Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἕτερόν [229]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἕτερόν


000-00-00 Serial Number=0622188091
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00140]  κἂν γοῦν θηρίον ᾖ, κἂν ἕτερόν τι τούτου χαλεπώτερον, μετριώτερος ἔσται τοῦ λοιποῦ, τήν τε αὑτοῦ κακίαν καὶ τὴν ἀρετὴν ἐκείνου καλῶς ἀπὸ τῆς συγκρίσεως ταύτης ἰδών.
000-00-00 Serial Number=0791619956
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00070]  [47.428] Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ καὶ αὐτὸν τὴν ἀρχὴν ἀνῃρῆσθαι τῶν ἐν τῇ γῇ.
 [00437]  Τὸ γὰρ καταφρονῆσαι μὲν δι' αὐτὸν τοῦ κόσμου παντὸς, λέγειν δὲ πάλιν ἠμελῆσθαι παρ' αὐτοῦ, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστοῦντος καὶ ὑποπτεύοντος, καὶ ἀπάτην τὴν ἐπαγγελίαν ἐκείνην εἶναι νομίζοντος·
 [00564]  ἀπὸ δὲ τοῦ μὴ πάντας ἐνταῦθα τὰ κατ' ἀξίαν ἀπολαβεῖν ἀναγκάζονται λογίζεσθαι ὅτι εἰς ἕτερόν τινα τοῦτο τεταμίευται καιρόν.
 [00707]  Ἐγὼ γὰρ, εἰ μὲν πρὸς ἕτερόν μοί τινα τῶν εὐκόλως ἐπαιρομένων ὁ λόγος ἦν, κἂν ἀπεσιώπησα ταῦτα, ἃ μέλλω.
 [00757]  Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς καὶ ἕτερόν με μικροῦ δεῖν παρελήλυθεν, ᾧ πλεονεκτεῖς τῶν ἀδελφῶν·
000-00-00 Serial Number=0093077779
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00104]  Ὁ μὲν γὰρ παρὼν βίος οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἑβδομὰς μία, ἀρχόμενος μὲν ἀπὸ τῆς πρώτης ἡμέρας, τελευτῶν δὲ εἰς τὴν ἑβδόμην, καὶ πάλιν τοῖς αὐτοῖς ἀνακυκλούμενος διαστήμασι, καὶ εἰς τὴν αὐτὴν ἀνιὼν ἀρχὴν, καὶ καταβαίνων εἰς τὴν τελευτήν.
000-00-00 Serial Number=0946944058
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00327]  εἴ τίς σε εἰς θέατρον εἰσήγαγεν ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων, καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεψαλῆς, εἶτά σε ἐπηγγέλλετο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρ' οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;
 [00408]  Τάχα γὰρ οὐδ' ἂν ἐγένετο ἡμῖν ἔργον ἕτερόν τι ἐν τῷ βίῳ εἰ τοῦτο ἔργον ἡμέτερον ἦν.
 [00440]  Ἡ μὲν γὰρ τούτου τοῦ κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ χολὴ καὶ τροφῆς διαμασηθείσης χυλός.
000-00-00 Serial Number=0548125982
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00575]  Ἐπειδὴ γὰρ αὐτὸν ἐκωλύθησαν ἀνελεῖν, ἔζεε δὲ ὁ θυμὸς αὐτῶν ἔτι καὶ τὰ τῆς ὀργῆς ἤκμαζε καὶ πολὺ τὸ κλυδώνιον τοῦ πάθους ἦν, εἰς ἕτερόν τι τὴν ὀργὴν μετήνεγκαν.
000-00-00 Serial Number=0943737924
Ad populum Antiochenum Ante [Go Back]  
 [00064]  Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν τι οἱ διαποροῦντες ζητοῦσι·
 [00885]  Τί οὖν ἂν ὑμῖν ὑποδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν οἱ μεμυσταγωγημένοι;
 [01797]  τὸ φάρμακον τὸ δυνάμενον ὀφθαλμοὺς νοσοῦντας ὠφελεῖν μόνον, ἕτερον δὲ πάθος μηδὲν, διὰ τὴν τῶν ὀφθαλμῶν νόσον δικαίως ἄν τις εἴποι γεγενῆσθαι μόνον, οὐ διὰ στόμαχον, οὐ διὰ χεῖρας, οὐδὲ δι' ἕτερόν τι μέλος.
 [01963]  Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς ὑπομνησθέντας καὶ οὐ διορθωθέντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες, καταδίκην οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν.
 [02374]  Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων.
 [02598]  διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν.
 [03070]  Πλὴν ἀλλ' οὐκ ἀπὸ τούτων ἀπολογησόμεθα μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐροῦμεν.
 [03970]  Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος·
 [04270]  Ὁ φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος·
 [06127]  ἀλλ' ἐπειδὴ σχολαιότερον ἐβάδιζεν, ἕτερόν τινα τῶν ἵππους ἐλαύνειν εἰδότων ἠξίωσε προλαβεῖν, καὶ κομίσαι τῇ πόλει τὰ εὐαγγέλια ὥστε μὴ τῇ μελλήσει τῆς ἐπανόδου τῆς ἑαυτοῦ τὴν ἀθυμίαν ἐπιταθῆναι.
000-00-00 Serial Number=0096928954
Ad viduam juniorem Ante [Go Back]  
 [00211]  ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτὸν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθὼν χαλεπόν;
000-00-00 Serial Number=0804775298
Adversus Judaeos Ante [Go Back]  
 [02445]  καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι.
 [02537]  Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἔκστασις τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνη, καὶ τῆς κατὰ ψυχὴν ὑγιείας ἀναίρεσις.
 [02945]  Τόκος δὲ διδασκαλίας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἡ διὰ τῶν ἔργων ἐπίδειξις.
000-00-00 Serial Number=0616477966
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00036]  Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν, παρατροπὴ λογισμῶν, ἐρημία διανοίας, πενία συνέσεως.
