Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὄρος [95]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὄρος


000-00-00 Serial Number=0454481542
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00055]  Τοιοῦτος Ἑλισσαῖος ἦν, ὃς ἐπειδὴ πάντων ἀπέστη τῶν βιωτικῶν, καὶ τῆς βασιλείας ἠράσθη τῆς ἐν τῷ οὐρανῷ, καὶ τὰ παρόντα διέπτυσεν ἅπαντα, βασιλείαν καὶ δυναστείαν καὶ δόξαν [47.414] λέγω, καὶ τὴν παρὰ πάντων τιμὴν, εἶδεν ἃ μηδεὶς ἕτερος εἶδέ ποτε, ὄρος ὁλόκληρον ἵππων πυρίνων καὶ ἁρμάτων καὶ στρατιωτῶν τοιούτων παρατάξει κρυπτόμενον.
000-00-00 Serial Number=0308350444
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00317]  Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός·
 [00616]  Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αἰσχυνθεὶς ἐπλήγη τε εὐθέως τὴν ψυχὴν καὶ κατανυγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν, εἵπετο πρὸς τὸ ὄρος αὐτῷ·
000-00-00 Serial Number=0439553797
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00358]  τί δὲ ἡλίου γένοιτ' ἂν ὡραιότερον θέαμα ἀνίσχοντος ὑπὸ τὴν ἕω καὶ μικρᾷ καιροῦ ῥοπῇ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν, πᾶν δὲ ὄρος καὶ νάπας καὶ βουνούς, πάντα δὲ τὸν οὐρανὸν ταῖς τῶν ἀκτίνων καταλάμποντος βολαῖς καὶ τῆς νυκτὸς τὸ περιβόλαιον ἀπαμφιεννύντος τῶν ὁρωμένων καὶ γυμνὰ πάντα πρὸ τῶν ὀφθαλμῶν δεικνύντος ἡμῖν;
000-00-00 Serial Number=0405013561
Ad populum Antiochenum Ante [Go Back]  
 [02617]  Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.
 [02618]  Τί ποτ' οὖν ἐστιν, Ὡς ὄρος Σιών;
 [02620]  Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ πῶς γάρ;, τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις ἰσχύν.
 [02623]  Ἤκουσας γοῦν πολλάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.
 [05970]  Καὶ καθάπερ Μωϋσῆς εἰς τὸ ὄρος ἀναβὰς, τοῦ λαοῦ προσκεκρουκότος, ἄφωνος εἱστήκει αὐτὸς, ἕως ὁ Θεὸς αὐτὸν ἐξεκαλέσατο εἰπὼν, Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον·
000-00-00 Serial Number=0118924797
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00202]  Ἐπειδὴ γὰρ εἰς τὸ ὄρος ἀνῆλθε, πολὺν ἰδὼν ὅχλον περιῤῥοῦντα αὐτὸν, μετὰ τὰς ἄλλας παραινέσεις ἔλεγεν·
 [00343]  εἶτα ἐν μέσῳ τῶν ἐλπίδων τούτων προσερχέσθω τις, καὶ διαλεγέσθω περὶ ταύτης αὐτῷ τῆς φιλοσοφίας, καὶ πειθέτω πάντων ἐκείνων καταγελάσαντα περιβαλέσθαι ἱμάτιον ἁδρὸν, καὶ τὴν πόλιν ἀφέντα πρὸς τὸ ὄρος φυγεῖν, καὶ φυτεύειν ἐκεῖ καὶ ἄρδειν καὶ ὑδροφορεῖν, καὶ τὰ ἄλλα δὴ πάντα τὰ τῶν μοναχῶν ποιεῖν, τὰ δοκοῦντα εἶναι καὶ εὐτελῆ καὶ ἐπονείδιστα·
000-00-00 Serial Number=0083819509
Commentarius in Job Ante [Go Back]  
 [02617]  [14,18a] καὶ πλὴν ὄρος πῖπτον πεσεῖται, [18b] καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς.
 [04328]  [40,20a] ἐπελθὼν δὲ εἰς ὄρος ἀκρότομον [20b] ἐποίησε χαρμοσύνην τετράποσιν ἐν τῷ ταρτάρῳ.
000-00-00 Serial Number=0056750119
De Christi precibus Ante [Go Back]  
 [00089]  Ἐρημία δὲ οὐχὶ ὄρος μόνον ἐστὶν, ἀλλὰ καὶ οἰκίσκος κραυγῆς ἀπηλλαγμένος.
