Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔσεσθαι [147]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔσεσθαι


000-00-00 Serial Number=0618524432
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00031]  εἰ δὲ χρόνος ἐγγένηται πλείων, φωραθήσεσθαι τῆς μητρὸς τὴν ὑπόκρισιν, καὶ ἀφόρητον αὐτὸν ἐκείνῃ τε ἔσεσθαι καὶ τοῖς μοναχοῖς.
 [00771]  αὐτὸς αἴτιος ἔμελλες ἔσεσθαι τῶν τῷ πατρὶ συμβαινόντων ἀνιαρῶν, καλῶς ἂν ἐδεδοίκεις καὶ ἔτρεμες, τοσαύτης ἀπωλείας γενόμενος αἴτιος·
 [01345]  Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικειμένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ παντὸς ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών.
000-00-00 Serial Number=0330320895
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00535]  [10.14] Ὅρα πῶς μετὰ τὰ ῥήματα ταῦτα, ἀκούσας σφάξαι τὸν υἱόν, κατεδέξατο τὸν ἀφ' οὗ τοσοῦτον ἔμελλεν ἔσεσθαι τὸ πλῆθος, τοῦτον ἀνελεῖν καὶ καταθῦσαι καὶ ἐκ μέσου ποιῆσαι καὶ ἱερεῖον τῷ Θεῷ προσαγαγεῖν.
 [00541]  Οὐκ ἔστιν εἰπεῖν ὅτι δύο παῖδας εἶχε γνησίους καὶ προσεδόκα, ἀναιρεθέντος τούτου, ἀπὸ τοῦ ἑτέρου τοῦ πλήθους ἐκείνου ἔσεσθαι πατήρ, ἀλλὰ καὶ μόνον εἶχεν αὐτὸν καὶ ἀπὸ
000-00-00 Serial Number=0268845081
Ad populum Antiochenum Ante [Go Back]  
 [00916]  ∆ιὰ τοῦτο ἐλπίζω χρηστὰς ἔσεσθαι τὰς ἐλπίδας·
 [03762]  ἔσεσθαι γάρ τι ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης.
 [03926]  οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως·
 [03934]  Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε [49.144] τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν.
 [04869]  Ἀλλ' οἱ δικάζοντες αἰδεσθέντες αὐτῶν τὴν φιλοσοφίαν, καὶ τὸ ὑψηλὸν καταπλαγέντες φρόνημα, οὐ συνεχώρησαν στείλασθαι ταύτην τὴν μακρὰν ὁδὸν, ἀλλ' εἰ φωνὰς αὐτῶν λάβοιεν μόνον ἐν τοῖς γράμμασιν, ἀπελεύσεσθαι καὶ βασιλέα δυσωπήσειν ἀφεῖναι τὴν ὀργὴν ἅπασαν, ὃ δὴ καὶ προσδοκῶμεν ἔσεσθαι.
 [04922]  Λιμός ποτε χαλεπώτατος ἔμελλεν ἔσεσθαι, καὶ οἱ κατοικοῦντες ἐν Ἀντιοχείᾳ ὥρισαν, καθὼς ηὐπορεῖτό τις, πέμψαι πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας ἐν Ἱεροσολύμοις.
 [05919]  ∆ιὸ δὴ καὶ θαῤῥοῦμεν χρηστὸν ἔσεσθαι τὸ τέλος πάντως·
000-00-00 Serial Number=0919031799
Ad viduam juniorem Ante [Go Back]  
 [00179]  ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόως ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης ἣν θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς.
000-00-00 Serial Number=0508693814
Adversus Judaeos Ante [Go Back]  
 [00752]  Ἐπειδὴ τὸ παλαιὸν πάσχα τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ἔδει δὲ τὴν ἀλήθειαν ἐπιτεθῆναι τῷ τύπῳ, πρότερον δείξας τὴν σκιὰν, τότε ἐπήγαγε τὴν ἀλήθειαν ἐπὶ τῆς τραπέζης·
 [01444]  ἵνα οὖν μηδὲν τῶν συμβαινόντων τοῖς εἰδώλοις λογίζωνται, ἀλλὰ καὶ τὰς τιμωρίας καὶ τὰς εὐεργεσίας παρὰ τοῦ Θεοῦ πιστεύωσιν αὐτοῖς ἀεὶ παραγίνεσθαι, τὰς μὲν διὰ τὰς ἁμαρτίας, τὰς δὲ διὰ φιλανθρωπίαν, ἄνωθεν αὐτοῖς προὔλεγον οἱ προφῆται τὰ μέλλοντα ἔσεσθαι.
 [01457]  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πάντα αὐτοῖς προανεφώνει τὰ μέλλοντα ἔσεσθαι ὁ Θεὸς, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν συμβάντων αὐτοῖς κακῶν τε καὶ ἀγαθῶν ποιήσομαι τὴν ἀπόδειξιν.
 [01564]  Λείπεται δὲ λοιπὸν τὴν τρίτην ἐπαγαγόντας, καὶ περὶ ταύτης τῆς νῦν κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, πῶς οὐδὲ εἷς προφήτης ἐπηγγείλατό τινα λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε ἀπαλλαγήν.
