένος, ἔμενεν ἐν μεθορίῳ ὅλων ἐρριζωμένος, τρόπαιον ἐπινίκιον αὐτὸς ἐν ἑαυτῷ κατὰ τοῦ ἐχθροῦ προπομπεύων καὶ θριαμβεύων.
 [00295]  [55.3] Κλονουμένων γὰρ τῶν ὅλων καὶ δονουμένων σεισμῷ τῷ φόβῳ, πάντων τε σαλευομένων, πάλιν ἀναβαίνοντος τοῦ θείου πνεύματος, τρόπον <τινὰ> ψυχούμενον καὶ ζωοποιού μενον καὶ στηριζόμενον πάλιν ἔστη τὸ πᾶν.
 [00297]  Ὦ μόνε μόνων ἀληθῶς δι' ὅλων ὅλε, ἐχέτωσάν σου τὸ πνεῦμα οὐρανοί, ὁ δὲ παράδεισος τὴν ψυχήν·
 [00325]  [62.2] Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι' ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι' ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς <δὲ> ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός.
000-00-00 Serial Number=0833255649
In synaxim archangelorum Ante [Go Back]  
 [00066]  Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν·
000-00-00 Serial Number=0852142870
In synaxim incorporalium Ante [Go Back]  
 [00110]  Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν·
000-00-00 Serial Number=0205332279
Oratio de epiphania Ante [Go Back]  
 [00113]  Ὑπὲρ δὲ τοῦ φιλοχρίστου βασιλέως αἰτήσωμεν παρὰ τοῦ τῶν ὅλων δεσπότου Χριστοῦ δέλτου μὲν αὐτῷ πολυέτους δοθῆναι ὑπατείας, λαβεῖν δὲ καὶ αὐτὸν τῇ παρ' αὐτῷ βοηθείᾳ ἐφ' υἱῷ βαπτιζομένῳ καὶ τὴν τοῦ κόσμου μετ' αὐτοῦ διοικοῦντι βασιλείαν εἰπεῖν πρὸς ἅπασαν τὴν οἰκουμένην·
000-00-00 Serial Number=0603710830
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00227]  οὗ στεφάνου καταξιώσει ὑμᾶς ὁ τῶν ὅλων ∆εσπότης εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0972234845
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00051]  Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, καὶ τὴν κτίσιν καλέσας ἑκατέραν, τὴν ἄνω, τὴν κάτω, τὴν αἰσθητήν, τὴν νοητήν, τὴν ὁρωμένην, τὴν οὐχ ὁρωμένην, τὴν ὑπὲρ τὸν οὐρανόν, τὴν ὑπὸ τὸν οὐρανόν, καὶ χορὸν ἕνα στήσας ἐξ ἑκατέρας καὶ οὕτω τὸν βασιλέα τῶν ὅλων παρακελευσάμενος ἀνυμνεῖν, οὐδαμοῦ τὸν ἁμαρτωλὸν ἐκάλεσεν, ἀλλὰ καὶ ἐνταῦθα αὐτῷ τὰς θύρας ἀπέκλεισε.
000-00-00 Serial Number=0363183796
Visio Danielis Ante [Go Back]  
 [00018]  ∆εξάμενος οὖν ὁ βασιλεὺς τὰ γράμματα παρὰ Γερμανικοῦ καὶ ἑωρακὼς τὰς παρ' αὐτοῦ φιλοτιμίας εὐ(φ)ράνθη ἄγαν, ἀνέστη δὲ καὶ αὐτὸς καὶ συνήγαγεν ἐξ ὅλων τῶν ἐθνῶν Αἰθιωπίας πλῆθος στρατιᾶς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»