000-00-00 Serial Number=0063144863
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00514]  Ἢ ἕτερόν σοι τὰ τῆς δόξης τι εἶναι δοκεῖ;
 [00524]  Καὶ μὴν δόξα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ταῦτα.
 [01294]  Οὕτως ἡ ὄντως σοφία καὶ ἡ ὄντως παίδευσις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ὁ τοῦ Θεοῦ φόβος.
000-00-00 Serial Number=0015319467
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00096]  Οὐκοῦν δι' οὐδὲν ἕτερόν ἐστιν ἡ ἄσκησίς σου ἀλλ' ἢ διὰ τὴν σύνοικόν σου·
000-00-00 Serial Number=0469769776
Catecheses ad illuminandos Ante [Go Back]  
 [00020]  «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν ᾐνίξατο ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς ἐκείνας, καθάπερ τινὰ παρθένον ἁγνὴν ἥρμοσε τῷ Χριστῷ.
 [00113]  οὔτε γὰρ ὁ Πατὴρ υἱὸς ἂν δύναιτο λέγεσθαι, οὔτε ὁ Υἱὸς πατήρ, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρὰ τοῦτο, ἀλλ' ἕκαστος ἐν τῇ ἰδίᾳ μένων ὑποστάσει τὴν ἴσην δύναμιν κέκτηται.
 [00332]  τὸ δὲ σχῆμα τῆς τῶν ποδῶν γυμνότητος καὶ τῆς τῶν χειρῶν ἐκτάσεως ἕτερόν τι ἡμῖν ἐνδείκνυται.
 [00547]  πηλὸς γὰρ καὶ πλινθεία τὰ παρόντα τοῦ βίου πράγματα, ἐπεὶ καὶ αὐτὸ τὸ χρυσίον πρὶν ἢ γενέσθαι χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ.
 [00781]  Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προδοσία λογισμῶν καὶ συμφορὰ καταγελωμένη καὶ νόσημα χλευαζόμενον.
 [01127]  Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν ὅλων δεσπότην.
000-00-00 Serial Number=0610996485
Commentarius in Job Ante [Go Back]  
 [01492]  ἐμοὶ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι·
 [04039]  ἐμοὶ δοκεῖ ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι.
000-00-00 Serial Number=0361083448
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00114]  Καὶ ἵνα μὴ νομίσῃς μέχρι τούτων αὐτὸν ἑστάναι, καὶ ἕτερόν τι προσέθηκε τούτου πλέον·
000-00-00 Serial Number=0527021289
Contra theatra Ante [Go Back]  
 [00060]  Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
000-00-00 Serial Number=0968111575
De Anna i Ante [Go Back]  
 [00144]  Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμένην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν.
 [00410]  Ἐπὶ δὲ τούτου, καὶ ἕτερόν τι πρὸς τοῖς εἰρημένοις ἔστιν εἰπεῖν, ὅτι καὶ κύριος ἦν ἀμύνασθαι, ἀλλ' οὐκ [54.648] ἠμύνατο.
 [00964]  Ἀλλ' ἐκεῖνοι οἱ ἅγιοι οὐ τοῦτον ᾖσαν ξένοι τὸν τρόπον, ὃν ἡμεῖς νομίζομεν, ἀλλ' ἕτερόν τινα καὶ παράδοξον.
000-00-00 Serial Number=0265629292
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00249]  [52] Μετὰ δὲ τούτων καὶ ἕτερόν τι τούτων οὐχ ἧττον ἐδίδαξέ τι καλόν ὅτι τὰ αὑτοῦ ποιεῖν ἕκαστον χρὴ κἂν μηδεὶς ὁ δεχόμενος ᾖ τῶν γινομένων τὸ κέρδος.
000-00-00 Serial Number=0198210418
De Chananaea Ante [Go Back]  
 [00338]  Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται·
 [00576]  Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προφητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ' ἐμοῦ γενόμενον·
000-00-00 Serial Number=0862564206
De Davide et Saule Ante [Go Back]  
 [00011]  ἀλλὰ χρὴ τὸν μέλλοντα κατορθοῦν ἐν τοῖς ἀκούουσι τὰ λεγόμενα, μὴ πρότερον ἀφίστασθαι περὶ τῶν αὐτῶν παραινοῦντα καὶ συμβουλεύοντα, μηδὲ ἐφ' ἕτερόν τι μεταπηδᾷν, ἕως ἂν ἴδῃ τὴν προτέραν παραίνεσιν καλῶς ἐν αὐτοῖς ῥιζωθεῖσαν.
 [00355]  Ὕπνος γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή.
000-00-00 Serial Number=0670711339
De Lazaro Ante [Go Back]  
 [00667]  ἀλλ' εἰδὼς, ὅτι τῶν ἀγοραίων τίς ἐστι, σχοινοστρόφος τυχὸν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολὴν, οὐδ' ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν·
 [01599]  Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, καὶ οὐδὲν ἕτερόν ἐστι θάνατος, ἀλλ' ἢ ὕπνος μακρός.
000-00-00 Serial Number=0280144453
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00052]  Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ τροφῆς διαμασηθείσης χυλός.
000-00-00 Serial Number=0037721574
De cruce et latrone i Ante [Go Back]  
 [00082]  Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ καθίσας, οὕτως εἰς πόλιν εἰσαγαγεῖν.
000-00-00 Serial Number=0944860816
De cruce et latrone ii Ante [Go Back]  
 [00112]  Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ εἰσκαθίσας, οὕτως εἰς τὴν πόλιν εἰσελαύνειν·
000-00-00 Serial Number=0871331275
De eleemosyna [5] Ante [Go Back]  
 [00032]  Αἱ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύλαξαν προσδοκῶσαι δι' ἐκείνης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, οὐδὲ ἐλεημοσύνην, οὐδ' ἕτερόν τι.
000-00-00 Serial Number=0585755348
De fato et providentia Ante [Go Back]  
 [00059]  Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ, καὶ ὕπνῳ πολλῷ μακαρίζειν ἀνθρώπους οὐδὲν ἕτερόν ἐστιν, ἢ ὡς περὶ ἀλόγων διακεῖσθαι·
 [00177]  ἀπὸ τῶν θείων Γραφῶν τὸ ὑγιὲς συγκρότει, κἂν προσέλθῃ τις ἕτερόν τι λέγων, ἀπόφραξον τὰ ὦτα, ἀποπήδησον εὐθέως, μὴ ἐγχρονίσῃς.
