Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἡλίκον [111]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἡλίκον


000-00-00 Serial Number=0259027719
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00538]  Εἶτα δεικνὺς ἡλίκον πρᾶγμα ἐποίησε καὶ ὅσην ἐπεδείξατο πίστιν, ἐπήγαγε·
 [00803]  [13.21] Ὁρᾷς ἡλίκον ἐστὶ γενναία ψυχὴ καὶ πῶς ἀρκεῖ πρὸς ἀρετὴν ἑαυτῇ, κἂν μηδεμιᾶς ἐπιμελείας ἀπολαύῃ;
000-00-00 Serial Number=0219724119
Ad illuminandos catecheses Ante [Go Back]  
 [00348]  σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι·
000-00-00 Serial Number=0542896152
Ad populum Antiochenum Ante [Go Back]  
 [02441]  Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀγαπητὲ, ἀλλ' ἐννόησον ἡλίκον τὸ μήτε ἄγγελον πέμψαι, μήτε ἀρχάγγελον, μήτε ἄλλον τινὰ τῶν συνδούλων τῶν ἐκείνου, ἀλλ' αὐτὸν τὸν ∆εσπότην καταβῆναι πρὸς τὸν παραπεπτωκότα, καὶ κείμενον ἀναστῆσαι, καὶ μόνον πρὸς μόνον, καθάπερ φίλον πρὸς φίλον κακῶς πράττοντα, καὶ ἐν πολλῇ καταστάντα δυσημερίᾳ παραγενέσθαι.
 [05465]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πανταχοῦ τῆς οἰκουμένης ταῦτα ἀκούειν, ὡς ἐν Ἀντιοχείᾳ κεκράτηκεν ἔθος Χριστιανοῖς πρέπον, καὶ οὐδενὸς ἀκούσῃ, κἂν μεγίστη ἀνάγκη ἐπικέηται, ὅρκον προϊεμένου.
 [05541]  Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγῳ σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς τὸν οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶν.
 [06091]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ τοὺς μετὰ ταῦτα πάντας ἀκούειν, ὅτι πόλεως οὕτω μεγάλης καὶ ὑπευθύνου κολάσει καὶ τιμωρίᾳ γενομένης, πεφρικότων ἁπάντων, καὶ δεδοικότων στρατηγῶν καὶ ὑπάρχων καὶ δικαστῶν, καὶ οὐδὲ φωνὴν ῥῆξαι τολμώντων ὑπὲρ τῶν ἀθλίων ἐκείνων, εἷς παρελθὼν πρεσβύτης τοῦ Θεοῦ τὴν ἱερωσύνην ἐγκεχειρισμένος ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς, καὶ ψιλῆς τῆς συντυχίας ἐνέτρεψε τὸν κρατοῦντα·
000-00-00 Serial Number=0145096362
De Anna i Ante [Go Back]  
 [00308]  Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον.
000-00-00 Serial Number=0060846806
De Davide et Saule Ante [Go Back]  
 [00250]  Καὶ τοῦτο αὐτὸ πάλιν ἀφ' ὧν ἕτεροι πάσχουσιν ἴδοι τις ἂν ἡλίκον ἐστί.
000-00-00 Serial Number=0834042251
De Lazaro Ante [Go Back]  
 [01810]  Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις.
000-00-00 Serial Number=0890615582
De gloria in tribulationibus Ante [Go Back]  
 [00145]  Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς κόρης νικώμενον.
000-00-00 Serial Number=0779916584
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00601]  [4.19] Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, ἀπείλησον τοῖς Ἕλλησιν, οὐ λέγω κινδύνους καὶ θανάτους καὶ λιμόν, ἀλλ' ὀλίγην ζημίαν χρημάτων, καὶ ὄψει μεταβαλλομένους εὐθέως.
000-00-00 Serial Number=0372450590
De libello repudii Ante [Go Back]  
 [00104]  καὶ δεικνὺς ἡλίκον ἐστὶ κακὸν, καὶ ἀποστερῶν πάσης συγγνώμης τὸν τοῦτο ποιήσαντα, διὰ τῶν ἑξῆς τὴν κατηγορίαν αὔξει, ἐπάγων οὕτω καὶ λέγων·
000-00-00 Serial Number=0501037538
De paenitentia [1] Ante [Go Back]  
 [02271]  καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου τὸ μὴ ἀπογινώσκειν ὑμᾶς.
