Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἰατρὸς [167]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἰατρὸς


000-00-00 Serial Number=0650331020
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00105]  Οὕτω που καὶ ἰατρὸς, ἀφεὶς μὲν τὸ ἕλκος μείζονα τὴν σηπεδόνα ἐργάζεται, ἐκκόπτων δὲ κωλύει περαιτέρω προελθεῖν τοῦ τραύματος τὴν κακίαν.
 [01769]  Γίνεται δὲ αὐτῷ οὐκ ἐκ διαλειμμάτων μακρῶν, ἀλλὰ πολλάκις μὲν τῆς ἡμέρας, πολλάκις δὲ τῆς νυκτὸς, καὶ λοιπὸν ἕκτος οὗτός ἐστιν ἐνιαυτὸς, ἐξ οὗ τῇ πονηρᾷ ταύτῃ παραδέδοται μάστιγι, καὶ οὔτε οἰκέτης πάρεστιν ὁ θεραπεύσων αὐτὸν, οὔτε ἰατρὸς παραμυθησόμενος, τοῦτο μὲν διὰ τὴν πενίαν, τοῦτο δὲ διὰ τὸ τὴν τέχνην αὐτοῖς ἐλεγχθῆναι τῷ πάθει·
000-00-00 Serial Number=0494300544
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00080]  Καὶ γὰρ καὶ ἰατρὸς ἐπὶ ταῖς τῶν παραπαιόντων ὕβρεσιν οὐκ ἀλγεῖ μὲν οὐδὲ δάκνεται, ὅμως δὲ πάντα πράττει καὶ πραγματεύεται ὑπὲρ τοῦ παῦσαι τοιαῦτα ἀσχημονοῦντας ἐκείνους, οὐ τὰ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν·
000-00-00 Serial Number=0623707891
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00196]  Ὥσπερ γὰρ εἴ τις φάρμακα βουλόμενος ὠνεῖσθαι, ἄπειρος ὤν, κελεύοι πρότερον ἐπιδείκνυσθαι τῷ ἰατρῷ ταῦτα, κἂν μάθῃ σαφῶς ὅτι ἰδὼν ἐκεῖνος ἐπῄνεσεν, οὐδεμίαν ἑτέραν ἀπόδειξιν τῆς τούτων ἀρετῆς ἐπιζητεῖ, ἀλλ' ἀκούσας ὅτι εἶδεν αὐτὰ ὁ ἰατρὸς καὶ ἐπῄνεσεν, ἀρκεῖται τῇ ψήφῳ τοῦ τεχνίτου, [4.9] οὕτω δὴ καὶ ὁ Μωυσῆς πᾶσαν περιεργίαν ἀναίσχυντον περιελεῖν βουλόμενος τῶν μετὰ ταῦτα μελλόντων ἀπολαύειν τῆς κτίσεως, ἀπήγγειλε καὶ εἶπεν ὅτι εἶδεν αὐτὰ ὁ Θεὸς καὶ ἐπῄνεσε καὶ ἐψηφίσατο εἶναι καλὰ καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν.
000-00-00 Serial Number=0439038098
Ad populum Antiochenum Ante [Go Back]  
 [02484]  Ὥστε ὁμοῦ καὶ δικαστὴς, καὶ ἰατρὸς, καὶ διδάσκαλός ἐστιν ὁ Θεός·
 [02485]  καὶ γὰρ ὡς δικαστὴς ἐξετάζει, καὶ ὡς ἰατρὸς διορθοῦται, καὶ ὡς διδάσκαλος παιδεύει τοὺς ἡμαρτηκότας εἰς πᾶσαν ἐνάγων φιλοσοφίαν.
000-00-00 Serial Number=0819890738
Adversus Judaeos Ante [Go Back]  
 [00678]  Καὶ καθάπερ ἰατρὸς ἄριστος τὸν πυρετὸν πρῶτον σβέσας, τότε τὰ ἕλκη καὶ τὰ ῥήγματα διορθοῦται·
 [01173]  Καὶ καθάπερ ἰατρὸς, πυρέττοντα ὁρῶν ἄνθρωπον, δυσάρεστόν τινα καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας, καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, βρόχον ἀνάψειν, ἢ κατὰ κρημνῶν ἑαυτὸν ἀφήσειν, τὸ μεῖζον βουλόμενος κωλῦσαι κακὸν, τὸ ἔλαττον δίδωσι, βουλόμενος βιαίου τελευτῆς αὐτὸν ἀπαγαγεῖν·
 [01182]  Καὶ καθάπερ ὁ ἰατρὸς ἐκεῖνος οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ παραδείγματι χρήσασθαι πάλιν, χαρισάμενος τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, φιάλην οἴκοθεν κομίσας ἐκέλευσεν ἐν ταύτῃ μόνῃ τῆς ψυχροποσίας ἀπολαύειν, καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιδιδοῦσι προσέταξε συντρίψαι τὴν φιάλην αὐτὴν, ἵνα ἀνυπόπτως καὶ λαθραίως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης·
 [01184]  Εἶτα ἐπειδὴ χρόνον ἔθυσαν βραχὺν, καθεῖλε τὴν πόλιν, ἵν' ὥσπερ ὁ ἰατρὸς διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτω καὶ ὁ Θεὸς διὰ τῆς κατασκαφῆς τῆς κατὰ τὴν πόλιν καὶ ἄκοντας αὐτοὺς ἀπαγάγῃ τοῦ πράγματος.