 [00583]  Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι·
000-00-00 Serial Number=0648476779
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00413]  Εὐκαίρως δὲ ἀνεμνήσθην καί με νῦν ὑπῆλθεν ἀπὸ τοῦ ὀνόματος καὶ ἕτερόν τι νόημα.
 [00560]  εἰ γὰρ καὶ μὴ δι' ἕτερόν τι, ἀλλ' ὥστε μὴ τὸ παράδειγμα διαφθεῖραι πολλῷ βελτίων ἔσται ἑαυτοῦ.
000-00-00 Serial Number=0779831529
De incomprehensibili dei natura Ante [Go Back]  
 [01053]  Τὸ γὰρ καλῶς ἑστάναι οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ τὸ οὕτως ἑστάναι, ὡς προσῆκόν ἐστιν ἄνθρωπον ὄντα ἔμπροσθεν ἑστάναι τοῦ Θεοῦ, μετὰ φρίκης καὶ τρόμου, μετὰ νηφούσης καὶ διεγηγερμένης ψυχῆς.
 [01058]  ἐπειδὴ δὲ πρὸς τῇ ῥᾳθυμίᾳ τῇ κατὰ τὰς εὐχὰς καὶ ἕτερόν τι πολλῆς ἀθυμίας γέμον ἐπενόησεν ὁ διάβολος, καὶ ταύτην ἀποτειχιστέον αὐτοῦ τὴν ἔφοδον.
000-00-00 Serial Number=0614710152
De jejunio sermones 1 Ante [Go Back]  
 [00123]  κἂν θάνατος ᾖ, κἂν πειρασμὸς, ἢ ἕτερόν τι τῶν κακῶν, εὐχῇ καὶ νηστείᾳ διαλύεται.
000-00-00 Serial Number=0860745668
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00884]  τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ δεῖξαι μέχρι τοῦ σώματος ἱστάμενον τὸν πόνον·
000-00-00 Serial Number=0558124959
De negatione Petri Ante [Go Back]  
 [00250]  ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη.
000-00-00 Serial Number=0097029567
De non iterando conjugio Ante [Go Back]  
 [00031]  Κἀκείνη μὲν οὔτε ζῶντος τοῦ ἀνδρὸς πρὸς ἕτερόν τινα ἐπτόητο·
 [00141]  αὐτὸ γὰρ τὸ συγκαταβῆναι τοσοῦτον, οὐδὲν ἕτερόν ἐστιν ἢ σημεῖον ἀσθενείας καὶ ἀπροσεξίας πολλῆς.
000-00-00 Serial Number=0774688303
De paenitentia [1] Ante [Go Back]  
 [01798]  Καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν.
 [02080]  πανήγυρις ἡμῖν πρόκειται θαυμαστὴ, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι.
 [02082]  μὴ δι' ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν;
 [02092]  τῷ γὰρ ψυχρῷ οὔτε ξύλον ἀναλίσκεις, οὔτε ἕτερόν τι προσδαπανᾷς.
000-00-00 Serial Number=0296094418
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00255]  Ἐκ τούτου καὶ ἕτερόν τι μανθάνομεν ἀπόῤῥητον, ὅτι οὐκ ἀρκεῖ οὐδὲ μαρτύριον τὴν ἀνωτάτω δοῦναι τιμὴν καὶ τὴν ὑψηλοτάτην προεδρίαν.
000-00-00 Serial Number=0756229103
De profectu evangelii Ante [Go Back]  
 [00018]  Τὸ γὰρ ἐξ εὐχῆς, ὅθεν κερδαίνειν ἔδει, τοσαῦτα βλαβέντα μᾶλλον ἀπελθεῖν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν λιμένι ναυάγιον ὑπομεῖναι.
000-00-00 Serial Number=0240265965
De prophetiarum obscuritate Ante [Go Back]  
 [00801]  Οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ βασκανίας ὑπόθεσις, οὔτε δικαίαν οὔτε ἄδικον ἔχουσα αἰτίαν.
000-00-00 Serial Number=0382332623
De pseudoprophetis Ante [Go Back]  
 [00120]  Τὸ δὲ, Βλέπετε, καὶ Βλέπετε, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ πρὸς ὑμετέραν ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμελεστέρους.
000-00-00 Serial Number=0611100912
De resurrectione mortuorum Ante [Go Back]  
 [00106]  Εἶτα καὶ ἕτερόν τινα κινεῖ παρακλήσεως τρόπον.
 [00317]  Ὁ γὰρ θάνατος οὐδὲν ἕτερόν ἐστιν, ἢ τῆς φθορᾶς λοιπὸν ἀναίρεσις·
000-00-00 Serial Number=0647391260
De sacerdotio Ante [Go Back]  
 [01017]  Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημμένη, καὶ δέος οὐ μικρὸν μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν ὑπὸ θατέρου πληγῇ·
 [01063]  Τίς οὕτως ἐπόθησε τὸν Χριστόν, εἴγε πόθον αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχ ἕτερόν τι τοῦ πόθου πλέον;
 [01413]  Τὸ γὰρ ἁπάσας τὰς ἐκεῖ δυσχερείας καταλέγειν οὐδὲν ἕτερόν ἐστιν ἢ πέλαγος ἀναμετρεῖν.
000-00-00 Serial Number=0308234572
De sancta Droside martyre Ante [Go Back]  
 [00039]  Καὶ γὰρ πρὸς τοῖς εἰρημένοις ἕτερόν τι μεῖζον ἀπὸ τοῦ τόπου κέρδος ἐστὶ καρπώσασθαι.
 [00189]  τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστι, ἀλλ' ἢ δαψιλεστέραν τῷ σκώληκι παραθεῖναι τράπεζαν.