 [00138]  Ἀνελθὼν εἰς τὸ ὄρος, φησὶν, ἐκάθητο, καὶ περιεστώτων πάντων ἤρξατο λέγειν·
000-00-00 Serial Number=0972614050
De Joseph et de castitate Ante [Go Back]  
 [00002]  Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέποντες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυάγητοι διαμένουσιν·
000-00-00 Serial Number=0408554971
De beato Abraham Ante [Go Back]  
 [00057]  Οὔτε τὸ ὄρος αὐτῷ ἐδήλωσεν, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὄρους εἰς πλείονα αὐτὸν ἀθυμίαν ἐνέβαλεν.
 [00094]  Καὶ ἔθηκε τὰ ξύλα ἐπὶ τοὺς ὤμους τοῦ Ἰσαὰκ, καὶ λαβὼν πῦρ καὶ μάχαιραν ἀνέβη ἐπὶ τὸ ὄρος.
000-00-00 Serial Number=0487634063
De confessione pretiosae crucis Ante [Go Back]  
 [00094]  Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ·
000-00-00 Serial Number=0277191222
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00025]  δυσμετάθετον ὄρος ὁ δαίμων·
000-00-00 Serial Number=0265636444
De non judicando proximo Ante [Go Back]  
 [00017]  καὶ μετὰ τὴν τοσούτων καὶ πλειόνων ἄλλων ἀγαθῶν παροχὴν, Μωϋσέως εἰς τὸ ὄρος ἀναδραμόντος, μοσχοποιήσαντες, τῷ λεγεῶνι τῶν δαιμόνων προσεκυνήσατε·
000-00-00 Serial Number=0916450679
De paenitentia [1] Ante [Go Back]  
 [01963]  Ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε παρὰ τοῦ Θεοῦ ἐκ μέσου τοῦ πυρός·
000-00-00 Serial Number=0053058267
De pseudoprophetis Ante [Go Back]  
 [00030]  καὶ πάλιν λέγει, Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών·
 [00112]  Μὴ κάτω μείνωμεν, ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος·
000-00-00 Serial Number=0563584626
De sacerdotio lib 7 Ante [Go Back]  
 [00054]  Ταύτης καὶ Μωσῆς κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινὰ πρὸς τὸν Θεὸν, καὶ δεξάμενος τὸν νόμον παρ' αὐτοῦ·
000-00-00 Serial Number=0708458185
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01053]  Καὶ ὁ πατριάρχης δὲ, ὁ τοῦ παιδὸς ἱερεὺς, τὸ μὲν τυραννικώτατον τῆς φύσεως ἴσχυσε καταπαλαῖσαι πάθος, καὶ παῖδα ἀνελεῖν ἐδυνήθη, καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον, καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον, καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσε, καὶ μάχαιραν ἥρπασε, καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε·
 [04286]  Ἀνέβη γὰρ, φησὶν, εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν.
 [07993]  ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲ αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι.
 [09416]  Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ·
000-00-00 Serial Number=0931979597
Epistulae Ante [Go Back]  
 [02877]  Πολλοὺς καὶ συνεχεῖς ἱδρῶτας ἵδρωσεν ὁ κύριός μου ὁ εὐλαβέστατος καὶ τιμιώτατος πρεσβύτερος Ἐλπίδιος, τοὺς τὸ ὄρος οἰκοῦντας, τὸ Ἀμανὸν λέγω, σπουδάζων ἀπαλλάξαι τῆς κατεχούσης αὐτοὺς ἀσεβείας.
 [03566]  Οὐδὲν γὰρ τούτων εἰδὼς ὁ δίκαιος ἐκεῖνος, ἀλλ' ὅτι πάντως αὐτὸν ἀναιρήσει, οὕτω καὶ ἀνήγαγεν εἰς τὸ ὄρος, καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασε, καὶ τὸ ξίφος διήλασε·
000-00-00 Serial Number=0224489093
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00396]  Καὶ ὁ πατριάρχης δὲ ὁ τοῦ παιδὸς ἱερεὺς τὸ μὲν τυραννικώτατον τῆς φύσεως καταπαλαῖσαι ἴσχυσε πάθος καὶ παῖδα ἀνελεῖν ἠδυνήθη καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον καὶ ἐπ' αὐτῷ σαλεύων μόνῳ καὶ ἐν ἐσχάτῳ γήρᾳ καὶ ἀρετῇ κομῶντα πολλῇ καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσεν, ἐπὶ τοιαύτῃ μέλλων ἀγαγεῖν πράξει, καὶ θυσιαστήριον ᾠκοδόμησε καὶ ξύλα συνέθηκε καὶ τὸ ἱερεῖον ἐπέθηκε καὶ μάχαιραν ἥρπασε καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε.