 [01187]  Ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ Θεὸς, ἡ φιάλη δὲ ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος τῶν Ἰουδαίων δῆμος, ἡ δὲ ψυχροποσία ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία.
 [01188]  Ὥσπερ οὖν ὁ ἰατρὸς ἵστησι τῆς ἀκαίρου ταύτης αἰτήσεως τὸν ἄῤῥωστον τὸ σκεῦος ἀφανίσας·
000-00-00 Serial Number=0884303033
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00155]  Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μεῖζον·
000-00-00 Serial Number=0007655501
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01099]  Οὐδὲ γὰρ ἰατρὸς μέλλων σηπεδόνα καθαίρειν, παραιτήσεται μεταχειρίσασθαι σίδηρον, καὶ καθεῖναι δακτύλους εἰς αὐτὸν τοῦ τραύματος τὸν πυθμένα·
 [01638]  Νυνὶ δὲ ταυτὸ γίνεται, ὥσπερ ἂν εἴ τις ἰατρὸς ἀσθενοῦντι μὲν τῷ κάμνοντι μὴ λέγῃ μηδὲν, μήτε δεικνύῃ, δι' ὧν ἀπαλλάξοι τῆς νόσου, διαφθαρέντι δὲ καὶ ἀνιάτως ἔχοντι μυρίους τιθῇ νόμους λοιπόν.
000-00-00 Serial Number=0875330031
Commentarius in Job Ante [Go Back]  
 [03614]  πῶς κοινὸς ἁπάντων ἰατρὸς καὶ κοινὸς λιμὴν καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων;
000-00-00 Serial Number=0996610641
Comparatio regis et monachi Ante [Go Back]  
 [00052]  Οὕτω κοινός ἐστιν ἰατρὸς καὶ πλουσίων καὶ πενήτων ὁμοίως, τοὺς μὲν ἁμαρτημάτων ἐλευθερῶν διὰ τῆς ἀγαθῆς νουθεσίας, τοῖς δὲ λύων τὴν ἔνδειαν.
000-00-00 Serial Number=0147356212
De Anna i Ante [Go Back]  
 [00610]  Οὐ γὰρ δὴ μόνον στείρωσιν ὁ ἰατρὸς οὗτος, ἀλλὰ καὶ πᾶν ὁτιοῦν νόσημα καὶ ψυχῆς καὶ σώματος θεραπεῦσαι δύναται, θελήσας μόνον.
 [00617]  Οὐ γὰρ ἀργύριον οὗτος ὁ ἰατρὸς ἀπαιτεῖ τὸν μισθὸν, ἀλλὰ δάκρυα, καὶ εὐχὰς, καὶ πίστιν.
000-00-00 Serial Number=0088857293
De Chananaea Ante [Go Back]  
 [00242]  ὁ Λόγος σιωπᾷ, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει.
 [00269]  ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ ἵνα διέλῃ, ἀλλ' ἵνα συνάψῃ.
 [00451]  Ὁ ἰατρὸς λέγει, Οὐχὶ, καὶ αὐτὴ λέγει, Ναί·
000-00-00 Serial Number=0270640671
De Christi divinitate Ante [Go Back]  
 [00035]  Οὐ γὰρ τοσαύτην οἱ κάμνοντες εἶχον ἐπιθυμίαν ἀπαλλαγῆναι τῶν νοσημάτων, ὅσην ὁ ἰατρὸς ἐπεποίητο σπουδὴν ἀπαλλάξαι αὐτοὺς τῆς ἀῤῥωστίας.
 [00195]  Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα·
 [00196]  ἰατρὸς, οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν.
000-00-00 Serial Number=0143930674
De Davide et Saule Ante [Go Back]  
 [00137]  Καὶ γὰρ ὁ ἰατρὸς τοῦτο σκοπεῖ, ὅπως ἀπαλλάξειε τοῦ νοσήματος τὸν κάμνοντα, οὐκ εἰ δικαίως, ἢ ἀδίκως τὴν ἀῤῥωστίαν ἑαυτῷ ἐπεσπάσατο.
 [00138]  Καὶ σὺ τοίνυν ἰατρὸς εἶ τοῦ λελυπηκότος·
000-00-00 Serial Number=0955640256
De Joseph et de castitate Ante [Go Back]  
 [00115]  Ἀναγκαῖος γὰρ ἦν ὁ λύχνος τοῖς ἐν σκότει, ὁ σιτοδότης πρὸς τοὺς πεινῶντας, ὁ λιμὴν πρὸς τοὺς χειμαζομένους, ὁ ἰατρὸς πρὸς τοὺς ἀσθενοῦντας.
000-00-00 Serial Number=0163272738
De Lazaro Ante [Go Back]  
 [02109]  ὁ ἰατρὸς παρὰ τὸν πυλῶνα, καὶ οὐ θεραπεύῃ;
 [02169]  ὁ δὲ ἰατρὸς οὐδὲ ξύλον μεταχειρίσασθαι δυνάμενος, [48.1035] ἀλλὰ ἰατροῦ ἱμάτια περιβεβλημένος, ὁ δὲ δοῦλος ἐλεύθερος ὢν, ὁ δὲ διδάσκαλος οὐδὲ γράμματα ἐπιστάμενος, οὐδὲν ὧν εἰσι φαίνονται, ἃ δέ εἰσιν οὐ φαίνονται (φαίνεται γὰρ ἰατρὸς οὐκ ὢν ἰατρὸς, καὶ φαίνεται φιλόσοφος κόμην ἔχων ἐν τῷ προσωπείῳ, καὶ φαίνεται στρατιώτης στρατιώτου σχῆμα περιβεβλημένος·
000-00-00 Serial Number=0799591601
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00062]  Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν·
 [00065]  οὕτω καὶ ὁ τῶν ἡμετέρων ψυχῶν ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα.