000-00-00 Serial Number=0204061568
De sancta pentecoste Ante [Go Back]  
 [00065]  ἑορτὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ εὐφροσύνη·
 [00477]  Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ' αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ·
 [00532]  Ὁ μέντοι τῶν ἁπάντων ∆εσπότης καὶ ὅρον ἀρκοῦντα καὶ χαρακτῆρα ἀξιόπιστον, εἰς τὸ φανῆναι τοὺς ἑαυτοῦ μαθητὰς, οὐχ ἕτερόν τινα, ἢ τὸν ἀπὸ τῆς ἀγάπης ἡμῖν προεβάλετο εἰπών·
000-00-00 Serial Number=0319009781
De virginitate Ante [Go Back]  
 [00025]  Οὐκέτι δὲ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς μὴ μάτην ὀργιζομένοις καὶ λοιδορίας ἐκτρεπομένοις ὑπέσχετο, ἀλλ' ἕτερόν τι τούτου πλέον καὶ μεῖζον ἐζήτησεν εἰπών·
 [00383]  Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει τῆς φύσεως μαινομένης καὶ τὸν τῶν παθῶν οἶστρον μὴ δυναμένης ἐνεγκεῖν οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ.
 [00909]  Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν χρὴ καρτερεῖν ἢ τοῦτο μὴ βουλομένην κολακεύειν τὸν ὑβριστὴν καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείνοι εἴτε λοιδορίαις πλύνοι, εἴτε οἰκετῶν ὑπεροψίᾳ παραδοῦναι εἴτε ἕτερόν τι τοιοῦτον.
 [01371]  Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ' ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν.
 [01746]  Ἀλλ' ὅμως ἦσαν παρὰ Ῥωμαίοις οἱ ταύτην ἔχοντες τὴν ἀσθένειαν, καὶ οὐ μόνον αὐτῶν οὐ κατηγόρησε μετὰ σφοδρότητος ἀλλὰ καὶ ἕτερόν τι τούτου πλέον ποιεῖ.
000-00-00 Serial Number=0254377544
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00399]  Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ μὴ ποιοῦν ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες προσευχώμεθα·
 [02099]  ἀπὸ δὲ τοῦ μὴ πάντας ἐνταῦθα τὸ κατ' ἀξίαν ἀπολαβεῖν, ἀναγκάζονται λογίζεσθαι, ὅτι εἰς ἕτερόν τινα τοῦτο ταμιεύεται καιρόν.
 [02506]  Τί οὖν, ἂν ὑμῖν ἐπιδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν;
 [02864]  Ἡ γὰρ τοῦ βλεπομένου κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ ῥεῦμα καὶ αἷμα καὶ τροφῆς διαμασηθείσης χυλός.
 [02886]  Ἂν ἐννοήσῃς, [63.659] ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυλός.
 [02920]  Κἀκείνη μὲν, οὔτε ζῶντος τοῦ ἀνδρὸς, πρὸς ἕτερόν τινα ἐπτόητο·
 [03396]  Ἡ γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τέφρα καὶ κόνις καὶ καπνὸς καὶ σκιὰ καὶ τὸ ἔτι τούτων οὐδαμινώτερον.
 [04660]  ἀλλ' ἀνάγκη καιρὸν ἕτερόν τινα εἶναι μετὰ τὴν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐνταῦθα πόνων.
 [05330]  Κἂν Ἕλληνα, κἂν Ἰουδαῖον, κἂν ἕτερόν τινα ἴδῃς ἐν περιστάσει, εὖ ποιεῖν δεῖ.
 [05554]  Τὸ γὰρ κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας, οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅτι προημαρτηκότες ἦμεν, καὶ διὰ τοῦτο τοιούτου τοῦ προεστηκότος ἐτύχομεν.
 [06088]  Εἴ τίς σε εἰς θέατρον ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς περιβεβλημένοι στολὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἀπέδειξεν ἀπὸ λίθων καὶ μαργαριτῶν μόνων καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον τὸν ἐπὶ τῆς κεφαλῆς ἔχοντα, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρα οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;
 [06284]  Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰκείᾳ ἀθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω·
 [06322]  ∆ιόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν.
 [08512]  Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀπιστεῖν.
000-00-00 Serial Number=0545137048
Epistula ad abbatem Ante [Go Back]  
 [00056]  Παρακαλῶ οὖν, τέκνον μου καὶ ἀδελφέ, ἐπειδὴ πάλιν μοι πρὸς σὲ ὁ λόγος, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σὲ ἢ εἰς τὸν πλησίον σου ἢ εἰς ἕτερόν τι εὑρεθῇ σφάλμα καὶ θέλεις αὐτὸν διορθώσασθαι, πρῶτον ἀσφαλίζου τὸν ἔσω σου ἄνθρωπον, τουτέστι τὴν καρδίαν σου καὶ φύλαξον αὐτὴν ἀτάραχον μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μὴ ἄλλον θέλων διορθώσασθαι τὴν ψυχήν σου διαφθείρῃς ἐν τῇ ὀργῇ κακία γὰρ κακίαν οὐκ ἐκβάλλει, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν καὶ πρὸς τὸ σφάλμα τὴν διόρθωσιν ἐπάγαγε, μὴ διὰ ὕβρεων ἢ πληγῶν, ἀλλὰ διὰ νηστείας, εἰ δέοι, καθὼς δοκιμάσῃς μετὰ τοῦ Κυρίου, τοῦτο εἰδώς, ὅτι χωρὶς αὐτοῦ οὐδὲν δύνασαι.
000-00-00 Serial Number=0569770157
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00357]  ∆ιά τοι τοῦτο οὐ νηστείαν οὐδὲ ἐγκράτειαν τοῦτο καλῶ, ἀλλ' ἕτερόν τι τούτου μεῖζον.
 [00483]  Ἐπειδὴ δὲ καὶ ἕτερόν τί ἐστι, ὡς ἔγωγε οἶμαι, τὸ μάλιστά σε ὀδυνῶν φέρε καὶ τούτῳ τῷ λογισμῷ κατασκευάσωμεν τὸ φάρμακον μετὰ τῶν εἰρημένων καὶ ἃ νῦν ἐροῦμεν.
