Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔρωτα [144]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔρωτα


000-00-00 Serial Number=0018516660
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00286]  Οὐ γὰρ ὥσπερ ἡμεῖς οἱ μισθωτοὶ γέενναν δεδοικότες, καὶ τῆς βασιλείας ἐφιέμενοι, οὕτω κἀκεῖνος ἐδούλευε τῷ Χριστῷ, ἀλλ' ἑτέρῳ τινὶ πολλῷ τούτου βελτίονι καὶ μακαρίῳ πόθῳ ληφθεὶς, ἔπασχέ τε καὶ ἔπραττεν ἅπαντα δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ παραμυθήσηται τὸν ἔρωτα μόνον, ὃν εἶχεν εἰς τὸν Χριστόν·
 [00308]  οὐ στέγουσι σιγῇ κατέχειν τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς ἐπιτηδείους ἅπαντας τὴν φλόγα ἐκφέρουσι, τῷ συνεχῶς διηγεῖσθαι τοῦ πόθου τὴν ὑπερβολὴν διαναπαύοντες αὐτῶν τὴν ψυχήν.
000-00-00 Serial Number=0523166478
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01250]  Εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιθυμίας ἐνοχλούμενος διέπτυσε τὸν ἐκείνης ἔρωτα, οὐ σφόδρα ἐπαινῶ, οὐδὲ θαυμάζω τὸν ἄνδρα ἐγὼ πειθόμενος τῷ Χριστῷ.
 [01262]  καὶ γὰρ ἂν εὐκόλως πάντα ἤνεγκεν ἐκείνη διὰ τὸν ἔρωτα·
000-00-00 Serial Number=0761841536
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00250]  [6.1] Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεικνῦσα μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς.
 [00251]  Οὐ γὰρ ἁπλῶς ἡμῶν προνοεῖ, ἀλλὰ καὶ ἐρῶν καὶ σφόδρα ἐρῶν ἔρωτά τινα ἀμήχανον, ἔρωτα ἀπαθῆ μέν, θερμότατον δὲ καὶ εὐτονώτατον καὶ γνήσιον καὶ ἀκατάλυτον καὶ σβεσθῆναι μὴ δυνάμενον.
000-00-00 Serial Number=0475442827
Ad populum Antiochenum Ante [Go Back]  
 [05992]  ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμολογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν [49.215] εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν.
000-00-00 Serial Number=0983259559
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00203]  Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο.
000-00-00 Serial Number=0701447546
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00338]  ἐπεὶ τοῖς γε ἄλλοις αὐτὸν τῇ τοῦ Θεοῦ χάριτι ῥᾳδίως αἱρήσομεν, κἂν εὐγνώμων εἶναι ἐθέλοι, ταχέως αὐτὸν οὐ πρὸς τὸν ἔρωτα τοῦ βίου τούτου μεταστήσομεν μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν, ἀφ' ἧς ὁ βίος ἔχει τὴν ὑπόθεσιν οὗτος.
 [00381]  οὐχ ὁ νοσῶν τὸν κενὸν ἐκεῖνον ἔρωτα, καὶ μηδαμοῦ σβεσθῆναι δυνάμενον, ἀλλὰ τοῖς ἐπινενοημένοις φαρμάκοις ἐπιτριβόμενος μᾶλλον;
 [00389]  ∆ιὰ ταῦτα οὖν, εἰπέ μοι, θρηνεῖς τὸν υἱὸν, ὅτι μανίας καὶ τοσαύτης ἀμηχανίας ἀπήλλακται, ὅτι ἔρωτα ἀνίατον οὐκ ἐρᾷ, ὅτι τοῦ πολέμου καὶ τῆς μάχης ταύτης ἕστηκεν ἐκτός;
 [01137]  ἀλλ' ὅμως τοῦτον οὐκ οἶδε τὸν ἔρωτα, ἀλλ' ἕστηκεν εἴσω τῶν τῆς φύσεως ὅρων·
000-00-00 Serial Number=0259469032
Catecheses ad illuminandos Ante [Go Back]  
 [01006]  [6.25] Οὕτω γὰρ καὶ τὸν νυμφίον εἰς ἔρωτα πλείονα ἐπισπάσεσθε καὶ αὐτοὶ τοῦ χρόνου προϊόντος λαμπρότεροι καὶ φαιδρότεροι φανήσεσθε, τῆς χάριτος ἐπὶ πλεῖον αὐξανομένης διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας.