000-00-00 Serial Number=0550486088
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00008]  Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν.
000-00-00 Serial Number=0005749404
De corruptoribus virginum Ante [Go Back]  
 [00051]  ἰατρὸς γάρ ἐστιν εὔσπλαγχνος.
 [00070]  Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ;
000-00-00 Serial Number=0453619123
De diabolo tentatore Ante [Go Back]  
 [00222]  Καὶ γὰρ ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξαγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ' ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατατείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτήριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετάσμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ, καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως.
 [00224]  καίτοι γε ὁ ἀληθὴς ἰατρὸς οὗτος μόνος ἐστὶ καὶ ψυχῶν καὶ σωμάτων.
000-00-00 Serial Number=0856530964
De fato et providentia Ante [Go Back]  
 [00153]  Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων ταύτῃ κεχρῆσθαι τῇ γνώμῃ, κἂν μὲν ἰατρὸς δώσῃ τινὶ σιτίον, μὴ περιεργάζεσθαι, ἀλλ' ὡς ὑγιείας ποιητικὸν δέχεσθαι, ἂν δὲ φαρμακὸς καὶ γόης, μὴ πολυπραγμονεῖν, ἀλλ' ὡς δηλητήριον καὶ βλαβερὸν ἀποστρέφεσθαι·
 [00383]  Παρέδωκε τοῖς βασανισταῖς, ἵνα κακίαν ἐξέλῃ ψυχῆς, καθάπερ ἰατρὸς ἄριστος.
000-00-00 Serial Number=0845732450
De jejunio [2] Ante [Go Back]  
 [00016]  Κἂν μὴ τέμῃ ὁ ἰατρὸς, νοσεῖ ὁ νοσῶν·
000-00-00 Serial Number=0971816957
De jejunio sermones 1 Ante [Go Back]  
 [00495]  τοῖς γὰρ ἀσθενέσιν ἰατρὸς ἀπεστάλης.
000-00-00 Serial Number=0249996543
De occursu domini Ante [Go Back]  
 [00013]  κελεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην·
000-00-00 Serial Number=0633658469
De paenitentia [1] Ante [Go Back]  
 [00245]  Οὐδεὶς ἰατρὸς ἀφεὶς ἐπιθεῖναι φάρμακον τῷ κάμνοντι, τῆς ἀταξίας αὐτὸν εὐθύνας ἀπαιτεῖ καὶ τιμωρίαν.
 [00383]  ὅταν ἰατρὸς ἀσθενήσῃ, ἄλλου ἰατροῦ ἐν χρείᾳ γίνεται.
 [01895]  ἐκυοφόρησεν ἡ γυνὴ, καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας, ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας.
 [02035]  ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν πρότερον τὴν ψυχὴν παραλυθέντα, καὶ τότε τὸ σῶμα, λέγει πρὸς αὐτόν·
 [02323]  Φάρμακον ἐὰν ἐπιθῇ σοι ὁ ἰατρὸς, καὶ μὴ καθαρίσῃ σε, ἄλλην ἡμέραν οὐκ ἐπιτίθησιν αὐτὸ πάλιν;
 [02427]  Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν·
 [02429]  καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς ἐξαλεῖψαι καὶ τὴν οὐλὴν, οὐ δύναται δέ·
 [02546]  Ὅταν γὰρ ἴδῃ ὁ ἰατρὸς τὸν νοσοῦντα οὐκ ἔχοντα σωτηρίας ἐλπίδα, δακρύει, καὶ οἱ οἰκεῖοι καὶ προσήκοντες ὀλοφυρόμενοι στενάζουσιν·
000-00-00 Serial Number=0265570641
De paenitentia [3] Ante [Go Back]  
 [00036]  Ταύτην εἰδὼς ὁ μέγας τῶν ψυχῶν ἡμῶν ἰατρὸς πασῶν τῶν ἀρετῶν εἶναι ἐνεργεστέραν, συμβουλεύει λέγων·
000-00-00 Serial Number=0708640277
De precatione [2] Ante [Go Back]  
 [00023]  Εὐχὴ φωτισμὸς ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξιφάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ περὶ γῆν στρεφομένη, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψῖδα.
000-00-00 Serial Number=0300512910
De pseudoprophetis Ante [Go Back]  
 [00646]  διὰ σὲ παραγέγονεν ὁ ἰατρὸς τῶν ψυχῶν, καὶ σὺ τὸ τραῦμα κρύπτεις;
000-00-00 Serial Number=0949150383
De sacerdotio Ante [Go Back]  
 [00163]  Ὁ γὰρ ἰατρὸς ἄρτι τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβὼν καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον.
 [00896]  ὁ γὰρ ἰατρὸς οὐχ ἵνα σε κατακρίνῃ μᾶλλον ἦλθε θεραπεύσων, ἀλλ' ἵνα ἀπαλλάξῃ τῆς νόσου τέλεον.
000-00-00 Serial Number=0167971849
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00051]  Οὕτω καὶ ἰατρὸς ἄῤῥωστον θεραπεύων, οὐ τῷ σώματι πολεμεῖ, ἀλλὰ τοῦ σώματος τὴν κακίαν ἀναιρεῖ.