000-00-00 Serial Number=0242635965
Expositiones in Psalmos Ante [Go Back]  
 [01683]  Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ ποιοῦν μὴ ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες εὐχώμεθα.
 [01900]  Τινὲς δὲ καὶ [55.91] ἕτερόν φασιν, ὅτι ἐπηγγείλατο ἐχθραίνειν τοῖς ἐχθροῖς αὐτοῦ.
 [02629]  Ἀπὸ τούτου καὶ ἕτερόν τι αἰνίττεται, τὸ δεῖν τοῖς δόγμασι προσιόντας παιδία γίνεσθαι τῇ διανοίᾳ.
 [03402]  Ἐνταῦθα καὶ ἕτερόν τι ᾐνίξατο·
 [04392]  Ἀπὸ τούτου καὶ ἕτερόν τι αἰνίττεται, τὸ δεῖν τοῖς δόγμασι προσιόντας παιδία γίνεσθαι τῇ διανοίᾳ.
 [05165]  Ἐνταῦθα καὶ ἕτερόν τι ᾐνίξατο·
 [07180]  [55.184] Ἐντεῦθεν καὶ ἕτερόν τι μανθάνομεν, ὅτι οἱ προφῆται οὐχ ὡς οἱ μάντεις ἦσαν.
000-00-00 Serial Number=0671243131
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04283]  Ὅταν μὲν γὰρ αὐτῇ τῇ φύσει πικρὸν ᾖ, πολλὰς ἔνι παραμυθίας εὑρεῖν, καὶ τόπους ἀμείβομεν, καὶ παρὰ τῶν ἐχόντων ἀπολαβόντες, καὶ ἕτερόν τι προσάγομεν.
000-00-00 Serial Number=0981307864
Fragmenta in Job Ante [Go Back]  
 [00148]  καὶ ἐπειδὴ πρὸ ὀφθαλμῶν ἀεὶ τὸν Θεὸν εἶχε, διὰ τοῦτο καὶ τὸ δίκαιον δικαίως ἐδίωκε, δι' αὐτὸ τὸ καλὸν, καὶ οὐ δι' ἕτερόν τι·
 [01934]  ἐμοὶ δοκεῖ, ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ, ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι.
000-00-00 Serial Number=0450954974
In Acta apostolorum Ante [Go Back]  
 [00307]  ἔσχε τις ἁμαρτήματα χαλεπὰ, ἢ φονεύσας, ἢ μοιχεύσας, ἢ ἕτερόν τι χαλεπώτερον ἐργασάμενος, ἀφέθη διὰ τοῦ λουτροῦ ταῦτα.
 [00520]  Καλεῖ με ὁ δεῖνα, καὶ ἕτερόν τι ἀντ' αὐτοῦ διδόαμεν, βουλόμενοι αὐτὸ ἀπαγαγεῖν τῆς προαιρέσεως, καὶ θαυμάζοντες ἐκεῖνο ἀντὶ τούτου, καὶ δόντες ἀποπηδῶμεν·
 [02518]  Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι δι' ἕτερόν τι αὐτὸν ἐβάσταζον, καὶ οὐχὶ διὰ τὸ λαβεῖν, ὅρα, πῶς τοῦτο σαφῶς παρέστησε δι' ὧν λέγει·
 [03291]  Οὔτε γὰρ ὄνομα ἕτερόν ἐστι ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
 [03393]  Οὔτε γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν, φησὶν, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
 [03520]  Πάλιν λύχνου ἁφθέντος, πολλάκις τῆς διανοίας ἕτερόν τι σκεπτομένης, ἡ χεὶρ τὴν σφραγῖδα ποιεῖ.
 [03824]  Ναὶ παρακαλῶ, ἵνα ὑμῖν καὶ ἕτερόν τι ἐκδῶ μάθημα·
 [03825]  οὔπω γὰρ τούτου κατωρθωμένου, οὐ τολμῶ ἐπὶ ἕτερόν τι ἐλθεῖν.
 [09999]  οὐ γὰρ ἔνι ἕτερόν τινα ἐπικαλέσασθαι, εἰ μὴ τὸν Θεόν.
 [09999]  Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω·
 [09999]  Εἰπὲ γάρ μοι (τέως ταῦτα ἐξετάσωμεν), μὴ ἔστω θηρία, μὴ ἔστω ἀνωμαλία ἀέρων, μὴ νόσος, μὴ λῦπαι, μὴ ἀθυμίαι, μὴ ἕτερόν τι τῶν τοιούτων·
 [09999]  Καθάπερ γὰρ εἴ τις ὕλην εὑρὼν πολύτιμον, οὐκ ὢν τεχνίτης, ἂν καταφρονήσῃ ταύτης, μεγάλως ζημιωθήσεται, οἷον ἢ μαργαρίτας, ἢ κόχλον, ἢ ἕτερόν τι τοιοῦτον·
 [09999]  Ἡμῶν δὲ οὐδὲν ἕτερόν ἐστιν ἔργον, ἀλλ' ἢ πῶς πλοῦτον περιποιησόμεθα τῇ ψυχῇ.
000-00-00 Serial Number=0279989719
In Genesim sermones Ante [Go Back]  
 [00219]  ἐνταῦθα δὲ τὸ, Ποιήσωμεν, πρόσκειται μόνον, βουλὴ καὶ σκέψις καὶ πρὸς ἕτερόν τινα ὁμότιμον ἀνακοίνωσις;
 [00315]  Τὸ γὰρ ἀνατρέπον ἡμῶν τὴν ζωὴν καὶ πάντα ἄνω καὶ κάτω ποιοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ τῶν χρημάτων μανία.
 [01179]  Ἀλλ' ἕτερόν τι πρὸς τοῦτο λέγουσι.