000-00-00 Serial Number=0645239413
Expositiones in Psalmos Ante [Go Back]  
 [03458]  Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον.
 [03459]  Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν.
 [05221]  Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον.
 [05222]  Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν.
000-00-00 Serial Number=0925652027
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00816]  Τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον, [64.784] Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλόν.
 [04932]  δίκαιον δὲ ὄρος καὶ ἅγιον·
 [05947]  Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον.
000-00-00 Serial Number=0143923461
Homilia de capto Eutropio Ante [Go Back]  
 [00334]  ∆ιὰ τοῦτο τὸ στεῤῥὸν αὐτῆς καὶ ἀσάλευτον δηλοῦσα ἡ Γραφὴ ὄρος αὐτὴν καλεῖ·
 [00447]  Ὅρα γὰρ τὴν Ἐκκλησίαν, ὅπερ ἔλεγον, ὅτι ποτὲ νύμφη ἐστὶ, ποτὲ θυγάτηρ ἐστὶ, ποτὲ παρθένος ἐστὶ, ποτὲ δούλη ἐστὶ, ποτὲ βασίλισσά ἐστι, ποτὲ στεῖρά ἐστι, ποτὲ ὄρος ἐστὶ, ποτὲ παράδεισός ἐστι, ποτὲ πολυτόκος ἐστὶ, ποτὲ κρίνον ἐστὶ, ποτὲ πηγή ἐστι·
 [00453]  τὸ ὄρος παρθένος οὐκ ἔστιν·
 [00505]  ἀνέβη εἰς τὸ ὄρος, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς τὸ φῶς, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡσεὶ χιών.
000-00-00 Serial Number=0248081326
In Isaiam Ante [Go Back]  
 [00586]  Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου.
 [00600]  ∆ιὰ δὴ τοῦτο ὄρος ἐκάλεσεν.
 [00659]  ∆εῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ.
 [00665]  Εἰ δὲ ἐπιμένει τῇ μεταφορᾷ ὁ προφήτης, ὄρος καλῶν καὶ οἶκον τοῦ Θεοῦ Ἰακώβ, μὴ θαυμάσῃς.
 [00912]  Καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν.
 [02588]  Πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται.
000-00-00 Serial Number=0846191227
In Joannem Ante [Go Back]  
 [05611]  Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ἡσαΐας φησί·
000-00-00 Serial Number=0757611036
In Psalmos 101-107 Ante [Go Back]  
 [00552]  Τὸ δὲ, Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα ἀντὶ τοῦ, ὡς ὄρος ἕστηκε·
 [00801]  [55.653] τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον.
000-00-00 Serial Number=0593603075
In Samaritanam Ante [Go Back]  
 [00250]  Καὶ πάλιν, εἰ ἠθέλησεν αὐτῇ συγκαταβῆναι, καὶ εἰπεῖν, ὅτι Τοῦτό ἐστι τὸ ὄρος, καὶ καλῶς προσκυνεῖτε, πάλιν ψευ δὲς τὸ ῥῆμα προεβάλλετο.
000-00-00 Serial Number=0312372565
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01755]  ἀλλ' ἀνάβηθι μόνος εἰς τὸ ὄρος, ἔνθα ἐκεῖνος ἀνέβη, ἔνθα ἀναβῆναι θέμις οὐδένα ἕτερον.
 [05457]  ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι.
000-00-00 Serial Number=0663327277
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09990]  Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆ-σαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)·
 [09993]  Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μετα-στῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προ-κείμενον.
000-00-00 Serial Number=0526173592
In epistulam ad Ephesios Ante [Go Back]  
 [02579]  Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει τότε, ἵππων πυρίνων, καὶ ἁρμάτων τοιούτων ἐμπεπλησμένον.
000-00-00 Serial Number=0878003299
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01681]  Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶ, φησὶν, ἐν τῇ Ἀραβίᾳ.
 [01683]  τὸ δὲ Σινᾶ ὄρος οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ.