 [01697]  ἀλλ' ὁ Θεὸς ἀλλοτριοῦται αὐτὸν λοιπὸν διὰ τὸ μέλλον ἔσεσθαι τόλμημα.
 [01756]  ∆ιὰ τοῦτό φησιν ὁ Χριστὸς, μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος τὸ κατὰ σάρκα, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν, καὶ δεικνὺς ὅτι περὶ αὐτῆς ὁ ∆ανιὴλ προεφήτευσε, φησίν·
 [02392]  τύπος γὰρ ἔμελλεν ἔσεσθαι τοῦ Χριστοῦ, καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ Γραφή.
000-00-00 Serial Number=0306541264
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01541]  Ὥστε οὐχὶ νῦν ταῦτα ἔδει λέγειν, ἀλλ' εἰ βιωτικὸν ἔμελλεν ἔσεσθαι τὸ παιδίον, τότε θρηνεῖν, καὶ ταῦτα φθέγγεσθαι·
000-00-00 Serial Number=0649998426
Commentarius in Job Ante [Go Back]  
 [00363]  ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, εἰ μὴ προῄδει, ὅτι καὶ τῶν πειρασμῶν συμπεσουμένων ἀχείρωτος ἔμελλεν ἔσεσθαι.
 [00658]  ὅρα, δι' ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά·
 [01951]  ὁρᾷς, πῶς τοῦτο μάλιστα πάντων αὐτὸν ἐθορύβει τὸ μηδὲ προσδοκᾶν τινα μεταβολήν, εἴ γε καὶ γένοιτο βραχεῖαν ἔσεσθαι;
 [02047]  ὁ οὕτω σοφός, οὕτω δυνατὸς ἄδικος ἔμελλεν ἔσεσθαι;» [8,4a] εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, [4b] ἀπέστειλεν ἐν χερσὶν αὐτῶν ἀνομίαν.
 [02423]  [12,6a] οὐ μὴν δὲ, φησίν, ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι.
000-00-00 Serial Number=0096128404
Comparatio regis et monachi Ante [Go Back]  
 [00067]  ἡγοῦντο γὰρ αὐτοῖς ἀντὶ πολλῶν μυριάδων ἔσεσθαι τὸν θεράποντα τοῦ Θεοῦ.
000-00-00 Serial Number=0265734076
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00148]  ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπιζεν ἔσεσθαι.
000-00-00 Serial Number=0420430243
De Anna i Ante [Go Back]  
 [00420]  καίτοι γε οὐδὲ τῷ στρατοπέδῳ κατάφωρος ἔμελλεν ἔσεσθαι ταύτην ἐργασάμενος τὴν σφαγήν.
000-00-00 Serial Number=0403302193
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00669]  εὐχειρώτους γὰρ λοιπὸν ἔσεσθαι πρότερον ὑπὸ τοῦ πρὸς ἀλλήλους καταναλωθέντας πολέμου.
000-00-00 Serial Number=0801304996
De Lazaro Ante [Go Back]  
 [00574]  ἕτερον δὲ χαλεπώτατον κατειργάσατο, τοὺς γόητας τοὺς ὑπηρετουμένους αὐτῷ διὰ τούτων πείσας τῶν δογμάτων, πολλῶν νέων ἁπλῶν σώματα κατασφάττειν ἐλπίδι τοῦ δαίμονας ἔσεσθαι, καὶ πάλιν αὐτοῖς ὑπηρετεῖν.
 [01475]  στέφανος γὰρ τῆς οἰκίας ἁπάσης ἔμελλεν ἔσεσθαι, καὶ [48.1014] λαμπρότης τοῦ γένους παντός.
000-00-00 Serial Number=0504940629
De continentia Ante [Go Back]  
 [00020]  Ἐκεῖνος τοίνυν οὕτως ἦν ἀκριβὴς καὶ βέβαιος τῆς σωφροσύνης φύλαξ, ὥστε ἐξῆν μὲν αὐτῷ μετὰ ἀσελγείας καὶ πλουτεῖν καὶ τρυφᾷν καὶ τῆς δεσποίνης ἄρχειν, ἀλλ' ὅμως καίτοι τοσούτων καὶ τοιούτων μέλλων ἔσεσθαι κύριος εἵλετο μᾶλλον ἀποθανεῖν ἢ προδοῦναι τὴν σωφροσύνην ἐνθυμηθείς, ὅτι πλοῦτος μὲν καὶ δυναστεία καὶ δόξα τῷ βίῳ τούτῳ συναπαρτίζεται καὶ πρόςκαιρον ἔχει τὸ κέρδος, μόνης δὲ ἀρετῆς οὐ πέφυκεν ἅπτεσθαι τελευτή.
000-00-00 Serial Number=0888601601
De diabolo tentatore Ante [Go Back]  
 [00124]  Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ διατρίβων μετὰ τὴν μιαιφονίαν.