000-00-00 Serial Number=0766457260
In Isaiam Ante [Go Back]  
 [00053]  Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἕτερόν τι προσέθηκεν εἰπών·
 [00681]  Ὁρᾷς ἕτερόν τινα ἐπιζητοῦντας νόμον;
 [01965]  Ἐνταῦθα μέντοι οὐ τὸ μετάρσιον καὶ κοῦφον ἡμῖν αἰνίττεται μόνον ὁ προφήτης διὰ τῶν πτερύγων τούτων, ἀλλὰ καὶ ἕτερόν τι φρικῶδες.
 [02091]  Τινὲς δέ φασιν ὅτι καὶ ἕτερόν τι αὐτῷ τὴν προθυμίαν ἐποίησε ταύτην.
 [02364]  Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστεῖν.
000-00-00 Serial Number=0323839307
In Joannem Ante [Go Back]  
 [00319]  Τὸ γὰρ, Ἐν ἀρχῇ ἦν, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦ εἶναι ἀεὶ δηλωτικὸν, καὶ ἀπείρως εἶναι.
 [02140]  Εἰ γὰρ περὶ ὑπάρξεως τῆς προαιωνίου, οὐδὲν ἕτερόν ἐστι τὸ λεγόμενον, ἀλλ' ἢ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν.
 [02530]  Εἰπὼν γὰρ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐκ εἶπεν, ὅτι ὁ Υἱὸς ἰδὼν ἐξηγήσατο, ἀλλ' ἕτερόν τι πλέον τοῦ ἰδεῖν ἔθηκεν, εἰπὼν, ὅτι Ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρός.
 [02841]  ἀλλ' οὐδὲν ἕτερόν ἐστιν αὕτη, ἢ διαστροφὴ ψυχῆς καὶ νόσος χαλεπωτάτη, οὐδαμόθεν ἄλλοθεν τικτομένη, ἢ ἐξ ἀνοίας.
 [03335]  ἀλλ' ἕτερόν ἐστι τὸ κατεπεῖγον νῦν, οὗ δὴ καὶ ἕνεκεν ἡμῖν ταῦτα εἴρηται.
 [05208]  Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται·
 [05974]  Γυνὴ πέντε ἄνδρας ἐσχηκυῖα, καὶ Σαμαρεῖτις οὖσα, τοσαύτην περὶ δογμάτων ποιεῖται σπουδὴν, καὶ οὐχ ὁ καιρὸς τῆς ἡμέρας, οὐ τὸ ἐφ' ἕτερόν τι παραγενέσθαι, οὐκ ἄλλο οὐδὲν αὐτὴν ἀπήγαγε τῆς περὶ τὰ τοιαῦτα ζητήσεως·
000-00-00 Serial Number=0788839161
In Kalendas Ante [Go Back]  
 [00153]  Ἂν μεθύοντα ἴδῃς, ἂν κλέπτοντα, ἢ τὸν οἰκέτην, ἢ τὸν φίλον, ἢ ἕτερόν τινα τῶν σοι προσηκόντων, ἂν εἰς θέατρα τρέχοντα, ἂν τῆς ψυχῆς ἀμελοῦντα τῆς ἑαυτοῦ, ἂν ὀμνύοντα, ἂν ἐπιορκοῦντα, ἂν ψευδόμενον, ἀγανάκτησον, κόλασον, ἐπίστρεψον, διόρθωσαι·
000-00-00 Serial Number=0419901609
In Psalmum 118 Ante [Go Back]  
 [00121]  ἀλλ' ἕτερόν τι ᾠκονομεῖτο πρὸς τὸ ἐλθεῖν αὐτὸν εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ φιλο φρονηθῆναι ὑπὸ γυναικὸς χήρας, καὶ ταύτῃ παρέξαι τροφήν.
 [01694]  Οὐδὲ γὰρ ἕτερόν τι χρὴ φθέγγεσθαι, ἢ τὰ λόγια τοῦ Θεοῦ.
000-00-00 Serial Number=0136028230
In Samaritanam Ante [Go Back]  
 [00220]  ὃν ὁ Μωϋσῆς ἔγραψεν, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, ἢ ἕτερόν τινα;
000-00-00 Serial Number=0097206473
In diem natalem Ante [Go Back]  
 [00258]  τὸ γὰρ τῇ φθορᾷ δουλεύειν οὐδὲν ἕτερόν ἐστιν, ἢ φθαρτὸν εἶναι.
 [00293]  κἂν ἀκροᾶσθαι δέοι τῶν θείων λογίων, κἂν εὔχεσθαι, κἂν προσιέναι, κἂν ἕτερόν τι ποιεῖν, μετὰ φόβου καὶ τρόμου τοῦτο γινέσθω, ἵνα μὴ κατάραν ἐπισπασώμεθα διὰ τῆς ῥᾳθυμίας.
000-00-00 Serial Number=0072497427
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00712]  ἕτερόν τι τοιοῦτον, ἀλλ' οὐκ ἔστι λυσιτελοῦν.
 [00761]  ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρθωμα.
 [02517]  Μετὰ δὲ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυμός.
 [02525]  Ἀλλ' ὅρα ὅτι αὐτὸ τοῦτο πάλιν οὐδὲν ἕτερόν ἐστιν, ἢ νεῦρα καὶ φλέβες καὶ ὑμένες καὶ ἀρτηρίαι.
 [02645]  ἢ ἕτερόν τι βαρύτατον.
 [03975]  Οὐ τοῦτο δὲ μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω προήγαγε τὴν σύγκρισιν, ἀλλ' ὅτι καὶ ἕτερόν τι μεῖζον ἐπενόησε, καὶ ἐκπληκτικώτερον·
 [04800]  Οὐ γὰρ συγχωρεῖ ὁ ∆εσπότης λαμβάνοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδομήσωμεν, ἄν τε ἀγροὺς ἀγοράσωμεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄν τε ἕτερόν τι τοιοῦτον.
 [07050]  Ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεται, ὅτι ὅσῳ τὰ τῶν πειρασμῶν ἐπετείνετο, τοσούτῳ τὰ τῆς χάριτος ηὔξετο καὶ ἐπέμενε.
 [07440]  Νῦν δὲ ἕτερόν τι λέγει, ὥσπερ ἐξ ἀντιθέσεως εἰσάγων τὸν λόγον, καὶ λύων προηγουμένως.
