Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱδρώτων [102]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱδρώτων


000-00-00 Serial Number=0862405002
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00132]  Καίτοι γε ἐνῆν καὶ χωρὶς διωγμῶν καὶ θλίψεων καὶ πόνων καὶ ἱδρώτων κατορθωθῆναι τὸ κήρυγμα, ἀλλ' ὅμως οὐκ ἠθέλησεν ὁ Χριστὸς τῶν κηρυττόντων φειδόμενος.
 [00627]  Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος.
 [00793]  Πρὸς δὲ τούτῳ κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι ὁ μὲν τῶν ἐπάθλων καὶ τῶν στεφάνων καιρὸς ὁ μέλλων ἐστὶν αἰὼν, τῶν δὲ παλαισμάτων καὶ τῶν ἱδρώτων ὁ παρών.
 [00821]  Ὅπου γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδεὶς ἱδρώτων χωρὶς στέφανον ἀνεδήσατο καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔχων κοινωνοῦντας τοὺς ἀνταγωνιστὰς, ἔνθα πονηραὶ δυνάμεις ἡμῖν ἀνταίρουσι, πῶς ἔνι θλίψεως καὶ στενοχωρίας ἐκτὸς περιγενέσθαι τῆς μανίας ἐκείνων;
 [01146]  Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξὶν, ὅταν ἀφαιρῆται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν;
000-00-00 Serial Number=0200546861
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00183]  νυνὶ δὲ καὶ ἄκοντας ἡμᾶς τῶν ἱδρώτων ἀνίησιν.
000-00-00 Serial Number=0165064156
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00067]  οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν·
000-00-00 Serial Number=0772183657
Ad illuminandos catecheses Ante [Go Back]  
 [00111]  Τί τούτου γένοιτ' ἂν παραδοξότερον, ὅταν πόνων καὶ ἱδρώτων χωρὶς καὶ κατορθωμάτων δικαιοσύνη τικτομένη ᾖ;
 [00112]  τοιαύτη γὰρ τῆς θείας δωρεᾶς ἡ φιλανθρωπία χωρὶς [49.227] ἱδρώτων ποιεῖ δικαίους.
000-00-00 Serial Number=0136310995
Ad populum Antiochenum Ante [Go Back]  
 [02940]  Οὐ γὰρ οὕτω τὸ τῶν πόνων ἡμᾶς ἀπαλλαγῆναι καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐφραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμπροῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου.
 [05487]  οὕτως οὐδὲ ἡμῖν ἔσται τι κέρδος ἀπὸ τῶν πολλῶν πόνων καὶ ἱδρώτων τῶν περὶ τὴν νηστείαν, ἐὰν μὴ μετὰ καθαροῦ συνειδότος δυνηθῶμεν τῆς ἱερᾶς ἀπολαῦσαι τραπέζης.
 [06097]  ἐννόησον, ὅτι εἰ καί τί σοι ἡμάρτηται, πάντα ἀπονίψασθαι δυνήσῃ τὰ πλημμελήματα διὰ τῆς ψήφου καὶ τῆς γνώμης ταύτης, χωρὶς πόνων, χωρὶς ἱδρώτων.
000-00-00 Serial Number=0424971461
Adversus Judaeos Ante [Go Back]  
 [02571]  Οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ ἦλθε πρὸς αὐτὸν εὐθέως, καὶ διελέχθη, καὶ παρεμυθήσατο, καὶ πάλιν ἕτερον ἐπέθηκε φάρμακον, τὸ τῶν πόνων καὶ τῶν ἱδρώτων, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τὴν φύσιν τὴν πεσοῦσαν ἀνέστησε, καὶ ἀπήλλαξε τοῦ θανάτου, καὶ πρὸς τὸν οὐρανὸν ἐχειραγώγησε, καὶ μείζονα τῶν ἀπολωλότων ἔδωκεν ἀγαθὰ, διὰ τῶν ἔργων αὐτῶν τὸν διάβολον διδάξας, ὅτι οὐδὲν αὐτῷ πλέον ἐγένετο ἐκ τῆς ἐπιβουλῆς ταύτης·
000-00-00 Serial Number=0603362620
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00580]  ὥστε τοῦτο ἀπαλλαγὴ πόνων ἐστὶ, καὶ οὐ τιμωρία, ἀλλ' ἱδρώτων λύσις καὶ ἀνάπαυλα.