000-00-00 Serial Number=0334209800
De perfecta caritate Ante [Go Back]  
 [00186]  Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα·
000-00-00 Serial Number=0365393698
De prophetiarum obscuritate Ante [Go Back]  
 [00559]  Τοῦτο δὲ ἡλίκον ἐστὶν ἀγαθὸν, δῆλον ἐκεῖθεν·
 [00728]  Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ἡλίκον ἐστὶ σῶμα;
000-00-00 Serial Number=0117239952
De resurrectione mortuorum Ante [Go Back]  
 [00068]  Ταῦτα δὲ ἡλίκον πόνον παρέχει, ἴσασιν οἱ καθ' ἡμέραν αὐτοῖς πυκτεύοντες.
000-00-00 Serial Number=0013007343
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00052]  Ἐννόησον γὰρ ἡλίκον ἦν·
000-00-00 Serial Number=0809286714
De sancta pentecoste Ante [Go Back]  
 [00497]  ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περιφανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν.
000-00-00 Serial Number=0157203972
De sanctis martyribus [2] Ante [Go Back]  
 [00128]  ἐννόησον ἡλίκον ἐστὶν ἐν νυκτὶ βαθείᾳ, τῶν ἀνθρώπων καθευδόντων ἁπάντων καὶ θηρίων καὶ κτηνῶν, βαθυτάτης ἡσυχίας οὔσης, μόνον σε ἐγερθέντα παῤῥησίᾳ διαλέγεσθαι τῷ κοινῷ πάντων ∆εσπότῃ.
000-00-00 Serial Number=0340686083
De studio praesentium Ante [Go Back]  
 [00089]  Ἐννόησον γὰρ ἡλίκον ἦν καθ' ἕκαστον τῶν παίδων ὁρᾷν σιδήρῳ καὶ πυρὶ σῶμα μεριζόμενον ἓν, καὶ μακροὺς τιθεμένους τοὺς διαύλους·
000-00-00 Serial Number=0796038091
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00012]  Εἰ δὲ βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶ τὸ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι, κἂν ἄπιστοί τινες εἶεν, καὶ τὸ πρᾶον εἶναι [63.568] καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον, ἄκουσον τί φησιν αὐτὸς οὗτος ὁ μακάριος Παῦλος, πρὸς δικαστὴν εἰσιὼν ἄπιστον, κριθησόμενος·
 [00304]  αὐτὸ γὰρ καθ' ἑαυτὸ τὸ φιλεῖν, ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χάριτι τὴν ψυχήν·
 [00673]  Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν.
 [01893]  Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγον σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ Θεοῦ τοῦτο ποιῶν.
 [02005]  Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας! κοινωνὸν γάρ σέ φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας·
 [03338]  ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδικῶν τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς τοιαῦτα τολμῶσιν ἔσται τὸ πῦρ.
 [07339]  Βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶν εἰς τὸ τοὺς ἀδελφοὺς ἐπισπᾶσθαι, κἂν ἄπιστοί τινες εἶεν, τὸ πρᾶον εἶναι καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον;
 [07775]  Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο·
 [08746]  καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου, τὸ μὴ ἀπογινώσκειν ὑμᾶς.
000-00-00 Serial Number=0350087047
Epistula ad Cyriacum Ante [Go Back]  
 [00641]  Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν.
 [00644]  Οἶσθα δὲ ἡλίκον εἰς συμφορᾶς λόγον τὸ δεσπότας τοιούτους ἐκ τοιούτων ἀμείβειν·
 [00674]  Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Σολομών, ὁ μάλιστα ταῦτα μετὰ ἀκριβείας εἰδώς, ἡλίκον ἐστὶ τὸ γυναικὶ συλλαλεῖν ἄνδρα ἐχούσῃ·
000-00-00 Serial Number=0115125239
Epistulae Ante [Go Back]  
 [00331]  Οἶσθα γὰρ ἡλίκον ἔσται τοῦ πράγματος τὸ κέρδος καὶ διὰ τῆς παρουσίας τούτου τῆς εἰς τὴν Φοινίκην, καὶ διὰ τῆς φιλοτιμίας τῆς σῆς μεγαλοπρεπείας.