000-00-00 Serial Number=0704805791
De spe Ante [Go Back]  
 [00033]  Ὁ ἰατρὸς τῶν ψυχῶν ἔκτεμε τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὰ οἰδαίνοντα καὶ ἡλκωμένα πάθη τῆς ὑπερηφανίας, ἀπόπλυνε τὸν βόρβορον τῶν ἡδονῶν τῷ ὕδατι τῆς διδασκαλίας·
000-00-00 Serial Number=0451908946
De virginitate Ante [Go Back]  
 [00374]  Οὐδὲ γὰρ ἰατρὸς πάντα ὑφ' ἓν τοῖς κάμνουσι καὶ κατὰ τὸν αὐτὸν καιρὸν προστάττει, ἀλλ' ὅταν μὲν ὑπὸ τοῦ πυρετοῦ κατέχωνται, τῆς στερεᾶς αὐτοὺς ἀπείργει τροφῆς, ὅταν δὲ ἀποθῶνται ἐκεῖνο τὸ πῦρ καὶ τὴν ἀπ' αὐτοῦ τῷ σώματι προσγενομένην
000-00-00 Serial Number=0325284541
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00350]  Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κάμνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀποστρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ;
 [00737]  ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθήσῃ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος [63.590] περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως·
 [00738]  καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς, καὶ τὴν οὐλὴν ἐξαλεῖψαι οὐ δύναται·
 [02781]  Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται·
 [06033]  ἐπεὶ καὶ ἰατρὸς οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξάγῃ τὸν κάμνοντα μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, ὅταν τέμνῃ, ὅταν πικρὰ προσάγῃ φάρμακα, καὶ τότε ἰατρός ἐστιν ὁμοίως, καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυσι πλέον.
 [08901]  ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισε, τὴν δὲ οὐλὴν οὐκ ἐξήλειψεν·
 [09008]  Ἀποδεξάμενος γὰρ ἡμᾶς ὁ ἰατρὸς λέξει·
000-00-00 Serial Number=0798602581
Epistulae Ante [Go Back]  
 [03362]  ἀλλ' οὐδὲ ἰατρὸς τὸν κάμνοντα βλέπων τῇ νόσῳ κρατούμενον, ἀναχωρήσει τῆς θεραπείας, ἀλλὰ τότε μάλιστα ἕκαστος τούτων τῇ τέχνῃ χρήσεται.
000-00-00 Serial Number=0785813987
Expositiones in Psalmos Ante [Go Back]  
 [01300]  Ὥσπερ οὖν ἐπὶ τῶν ἰατρῶν τρία ταῦτά ἐστι, μᾶλλον δὲ τέσσαρα, ἢ καὶ πέντε, ὁ ἰατρὸς, ἡ τέχνη, ὁ κάμνων, τὸ νόσημα, τῶν φαρμάκων ἡ δύναμις, καὶ παράταξίς τις γίνεται καὶ μάχη·
 [02889]  Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας.
 [04652]  Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας.
000-00-00 Serial Number=0540183187
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00279]  καθάπερ γὰρ ἰατρὸς μαθητῇ ἐπιτάττων πρὸς ἔργον μέγα·
 [02206]  Οὐκ ἐπαύσατο ἰατρεύων ὁ ἰατρὸς, ἀλλ' οὐδὲν ἐγένετο πλέον.
 [02207]  *Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ;
000-00-00 Serial Number=0316565335
Fragmenta in Job Ante [Go Back]  
 [01707]  Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μείζων.
 [01803]  Ὁρᾷς πῶς οὐκ ἦν ὑπερόπτης, πῶς μέτριος, πῶς κοινὸς ἁπάντων ἰατρὸς, καὶ κοινὸς λιμὴν, καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων, ἥν ποτε εἶχον χρείαν, φησὶν, οὐχὶ τὴν μὲν ναὶ, τὴν δὲ οὔ·
000-00-00 Serial Number=0306449652
In Acta apostolorum Ante [Go Back]  
 [00399]  ∆έον γὰρ εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ χαίρειν, καὶ στεφανοῦσθαι, ἑτέρου μυσταγωγουμένου, ὅταν ἀκούσῃ τοῦ κάμνοντος ἡ γυνὴ, ὅτι τοῦτο ἐπέσκηψεν ὁ ἰατρὸς, ὡς ἐπὶ κακῷ τινι κατακόπτεται καὶ θρηνεῖ, καὶ κωκυτοὶ καὶ οἰμωγαὶ πανταχοῦ τῆς οἰκίας ὡς ἐπὶ καταδίκων τῶν τὴν ἐσχάτην ἀπαγομένων ὁδόν.
 [02084]  Οὐκ ἂν ἰατρὸς πυρέττοντα ἄνθρωπον οὕτω ταχέως ἀπαλλάξειε τοῦ πυρετοῦ, δι' οἱασδήποτε σπουδῆς, ὡς μακρόθυμος ἀνὴρ καὶ ὀργίλον καὶ καιόμενον ὑπὸ τῆς ὀργῆς λαβὼν, καταψύξειε διὰ τοῦ πνεύματος τῶν οἰκείων λόγων.