 [00802]  Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην·
000-00-00 Serial Number=0691415071
De eleemosyna [2] Ante [Go Back]  
 [00234]  Παρακαλῶ τοίνυν ἔσεσθαι εἰς ἀλλήλους φιλάνθρωποι, φιλόξενοι, φιλόπτωχοι·
000-00-00 Serial Number=0109085500
De gloria in tribulationibus Ante [Go Back]  
 [00094]  Καὶ πρῶτον μὲν τὰ ὑπηργμένα προλέγει τῇ οἰκουμένῃ ἀγαθὰ, τὰ οὐκ ἐν ἐλπίσι καὶ προσδοκίᾳ, ἀλλ' ἐν πείρᾳ καὶ ἀπολαύσει γενόμενα ἅπερ καὶ τῶν μελλόντων καὶ ἐλπιζομένων μεγίστη καὶ σαφεστάτη ἀπόδειξίς ἐστι, καὶ πολὺν περὶ πίστεως κατατείνας τὸν λόγον, καὶ τοῦ πατριάρχου Ἀβραὰμ μνημονεύσας καὶ τῆς φύσεως ἀπαγορευούσης τοῦ πατέρα αὐτὸν ἔσεσθαι, ἤλπισε καὶ προσεδόκησε, καὶ ἐπείσθη ἔσεσθαι, διὸ καὶ ἐγένετο, κἀκεῖθεν ἀνάγων εἰς τὸ μὴ δεῖν ποτε εἰς τὴν τῶν λογισμῶν καταπίπτειν ἀσθένειαν, ἀλλὰ τῷ μεγέθει τῆς πίστεως ὀρθοῦσθαι καὶ διανίστασθαι καὶ ὑψηλὰ φρονεῖν·
000-00-00 Serial Number=0315241694
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00049]  Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι , ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον;
000-00-00 Serial Number=0506770670
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00926]  Οὕτω δὴ καὶ ἐνταῦθα ὁ Παῦλος, ὁμοῦ καὶ τὸ ἀξίωμα διετήρησε, καὶ τὸ μέλλον ἔσεσθαι προανεφώνησεν.
000-00-00 Serial Number=0939691067
De libello repudii Ante [Go Back]  
 [00160]  Ἡ μὲν γὰρ ἔχουσα ἄνδρα οὐχ αἱρήσεται, ζῶντος ἐκείνου, ἔσεσθαι ἑτέρου, ἀκούσασα ὅτι ζῶντος αὐτοῦ δέδεται·
000-00-00 Serial Number=0305907905
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00040]  τοῦ ἀγγέλου εἰρηκότος ἐν πρώτοις καὶ μέγαν ἔσεσθαι λέγοντος ἐνώπιον τοῦ κυρίου, οὐδὲν τῶν ἐπὶ γῆς, οὐδὲν τῶν ἐν τῷ οὐρανῷ εἰς τὴν τοῦ βαπτιστοῦ τιμὴν παραλέλειπται.
000-00-00 Serial Number=0149823308
De paenitentia [1] Ante [Go Back]  
 [01560]  ∆ιέθετο διαθήκην πρὸς τὸν Νῶε, ἡνίκα ὁ κατακλυσμὸς ἐγένετο, βουλόμενος ἡμᾶς ἀπαλλάξαι τῶν φόβων, ἵνα μὴ δὴ κατακλυσμὸν βλέποντες, καὶ ὄμβρον ὁρῶντες ἀεὶ, καὶ τὴν πανωλεθρίαν ἐκείνην προσδοκῶμεν ἔσεσθαι·
 [01590]  ἐπειδὴ ἡ γῆ οὐρανὸς ἔμελλεν ἔσεσθαι, καὶ ἡ ἡμετέρα φύσις πρὸς τὴν τῶν ἀγγέλων εὐγένειαν ἀνάγεσθαι·
 [02458]  οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ἀφορῶν τὰ μέλλοντα ἔσεσθαι, ὅτι τὰ παραδεδομένα ἔμελλον παριδεῖν.
000-00-00 Serial Number=0977879345
De patientia sermo 1 Ante [Go Back]  
 [00329]  λοιπὸν δὲ κἀκεῖνο εὐξώμεθα, τῆς αὐτῆς μερίδος τῶν ἐν ἀρετῇ τῆς ἡλικίας χρόνον τὸν βίον χωριζομένων ἔσεσθαι·
 [00330]  καὶ μὴ ἐκεῖ ἀπελθόντας ἡμᾶς τοὺς μὲν ἑαυτῶν παῖδας ἐν ἀνέσει ὄψεσθαι, ἡμᾶς δὲ ἐν ἀφορήτῳ κολάσει ἔσεσθαι.
000-00-00 Serial Number=0851804495
De patientia sermo 2 Ante [Go Back]  
 [00111]  Οὐκ ἐδειλίασαν πρὸς θάνατον, οὐκ ἠλλοιώθη αὐτῶν τὸ πρόσωπον διὰ τῆς μελλούσης ἔσεσθαι αὐτοῖς τιμωρίας, ἀλλὰ φαιδροὶ καὶ γεγανωμένοι τῷ ἄνθει ἔλεγον·
000-00-00 Serial Number=0843249261
De proditione Judae Ante [Go Back]  
 [00187]  Εἰ μὲν ἀνάγκῃ, οὐδ' οὕτως ἔμελλεν ἔσεσθαι βελτίων·
 [00566]  Εἰ μὲν γὰρ ἀνάγκῃ, οὐδὲ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων·
000-00-00 Serial Number=0966754317
De prophetiarum obscuritate Ante [Go Back]  
 [00221]  Οὐ γάρ ἐστιν ἀναγκαστικὴ τῶν μελλόντων ἔσεσθαι, ἀλλὰ προγνωστικὴ μόνον.