 [00362]  Τοῦτ' οὖν ἐννοῶν, καὶ εἰδὼς ἡλίκον ἐστὶ σωτηρία ψυχῆς, καὶ οἷα κατώρθωταί σου τῇ τιμιότητι διὰ τῆς ἔμπροσθεν σπουδῆς, πάντα ποιῆσαι καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, παρακλήθητι, ὥστε τὰ διορθωθέντα μεῖναι ἀκίνητα, ἑτέραν τε αὐτοῖς πολλῷ πλείονα γενέσθαι προσθήκην.
 [00393]  Παρακαλῶ τοίνυν ἐννοήσαντας τοῦ κατορθώματος ἡλίκον τὸ μέγεθος, εἴ τινας εὕροιτε γενναίους ἄνδρας, δυναμένους αὐτῷ συμπρᾶξαι πρὸς τῶν κατορθωμάτων τούτων τὸ μέγεθος, πολλῇ τῇ προθυμίᾳ συναποστεῖλαι αὐτῷ παρακλήθητε, ἐννοοῦντες ἡλίκον ἐντεῦθεν καρπώσεσθε τὸν μισθόν.
 [00502]  Ἴστε γὰρ ἡλίκον ἡμῖν χαριεῖσθε τοῦτο ποιοῦντες, καὶ ὅσης ἡμᾶς ἐμπιπλᾶτε τῆς εὐφροσύνης.
 [00713]  Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.
 [00949]  Οἶσθα δὲ ἡλίκον τοῦτο φέρει σοι τὸν μισθόν.
 [01351]  Παρακαλῶ τοίνυν ἐννοήσαντας τοῦ κατορθώματος ἡλίκον τὸ μέγεθος, εἴ τινας εὕροιτε γενναίους ἄνδρας, δυναμένους αὐτῷ συμπρᾶξαι πρὸς τῶν κατορθωμάτων τούτων τὸ μέγεθος, πολλῇ τῇ προθυμίᾳ συναποστεῖλαι αὐτῷ παρακλήθητε, ἐννοοῦντες ἡλίκον ἐντεῦθεν καρπώσεσθε τὸν μισθόν.
 [01460]  Ἴστε γὰρ ἡλίκον ἡμῖν χαριεῖσθε τοῦτο ποιοῦντες, καὶ ὅσης ἡμᾶς ἐμπιπλᾶτε τῆς εὐφροσύνης.
 [01671]  Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.
 [01907]  Οἶσθα δὲ ἡλίκον τοῦτο φέρει σοι τὸν μισθόν.
 [02449]  Βαβαὶ, ἡλίκον ἐστὶ γενναία καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων.
 [02652]  Βαβαὶ, ἡλίκον ἐστὶ γενναία ψυχὴ, καὶ πολλῷ βρύουσα τῷ τῆς ἀγάπης καὶ τῷ τῆς εὐλαβείας καρπῷ, ὅπου γε καὶ αὐτὸς τοσοῦτον ἡμῶν ἀπῳκισμένος ὁδοῦ μῆκος, ὡς παρὼν καὶ μεθ' ἡμῶν ὢν, οὕτως ἡμᾶς εἷλες, καὶ ἐχειρώσω.
 [02831]  Ἴστε γὰρ ἡλίκον τοῦ κατορθώματος τὸ μέγεθος, καὶ ὅσον λήψεσθε τὸν μισθὸν, τοσαύτην ταραχὴν, καὶ οὕτω κύματα ἄγρια, τό γε εἰς ὑμᾶς ἧκον, καταστέλλουσαι, καὶ τὴν προσήκουσαν εἰς τὴν τῶν γεγενημένων κακῶν εἰσφέρουσαι διόρθωσιν.
 [02964]  Οἶδας γὰρ ὑπὲρ ὅσων Ἐκκλησιῶν ὑμῖν ὁ ἀγὼν [52.716] πρόκειται νῦν, καὶ ἡλίκον ἔσται τοῦ κατορθώματος τὸ μέγεθος.
 [03141]  Ὥσπερ γὰρ αὐτὸς μεγίστην ἔφης παραψυχὴν εἶναι τοῦ χωρισμοῦ, τὸ περὶ τῆς ὑγείας τῆς ἡμετέρας μανθάνειν καὶ οἶσθα ἡλίκον τοῦτο ἀνδρὶ φιλεῖν ἐπισταμένῳ, ἐπειδὴ καὶ φιλεῖν οἶσθα καλῶς, οὕτω καὶ ἡμῖν περισπούδαστον τοῦτο.
