Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὀρέων [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὀρέων


000-00-00 Serial Number=0471209943
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00592]  Καὶ πάντα ῥίψας πάλιν ἐκεῖνα, ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγορὰν καὶ ἵππῳ ὀχούμενος καὶ ἀκολούθους ἔχων πολλούς, οὕτω περιῄει τὴν πόλιν πᾶσαν.
000-00-00 Serial Number=0528673053
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00533]  Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ καὶ ἀνένεγκε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.».
000-00-00 Serial Number=0967062533
Ad populum Antiochenum Ante [Go Back]  
 [00055]  Εἰ μὲν γὰρ εἷς ἐκείνων ἦν τῶν εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀνακεχωρηκότων, καὶ τῶν ἐπὶ τῆς ἐρημίας καλύβην πηξαμένων, καὶ τῶν ἀπράγμονα τοῦτον ἀνῃρημένων βίον, οὐκ ἦν οὕτως ἄπορον τὸ ζητούμενον·
 [02138]  Καὶ ὅτι οὐ ψευδὴς ὁ λόγος ὁ ἡμέτερος, ἀνάβηθι πρὸς τὰς κορυφὰς τῶν ὀρέων, καὶ κατάμαθε τοὺς ἐκεῖ μοναχοὺς, τοὺς ἐν σάκκῳ, τοὺς ἐν δεσμοῖς, τοὺς ἐν νηστείαις, τοὺς ἐν σκότῳ κατακεκλεισμένους, καὶ ὄψει πάντας αὐτοὺς τῆς τελευτῆς ἐπιθυμοῦντας, καὶ ἀνάπαυσιν τὸ πρᾶγμα καλοῦντας.
 [02202]  ἐὰν ταύτας μὴ φύγωμεν, κἂν εἰς αὐτὴν τῶν ὀρέων τὴν κορυφὴν ἀναβῶμεν, πολεμίους ἐκεῖ εὑρήσομεν μυρίους.
 [05224]  Οὕτως ἦσθα, εἰπέ μοι, ὅτε στρατιωτῶν προσεδόκησας ἔφοδον, ὅτε καθ' ἑκάστην ἤλπιζες τὴν ἡμέραν ἀποθανεῖσθαι, ὅτε εἰς τὰς ἐρήμους ἔφευγες, καὶ τὰς κορυφὰς τῶν ὀρέων ἔτρεχες;
000-00-00 Serial Number=0257057667
Commentarius in Job Ante [Go Back]  
 [01593]  [5,6a] οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, [6b] οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος.
 [02158]  ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
 [03202]  [24,8a] ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται [8b] καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο.
000-00-00 Serial Number=0259081542
Contra Anomoeos Ante [Go Back]  
 [00052]  Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0574482083
De Lazaro Ante [Go Back]  
 [00846]  οὐκ ἔστιν ἐμὸν Γραφὰς ἀναγινώσκειν, ἀλλ' ἐκείνων τῶν ἀποταξαμένων, τῶν τὰς κορυφὰς τῶν ὀρέων κατειληφότων, τῶν τοῦτον τὸν βίον ἐχόντων διηνεκῶς.
 [01807]  Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνάγαγε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι.
 [02279]  Ὅτε καὶ ἐξεκλύσθη ἡ γῆ, ὅτε ἀνῃρέθησαν οἱ τὰ κακὰ ἐργασάμενοι, ὅτε ἐλώφησεν ὁ χειμὼν, ἐφάνησαν αἱ κορυφαὶ τῶν ὀρέων, ἐκάθισεν ἡ κιβωτὸς, ἔπεμψε τὴν περιστερὰν ὁ Νῶε.
000-00-00 Serial Number=0851363957
De beato Abraham Ante [Go Back]  
 [00056]  Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
 [00086]  Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω·
000-00-00 Serial Number=0788967848
De gloria in tribulationibus Ante [Go Back]  
 [00177]  τὰ δὲ ἐν κορυφαῖς ὀρέων ὑψηλοτέροις ἑστῶτα, καὶ πολλοῖς καὶ μεγάλοις ῥιπιζόμενα τοῖς ἀνέμοις, καὶ ἀνωμαλίαν ἀέρων συνεχῆ φέροντα, καὶ χαλεπωτάτῃ ζάλῃ κλονούμενα, καὶ χιόνι πολλῇ βαλλόμενα, σιδήρου παντὸς ἰσχυρότερα μᾶλλον καθέστηκε·
000-00-00 Serial Number=0358907640
De incomprehensibili dei natura Ante [Go Back]  
 [00407]  «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται ...