 [05153]  Εἴ τις, εἰπέ μοι, ἰατρὸς πορεύοιτο ἕτερον θεραπεύειν, πρότερον τὴν χεῖρα τραυματίσας τὴν ἑαυτοῦ, πρότερον τοὺς ὀφθαλμοὺς πηρώσας, οὕτω ποιεῖται ἐκείνου τὴν ἰατρείαν;
 [05493]  Ταῦτα καὶ Παῦλος βοᾷ ὁ ὄντως ἰατρὸς, Ἔχοντες, λέγων, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
 [05830]  Οὕτω δὴ καὶ ἰατρὸς, ἔνθα ἂν τέμνειν δέῃ, μὴ τέμνων, καὶ ἔνθα ἂν μὴ χρὴ, τέμνων, πάντα διαφθείρει.
 [06513]  Καθάπερ ἰατρὸς ἄριστος, ἀκμάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθημα αὐτῷ ἐπήγαγεν ὁ Χριστός·
 [08581]  Οἷον, ἰατρὸς εἶ τὴν ἐπιστήμην;
 [09640]  ὁ ἰατρὸς πρὸς τὸν διδάσκαλον ἐρχόμενος, ἀκριβέστερος γίνεται, καὶ πλείονα οἶδε, καὶ πλείονα μανθάνει·
 [09999]  Πάλιν ἐρωτῶ, εἰ ἰατρὸς μέλλοις μανθάνειν, ἆρα ἁπλῶς καὶ ὡς ἔτυχεν, εἰπέ μοι, τὰ λεγόμενα καταδέχῃ;
 [09999]  Ὁ δικαστὴς ἰατρὸς ψυχῶν ἐστιν, οὐχὶ σωμάτων·
 [09999]  Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάμνοντας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν αἷς κατηγγείλαμεν τὸν λόγον.
 [09999]  Εἰσὶ δὲ ἐκεῖνοι ἄρχοντες καὶ χωρὶς τούτων, ὥσπερ καὶ ἰατρὸς, κἂν μὴ χρῆται τῇ ἐπιστήμῃ, ἔχῃ δὲ αὐτὴν ἐν τῇ ψυχῇ, ἰατρός ἐστιν.
000-00-00 Serial Number=0067204416
In Isaiam Ante [Go Back]  
 [00196]  Οὐ γὰρ τὸ νοσεῖν οὕτω χαλεπόν, ὡς τὸ νοσοῦντα μηδὲ θεραπεύεσθαι δύνασθαι, καὶ μάλιστα ὅταν ὁ ἰατρὸς τοιοῦτος ᾖ.
 [00949]  Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν·
000-00-00 Serial Number=0531216979
In Joannem Ante [Go Back]  
 [03777]  Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι.
 [03812]  Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι.
000-00-00 Serial Number=0087848723
In Lazarum i Ante [Go Back]  
 [00093]  Ἦλθεν ὁ Ἰησοῦς, κυβερνήτης μετὰ ναυάγιον, ἰατρὸς μετὰ νεκρόν.
000-00-00 Serial Number=0009445190
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00297]  Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει τοὺς περιεστῶτας πάντας, ἵνα βλέπωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον·
000-00-00 Serial Number=0157680690
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00233]  Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις;
 [00341]  Ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ νοσήμασιν ἀνιάτοις κατεχομένων, καὶ πολυτελῶν δεομέ νων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον·
000-00-00 Serial Number=0911399484
In Psalmum 118 Ante [Go Back]  
 [00617]  Οὕτω καὶ ἰατρὸς καὶ τέμνει καὶ καίει, τῷ κάμνοντι τὴν ὑγείαν πραγματευόμενος.
000-00-00 Serial Number=0242467225
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00138]  ὅπου γὰρ τὸ πρῶτον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ τὴν ἔμπλαστρον ὁ ἰατρὸς ἐπιτίθησιν·
 [00151]  Ἀλλὰ τούτων οὕτως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη.
000-00-00 Serial Number=0910091639
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00022]  Ὥσπερ γὰρ ἰατρὸς, ὁρῶν τὸν κάμνοντα ἀδηφαγίᾳ καὶ μέθῃ προσέχοντα καὶ ἑτέροις κεκωλυμένοις, φησὶν ὅτι τὴν ἀταξίαν ταύτην δεῖ πυρετὸν τεκεῖν, οὐχὶ νομοθετῶν, οὐδὲ συμβουλεύων, ἀλλ' ἐκ τῶν παρόντων τὸ μέλλον μετὰ σκέψεως προλέγων·
000-00-00 Serial Number=0612235487
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05782]  Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεμὼν, οὕτω πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύματα ἀναιρῶν, τοὺς λυμαινομένους ἀναστέλλων, πανταχοῦ περιτρέχων.
000-00-00 Serial Number=0328252673
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00504]  ἐπειδὴ οὐχ ὑγιαίνει ἰατρὸς ὢν, ἀφίημι κἀγὼ τὸ ἕλκος τὸ ἐμὸν ἀνίατον;
000-00-00 Serial Number=0900354922
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00907]  ἢ ἰατρὸς τὸν τετρωμένον καὶ φαρμάκων ἐπιθυμοῦντα μὴ διὰ φαρμάκων, ἀλλὰ διὰ τοῦ καίειν πάλιν ἐπαγγελλόμενος ὑγιῆ ποιεῖν, ἐφέλκοιτο πρὸς ἑαυτὸν (μεγάλης γὰρ τοῦτο δυνάμεως)·
 [01098]  Καθάπερ οὖν τις ἰατρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώμενοι τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνά [61.40] σχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι μάλιστα ἂν καταδέξαιντο τὰ λεγόμενα·
 [06897]  ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην·
 [07934]  Ἐπεὶ οὖν ὑπὲρ τούτων ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸς ἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα.