000-00-00 Serial Number=0975955486
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00996]  Μὴ γάρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενὲς ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι γῆν.
 [00999]  Οἶσθα δὲ ἡλίκον τοῦτο εἰς συμφορᾶς λόγον, τὸ δεσπότας τοιούτους ἐκ τοιούτων ἀμείβειν.
 [01031]  Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Σαλομὼν ὁ μάλιστα ταῦτα μετὰ ἀκριβείας εἰδὼς ἡλίκον ἐστὶ τὸ γυναικὶ συμβάλλειν ἄνδρα ἐχούσῃ·
 [01344]  Οἶσθα γάρ, οἶσθα σαφῶς ἡλίκον ἐστὶ σώματος ἀρρωστίαν γενναίως καὶ μετὰ εὐχαριστίας ἐνεγκεῖν.
000-00-00 Serial Number=0613130271
Expositiones in Psalmos Ante [Go Back]  
 [00064]  Εἰ δὲ μετὰ τῆς προσηκούσης εὐλαβείας, καὶ ὡς Θεῷ διαλέξεσθαι μέλλοντες, οὕτω προσῄειμεν, τότε ἂν ἔγνωμεν, καὶ πρὸ τοῦ λαβεῖν ἅπερ ᾐτοῦμεν, ἡλίκον κέρδος καρπούμεθα.
000-00-00 Serial Number=0980109334
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00181]  Ὁρᾷς ἡλίκον ἀρετή;
000-00-00 Serial Number=0231161892
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00109]  Ὁ μὲν γὰρ φιλόσοφος καὶ ὑψηλὸς οὐ δεήσεται τῆς ἐντεῦθεν παραινέσεως, ἀλλ' ἐννοήσας ἡλίκον ἐστὶ βασιλεία οὐρανῶν, μᾶλλον δὲ πρὸ τῆς βασιλείας τῷ Θεῷ συγγίνεσθαι καὶ μετὰ Χριστοῦ εἶναι (τοῦτο γὰρ βασιλείας ἁπάσης μεῖζον), οὐδενὸς αἰσθήσεται τῶν παρ [63.477] όντων ἡδέων, ἀλλ' ἀτιμάσει ταῦτα, τῆς σκιᾶς αὐτὰ μᾶλλον παρατρέχων.
000-00-00 Serial Number=0859534979
In Acta apostolorum Ante [Go Back]  
 [02022]  Ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν, καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε μεῖζον δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν.
 [04578]  Εἶδες, ἡλίκον ἐτόλμησεν εἰπεῖν, ὅτι Ἐκ Θεοῦ, ὅτε λοιπὸν ἀπὸ τῶν πραγμάτων τὴν πίστιν ἔλαβεν.
000-00-00 Serial Number=0517323434
In Isaiam Ante [Go Back]  
 [02614]  Τοῦτο συνιδὼν ὁ διάβολος καὶ τὸ κέρδος ἡλίκον ἐστὶν ἐννοῶν, τοὺς ψευδοπροφήτας ἀνῆκεν, οἳ τοῖς προφήταις ἀπειλοῦσι λιμούς, λοιμούς, πολέμους, βαρβάρων ἔφοδον, ἀντέλεγον, χρηστὰ ἀπαγγέλλοντες.
000-00-00 Serial Number=0852734923
In diem natalem Ante [Go Back]  
 [00008]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν.
 [00009]  Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα.
000-00-00 Serial Number=0107669890
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00168]  ∆ιὸ δὴ καὶ ὁ Παῦλος αἰσθόμενος ἡλίκον ἐφθέγξατο, ὅρα πῶς αὐτὸ συστέλλει πάλιν λέγων·
 [01769]  Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν.
 [03287]  ὅταν δὲ καὶ ἀμφότερα συνέλθῃ, ἐννόησον ἡλίκον ἐστὶ τὸ ὀφείλημα.
 [03358]  Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωμα, δεικνὺς ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν.
 [03429]  Εἰ γὰρ μηδὲν ἤνυσε, τοῦτο δὲ μόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι.