 [00232]  Γράψον εἰς βιβλίον πάντα τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι δεινά.
 [00258]  ἔδει γὰρ κοινὸν γενέσθαι τὸν σύλλογον, ἐπειδὴ περὶ ἀναγκαίων πραγμάτων ἔμελλεν ἡ ἐκκλησία ἔσεσθαι.
 [00270]  Εἰ γὰρ ἀπὸ τοῦ ∆ίου ἠρίθμει, οὐκ ἔμελλεν ἔσεσθαι τότε χειμών.
 [00475]  Ἐπεὶ οὖν καὶ περὶ τοῦ πάθους, καὶ περὶ τῆς ἀναστάσεως, καὶ περὶ τῆς ἀναλήψεως, καὶ περὶ τῆς ἐκ δεξιῶν καθέδρας, καὶ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ περὶ πάντων τούτων ἁπλῶς τῶν ἐν τῇ [56.179] Καινῇ κειμένων προεῖπεν ἡ Παλαιὰ ∆ιαθήκη, ἵνα μὴ ἄγνωστα μένῃ ταῦτα τοῖς ἔθνεσι τοῖς μετὰ ταῦτα μέλλουσιν ἔσεσθαι, καὶ ἀγνοῶσι τῆς προφητείας τὴν ἰσχὺν, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ἑρμηνευθῆναι τὰς Γραφὰς, οὐ τοῖς ἐξ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων τοῖς πανταχοῦ τῆς οἰκουμένης διασπαρεῖσι καὶ τὴν Ἑβραΐδα λοιπὸν ἀποβαλοῦσι γλῶσσαν χρησίμους αὐτὰς ποιῶν.
000-00-00 Serial Number=0490221083
De pseudoprophetis Ante [Go Back]  
 [00298]  Εἶτα ἐκβαλὼν ἔξω πάντας, δηλονότι τοὺς τὰ ἐναντία φρονοῦντας, τέλος δὲ καὶ τὴν ἐρήμωσιν αὐτῶν καὶ ἀφανισμὸν προειπὼν, τὴν μέλλουσαν ἔσεσθαι κατὰ γενεὰν καὶ γενεὰν τοῖς τὰ ἐναντία φρονοῦσι λέγων·
000-00-00 Serial Number=0675374985
De sacerdotio Ante [Go Back]  
 [00353]  Ἆρά σε πείθομεν ὅτι οὔτε ἐκ κακονοίας, οὔτε εἰς κίνδυνον ἐμβαλεῖν βουλόμενοι, ἀλλὰ χρήσιμον ἔσεσθαι εἰδότες, εἰς τὸ στάδιον εἵλκομεν τοῦτο;
 [01005]  Καὶ ἐπὶ μὲν τῶν στρατιωτῶν, ἀπὸ τῶν ἑστώτων καὶ μαχομένων καὶ τὴν νίκην ἔσεσθαι καὶ τὴν ἧτταν προσδοκᾶν ἀεὶ χρή.
 [01097]  οὐκ ἀπὸ τῆς τῶν ἐπιστολῶν ἀρετῆς δι' ἧς οὐ τοὺς τότε μόνον πιστούς, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι τῆς σήμερον γενομένους καὶ τοὺς μέλλοντας δὲ ἔσεσθαι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ὠφέλησέ τε καὶ ὠφελήσει;
 [01429]  Πλὴν ἀλλ' ἐπιεικεστέραν μοι τὴν τιμωρίαν οἶμαι ἔσεσθαι ἐγκαλουμένῳ διὰ τί μὴ καὶ ἑτέρους ἔσωσα ἢ διὰ τί καὶ ἑτέρους καὶ ἐμαυτὸν προσαπώλεσα, πολὺ χείρων γενόμενος μετὰ τὴν τοσαύτην τιμήν.
000-00-00 Serial Number=0540750682
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00043]  ὅταν τελευτήσωσιν, ὡς ἐπ' ἀτέκνῳ λοιπὸν ἔσεσθαι καταφρόνησιν φόβος·
000-00-00 Serial Number=0619611382
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00076]  Εἰ γὰρ ἐνταῦθα τὴν ψυχὴν ἀφῆκεν, ἀφόρητος ἔμελλεν ὁ τῆς συμφορᾶς ὄγκος ἔσεσθαι.
000-00-00 Serial Number=0545565903
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00119]  Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν.
000-00-00 Serial Number=0717592478
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03512]  προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ [63.677] εἶχεν ἀπώλεσεν.
 [05153]  Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν, ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες.