 [01686]  Τὸ γὰρ ὄρος ἐκεῖνο, ἔνθα ἡ Παλαιὰ ∆ιαθήκη ἐδόθη, ὁμώνυμον ὂν τῇ δούλῃ παραλαμβάνει καὶ τὴν Ἱερουσαλήμ·
000-00-00 Serial Number=0938908219
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09108]  ἦν δὲ πάλιν φοβερὰ καὶ ταῦτα τὰ κατὰ τὸ Σινᾶ ὄρος γεγενημένα, τὸ πῦρ, τὸ σκότος, ὁ γνόφος, ἡ θύελλα.
000-00-00 Serial Number=0594511330
In epistulam ad Romanos Ante [Go Back]  
 [07912]  Καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο πρῶτον, καὶ ταῦτα κατέβαλε τὰ θεμέλια, οὕτω λέγων·
000-00-00 Serial Number=0550248384
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00057]  ἐπειδὰν δὲ ἔλθῃ πρὸς τόπον τινὰ τραχύτατον ἢ προσάντη καὶ δύσβατον, ἔνθα ἐστὶν ὄρος οὐρανόμηκες, σταθεὶς καὶ τὸν κάματον τοῦ ἀναφόρου ἀναλογισάμενος, ἠρέμα βαδίζειν ἄρχεται, ἵνα μὴ ταχεῖον ἀποκρίσῃ·
000-00-00 Serial Number=0602898061
In illud Dominus regnavit Ante [Go Back]  
 [00044]  Εἰ δὲ θέλεις τρανότερον ἰδεῖν τὴν νεφέλην αὐτὴν, ἀνάβηθι εἰς τὸ ὄρος μετὰ Χριστοῦ καὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ ὄψῃ ἐκεῖ τὴν νεφέλην φωτεινὴν ἐπισκιάζουσαν καὶ φωνὴν ἐκ τῆς νεφέλης ἐξερχομένην καὶ λέγουσαν·
000-00-00 Serial Number=0622866511
In illud Exiit edictum Ante [Go Back]  
 [00103]  ὁ δὲ λίθος ἐπάταξε τὴν εἰκόνα, καὶ ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην.
 [00105]  Ἐκεῖνος μὲν ὁ λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην.
 [00142]  καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.
000-00-00 Serial Number=0216708720
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00247]  Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ τὴν καινὴν ἔμελλε διδόναι διαθήκην, φησίν·
000-00-00 Serial Number=0911439419
In illud In faciem ei restiti Ante [Go Back]  
 [00152]  Πάλιν ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη·
000-00-00 Serial Number=0085975349
In illud Memor fui dei Ante [Go Back]  
 [00376]  Τοῦτο δὲ ὅλον γέγονε πληροῦν τῆς προφητείας τὸ αἴνιγμα, Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος·
 [00388]  ἐπὶ τοῦ Ἀβραὰμ εἰς τὴν σκηνὴν παρεγένετο, ἐπὶ τοῦ Ἰακὼβ ἐν τῇ κλίμακι, ἐπὶ τοῦ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους ὡμίλησεν, ἐπὶ τοῦ Μωϋσέως εἰς τὸ ὄρος Σινᾶ, ἐπὶ Ἰησοῦ εἰς Ἱεριχὼ, ἐπὶἨλία εἰς τὸ σπήλαιον.
000-00-00 Serial Number=0723683476
In illud Messis quidem multa Ante [Go Back]  
 [00125]  Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·
 [00131]  Ὥσπερ γὰρ τὸ ὄρος οὐκ ἂν ἐνέγκῃ καρ πὸν, οὕτως οὐδὲ ἀπόνοια·
 [00133]  Τὸ μὲν γὰρ ὄρος οὐκ ἂν ἐνέγκῃ καρπὸν, ἡ δὲ ἀπόνοια οὐ μόνον οὐ δίδωσί τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα καταμαραίνει καὶ τὸν βλαστήσαντα ξηραίνει·
 [00140]  Ἵνα δὲ καὶ ἀπ' αὐτῶν ἴδητε τῶν πραγ μάτων, καὶ ἐπὶ ὡρισμένων προσώπων μάθητε ποῦ ὄρος καὶ βουνὸν ἐταπείνωσεν ὁ Χριστὸς, εἰσαγέτω πάλιν ἡμῖν τὸν Παῦλον ὁ λόγος.