000-00-00 Serial Number=0372571468
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00140]  [5] Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ' ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ' ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν·
000-00-00 Serial Number=0839297950
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00082]  Εἰ τοίνυν τῆς ῥεύσεως ἔννοιαν φυγὼν, τὸν Πατέρα Πατέρα εἰπεῖν παραιτεῖς, μήτε δημιουργὸν αὐτὸν εἴπῃς, ἵνα μὴ πόνων καὶ ἱδρώτων ὑπόνοιαν ἐπιῤῥίψῃς.
000-00-00 Serial Number=0053559422
De Davide et Saule Ante [Go Back]  
 [00649]  καὶ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν, χωρὶς ἱδρώτων, καὶ πόνων, καὶ χρόνου μακροῦ.
000-00-00 Serial Number=0754952252
De Lazaro Ante [Go Back]  
 [01221]  Καὶ ἁπλῶς πᾶσα [48.1005] ἀνάγκη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων·
 [01660]  Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή.
 [02165]  Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον.
000-00-00 Serial Number=0055742025
De fato et providentia Ante [Go Back]  
 [00430]  ἐὰν δὲ εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ τῶν πόνων ἔσται καὶ ἱδρώτων.
000-00-00 Serial Number=0625967920
De gloria in tribulationibus Ante [Go Back]  
 [00120]  Οὐ μόνον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ' εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ διαγωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν·
000-00-00 Serial Number=0435004592
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00150]  Ἡμεῖς μὲν γὰρ οὐδὲ μισθῶν προκειμένων ἀνεχόμεθα τῶν ὑπὲρ αὐτῆς ἱδρώτων·
000-00-00 Serial Number=0636251509
De paenitentia sermo 1 Ante [Go Back]  
 [00399]  οἱ τὰς μεγίστας οἰκίας οἰκοδομοῦντες, καὶ συνάγοντες ἐκεῖ ἅπαντα τὰ νομιζόμενα ἀγαθὰ διὰ χειρῶν καὶ ἱδρώτων τῶν πενήτων ἀσιτείᾳ καὶ ἀμισθίᾳ, μνημονεύσατε τί ἤκουσεν ὁ πρὸ ὑμῶν ἀχόρταστος πλούσιος ὁ κακοσύμβουλος, ἀποδυρόμενος δίκην πένητος ἀπεγνωσμένου, καὶ λέγοντος, Τί ποιήσω, ὅτι οὐκ ἔχω πλατυτέρας ἀποθήκας;
 [00499]  Πολλῶν ἀγώνων, ἀδελφοὶ, χρεία, πολλῶν ἱδρώτων, πολλῶν δακρύων καὶ πολλῆς δεήσεως καὶ ἐγκαρδίου ταπεινώσεως.
000-00-00 Serial Number=0584939957
De perfecta caritate Ante [Go Back]  
 [00102]  Τίς οὖν χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετήν;
 [00105]  Τίς χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ φεύγειν κακίαν;
000-00-00 Serial Number=0769087017
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00202]  Ὁ γὰρ καιρὸς ἐκεῖνος οὐχὶ στεφάνων, οὐδὲ ἐπάθλων, ἀλλ' ἀγωνισμάτων καὶ παλαισμάτων καὶ πόνων καὶ ἱδρώτων καὶ σκαμμάτων καὶ πολέμων.
000-00-00 Serial Number=0063508630
De resurrectione mortuorum Ante [Go Back]  
 [00063]  Ἦν τι καὶ τρίτον οὐκ ἔλαττον τῶν εἰρημένων, πολὺν ἐπάγον τοῖς πιστεύουσι πόνον, αὐτὴ τῶν [50.421] πραγμάτων ἡ φύσις πολλῶν ἱδρώτων γέμουσα καὶ πόνων.