 [03482]  Καὶ ἵνα μάθῃς ἡλίκον ἐστὶν, ἐννόησον τοῦτο ὃ λέγω.
 [03917]  Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν, καὶ ὅσοι οὐχ ἑωράκασί με ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑμῶν·
 [05299]  τὸ μηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον.
 [07099]  ἂν γὰρ τὰ ἡμέτερά τις ἐξετάσῃ τὰ νῦν, ὄψεται ἡλίκον τῆς θλίψεως τὸ κέρδος.
 [07565]  Εἶδες ἡλίκον φιλοσοφία;
000-00-00 Serial Number=0996856689
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04959]  Καὶ τὸ ἔπαθλον ἐννόησον ἡλίκον·
 [08588]  τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον ἔσται κακόν.
 [09605]  Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρη-σίμως ποιῶν.
 [09999]  Αὐτὸ γὰρ καθ' ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χά-ριτι τὴν ψυχὴν, ὃ μάλιστα αὐτῆς ἐστιν ἐξαίρετον.
 [09999]  Καὶ ἵνα μάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο.
 [09999]  εἰ ταῦτα ἔσοπτρον καὶ αἴ-νιγμα, λογίζου μοι πάλιν ἐντεῦθεν τὸ πρόσωπον [61.288] ἡλίκον ἐστίν.
000-00-00 Serial Number=0054821193
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01954]  Οὐχ ὁρᾷς τὴν συκῆν ἡλίκον μὲν ἔχει κορμὸν, ἡλίκα δὲ στελέχη;
000-00-00 Serial Number=0641852975
In epistulam ad Colossenses Ante [Go Back]  
 [01491]  Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ.
000-00-00 Serial Number=0785481751
In epistulam ad Ephesios Ante [Go Back]  
 [02954]  Ἴστε ἡλίκον τὸ δεινόν.
 [06317]  Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς ἐφόβησε! Τουτέστι, τῷ μέτρῳ, ᾧ μετρεῖς, ἀντιμετρηθήσεταί σοι.
000-00-00 Serial Number=0077923059
In epistulam ad Philippenses Ante [Go Back]  
 [04694]  Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης.
000-00-00 Serial Number=0718116224
In epistulam ad Romanos Ante [Go Back]  
 [01055]  Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, εἴ τις ἐλθὼν ἐπηγγέλλετο ἐξ ἀνθρώπων κύνα ποιεῖν σε, ἆρα οὐκ ἂν ὡς λυμεῶνα ἔφυγες;
 [01072]  Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι.
 [02494]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι δύναται ὁ Θεὸς τὸν ἐν ἀσεβείᾳ βεβιωκότα τοῦτον ἐξαίφνης οὐχὶ κολάσεως ἐλευθερῶσαι μόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιμῶν.
 [04269]  Τουτέστιν, ἵνα φανῇ ἡλίκον κακὸν, ἡλίκος ὄλεθρος ἡ ἁμαρτία·
 [05164]  Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι τὸ ῥῆμα λέγειν.
 [05216]  Εἰ γὰρ καὶ τὸ τέκνον εἶναι, ἄφατος ἦν ἡ χάρις, ἐννόησον ἡλίκον τὸ, καὶ κληρονόμον.
 [05339]  ἐννόησον τὸ ὅλον ἡλίκον.
 [05552]  τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα, μᾶλλον δὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα νῦν·
 [05726]  Ἐννόησον οὖν ἡλίκον ἐφθέγξατο ῥῆμα ὁ Παῦλος περὶ τῶν πιστῶν καὶ ἀκριβῶς ἐσταυρωμένων, ὃ μηδ' ὁ τὸ διάδημα περικείμενος δύναιτ' ἂν ἔχειν.
 [06101]  Εἶδες ἡλίκον ἀπέδειξε, καὶ πῶς μέγα ἐπαγγειλάμενος κατεσκεύασεν αὐτὸ μετ' εὐκολίας ἁπάσης;
 [09857]  τὸ τὸν μισοῦντα φιλεῖν, ἐννόησον ἡλίκον.
 [09999]  Εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γενόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν, καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ.