 [00173]  Εἶδες τὸ ὄρος ἰσόπεδον γενόμενον, καὶ τὸν βου νὸν ταπεινωθέντα, καὶ τὸν θερισμὸν ἀπαρτισθέντα, καὶ τὸν ἄμητον παρεσκευασμένον, καὶ τὸν καρπὸν ὥριμον συναγόμενον, καὶ τὸν Παῦλον οὐδὲν καμόντα οὐδὲ ταλαι πωρηθέντα, ἀλλὰ ῥήματι ψιλῷ σαγηνεύσαντα τὸν ἀνθ ύπατον;
 [00180]  ἐκεῖνος ἡμερωτέραν τὴν πρόσοδον ἐποίησε, καὶ βάρβα ρον φιλοσοφεῖν παρεσκεύασε, καὶ τὸ ὄρος ἐταπείνωσε, καὶ τὸν ἀγνῶτα γνωρίμου παντὸς οἰκειότερον κατέστησε.
000-00-00 Serial Number=0514111340
In illud Vidi dominum Ante [Go Back]  
 [00791]  οὐχ εἱστήκει καθάπερ ὄρος μὴ σαλευομένη;
000-00-00 Serial Number=0469671011
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00008]  ὦ Ἰωάννη, ὡς πρύτανις ὑψηλὸς ἐπὶ τόδε τὸ ἱερὸν ὄρος προλάμπεις, οὐ χρήματα τοῖς πολίταις σου δωρούμενος, ἀλλ' ἴαμα τοῖς αἰτοῦσί σε χαριζόμενος·
000-00-00 Serial Number=0309962213
In mediam pentecosten Ante [Go Back]  
 [00004]  Ἀνῆλθεν εἰς ὄρος μετὰ τῶν μαθητῶν, καὶ τὰ τῶν μακαρισμῶν τοῖς ἀκροωμένοις προβάλλεται ῥεῖθρα·
000-00-00 Serial Number=0605677962
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00033]  ἐκ δρόσου πῦρ λατομεῖται καὶ ἐξ ὕλης φλὸξ ἐξάπτεται, ἡ βάτος φλόγα ἐνδύεται καὶ τὸ ὄρος μείωσιν οὐκ ἐπιδέχεται·
000-00-00 Serial Number=0456262648
In resurrectionem domini [3] Ante [Go Back]  
 [00094]  Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.
000-00-00 Serial Number=0128812790
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00013]  Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, τὸν Χριστὸν ἐξ ὄρους κατερχόμενον, [64.18] καὶ πάλιν εἰς ὄρος ἀναβαίνοντα, περῶντα λίμνην, διαπλέοντα θάλασσαν, ἀγροῖς ἐπιδημοῦντα καὶ πόλεσι καὶ κώμαις, μετὰ τῆς κάτω πορείας μέμνησο καὶ τῆς ἄνω·
 [00017]  ὡς σὰρξ εἰς ὄρος ἀναβαίνει, ὡς Λόγος ἐπάνω τῶν Χερουβὶμ καθέζεται·
000-00-00 Serial Number=0125749767
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00541]  Καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη εἰς ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν.
 [00553]  Εἶδεν ὄρος λέγειν καὶ γυναῖκας, ὡς ὅταν λέγῃ·
 [00562]  Ποτὲ μὲν οὖν ὄρος ὁ λίθος, ποτὲ δὲ ἀκρογωνιαῖος, ποτὲ δὲ θεμέλιος, ἵνα μάθῃς ὅτι τὰ πάντα πληροῖ.
 [00563]  ∆ιὰ τοῦτο ὄρος, ὅτι τὰ πάντα συνέχει·
000-00-00 Serial Number=0028676629
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00184]  Ὡς δὲ ἐνεπρήσθη ἡ Σοδομηνὴ, καὶ ἀπῆλθεν εἰς τὸ ὄρος Λὼτ, καὶ συνέλαβον ἐξ αὐτοῦ αἱ θυγατέρες αὐτοῦ, καὶ ἡ μὲν πρεσβυτέρα ἔτεκε τὸν Μωὰβ, ἡ δὲ νεωτέρα τὸν Ἀμμών·
 [00637]  Ὡς δὲ ἦλθον εἰς Ὢρ τὸ ὄρος, κελεύσαντος τοῦ Θεοῦ, λαβὼν Μωϋσῆς τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, ἀνήγαγεν εἰς τὸ ὄρος·
 [00715]  Καὶ κελεύει ἐπ' ὄρος Γαριζὶν δοῦναι τὴν εὐλογίαν, καὶ τὴν κατάραν ἐπ' ὄρος Γεβάλ·
 [00772]  Κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, ὃ καὶ Ναβαὶ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν ἐπαγγελίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»