000-00-00 Serial Number=0827155411
De sacerdotio Ante [Go Back]  
 [01147]  Τί τῶν πολλῶν ὄφελος ἱδρώτων, ὅταν μετὰ τοὺς μόχθους ἐκείνους ἀπὸ τῆς πολλῆς τις ἀπειρίας εἰς αἵρεσιν ἐκπεσὼν ἀποσχισθῇ τοῦ σώματος τῆς Ἐκκλησίας;
 [01239]  Πρὸς δὲ τούτοις καὶ τῶν ἱδρώτων ἀποστήσεται τῶν περὶ τὸ πονεῖν, νάρκης ὥσπερ τινὸς κατασκεδασθείσης αὐτοῦ τῆς ψυχῆς·
000-00-00 Serial Number=0032980204
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00163]  Ἀνάπαυσις γάρ ἐστιν ὁ θάνατος, καὶ πόνων ἀπαλλαγὴ, καὶ ἱδρώτων ἀντίδοσις, καὶ ἀμοιβὴ παλαισμάτων καὶ στέφανος.
000-00-00 Serial Number=0612710416
De spe Ante [Go Back]  
 [00007]  Ὁ δέ γε ὁδοιπόρος ἐν ταῖς δυσβάτοις καὶ προσάντεσιν ὁδοῖς ἐπιβὰς, ἀντιτυποῦντος τοῦ στερεοῦ ἐδάφους, τοὺς ταρσοὺς μαστιζόμενος, ἱδρώτων πολυχύτους σταγόνας ἐκ κορυφῆς μέχρις ὀνύχων κοχλάδων ἀναζέων, καύσωνάς τε καὶ ὑδάτων λιμοὺς καὶ τροφῶν ἔνδειαν γενναίως ὑπομένει, διὰ τὸ ἐκ τῆς ὁδοιπορίας αὐτῷ ἐλπιζόμενον κέρδος.
000-00-00 Serial Number=0219406009
De virginitate Ante [Go Back]  
 [00087]  Ἆρά τίς ἐστι ταύτης κόλασις χαλεπωτέρα πόνων καὶ ἱδρώτων τιμωρίας ἀπολαμβάνειν τὰς ἀμοιβάς;
 [00276]  Ὁ δὲ μηδὲ τοῦτο ἀνασχόμενος ποιῆσαι πρῶτος φανερὸν ἡμῖν κατέστησεν ὅτι πολλῶν ἱδρώτων καὶ μεγάλης ἡ παρθενία δεῖται τῆς ἀγωνίας.
 [00304]  Ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι' ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι' ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος·
 [00972]  Ἤκουσας παρθενίαν, ὄνομα πολλῶν πόνων καὶ ἱδρώτων.
 [01174]  Τίς δ' ἀνάσχοιτο εἰς τοσοῦτον ἀγῶνα κατιέναι μέλλων τοσούτων ἱδρώτων γέμοντα ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;
000-00-00 Serial Number=0549160540
De virtute animi Ante [Go Back]  
 [00023]  φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ ἱδρώτων, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετῆς παρεσκεύαζεν.
000-00-00 Serial Number=0547873020
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03767]  Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο κακίαν καὶ τὰ ὀνείδη, καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν χωρὶς ἱδρώτων καὶ πόνων καὶ χρόνου μακροῦ στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν.
 [09999]  Πένθους ὁ καιρὸς καὶ θλίψεως, ὑπωπιασμοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων·
000-00-00 Serial Number=0275307357
Epistulae Ante [Go Back]  
 [00117]  τὰ δὲ ἐκ τοῦ ταῦτα φέρειν πράως καὶ γενναίως βραβεῖα διηνεκῆ καὶ ἀθάνατα, καὶ πολλῷ μείζονα τῶν ἱδρώτων.
 [00271]  Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, πόνων γέμει καὶ ἱδρώτων, ἐπιβουλῶν καὶ κινδύνων.
 [00969]  ἀλλ' ὅσῳπερ ἂν αὔξηται τὰ κύματα, καὶ μεῖζον γένηται τὸ κλυδώνιον, τοσούτῳ μείζονα ἀνάμενε τὴν ἐμπορίαν, καὶ πολλῷ πλείονα τὰ ἔπαθλα τῶν ἱδρώτων, καὶ μείζονα, καὶ λαμπρότερα.