 [06450]  Οὐχ ἡ πρόῤῥησις αὐτοῦ, ἄπαγε, οὐδὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνεται, ἀλλ' ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν·
 [06453]  ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον, καὶ προλέγει τὸ μέλλον ἔσεσθαι.
 [08393]  Μετὰ ταῦτα τοῦ γένους ἡμῶν κακῶς πράττοντος, ὡς κινδυνεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν, οὐκ ἀπεβάλετο, ἀλλὰ τοσοῦτον τῶν προσκεκρουκότων ἐκήδετο, ὡς καὶ ἀπολογεῖσθαι τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλέγεσθαι καὶ λέγειν τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι.
000-00-00 Serial Number=0039342344
Epistula ad episcopos Ante [Go Back]  
 [00037]  Εἰ γὰρ καὶ πολλῷ διωκίσμεθα ὑμῶν τῷ μήκει τῆς ὁδοῦ, καὶ ἐπὶ πολὺν ἐχωρίσθημεν ὑμῶν χρόνον, ἀλλ' ὡς παρόντες καὶ συνόντες ὑμῖν, οὕτως ὑμᾶς περιπτυσσόμεθα, οὕτως ὑμῶν ἑκάστου τὴν φίλην καταφιλοῦμεν κεφαλὴν, ὑπτίαις χερσὶ τοὺς στεφανίτας δεχόμενοι, καὶ μέγιστον καὶ ἐντεῦθεν προσδοκῶντες ἡμῖν ἔσεσθαι κέρδος ἀπὸ τῆς πολλῆς περὶ ἡμᾶς ἀγάπης.
000-00-00 Serial Number=0498103976
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01499]  Εἰ γὰρ μὴ ἔμελλεν ἔσεσθαι, πάλαι ἄν, ὡς ἔγωγε οἶμαι, ἀπεληλύθειν ἐντεῦθεν τό γε ἧκον εἰς τοὺς ἐπενεχθέντας μοι πειρασμούς.
000-00-00 Serial Number=0037285388
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00919]  Ὅρα τοῦ προφήτου τὸ κηδεμονικὸν, καίτοιγε οὐκ ἔμελλεν ἐκείνοις ὑποκεῖσθαι τοῖς καιροῖς, οὐδὲ αὐτόπτης ἔσεσθαι τῶν ἀγαθῶν, ἀλλ' ὡς αὐτὰ μέλλων ἀπολαύειν, οὕτω συνεύχεται.
 [02389]  Μὴ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων τόδε τι ὑπολάβητε ἔσεσθαι.
 [05067]  *Μηνύσας τοῦ λαοῦ τὴν ἄνοδον, πρὸς πληροφορίαν τῶν λεχθέντων προστάττει τῷ προφήτῃ ἐγκεκλεισμένῳ ἐπὶ τῆς τοῦ βασιλέως φυλακῆς τὸν τοῦ θείου ἀγρὸν, τουτέστι, τοῦ Ἀνανιὴλ, πρίασθαι, καὶ τοῦτο ποιήσας, καὶ τὰ γράμματα συντελέσας, καὶ τὴν νομὴν τοῦ ἀγροῦ δεξάμενος, προσέταξε τῷ Βαροὺχ ἐν ὀστρακίνῳ σκεύει καταθέσθαι τὸ βιβλίον, μήνυμα τοῦ αὖθις τὴν γῆν ἐν ἀπολαύσει τοῦ λαοῦ ἔσεσθαι.
 [05147]  Ἡ μὲν οὖν ἔννοια αὕτη, ὅτι Ὥσπερ ὁ ἐπαγγειλάμενος τοῖς ἀνθρώποις, μὴ διαλείπειν τὴν ἐν τῇ κτίσει τάξιν, ἀλλ' εἰσαεὶ ἔσεσθαι χειμῶνα καὶ θέρος, ἔαρ καὶ μετόπωρον μέχρι τοῦ νῦν διετέλεσα φυλάττων τὴν ἐμαυτοῦ ὑπόσχεσιν·
000-00-00 Serial Number=0110842228
Fragmenta in Job Ante [Go Back]  
 [00727]  ποίαν, φησὶ, προσδοκᾷς ἔσεσθαι μεταβολήν;
 [00959]  τότε δὴ φορτικὸς λοιπὸν αὐτοῖς ἔσεσθαι ἡγησάμενος διὰ τὴν σιωπὴν, λύει ταύτην.
 [01025]  ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπισεν ἔσεσθαι·
000-00-00 Serial Number=0504368484
In Acta apostolorum Ante [Go Back]  
 [00179]  Ὅπερ γὰρ ἐκείνοις ἐκ τῆς ὄψεως τῶν σημείων, τοῦτο ἐκ τῆς πίστεως πᾶσιν ὕστερον ἔμελλεν ἔσεσθαι.
 [00219]  Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι τὸ μέλλον ἔσεσθαι ὡς ἤδη γεγενημένον εἴρηκεν, ὥσπερ ὅταν λέγῃ, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
 [04143]  Οὐκ εὐθέως δὲ αὐτοὺς ἔκριναν, προσδοκῶντες πάλιν αὐτοὺς πράους ἔσεσθαι.