 [08519]  Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύμασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα πληγῆς ἐξ ἐπιπολῆς τέμνων·
 [09482]  Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημοσύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας.
 [09999]  Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κά-μνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀπο-στρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος πρὸς αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ;
 [09999]  Καὶ γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόμενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξειε τῆς σηπεδόνος·
000-00-00 Serial Number=0461086750
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01539]  Καὶ γὰρ ἰατρὸς βουλόμενος σηπεδόνα ἐκβαλεῖν, πρότερον τοὺς δακτύλους εἰς τὸ τραῦμα καθίησι, κἂν μὴ πρότερον μολύνῃ τὰς ἰωμένας χεῖρας, ἰάσασθαι οὐ δυνήσεται.
 [02741]  Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα ἀπεχθάνηται, ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ καὶ ἐπιτηδείους ἔχει ἡδέως, καὶ πρὸς αὐτὸν δὲ πολλάκις τὸν κάμνοντα·
000-00-00 Serial Number=0635275543
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00392]  ὥσπερ οὖν ὁ ἰατρὸς τῷ τραῦμά τι ἔχοντι, οὐ τῷ ὑγιαίνοντι, οὐδὲ τῷ καλῶς διακειμένῳ.
 [00725]  Εἰπὲ γάρ μοι, εἴ τις ἰατρὸς παῖδα ἔχων τυφλοῦσθαι μέλλοντα, αὐτὸς μὲν ἐξασθενήσει πρὸς τὴν ἰατρείαν, ἕτερον δὲ εὕροι δυνάμενον τοῦτο ἐργάζεσθαι, ἆρα ἂν ἀπήλασεν αὐτόν;
 [03142]  Οὐχ οὕτως ἰατρὸς χεῖρας ἐκτείνων, καὶ φάρμακον ἐπιτιθεὶς τὴν ἰατρείαν παρέχει, ὡς πένης χεῖρα ἐκτείνων καὶ τὰ παρὰ σοῦ λαμβάνων, ἐκμαγεῖον τῶν σῶν ἐστι κακῶν.
000-00-00 Serial Number=0481056333
In epistulam ad Colossenses Ante [Go Back]  
 [02705]  Εἰπέ μοι, ἐὰν προσελθὼν ἰατρὸς, καὶ τὰ τῆς ἰατρικῆς φάρμακα ἀφεὶς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦμεν;
 [03624]  Εἰ γὰρ ἰατρὸς οὐχ ὁμοίως πᾶσι χρήσεται τοῖς σώμασι, πολλῷ μᾶλλον διδάσκαλος.
 [03839]  Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός.
 [03844]  Εἰπὼν δὲ, Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς, προσέθηκεν, Ὁ ἀγαπητός.
000-00-00 Serial Number=0026172459
In epistulam ad Ephesios Ante [Go Back]  
 [03904]  Καθάπερ γὰρ ὁ ἰατρὸς διαγορεύει μὲν τὰ πρακτέα τῷ κάμνοντι, καὶ μὴ ἀνασχομένου δὲ ὅμως οὐ καταφρονεῖ, ἀλλὰ τὴν ἐκ τῆς πειθοῦς εἰσάγων συμβουλὴν, θεραπεύει πάλιν, οὕτω καὶ ὁ Παῦλος.
000-00-00 Serial Number=0580948591
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01299]  Καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀῤῥώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν πρότερον αὐτὸς ἀπογεύεται, ἵνα [63.40] πείσῃ τὸν ἄῤῥωστον θαρσοῦντα κατατολμῆσαι τῆς βρώσεως·
000-00-00 Serial Number=0033746660
In epistulam ad Philippenses Ante [Go Back]  
 [03784]  Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται·
000-00-00 Serial Number=0261473060
In epistulam ad Romanos Ante [Go Back]  
 [00096]  Οὕτω καὶ ἰατρὸς καὶ διδάσκαλος ποιεῖν εἰώθασιν·
 [00097]  οὔτε γὰρ τοῖς ἐξ ἀρχῆς νοσοῦσιν ὁ ἰατρὸς, καὶ τοῖς πρὸς τὸ τέλος λοιπὸν τῆς ὑγείας ἐλθοῦσιν, οὔτε τοῖς ἐξ ἀρχῆς μανθάνουσι παιδίοις ὁ διδάσκαλος, καὶ [60.394] τοῖς τῶν τελεωτέρων δεομένοις διδαγμάτων, ὁμοίως χρήσονται.
 [08590]  Ἐπειδὴ γὰρ βαθεῖαν ἔδωκε τὴν πληγὴν καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν, ὥσπερ σοφὸς ἰατρὸς φάρμακα προσηνῆ τιθεὶς, παραμυθούμενος καὶ λέγων, Τί δέδοικας;
000-00-00 Serial Number=0007432044
In epistulam ad Titum Ante [Go Back]  
 [00360]  ὁ δὲ ἰατρὸς οὐ πλήττει, ἀλλὰ τὸν πεπληγότα διορθοῦται καὶ θεραπεύει.
000-00-00 Serial Number=0919640541
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00205]  Ὁ γὰρ τὴν ψυχὴν θεραπεύων ἰατρὸς, οὐ δεῖται μεθόδων καὶ ὀργάνων, καὶ σιδήρου καὶ πυρός·
 [00308]  Καὶ γὰρ καὶ ἰατρὸς ἐναντία πολλὰ ποιεῖ πολλάκις·
000-00-00 Serial Number=0420258701
In illud Ne timueritis Ante [Go Back]  
 [00297]  ἰατρὸς γάρ εἰμι.