000-00-00 Serial Number=0135148227
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00022]  Ὅτι γὰρ ἡδὺ τοῦτο καὶ τοῦ νόμῳ γάμου συνοικεῖν δριμύτερον ἔχει τὸν ἔρωτα, νῦν μὲν ἴσως καὶ θορυβεῖσθε ἀκούοντες, μετὰ δὲ τὴν ἀπόδειξιν καὶ αὐτοὶ συνομολογήσετε.
 [00159]  ∆ι' οὐδὲν γὰρ ἡ συνοίκησις αὕτη νενομοθέτηται, ἢ δι' ἔρωτα καὶ πόθον·
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0796379685
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00006]  Πένης γὰρ ὢν πλουσίοις ἐπεκτείνομαι, οὐκ ἀλαζονείας ὑποθέμενος νόσον, ἀλλὰ τῆς φιλοθέου ὑμῶν ψυχῆς ἀποπληρῶν τὸν ἔρωτα.
000-00-00 Serial Number=0135378182
De Anna i Ante [Go Back]  
 [00032]  ἀλλ' ὥσπερ οἱ γυναῖκα σεμνὴν καὶ σώφρονα καὶ ἐλευθέραν ἔχοντες, καὶ σφόδρα αὐτῆς περικαιόμενοι, οὐδὲ ἀπούσης αὐτῆς, πόρνης καὶ διεφθαρμένης ἐρασθεῖεν ἂν, τοῦ πόθου τοῦ περὶ ἐκείνην προκατέχοντος τὴν διάνοιαν, καὶ ἕτερον ἐπεισελθεῖν ἔρωτα οὐκ ἐῶντος·
 [00929]  Τοῦτο δὲ ἐποίησεν, οὐκ ἐλαττοῦσα αὐτοῦ τὴν [54.665] δεσποτείαν, ἀλλὰ τὸν οἰκεῖον ἔρωτα ἐνδεικνυμένη τε καὶ παραμυθουμένη.
000-00-00 Serial Number=0587804079
De Christi divinitate Ante [Go Back]  
 [00284]  Καὶ τὸ μὲν τοῦ σώματος τοὺς ὁρῶντας εἰς ἀκολασίαν ἐκκαλεῖται πολλάκις, τὸ δὲ τῆς ψυχῆς κάλλος αὐτὸν τὸν Θεὸν πρὸς τὸν ἔρωτα ἐπισπᾶται τὸν οἰκῖον·
000-00-00 Serial Number=0509762228
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00125]  ἐντεθεικὼς γὰρ ἡμῖν τῶν μελλόντων τὸν ἔρωτα, καὶ τῆς ἐπουρανίου βασιλείας τὴν ἐπιθυμίαν, καὶ τρώσας ἡμᾶς ἐκείνῳ τῷ πόθῳ, παρασκευάζει λέγειν·
000-00-00 Serial Number=0843680263
De beato Philogonio Ante [Go Back]  
 [00139]  ∆ιὰ τοῦτο μάλιστα ἀσπάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου·
000-00-00 Serial Number=0730048716
De diabolo tentatore Ante [Go Back]  
 [00008]  καὶ ὑμῖν, ὅσῳπερ ἂν τὴν διδασκαλίαν ἐνηχήσωμεν, τοσούτῳ μᾶλλον ἀνάπτομεν τὴν ἐπιθυμίαν, πλείω ποιοῦμεν τὴν ὄρεξιν, σφοδρότερον τὸν ἔρωτα.
 [00025]  τότε δὴ, τότε τὸν ἀκόρεστον ὑμῶν ἐδείξατε ἔρωτα.
000-00-00 Serial Number=0844075680
De futurae vitae deliciis Ante [Go Back]  
 [00016]  οἷον, εἰ χρημάτων ἐπιθυμίας κρατεῖ, εἰ σωμάτων ἀκόρεστον ἔρωτα ὑπέταξεν, εἰ μὴ τήκεται φθόνῳ, εἰ μὴ σύρεται τῷ χαλεπῷ τῆς κενοδοξίας πάθει, εἰ μὴ δέδοικε καὶ τρέμει πενίαν, εἰ μὴ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν, εἰ μὴ ἀποτέθνηκε τῷ δέει τούτῳ.