 [05280]  Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου, ἀλλ' ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται.
 [07754]  Τοῦτο τοῦ μέλλοντος ἔσεσθαι μετὰ ταῦτα προαναφώνησις·
 [08414]  Ἀναστὰς δέ τις [60.193] ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε, λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην.
 [08416]  Ἀναγκαίως ἐνταῦθα λιμὸν μέγαν μέλλοντα ἔσεσθαι σημαίνει, ὃς δὴ καὶ ἐγένετο, καθὰ περὶ αὐτοῦ προεῤῥήθη.
 [09601]  Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτάφη παρ' αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον;
 [09999]  Ὅρα δὲ καὶ τὴν προφητείαν ἐξελθοῦσαν, ἣν ἤκουσε μάρτυρα αὐτὸν ἔσεσθαι τοῦ Κυρίου.
 [09999]  Μηνυθείσης δέ μοι ἐπιβουλῆς μέλλειν ἔσεσθαι εἰς τὸν ἄνδρα ὑπὸ τῶν Ἰουδαίων ἐξ αὐτῶν, ἔπεμψα πρὸς σὲ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ.
 [09999]  ∆ιαλεγόμενος γὰρ, φησὶ, περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ μέλλοντος κρίματος ἔσεσθαι.
 [09999]  ∆ιαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη·
 [09999]  Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν, ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ νόμον, καὶ ἐν τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεὸν, ἣν [60.346] καὶ αὐτοὶ προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.
 [09999]  Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ ζημίας μέλλειν ἔσεσθαι τὸν πλοῦν.
 [09999]  αὐτὸς γὰρ ἔσεσθαι κύριος.
 [09999]  Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἂν ἄνθρωπος, πιστεύων ἀνάστασιν ἔσεσθαι, τοιαῦτα πράξειέ ποτε, ἣν καὶ αὐτοὶ οὗτοι ἐκδέχονται.
 [09999]  Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας [60.368] οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
 [09999]  Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, φησὶν, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
000-00-00 Serial Number=0418699384
In Genesim sermones Ante [Go Back]  
 [01592]  μὴ γὰρ ᾔδεισαν τὰ μέλλοντα ἔσεσθαι;
 [01627]  Τὸ γὰρ ὄνομα τοῦτο τὸν μέλλοντα κατακλυσμὸν ἔσεσθαι ἐδήλου.
 [01628]  Καὶ πῶς τὸν μέλλοντα ἔσεσθαι κατακλυσμὸν ἐδήλου τὸ ὄνομα τοῦ Νῶε;
000-00-00 Serial Number=0578477681
In Isaiam Ante [Go Back]  
 [01419]  καὶ οὐκ ἀπαλλαγὴν ἔσεσθαι μόνον τῶν ἀηδῶν, ἀλλὰ καὶ πολλὴν τὴν περιφάνειαν καὶ μεγάλην τὴν λαμπρότητα.
 [02495]  Εἰπὼν γὰρ τὰ μέλλοντα ἔσεσθαι τῆς οἰκουμένης ἀγαθά, εἰς τὸν βασιλέα λοιπὸν τρέπει τὸν λόγον.
 [02634]  Καὶ γράψον γραφίδι ἀνθρώπου, τουτέστι καλάμῳ, τὰ μέλλοντα ἔσεσθαι.
 [02645]  ἅπερ ἐπ' ἀνθρώπων ἔσεσθαι πέφυκε.
000-00-00 Serial Number=0828329802
In Joannem Ante [Go Back]  
 [01564]  Ὅπερ μάλιστα ταύτην ἔσεσθαι προσδοκῶ τὴν ἐκκλησίαν, ἀπὸ τῆς πολλῆς ταύτης τεκμαιρόμενος φιληκοΐας.
 [03486]  Οἶδε γὰρ τοὺς μέλλοντας ἔσεσθαι ἐπιτηδείους.
 [03889]  ἐπεὶ σύγχυσίς τις ἔμελλεν ἔσεσθαι καὶ ἀταξία ἐντεῦθεν, εἰ μὴ τοῖς προσήκουσι καιροῖς ἕκαστον ἐδημιούργει, ἀλλ' ὁμοῦ πάντα ἔφυρε, καὶ γέννησιν, καὶ ἀνάστασιν, καὶ κρίσιν.
 [04719]  ταῦτα πάντα τὴν γέννησιν καὶ τὸν καθαρμὸν τὸν μέλλοντα ἔσεσθαι, ὡς ἐν τύπῳ προανεφώνει.
000-00-00 Serial Number=0578712404
In Psalmos 101-107 Ante [Go Back]  
 [00178]  Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ·
000-00-00 Serial Number=0765247703
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00072]  Νῦν δὲ ὁρᾷς αὐτὸν οὔτε βουλόμενον ποιῆσαι, ὅπερ ἠπείλησε ποιῆσαι, ἀλλὰ καὶ ἀπολογούμενον τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλεγόμενον καὶ λέγοντα τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι, οὐχ ἵνα μάθῃ τὰς αἰτίας ὁ ἄνθρωπος, ἀλλ' ἵνα τοῖς ἄλλοις εἰπὼν, σωφρονεστέρους αὐτοὺς ἐργάσηται.