 [00300]  Καίτοι ὁ ἰατρὸς τί ποιεῖ;
000-00-00 Serial Number=0144173265
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00009]  Ἐπεὶ καὶ ἰατρὸς τέμνει τὸ ἕλκος, οὐ τῷ νοσοῦντι σώματι πολεμῶν, ἀλλὰ τῇ νόσῳ καὶ τῷ τραύματι μαχόμενος.
000-00-00 Serial Number=0482622445
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00416]  Εἰσέρχεται ἰατρὸς εἰς οἶκον μέγαν, εὑρίσκει νοσοῦντα ἄνθρωπον, πυρέττοντα, ἕλκη ἔχοντα·
 [00433]  Ὁ ἰατρὸς ταῦτα;
 [00434]  Ποία οὖν ἐλπὶς, ὅτε ἰατρὸς κατηγορεῖ τοῦ κάμνοντος;
 [00444]  Ἐξέρχεται ὁ ἰατρὸς κλαίων·
 [00474]  ἀλλ' ὥσπερ ἰατρὸς πολλάκις εὐγενὴς ὢν καὶ ἐπιφανὴς, προγόνων ἔχων περιφάνειαν, καὶ σηρικὰ περιβεβλημένος ἱμάτια, ἐπειδὰν εἰσέλθῃ πρὸς πτωχὸν νοσοῦντα δεόμενον χειρουργηθῆναι, ἢ ἄλλο τι, ἀποδύεται τὰ ἱμάτια καὶ ἀφίησι τὴν περιφάνειαν καὶ λαμβάνει λέντιον, καὶ διαζώννυσιν ἑαυτὸν, μέλλων καίειν, μέλλων τέμνειν, καὶ οὐ ζητεῖ τὴν ἑαυτοῦ ἀξίαν, ἀλλὰ τὴν κηδεμονίαν τοῦ κάμνοντος·
 [00482]  Ὡς ἰατρὸς περιεζώσατο λέντιον.
 [00494]  Ἄλλα ἔλεγεν ὁ ἰατρὸς, καὶ ἄλλα ἐποίει ὁ νοσηρός.
 [00496]  ὁ ἰατρὸς ἐπέταττεν, ὁ νοσηρὸς οὐχ ὑπήκουσε·
 [00502]  Ὁ ἰατρὸς ἐπέταττε, καὶ ἐξήρχετο·
 [00512]  Ἦλθεν ὁ ἰατρὸς ὁ εὔπορος ἐν ἀπόροις, ὁδὸν εὑρὼν ῥᾳδίαν καὶ εὔκολον καὶ σωτήριον.
 [00535]  εἰσέρχεται πρὸς τοὺς νοσοῦντας τέως, λόγοις αὐτοὺς παρακαλῶν, ὥσπερ ἰατρὸς διὰ τῶν φαρμάκων·
000-00-00 Serial Number=0374196291
In infirmos Ante [Go Back]  
 [00001]  ∆έσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος εἶναι τὸν ἄνθρωπον νοσερὸν ἢ κατώδυνον, ἀλλ' ἱλαρὸν καὶ ὑγιῆ ὁλοτελῆ, αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν τὴν σωματικὴν ἀσθένειαν πεσοῦσαν καὶ ἐν ἀθυμίᾳ πάσῃ γεναμένη(ν) ἀνάστησον, οἴκτειρον, μὴ παρίδῃς, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, ἀπέλασον τὴν ῥαθυμίαν.
000-00-00 Serial Number=0666210592
In parabolam Samaritani Ante [Go Back]  
 [00102]  Καθάπερ ἰατρὸς ἀποπλύνει τὰ τραύματα, καὶ διὰ λουτροῦ τῆς ἀναγεννήσεως ἀποσμήχει καὶ καθαίρει, καὶ προσφέρει τὰ στυπτικὰ ῥήματα, ὥσπερ οἶνον.
000-00-00 Serial Number=0827460170
In parabolam de filio prodigo Ante [Go Back]  
 [00283]  Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέῳκται, τὰ φάρμακα πρόκεινται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλωται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται.
000-00-00 Serial Number=0419333994
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00058]  Καὶ γὰρ ἰατρὸς οὐχ ὅταν λούῃ, καὶ τρέφῃ, καὶ εἰς παραδείσους ἐξάγῃ τὸν κάμνοντα μόνον, ἀλλ' ὅταν καὶ καίῃ, καὶ τέμνῃ, ὁμοίως ἐστὶν ἰατρός·
 [00187]  Εἰ γὰρ ἐπὶ τῶν ἰατρῶν, ἐπειδὰν τέμνωσιν, ἢ καίωσιν, ἢ καὶ ἄλλῳ τρόπῳ πεπηρωμένον καὶ ἐξησθενηκότα ἀνατέμνωνται, καὶ κατατέμνωσι μέλος, πολλοὶ περιστοιχίζονται τόν τε ἄῤῥωστον καὶ τὸν ταῦτα ποιοῦντα ἰατρὸν, πολλῷ μᾶλλον ἡμᾶς ἐνταῦθα τοῦτο ποιεῖν χρὴ, ὅσῳ καὶ ἰατρὸς μείζων, καὶ τὸ νόσημα χαλεπώτερον, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ θείᾳ
 [00285]  Οἷον πολλάκις ὑπὸ πονηροῦ χυμοῦ καὶ διεφθαρμένου ῥεύματος ἐνοχλουμένων ὀφθαλμῶν, ἀφεὶς ὁ ἰατρὸς τὴν νοσοῦσαν θεραπεῦσαι κόρην, τῆς κεφαλῆς ἐπεμελήσατο, ἔνθα ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ἀῤῥωστίας ἦν·
000-00-00 Serial Number=0854344845
In pharisaeum et meretricem Ante [Go Back]  
 [00083]  Καὶ πάλιν ἑτέρα τις γυνὴ τῶν Χαναναίων γένους, τοῦ καταράτου καὶ δουλικοῦ σπέρματος ἐλεύθερον βλάστημα, ἐν ἐντυχίᾳ εἰσελθοῦσα κατὰ δαίμονος τυραννοῦντος αὐτῆς τὴν μονογενῆ, ἀνέστρεψε λαβοῦσα τὴν ἐξουσίαν κατὰ τοῦ δαίμονος, καὶ γέγονεν ἡ μήτηρ τῇ θυγατρὶ ἰατρὸς, καὶ ὁ δαίμων ὁ ἀπηνὴς οὗτος καὶ βάρβαρος οὐκ ἐτόλμησεν οὐκέτι πλησιάσαι τῇ κόρῃ, φοβηθεὶς τῆς τοῦ Χριστοῦ φωνῆς τὸ διάταγμα.