 [01016]  Οὐ γὰρ δὴ μόνον οὐ ζημιοῖ τὸν τὰ τοιαῦτα ἀγωνιζόμενον, οὐδὲ οὐ μόνον οὐ καταισχύνει, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ πλοῦτον καὶ δόξαν αὐτῷ τῶν πόνων καὶ τῶν ἱδρώτων ἔρχεται φέρουσα.
 [01927]  ἀλλ' ὅσῳπερ ἂν αὔξηται τὰ κύματα, καὶ μεῖζον γένηται τὸ κλυδώνιον, τοσούτῳ μείζονα ἀνάμενε τὴν ἐμπορίαν, καὶ πολλῷ πλείονα τὰ ἔπαθλα τῶν ἱδρώτων, καὶ μείζονα, καὶ λαμπρότερα.
 [01974]  Οὐ γὰρ δὴ μόνον οὐ ζημιοῖ τὸν τὰ τοιαῦτα ἀγωνιζόμενον, οὐδὲ οὐ μόνον οὐ καταισχύνει, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ πλοῦτον καὶ δόξαν αὐτῷ τῶν πόνων καὶ τῶν ἱδρώτων ἔρχεται φέρουσα.
 [02643]  Μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο ὑμεῖς τῶν καλῶν τούτων ἱδρώτων καὶ ἀγώνων, τῶν μόχθων, καὶ πόνων, καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην κειμένων ὑπομεμενήκατε, λαμπροὶ μὲν ἐν γῇ, λαμπροὶ δὲ ἐν [52.700] οὐρανοῖς διὰ τούτων γενόμενοι.
 [02719]  Μάλιστα δὲ ἐξεπλάγημεν νῦν τὸν πολὺν ὑμῶν τόνον, οὕτω μακρὰν καὶ διαπόντιον ἀποδημίαν ἑλομένων, καὶ πόνων καὶ ἱδρώτων γέμουσαν, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων.
 [02725]  Οὐ μικρὰν καὶ ὑμῖν αὐτοῖς στεφάνων ὑπόθεσιν, καὶ ἡμῖν παρακλήσεως ἀφορμὴν ἀπὸ τῆς καλλίστης ὑμῶν ταύτης σπουδῆς, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων κατεσκευάσατε.
 [02736]  Καὶ κοινῇ πάντες ὑμῖν χάριτας ὁμολογοῦμεν πολλὰς ὑπὲρ τῶν τοσούτων πόνων, καὶ τῶν ἱδρώτων, [52.705] καὶ τῶν καλῶν τούτων ἀγώνων, καὶ μακαρίζοντες ὑμᾶς οὐ διαλιμπάνομεν τῆς καλῆς ταύτης προθυμίας τε καὶ σπουδῆς.
 [02811]  Χάριν ὑμῖν ἴσμεν πολλὴν τῆς τοσαύτης εὐτονίας, καὶ σπουδῆς, καὶ φροντίδος, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων καὶ τῆς μακρᾶς ταύτης ἀποδημίας, ἣν ὑπὲρ τῶν συμφερόντων τῇ Ἐκκλησίᾳ πεποίησθε.
 [02946]  Οἱ γὰρ μετὰ πλειόνων ἱδρώτων καὶ πόνων μέγα τι καὶ γενναῖον κατορθοῦντες, τῶν ῥᾳδίως καὶ μετ' εὐκολίας τοῦτο ποιούντων πλείονα λήψονται τὸν μισθόν.
 [03267]  Οὐ γὰρ μικροὺς ἐντεῦθεν ὑμῖν προαποτίθεσθε στεφάνους, πρὸς ὀλίγον μὲν θλιβόμενοι, διηνεκεῖς δὲ ἀμοιβὰς ἐν τοῖς οὐρανοῖς προπαρασκευάζοντες ὑμῖν, καὶ πολλῷ μείζους τῶν ἱδρώτων τούτων.