 [00039]  Καὶ γὰρ ἵνα τοῦτον τὸν ἔρωτα ὁ Θεὸς ἐπιτείνῃ, καὶ πρὸ τῆς τελευτῆς τοῦ κεκτημένου ταῦτα ἀνθρώπου θάνατον αὐτοῖς συνεκλήρωσεν.
 [00041]  οὐχ ὅταν ὁ κεκτημένος ταῦτα τελευτήσῃ, τότε καὶ αὐτὰ τελευτᾷ, ἀλλὰ καὶ ζῶντος ἔτι μαραίνεται ταῦτα καὶ ἀποθνήσκει, ἵνα τὸ ἐπίκηρον αὐτῶν καὶ τοὺς σφόδρα αὐτῶν ἐρῶντας καὶ περὶ αὐτὰ μεμηνότας τῆς χαλεπῆς ταύτης ἀπαγάγῃ λύττης, παιδεύοντα αὐτῶν τὴν φύσιν, καὶ διδάσκοντα διὰ τῆς πείρας, ὅτι σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ταύτῃ τὸν ἔρωτα καταλύοντα.
000-00-00 Serial Number=0870097816
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00140]  Καὶ κόμην δὲ ὄπισθεν ἀφίεις εἰς κόρης σχῆμα εὐθέως ἐκθηλύνων τὸν παῖδα καὶ τὸ τῆς φύσεως στερρὸν μαλάσσων, ἐξ ἀρχῆς αὐτῷ χρημάτων ἔρωτα περιττὸν ἐντιθεὶς καὶ πείθων περὶ τὰ ἀνόνητα ἐπτοῆσθαι.
 [00666]  Καὶ ποιεῖ πρὸς τὴν μνήμην ἔχειν αὐτὸν τὸν ἔρωτα·
000-00-00 Serial Number=0625222325
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00173]  ἀλλ' αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς τίθει, καὶ τότε αὐτοῦ ὄψει τὸν σφοδρὸν ἔρωτα τὸν πρὸς τὸν Χριστόν.
 [00175]  Τὸ γὰρ ἁπάντων μεῖζον εἶχεν ἐν ἑαυτῷ, τὸν τοῦ Χριστοῦ ἔρωτα·
 [01025]  Ὅτι γὰρ τῆς τῶν ἀπολλυμένων σωτηρίας ἐρῶντες ταῦτα ἔπραττον, ἐδήλωσε καὶ ἡ τοῦ Θεοῦ ψῆφος, ἐδήλωσε καὶ ἡ τῶν κακῶς ἐρασθέντων τὸν ἔρωτα τοῦτον ἀπώλεια.
 [01027]  Οὐ γὰρ διὰ προστασίαν τοῦτο ἐποίουν, ἀλλὰ διὰ προεδρίας ἔρωτα.
000-00-00 Serial Number=0047776043
De mutatione nominum Ante [Go Back]  
 [00109]  Σύγγνωτέ μοι, μᾶλλον δὲ μὴ σύγγνωτε, ἀλλὰ καὶ ζηλώσατε τὸν ἔρωτα τοῦτον.
 [00110]  Ὁ μὲν γὰρ ἄτοπον ἐρῶν ἔρωτα, εἰκότως συγγνώμην αἰτεῖ·
000-00-00 Serial Number=0153833151
De perfecta caritate Ante [Go Back]  
 [00179]  Ἂν οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς ἐπᾴδωμεν ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ κακίαν ἐκφύγωμεν, καὶ ἀρετὴν κατορθώσομεν, καὶ τὸν τῶν παρόντων ἔρωτα σβέσομεν, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν.