000-00-00 Serial Number=0080092490
In catenas sancti Petri Ante [Go Back]  
 [00267]  μὴ μακρὰν ἔσεσθαι τὸ ἑαυτοῦ πάθος ὑποδηλῶν, ἀλλὰ καὶ ταῖς μαχαίραις χρῆσθαι τῶν ἐπιόντων εἰς ἄμυναν·
000-00-00 Serial Number=0949706078
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00026]  Οὕτω δὴ καὶ ὁ Παῦλος οὐχὶ συμβουλεύων ταῦτά φησιν, ὅτι ∆εῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἀλλὰ προαναφωνῶν καὶ προφητεύων τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ οὐ συμβουλεύει αἱρέσεις εἶναι, αὐτός ἐστιν ὁ λέγων, ὅτι Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
000-00-00 Serial Number=0585921466
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02301]  Τοῦτο δὲ τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ὅτι ὅταν ἐπιστρέψωμεν πρὸς Κύριον, τότε ὀψόμεθα τὴν δόξαν τοῦ νόμου, καὶ γυμνὸν τὸ πρόσωπον τοῦ νομοθέτου·
000-00-00 Serial Number=0879606843
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02086]  εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἂν προσεδόκησεν ἔσεσθαι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων.
000-00-00 Serial Number=0579056084
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00416]  Καὶ τίνος ἔμελλες λαμβάνειν τὸν μισθὸν, εἰ τὸ πᾶν ἔμελλεν ἔσεσθαι τοῦ Θεοῦ;
 [08029]  συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυμίας τῆς ἐμφύτου καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακίαν.
000-00-00 Serial Number=0176692247
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02458]  πρὸ γὰρ τῶν χρόνων, ὧν ἔμελλεν ἔσεσθαι, ἐδήλου καὶ τὸν χρόνον αὐτόν.
000-00-00 Serial Number=0983332098
In epistulam ad Ephesios Ante [Go Back]  
 [02951]  μετὰ τρεῖς ἡμέρας προσδοκᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ μιᾷ τιμωρίας ἰδέᾳ πάντας ἀπολέσθαι.
000-00-00 Serial Number=0702267528
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01415]  Εἰ γὰρ μὴ νόμος ἐδόθη, πάντες εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0316396296
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01215]  Ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ.
 [03364]  Τοῦτο καὶ ἐφ' ὑμῶν ἔσεσθαι προσδοκῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [04126]  Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς, καθότι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι ἱερέα, φησίν·
 [07424]  οὐκ ἂν δὲ περὶ τῶν ὀστῶν αὑτοῦ ἐνετείλατο, εἰ μὴ πεπληροφόρητο ἔσεσθαι τὴν ἐπάνοδον.
000-00-00 Serial Number=0598704815
In epistulam ad Philippenses Ante [Go Back]  
 [04396]  Τίς γὰρ ἂν προσεδόκησε, τίς δὲ ἂν ἤλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά;
000-00-00 Serial Number=0065194786
In epistulam ad Romanos Ante [Go Back]  
 [02251]  οὕτω γάρ σοι λαμπρὸς ὁ στέφανος ἔμελλεν ἔσεσθαι·
 [05118]  Καὶ σαφῆ παρέχει τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων, καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσαγαγών·
 [05245]  Οὐ γὰρ εἶπε, Πρὸς τὴν μέλλουσαν ἔσεσθαι, ἀλλὰ, Πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι, ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ·
 [06424]  Ἀλλ' ὅμως ἔφησεν αὐτοὺς καὶ Λαὸν καὶ Ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι.
 [07669]  Οὐ γὰρ ἂν ἀνεβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο.
000-00-00 Serial Number=0662978292
In epistulam ad Titum Ante [Go Back]  
 [00896]  τί οἴει τοὺς τοιούτους ἔσεσθαι;
 [00941]  Ὥστε οὐ μόνον ἀπὸ τοῦ τρόπου ὠμὸς ἔμελλεν ἔσεσθαι ὁ δεσμοφύλαξ, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, δι' ἢν ἐνεβέβλητο.
 [01239]  Ἐννοήσατε ὡς αἰσχρὸν καὶ σφόδρα καταγέλαστον ὕστερον λέγειν, Οὐ προσεδοκῶμεν, οὐκ ἠλπίζομεν τοῦτο ἔσεσθαι·
000-00-00 Serial Number=0065367520
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00226]  Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων, καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ' ὁμοίας τῇ ἐνθήκῃ τῆς ἐμπορίας αὐτῶν μελλούσης ἔσεσθαι·
000-00-00 Serial Number=0708480597
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00206]  Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλλοντας.
000-00-00 Serial Number=0915799081
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00268]  ∆ιὸ καὶ πολλάκις δυσκόλοις ἐπεχείρησα νοήμασιν, οὐ προσδοκήσας αὐτὰ εὔληπτα ἔσεσθαι, ἀπὸ δὲ τῆς σπουδῆς τῆς κατὰ τὴν ἀκρόασιν ἰδὼν τὰ δύσκολα ῥᾴδια γενόμενα.