000-00-00 Serial Number=0859789014
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00679]  Ἐγὼ δὲ τοῦτο ἐννοῆσαι εἶχον πολλῆς σοι ἀπολογίας δεῖν καὶ πολλῶν ἱδρώτων καὶ καμάτου, ἵνα δυνηθῇς πρὸς τοῦτο ἀπολογήσασθαι τὸ ῥῆμα.
000-00-00 Serial Number=0993490040
Expositiones in Psalmos Ante [Go Back]  
 [02971]  ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν.
 [02990]  καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει.
 [04734]  ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν.
 [04753]  καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει.
000-00-00 Serial Number=0368448973
Fragmenta in Job Ante [Go Back]  
 [00757]  Καὶ ἡ νὺξ, αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμύθιον γίνεται τῶν κακῶν·
000-00-00 Serial Number=0602886140
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00020]  Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν, οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν.
 [00108]  ∆ιὰ τοῦτο καὶ ὁ παρὼν ἐπίπονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν.
000-00-00 Serial Number=0759132743
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00273]  Τίς δὲ χρεία πόνων καὶ ἱδρώτων τῶν ὑπὲρ ἀρετῆς;
 [00276]  Τίς χρεία πόνων καὶ ἱδρώτων τοσούτων;
000-00-00 Serial Number=0899218619
In Acta apostolorum Ante [Go Back]  
 [09234]  τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι;
 [09999]  Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθελόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ' ἡμῶν;
000-00-00 Serial Number=0089983940
In Genesim sermones Ante [Go Back]  
 [01140]  καὶ ὅτε μὲν ἀγωνίζεσθαι ἔδει, τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων·
000-00-00 Serial Number=0372119129
In Joannem Ante [Go Back]  
 [03869]  ἂν δὲ προσέχητε, καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρέχητε, οὐδὲ αἴσθησιν ληψόμεθα τῶν ἱδρώτων·
000-00-00 Serial Number=0899920106
In Lazarum ii Ante [Go Back]  
 [00033]  Ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπεκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων.
000-00-00 Serial Number=0381397545
In Psalmum 092 Ante [Go Back]  
 [00171]  Μετὰ πόσων μόχθων καὶ ἱδρώτων ἐσθίω τὸν ἄρτον;
000-00-00 Serial Number=0179824114
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03616]  Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιος [61.484] ὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος.
 [03678]  ∆ιὸ μετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων·
 [03877]  ∆ιὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασμῶν καὶ τῶν ἱδρώτων τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων ἐκβὰς, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον, καὶ οὕτως αὐτῶν καθ [61.491] άπτεται.
000-00-00 Serial Number=0743467748
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00255]  Ἅμα αὐτοὺς καὶ παραμυθεῖται, δεικνὺς ὅτι ἀπὸ τῶν οἰκείων πόνων καὶ τῶν ἱδρώτων καὶ κατὰ τὸν τῆς δικαιοσύνης λόγον στεφανοῦνται.
000-00-00 Serial Number=0113266826
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01454]  Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ ∆εσπότης;
 [02055]  οὗτος τῶν ἱδρώτων, οὗτος τῶν πόνων ὁ καιρός.
000-00-00 Serial Number=0009179652
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05586]  Εἰ πολλὴν ὑπομένεις βίαν, φησὶ, καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ [61.154] περιτραπῇς.
 [06478]  Εἶτα, ἵνα μὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων ἱδρώτων ἀμοιβή;
 [07073]  ἀλλ' οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω μετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν.
 [08854]  αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν.
000-00-00 Serial Number=0743010998
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02611]  Εἰ γὰρ τὰ βιωτικὰ πράγματα καὶ ἐπίκηρα καὶ φθαρτὰ πόνων χωρὶς καὶ ἱδρώτων οὐδέποτε παραγίνεται τοῖς ἀνθρώποις, πολλῷ μᾶλλον τὰ πνευματικά.
 [04002]  Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι·
000-00-00 Serial Number=0964307487
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01154]  τέως δὲ, ὅπερ ἔφην, ζηλώσωμεν τὸ χάρισμα, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδενὸς ἑτέρου δεηθησόμεθα πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν, ἀλλὰ πάντα ἡμῖν ἔσται εὔκολα χωρὶς ἱδρώτων, καὶ ἅπαντα κατορθώσομεν μετὰ πολλῆς τῆς σπουδῆς.