000-00-00 Serial Number=0007647514
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00036]  οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι' οὐδὲν ἕτερόν εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν·
 [01511]  Προσφορὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ θυσία, κάθαρσις, οὐκ ἀκαθαρσία.
 [01761]  Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία·
000-00-00 Serial Number=0306628406
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00212]  οὕτω καὶ ἐνταῦθα ἕτερόν ἐστιν εἶναι ἀπονενοημένον, ὅπερ ἐστὶ φλεγμαίνοντα εἶναι·
 [00213]  καὶ ἕτερόν ἐστιν ὑψηλὸν, ὅπερ ἐστὶν εὐεκτοῦντα εἶναι.
 [00299]  Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, ὅτι ὥσπερ ἔθος ἡμῖν λέγειν τὸ πλέον ἅπαν, οὕτω καὶ ἐνταῦθα εἴρηκε.
 [03273]  Ὅταν γὰρ ἐπαναστῇ τὸ μέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγμονὴ καὶ νόσημα·
 [04289]  Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι·
 [06458]  Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν [61.174] πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα·
 [06843]  Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον·
 [06984]  Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι;
 [07448]  Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι μικρὰν διαφορὰν ἀνεῖλεν.
 [07559]  καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα.
 [09909]  ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν.
 [09999]  Πάντα δὲ ὅταν εἴπω, μὴ νομίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συμπράττειν εἰς ἐρωμένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν.
 [09999]  οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευματικῶν φθέγγεσθαι ἔδει·
000-00-00 Serial Number=0033892274
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00588]  Κορινθίοις δὲ ἕτερόν φησιν·
 [00687]  Ὡς πατὴρ τέκνα, Ὡς τροφὸς, ἐνταῦθα καὶ ἕτερόν φησιν, Ἀπορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ζητούντων.
 [01669]  Ἀλλ' ἐνταῦθα ἕτερόν τι αἰνίττεται μυστήριον.
 [02368]  Καὶ γὰρ τῶν παίδων οἱ ἀφελέστεροι οὐ διαλιμπάνουσιν ἀποκναίοντες καὶ τροφέας καὶ παιδαγωγοὺς καὶ πατέρας τῇ πυκνότητι τῶν πεύσεων, ἐν αἷς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε.
 [03183]  εἶτα πολλοὶ περιεστήκωσι, καὶ οἱ μὲν τρύφος ἄρτου, οἱ δὲ ὀβολὸν, οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ κατέχωσιν ἐπὶ πολὺ, καὶ τέρπωνται καὶ ἄνδρες καὶ γυναῖκες, τί τούτου χαλεπώτερον;
000-00-00 Serial Number=0166981041
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03986]  Καθάπερ γάρ τις εὐθεῖαν ὁδὸν βαδίζων, καὶ πρὸς ἕτερόν τι τὸν νοῦν ἐσχηκὼς, βαδίζει μὲν, οὐκ εἰδὼς δὲ παρέρχεται τὴν πόλιν πολλάκις ἐκείνην, εἰς ἣν ἔσπευδεν, ἑλκομένων αὐτῷ τῶν ποδῶν ἁπλῶς καὶ μάτην·
000-00-00 Serial Number=0260573626
In epistulam ad Colossenses Ante [Go Back]  
 [01366]  Καὶ, εἰ βούλεσθε καὶ ἕτερόν τι ἀκοῦσαι, καθάπερ ἡ τροφὸς τῷ παιδίῳ λέγει·
 [02478]  Ἢ ἕτερόν τί φησιν, ὅτι Πάντες Χριστὸς εἷς ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες.
000-00-00 Serial Number=0188719213
In epistulam ad Ephesios Ante [Go Back]  
 [00273]  Ἔστι καὶ ἕτερόν τι δηλούμενον.
 [02407]  ἐνταῦθα δὲ ἀντὶ τούτου γέγονεν ἕτερόν τι·
 [02911]  Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ διὰ τῶν ἡμετέρων ψυχῶν ᾠκοδομημένη οἰκία.
 [03083]  καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι.
 [03763]  Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁμαρτία.
 [04168]  Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ πονηρία.
 [05015]  μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0715012431
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00196]  Καὶ τὸ, Πάλαι, καὶ τὸ, Ἐπ' ἐσχάτων τῶν ἡμερῶν, πάλιν ἕτερόν τι αἰνίττεται.
 [01371]  ἀλλ' ἕτερόν τι μεῖζον ἐνέφηνε, τὸ, Παραπλησίως, προσθείς.
 [02213]  Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον, ὅτι τὸ πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι, κατεποντίσθησαν.
 [02319]  Ἔστι καὶ ἕτερόν τι εἰπεῖν·
 [02478]  Ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, δεικνὺς ὅτι ἀπὸ τοῦ Θεοῦ ἀπέσταλται.
 [03245]  ἐνταῦθα εἰ καὶ αὐτὸ τοῦτο φθέγγεται, ἀλλ' ἕτερόν τι αἰνίττεται·
 [05959]  Ἅμα καὶ ἕτερόν τι αἰνίττεται ἐνταῦθα διὰ τοῦ εἰπεῖν·
 [06690]  Εἶτα καὶ ἕτερόν τι τῶν εἰρημένων τρανότερον ἐπήγαγε λέγων·
 [07082]  Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ·
 [07126]  ἐνταῦθα δὲ οὐ τοὺς ἀνθρωπίνους μόνον ὑπερβῆναι ἐχρῆν λογισμοὺς, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι·
000-00-00 Serial Number=0391442835
In epistulam ad Philemonem Ante [Go Back]  
 [00094]  καὶ Τιμόθεον παραλαμβάνει πρὸς τὴν ἀξίωσιν, καὶ οὐ τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα, καὶ ἕτερόν τινα ἴσως φίλον.
000-00-00 Serial Number=0033721447
In epistulam ad Philippenses Ante [Go Back]  
 [00331]  δέδοικα δὲ μὴ ἕτερόν τις ὑποπτεύσῃ, ὅτι οὐχ ὑμῶν ἕνεκεν, ἀλλ' ἐκείνων ταῦτα λέγω.