000-00-00 Serial Number=0438333869
De paenitentia [1] Ante [Go Back]  
 [01129]  Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ, καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου παντὸς ἔλαβον.
 [01916]  Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγὰς, ποταμοὺς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους·
000-00-00 Serial Number=0019818366
De pharisaeo Ante [Go Back]  
 [00023]  ἐάσας ἐπὶ τῶν ὀρέων τὰ ἐνενήκοντα ἐννέα πρόβατα, ἔρχεται ἐπὶ τὸ ἀπολωλός·
000-00-00 Serial Number=0253575325
De sacerdotio lib 7 Ante [Go Back]  
 [00012]  λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἡσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι Ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν ἄνθρωποι εἰς δοξολογίαν·
000-00-00 Serial Number=0305173099
De sancta pentecoste Ante [Go Back]  
 [00094]  Καθάπερ γὰρ ἡλίου φανέντος ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λῃσταὶ καὶ τυμβωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν·
000-00-00 Serial Number=0829273820
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00959]  Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου [63.596] παντὸς ἔλαβον.
 [06528]  Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν μὲν ὑπὸ δαίμονος ἐνεργῆταί σου ὁ υἱὸς, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης·
 [07773]  ἀλλ' ἀκούσας, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι.
000-00-00 Serial Number=0407789528
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00956]  Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ δύναμις τῶν ὀρέων·
 [05725]  Βούλεται γὰρ εἰπεῖν, ὅτι ὡς ὁ Θαβώρ ἐστι μεταξὺ τῶν ὀρέων, καὶ ὁ Κάρμηλος περιέχεται ὑπὸ θαλάσσης, οὕτω καὶ ὑμεῖς περισχησθήσετε ἴσ.
000-00-00 Serial Number=0657288790
Fragmenta in Job Ante [Go Back]  
 [00094]  Ἀπὸ τῶν ὀρέων οὐ φάγεται·
 [01091]  [Ὁ δὲ Σύμμαχος, Οὐ γὰρ ἐξελεύσεται ἀπὸ κόνεως ὀδύνη.] «Οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
 [01103]  Καὶ κατὰ τοῦτο, τῶν ἐκ γῆς καὶ ὀρέων φυομένων, ἡ ἡμετέρα φύσις ἐλαττοῦται, ἔχουσα τὸ ὀδυνηρὸν ἐν τῇ γενέσει καὶ αὐξήσει.
000-00-00 Serial Number=0641151845
In Isaiam Ante [Go Back]  
 [00617]  [2.3] Καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων.
000-00-00 Serial Number=0429980159
In Psalmos 101-107 Ante [Go Back]  
 [00548]  Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα.
 [00552]  Τὸ δὲ, Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα ἀντὶ τοῦ, ὡς ὄρος ἕστηκε·
 [00554]  Νεφέλας οἶμαι δηλοῦν αὐτὸν τὰς ὑπὲρ τῆς κορυφῆς τῶν ὀρέων.
 [00574]  ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα.
 [00798]  ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
000-00-00 Serial Number=0029742777
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00562]  ἐπειδὴ, Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέ μειν, διότι ἅπτεται τῶν ὀρέων, καὶ καπνίζονται.
000-00-00 Serial Number=0769212246
In Samaritanam Ante [Go Back]  
 [00097]  ἀνένεγκέ μοι Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ, εἰς ὁλοκάρ πωσιν ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἄν σοι δείξω.