 [04317]  ποίων ἱδρώτων;
 [04855]  Πένθους ὁ παρὼν καιρὸς καὶ θλίψεως, ὑπωπιασμοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων·
 [05793]  Οὐ δεῖ πόνων ἡμῖν, οὐδὲ ἱδρώτων, ἐὰν ἀγαπῶμεν ἀλλήλους·
 [07111]  Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων, οὐκ ἔστιν ἱδρώτων·
000-00-00 Serial Number=0969546437
In epistulam ad Philippenses Ante [Go Back]  
 [03623]  Καὶ καλῶς εἶπε, Μὴ ἔχων ἐμὴν δικαιοσύνην, οὐχ ἣν διὰ πόνων καὶ ἱδρώτων ἐκτησάμην, ἀλλὰ ἣν εὗρον ἀπὸ τῆς χάριτος, φησίν.
000-00-00 Serial Number=0133944333
In epistulam ad Romanos Ante [Go Back]  
 [00674]  Οὐ γὰρ ἐξ ἱδρώτων καὶ πόνων αὐτὴν κατορθοῖς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν δωρεᾶς λαμβάνεις, ἓν μόνον εἰσφέρων οἴκοθεν, τὸ πιστεῦσαι.
 [02178]  Καίτοι τὸ μὲν πόνων ἐστὶ καὶ ἱδρώτων, τοῦτο δὲ προαιρέσεως καὶ γνώμης μόνον·
 [05398]  τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς.
 [05818]  Καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλ' ὑπερνικῶμεν, τουτέστι, μετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων.
 [06541]  Ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων·
 [09999]  οὐκ ἀπὸ τῶν ψελλίων, οὐδὲ ἀπὸ τῶν ὁρμίσκων, οὐδὲ ἀπὸ τῶν εὐνούχων καὶ τῶν [60.669] θεραπαινίδων καὶ τῶν χρυσοπάστων ἱματίων, ἀλλ' ἀπὸ τῶν ὑπὲρ τῆς ἀληθείας ἱδρώτων.
000-00-00 Serial Number=0537906408
In epistulam ad Titum Ante [Go Back]  
 [00040]  Τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύσαντος εὐεργεσίας ἐγένετο.
000-00-00 Serial Number=0322052896
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00226]  ∆ιὰ γὰρ τοῦτο καὶ κρουνοὶ κατεφέροντο ἱδρώτων ἐξ αὐτῆς, καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ·
000-00-00 Serial Number=0919015288
In mediam hebdomadam jejuniorum Ante [Go Back]  
 [00011]  Λάμπουσι γὰρ ἤδη τῶν τῆς ἐγκρατείας σκαμμάτων τὰ χαρίσματα, στίλβουσι τῶν ἀθλητικῶν ἱδρώτων οἱ στέφανοι, οὐρανόθεν πρόκεινται τῶν ἀγώνων τὰ βραδεῖα, ἃ βραβεύει ὁ ἀγωνοθέτης Χριστὸς τῇ νίκῃ [59.702.50] τῶν σκαμματιζόντων.
000-00-00 Serial Number=0467422545
In principium Actorum Ante [Go Back]  
 [00463]  Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις·
 [00466]  τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον.
000-00-00 Serial Number=0241817474
In sancta et magna parasceve Ante [Go Back]  
 [00035]  Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό [50.813] νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει·
000-00-00 Serial Number=0347282588
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00152]  δὸς ἡμῖν ἄξιον μισθὸν τῶν ἱδρώτων.
000-00-00 Serial Number=0682437539
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00300]  οὐκ ἄλλης τινὸς ἐδέοντο τέχνης, ὑφαντικῆς καὶ οἰκοδομικῆς καὶ τῆς τὰ ὑποδήματα παρεχούσης, ἀλλὰ πάντα ἦν αὐτοῖς ὁ τοῦ θεοῦ λόγος καὶ ἐσχεδιασμένην εἶχον τράπεζαν, καὶ ἱδρώτων καὶ πόνων ἀπηλλαγμένην.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»