 [02238]  Ἀλλ' ἔστι καὶ ἕτερόν τι τούτου μεῖζον καὶ παραδοξότερον.
 [03406]  Εἰ γὰρ μήτε χρείαν παρέχει πλείονα, μήτε τέρψιν (προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐδὲν ἕτερόν ἐστιν ἢ ζημία.
000-00-00 Serial Number=0779676139
In epistulam ad Romanos Ante [Go Back]  
 [01330]  ἀλλ' ἕτερόν τι πλέον τίθησι κατασπῶν αὐτῶν κατωτέρω τὸ φρόνημα καὶ καταστέλλων, ὥστε ἐκεῖνο καταδέξασθαι.
 [02351]  καίτοι γε, ὅπερ ἔφην, καὶ ἐνταῦθα δίδωσι, καὶ μετὰ τῆς εἰρημένης αἰτίας καὶ ἕτερόν τι μεῖζον οἰκονομῶν ἐκεῖ ταμιεύεται τὸ πᾶν.
 [04828]  τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεὶ, καὶ οὐδέποτε ἕτερόν τι γινόμενον.
 [05020]  Οὔτε γὰρ ἀκοῦσαι, οὔτε εἰπεῖν ἕτερόν τι ἀνέχεται, ἀλλ' ἢ τόκους καὶ τόκους τόκων, καὶ ἀναίσχυντα κέρδη, καὶ καπηλείας μεμισημένας, καὶ πραγματείας ἀνελευθέρους καὶ δουλοπρεπεῖς, καθάπερ κύων πρὸς ἅπαντας ὑλακτῶν, πάντας μισῶν, πάντας ἀποστρεφό [60.523] μενος, πολεμῶν ἅπασιν οὐδεμιᾶς ὑποκειμένης αἰτίας, πενήτων κατεξανιστάμενος, τοῖς πλουτοῦσι βασκαίνων, πρὸς οὐδένα ἡδέως ἔχων.
 [07342]  κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι.
 [08155]  Εἶτα ἵνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ λέγων·
 [09999]  Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι·
 [09999]  Ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι, ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι.
000-00-00 Serial Number=0460940480
In epistulam ad Titum Ante [Go Back]  
 [00734]  εἰ μὴ ἕτερόν τι ᾐνίττετο.
 [01171]  Ἔστι καὶ τοῦτο παρ' αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι' ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο·
000-00-00 Serial Number=0847262204
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00842]  ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη.
000-00-00 Serial Number=0835452795
In illud Vidi dominum Ante [Go Back]  
 [00152]  Καὶ γὰρ οὐ μόνον τὰ τῆς ἀταξίας ἐνταῦθα, ἀλλὰ καὶ ἕτερόν τι χαλεπὸν περινοστεῖ νόσημα.
 [00158]  εἰ δὲ καὶ ἕτερόν τι παρὰ τὴν ἐκείνου γνώμην ὑποβαλεῖν τολμήσειε, τὴν ἐσχάτην τιμωρίαν ὑποστήσεται·
 [00172]  Τὸ γὰρ κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦτο, ὅτι προημαρτηκότες τοιούτου τοῦ προεστηκότος ἐτύχομεν, κἄν τε τῶν ἱερωμένων ᾖ τις, κἄν τε τῶν τὰς κοσμικὰς διεπόντων ἐξουσίας.
 [00336]  Ἐπειδὴ γὰρ καὶ τὰ μέταλλα γῆ καὶ τὸ χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ καὶ ἡ κοινωνία τῆς φύσεως τῶν ζητουμένων κλέπτει τὰς ὄψεις, ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστανται ἐκεῖνοι, ἀλλὰ πᾶσαν ἀκρίβειαν ἐπιδείκνυνται·
000-00-00 Serial Number=0116913736
In illud Vidua eligatur Ante [Go Back]  
 [00453]  ἔλαιον δὲ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ φιλανθρωπία καὶ ἐλεημοσύνη καὶ φιλοφροσύνη καὶ προστασία τῶν ἀδικουμένων καὶ παράκλησις τῶν ὀδυνωμένων·
000-00-00 Serial Number=0471932769
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00067]  καὶ ἕτερόν ἐστι λόγων ἀπαγγελία, καὶ ἄλλο πραγμάτων θέα καὶ πεῖρα.
000-00-00 Serial Number=0996170104
In parabolam Samaritani Ante [Go Back]  
 [00101]  οὐ πόρνον ἀπωθεῖται, οὐ μέθυσον, οὐ λοίδορον, οὐχ ἅρπαγα ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐχ ἕτερόν τινα ἀσεβῆ καὶ ἀκάθαρτον ἀποδιώκει, ἀλλὰ τοὺς πάντας δέχεται.
000-00-00 Serial Number=0093074799
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00136]  Ἀλλ' ἕτερόν ἐστι διαφόρως εἰπεῖν, καὶ ἕτερον ἐναντίως·
 [00296]  Τὸ γὰρ τρέμειν οὐδὲν ἕτερόν ἐστιν ἢ παράλυσις.
000-00-00 Serial Number=0481010616
In principium Actorum Ante [Go Back]  
 [00267]  Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρημα, ὅπερ ἄλλος μὲν μεθ' ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν;
 [00509]  Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν·
000-00-00 Serial Number=0218753457
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00012]  τὸ δὲ ἐγερθῆναι, τὸ προαχθῆναι εἴτε εἰς βασιλείαν ἢ εἰς ἐπισκοπήν, εἴτε εἰς ἕτερόν τι τοιοῦτον πρᾶγμα·
000-00-00 Serial Number=0488374054
Laus Diodori episcopi Ante [Go Back]  
 [00047]  διὰ τοῦτο καὶ ὄνομα ἓν ἀμφοτέροις ἐπέθηκε, δεικνὺς ὅτι κἂν ἕτερόν τις ὄνομα ἔχῃ, δύναται εἶναι ἐκείνῳ συνώνυμος, οὗ τὸν τρόπον ἐζήλωσεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»