000-00-00 Serial Number=0622031868
In epistulam ad Ephesios Ante [Go Back]  
 [01590]  Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, καὶ ὁπωσδήποτε παῤῥησίαν ἔχοντες, τὰς κορυφὰς τῶν ὀρέων κατειλήφασι, καὶ ἐκ μέσου [62.48] γεγόνασιν, ὥσπερ πολεμίου καὶ ἀλλοτρίου, ἀλλ' οὐχὶ οἰκείου σώματος ἀποσπώμενοι·
000-00-00 Serial Number=0787388921
In filium viduae Ante [Go Back]  
 [00124]  Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο τῆς σοροῦ, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
000-00-00 Serial Number=0307370007
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00208]  Οὐχ ὁρᾷς τοὺς μοναχοὺς τοὺς τὸν μονήρη βίον ἐπιθυμοῦντας καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀναχωροῦντας, ὅσην ὑπομένουσι σκληραγωγίαν;
000-00-00 Serial Number=0136770010
In illud Memor fui dei Ante [Go Back]  
 [00355]  Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
000-00-00 Serial Number=0168040216
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00204]  Ἐννόησον γὰρ ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ Θεὸς, ὁ ἄῤῥητος, ὁ ἄφθαρτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζων αὐτὰ, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων·
000-00-00 Serial Number=0453318954
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00349]  Οὐ γὰρ δὴ ἐν σκοτίᾳ, οὐδὲ εἰς τὸ οὖς διελέγετο αὐτοῖς, ἀλλ' ἐφ' ὑψηλῶν τῶν ὀρέων, καὶ ἐν ταῖς συναγωγαῖς πολλάκις.
000-00-00 Serial Number=0647714674
In illud Vidua eligatur Ante [Go Back]  
 [00289]  Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης·
000-00-00 Serial Number=0351331711
In infirmos Ante [Go Back]  
 [00022]  ἐξορκίζω ὑμᾶς τὰς οβʹ ἀσθενείας, ἃς ἔχει ὁ ἄνθρωπος, ἀναχωρεῖν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν, μὴ ἀπὸ οὐρανοῦ κατῆλθεν ἡ ἀσθένεια ἢ ἀπὸ ἀστέρων ἢ ἀπὸ ἡλίου ἢ σελήνης, μὴ ἀπὸ ζώφου νεφέλης, μὴ ἀπὸ κρυεροῦ ἀέρος, μὴ ἀπὸ βροντῆς ἢ ἀπὸ ἀστραπῆς κατῆλθε, μὴ ἀπὸ σεισμοῦ ἢ κτύπου καὶ συμπτωμάτων, μὴ ἀπὸ ὀρέων κοιλάδων ἢ φάραγξ ἢ πλαγίων, μὴ ἀπὸ βουνοῦ ἢ κάμπου ἢ πεδίων, μὴ ἀπὸ λίθου ἢ ὕδατος ἢ πηγῆς ἢ ὁδοῦ ἢ ποταμοῦ ἢ χώρας ἢ ἀγροῦ ἢ περιβολίου, μὴ ἐν κήπῳ ἢ ἐν παραδείσῳ, μὴ ἐν διόδοι(ς) ἢ ἐν τριόδοι(ς), μὴ ἐν εἰσόδοις ἢ ἐν ἐξόδοις, μὴ ἐν αὐλῇ λουτροῦ ἢ φούρνου ἢ τρωχάλου, μὴ ἐν θύρᾳ ἢ ἐν θυρίδι ἢ ἀνωγέων ἢ κατωγέων ἢ αὐλῆς ἢ ἁλωνίου, καὶ ἦλθες πειρᾶσαι τὴν δούλην τοῦ θεοῦ.
 [00023]  μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περιεποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων [326] αἰσχρῶν ὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμφορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτικὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φασματικὸν ἢ καλὶς τῶν ὀρέων, μὴ ὀνοσκελιακὸν ἢ νεραΐδων, μὴ τῶν ἐν ζώφῳ ἀέρων πετωμένων καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ.
000-00-00 Serial Number=0067568004
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00117]  ἐκεῖνον γὰρ ἐν κοιλίᾳ φέρει τὸν κορυφὰς ὀρέων συγκαίοντα ἐν ὀργῇ καὶ φλόγα στολίζοντα τὰς ἀσωμάτους δυνάμεις·
000-00-00 Serial Number=0375096917
Quales ducendae sint uxores Ante [Go Back]  
 [00007]  Λέγεταί τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ' ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι συνέβη, δι' ἐκείνων τῶν ὀρέων ὁ ποταμὸς ῥέων καὶ τὴν χρυσῖτιν παρασύρων γῆν, θησαυρὸς τοῖς παροικοῦσι γίνεται, ἐσχεδιασμένον παρέχων τὸν πλοῦτον.
 [00008]  Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην τὸν ποταμὸν, ὥσπερ διὰ μεταλλικῶν ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις κομίζων ψυχαῖς.
000-00-00 Serial Number=0271296799
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00131]  Ὤφθησαν δὲ αἱ κορυφαὶ τῶν ὀρέων πρώτῃ τοῦ δεκάτου μηνός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»