 [00196]  ἰατρὸς δὲ οὐ τραυμάτων καὶ σηπεδόνων καὶ ἰχώρων, ἀλλὰ τὴν σωτηρίαν τοῖς νοσοῦσι κατὰ ψυχὴν πραγματευόμενος·
000-00-00 Serial Number=0604915321
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00042]  ἀσιτίαν τοῖς ἀῤῥώστοις ὡς ἰατρὸς ἐπιτάττει·
000-00-00 Serial Number=0123894811
In principium indictionis [1] Ante [Go Back]  
 [00051]  εἷς με μόνος ἐκ παρθένου γεννηθεὶς ἰατρὸς φυγαδεύσει·
 [00064]  οὗτος ὁ ἰατρὸς μισθὸν οὐκ ἀπαιτήσει χρυσίου·
000-00-00 Serial Number=0442383587
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00111]  καὶ καθάπερ σοφός τις ἰατρὸς, πρὶν ἢ τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμε νος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, παντα χοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι παρασκευάζων, ὡς πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων.
000-00-00 Serial Number=0298135519
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00146]  ὡς ἰατρὸς ὑγιαίνων μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος τούτου, ἵνα καινότερον βοή θημα τὸ τῆς κολυμβήθρας ἐπινοήσω τοῖς κάμνουσι.
 [00176]  ὡς ἰατρὸς τὰς νόσους ἀπέλασον.
000-00-00 Serial Number=0984724939
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00205]  Καὶ γὰρ ἰατρὸς πρὸς τὸν κάμνοντα εἰσελ θὼν ὀλίγα τῷ κειμένῳ διαλέγεται·
000-00-00 Serial Number=0100921035
In sanctum Romanum Ante [Go Back]  
 [00101]  Ἐπειδὴ γὰρ τοῦτο ἐκράτησε, καλεῖται λοιπὸν ἐπὶ τὴν τομὴν ὁ ἰατρὸς, καὶ δήμιος ἀντὶ ἰατροῦ γίγνεται, οὐχὶ τὸ νενοσηκὸς διορθούμενος μέλος, ἀλλὰ τὸ ὑγιαῖνον διαφθείρων·
000-00-00 Serial Number=0411939681
In sanctum pascha [2] Ante [Go Back]  
 [00061]  Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου, ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κή ρυγμα δέξωνται.
000-00-00 Serial Number=0937562943
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00038]  Οὗτος γὰρ, φησὶν, ὁ ἰατρὸς ἐξ οὐρανοῦ παραγέγονεν·
 [00051]  ἀλλ' ὁ παρὼν ἰατρὸς, τῆς φύσεως ὢν δημιουργὸς, ὃς ἀνέπλασεν ἐκ πλευρᾶς, ἀπαλλάξαι φθορᾶς οὐκ ἂν παραιτήσηται·
 [00080]  δωδέκατον ἔτος ἠριθμεῖτο, καὶ παρῆν ὁ τῶν ψυχῶν ἰατρὸς ἐν τῇ ἐσχάτῃ ὥρᾳ, ἁφῇ καὶ λόγῳ καὶ πίστει τὰς νόσους ἰώμενος.
000-00-00 Serial Number=0672155559
In venerabilem crucem sermo Ante [Go Back]  
 [00114]  Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη·
000-00-00 Serial Number=0471490502
Oratio secunda Ante [Go Back]  
 [00058]  ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων.
000-00-00 Serial Number=0251647294
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00064]  κἂν μὴ ἀποκαλύψῃ πρότερον ὁ ἰατρὸς τὸ ἕλκος, τὸ φάρμακον οὐκ ἐπιτίθησιν·
000-00-00 Serial Number=0814192057
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00069]  Οὕτω που καὶ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγγων ἁρμονίᾳ λυμήνασθαι, οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεση πὸς ἐκκόπτει μέλος ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῇ τῶν λοιπῶν μελῶν εὐεξίᾳ ἐπιδραμεῖν, οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευρὰν καὶ ὥσπερ μέλος νενοσηκὸς τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας.
000-00-00 Serial Number=0105012357
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00130]  σπερ ἰατρὸς ἀτακτοῦσι βοήσει·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»