000-00-00 Serial Number=0821370482
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00208]  ἄν τε σκαιοὶ καὶ διεφθαρμένοι, ἀπολογίαν τῆς οἰκείας ἔσεσθαι πονηρίας τοῦ μετὰ ταῦτα ἄρχοντος τὴν κακίαν.
000-00-00 Serial Number=0709575713
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00096]  διὰ τοῦτο δὲ κἀκείνη ἡ θυσία χωρὶς αἵματος ἐγένετο, ἐπειδὴ ταύτης ἔμελλεν ἔσεσθαι τύπος.
000-00-00 Serial Number=0667701721
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00026]  [11] Βακτηρίαι δὲ ἐκείνοις ἐν χερσὶ, <πίστις καὶ> ἐλπὶς ἡ εἰς θεόν, στήριγμα ψυχῆς, οὐκ ἐῶσαι ταῖς θλίψεσιν ἔσεσθαι, καθάπερ ὁ Παῦλος εἴρηκεν, ἀλλὰ στηρίζουσαι βεβαίως εἰς τὸ μὴ σαλεύεσθαι.
000-00-00 Serial Number=0612598598
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00433]  Ὅρα πῶς αὐτὸν οἰκειοῖ πρὸς τὸν Θεὸν, καὶ τὸ μέλλον θαῦμα περὶ αὐτὸν ἔσεσθαι, καὶ τὸ φίλτρον προλαβὼν ἀνατίθησι τῷ Θεῷ.
 [00895]  Ὅτι οὕτως ἀξιοπιστότερος ὁ λόγος ἔμελλεν ἔσεσθαι, καὶ φοβερώτερος, ὑπ' ὄψιν τῶν πραγμάτων ἀγομένων, ἵνα μάθῃς ὅτι ὁ αὔξων τὰ φυτὰ, οὗτος καὶ τὴν βασιλείαν λανθανόντως, καὶ οὐκ εἰδότων ἡμῶν.
 [01109]  Ταῦτα τύποι τῶν ἐθνῶν τῆς μελλούσης ἔσεσθαι χάριτος, ὅτι προ πηδῆσαι εἶχον οὗτοι ἐκείνων.
 [01890]  Ἐπειδὴ γὰρ ἡ μέλλουσα ἔσεσθαι εὐπραγία ἱκανὴ φυσῆσαι τὴν ἐκεί νων διάνοιαν, οὐ μόνον ἀνορθουμένης τῆς πόλεως, ἀλλὰ καὶ χερσὶ βαρβαρικαῖς οἰκοδομουμένης, βαρβα ρικαῖς ἐκείναις ταῖς καθελούσαις αὐτήν.
000-00-00 Serial Number=0257583261
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00117]  Οὐδὲ γὰρ πρότερον ἀφῆκε τὰς ἡνίας τῶν ὄμβρων, ἕως ὅτε αὐτῷ διελέχθη καὶ εἶπε τὸ μέλλον ἔσεσθαι, καὶ κήρυκα αὐτὸν τῆς μελλούσης εὐπορίας ἀπέστειλεν.
000-00-00 Serial Number=0071103394
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00214]  Βουλόμενον δὲ τὸν Ἰσαὰκ εἰς Αἴγυπτον κατελθεῖν, ἐπειδὴ λιμὸς κατίσχυε, κωλύει ὁ Θεὸς, παραινῶν ἔνθα ᾤκει, ἐκεῖ μένειν, καὶ ὑπισχνούμενος ἔσεσθαι μετ' αὐτοῦ, καὶ εὐλογήσειν τὸ σπέρμα αὐτοῦ καὶ πληθυνεῖν.
 [00470]  κρατήσειν τῶν ἐθνῶν, τῆς γῆς κληρονομίαν, τὸ ὕδωρ αὐτῶν εὐλογήσειν καὶ τὸν ἄρτον, πάσης μαλακίας αὐτοὺς ἀπαλλάξειν, μὴ ἔσεσθαι στεῖραν ἐν αὐτοῖς, μηδὲ ἄγονον, μηδὲ θάνατον ἄωρον, τὰ ὅρια αὐτῶν θήσειν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως τῆς Φυλιστιεὶμ, ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Εὐφράτου.
 [02445]  Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ τάφοις τινὰς τῶν ἀναιρουμένων παραδίδοσθαι.
 [02489]  Τὰ κακὰ τοῖς ἐν Βαβυλῶνι ψευδοπροφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχμαλωσίας χρόνον, ἀλλ' ὅμως ἔσεσθαι ἐπάνοδον.
 [02505]  Προλέγει τῷ Σεδεκίᾳ, ὅτι ἁλώσεται, καὶ ἐγκαλεῖ τοὺς δούλους, οὓς ἠλευθέρωσαν, πάλιν καταδουλωσαμένοις, καὶ ἀπειλεῖ μεγάλην ἔσεσθαι συμφοράν.
 [02520]  εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει, καὶ αὐτῷ μεγάλα κακὰ ἔσεσθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»