 [09999]  Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον [60.670] ἐγκώμιον·
 [09999]  Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώμιον;
000-00-00 Serial Number=0182485461
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00098]  Ὁρᾷς, ἀγαπητὲ, ἡλίκον περιέχει μυστήριον τὸ προφητικὸν λόγιον;
000-00-00 Serial Number=0822031558
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00243]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας γενομένους Ἕλληνας, Ἰουδαίους, αἱρετικοὺς, τοὺς ἐν τῇ ὀρθοδόξῳ πίστει διαμαρτόντας, πάντας ἀγαγεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πάντων τὰ ἀπόῤῥητα εἰς μέσον ἐξαγαγεῖν τὰ πράγματα, τὰ ῥήματα, τοὺς δόλους, τὰς ἐπιβουλὰς, τὰ ἀπόῤῥητα τῆς διανοίας, οὐ μαρτυριῶν φερομένων, οὐκ ἐλέγχων, οὐκ εἰκόνων, οὐκ ἀποδείξεων, οὐκ ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει πρὸς τὸν ἔλεγχον κεχρημένων.
000-00-00 Serial Number=0242931843
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00771]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶν εἰς τιμῆς λόγον, Παῦλον καὶ τοὺς κατ' ἐκεῖνον ἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ' ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν ἀθλήσαντας καὶ νικήσαντας καθῆσθαι νῦν τὴν ἡμετέραν ἀναμένοντας εὐδοκίμησιν.
000-00-00 Serial Number=0649115264
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00076]  Ὅταν γὰρ ἰδὼν τὸ τοιοῦτον ἔργον, εἴπῃς, ∆όξα σοι, ὁ Θεὸς, ἡλίκον σῶμα εἰργάσω, καὶ ἐν τῷ μέσῳ τέθεικας·
000-00-00 Serial Number=0361412168
In illud Ne timueritis Ante [Go Back]  
 [00102]  Ἐννόησον ἡλίκον ἐστὶν ἐξιέναι ἀπὸ ἐκκλησίας πάντων τῶν ἀνθρωπίνων ὑπερορῶντα, καὶ τὰ λυπηρὰ πατοῦντα, καὶ χρηστῶν ὑψηλότερον γινόμενον, οὔτε ἐν ἐκείνοις ἐπαιρόμενον, οὔτε ἐν τούτοις πιεζόμενον·
 [00208]  Εἶδες ἡλίκον ἡ ἀρετή;
000-00-00 Serial Number=0619479954
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00204]  Ἐννόησον γὰρ ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ Θεὸς, ὁ ἄῤῥητος, ὁ ἄφθαρτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζων αὐτὰ, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων·
000-00-00 Serial Number=0097901106
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00118]  Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου.
000-00-00 Serial Number=0592264116
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00086]  Ἐννόησον ἡλίκον ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ εὐχόμενον, καὶ δακρύοντα, ἐξιόντα καὶ εἰσιόντα.
000-00-00 Serial Number=0257795691
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02133]  Βαβαὶ, ἡλίκον τεκμήριον θεοῦ, καὶ γνώρισμα, τὸ πολλὰ ἐσθίειν καὶ πίνειν.
000-00-00 Serial Number=0002839148
Post reditum a priore exsilio Ante [Go Back]  
 [00108]  Ἤδειν μὲν καὶ πρὸ τούτου ἡλίκον ἔχω πλοῦτον, ἐθαύμασα δὲ καὶ νῦν.
000-00-00 Serial Number=0980294228
Quales ducendae sint uxores Ante [Go Back]  
 [00160]  Εἰδὼς τοίνυν ἡλίκον μυστήριόν ἐστιν ὁ γάμος, καὶ ἡλίκου πράγματος τύπος, μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε περὶ τούτου βουλεύου, μηδὲ χρημάτων εὐπορίαν ζήτει μέλλων ἄγεσθαι νύμφην.
000-00-00 Serial Number=0097672641
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00004]  πρᾶγμα ἡλίκον καὶ ὅσης γέμον φιλοσοφίας, ἡ παρθενία, καθύβρισται, καὶ τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα ἀνῄρηται, ὑπὸ ἀναισχύντων διασπασθὲν χειρῶν, καὶ τὰ ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνὰ καὶ φρίκης γέμοντα γέγονε βέβηλα καὶ πᾶσι βατὰ, καὶ ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ κατηνέχθη κάτω, ὡς τὰς γεγαμημένας μακαρίζεσθαι μᾶλλον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»