000-00-00 Serial Number=0402007043
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00076]  Ὁ μὲν γὰρ πλουτῶν μεθύων τῇ περιουσίᾳ τῶν χρημάτων, καὶ πυρετὸν χαλεπώτατον πυρέττων, καὶ ἀκόρεστον ἔχων ἔρωτα, πλείονα ποιεῖν τὰ ὄντα βούλεται·
000-00-00 Serial Number=0895949721
De precatione [1] Ante [Go Back]  
 [00041]  Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα προσευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφοδρὸν, ἤδη μοι οὗτος δῆλός ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται.
000-00-00 Serial Number=0886228621
De sacerdotio Ante [Go Back]  
 [01385]  καὶ γὰρ εἰς ἔρωτα δόξης ἐπαίρει τὸν μὴ προσέχοντα καὶ εἰς ἀλαζονείαν καὶ εἰς χρημάτων ἐπιθυμίαν, ὑποσύρει δὲ καὶ εἰς τρυφὴν καὶ εἰς ἄνεσιν καὶ ῥαθυμίαν καὶ κατὰ μικρὸν εἰς τὰ περαιτέρω τούτων ἐκ τούτων τικτόμενα κακά.
000-00-00 Serial Number=0936571121
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00012]  οὕτω γὰρ ὑμῶν τὴν διάνοιαν ἐξέκαυσε πρὸς τὸν ἔρωτα τὸν αὑτοῦ, ὡς καὶ πρὸς ψιλὸν τὸ ὄνομα διαθερμαίνεσθαι, καὶ πρὸς αὐτὴν διανίστασθαι τὴν προσηγορίαν.
 [00040]  Τίς οὐκ ἔφριξε τότε, καὶ τῆς πόλεως τὸν μανικὸν ὁρῶν ἔρωτα, καὶ τοῦ διδασκάλου τὴν ἄκραν φιλοσοφίαν, καὶ τὴν ἐπιείκειαν, καὶ τὴν πρᾳότητα καταπληττόμενος;
000-00-00 Serial Number=0409506023
De studio praesentium Ante [Go Back]  
 [00094]  Τί δὲ, ὅταν ἴδῃς ἑτέραν ἐκ πρώτης ἡλικίας ἐν ἁπαλῷ σώματι νύκτας ἀΰπνους διάγουσαν, ἡμέρας ἀσίτους, γαστρὸς ἐπιθυμίαν [63.489] ἄγχουσαν, χρημάτων ἔρωτα χαμαὶ ῥίπτουσαν, νεκροῦσαν τὸ σῶμα, σταυροῦσαν τὴν σάρκα, οὐδὲν τὰ παρόντα ἡγουμένην, χαμαὶ βαδίζουσαν καὶ αὐτῶν ἁπτομένην τῶν ἁψίδων, καταπατοῦσαν δυναστείαν, καταγελῶσαν δόξης, διαπτύουσαν περιφάνειαν, ἀντὶ λεπτῆς ὀθόνης σάκκον περιβεβλημένην, κλοιὰ περικειμένην, σποδὸν ὑποστρωσαμένην, εὐνῇ τῷ ἐδάφει χρωμένην, καὶ μηδὲν πλέον αἰτουμένην, ἐν δωματίῳ κατακεκλεισμένην στενῷ, προφήταις ὁμιλοῦσαν, βίον θανάτου μελέτην ἔχοντα μεταχειριζομένην, πρὸ τῆς τελευτῆς νενεκρωμένην, λιμῷ καὶ ἀγρυπνίᾳ καὶ αὐχμῷ κατατηκομένην, καὶ τοῦ παρόντος βίου τὰς φαντασίας φύλλων σηπομένων μᾶλλον ἀτιμάζουσαν·
000-00-00 Serial Number=0056314111
De virginitate Ante [Go Back]  
 [00656]  οὕτως αὐτοὺς εἰσήγαγεν εἰς τὸν τῆς ἐγκρατείας ἔρωτα.
 [01562]  «Πρὸς ἐντροπὴν ὑμῖν λέγω» κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα.
 [01820]  Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθενία καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην τὴν ἅπαντα βλαστάνουσαν τὰ καλά, ἐλευθερίαν, παρρησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμόν, ὑπεροψίαν πάντων τῶν ἐπὶ γῆς.
000-00-00 Serial Number=0106551468
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01562]  ἀλλὰ πρὸς τὸν ἔρωτα τῶν μελλόντων ὑμᾶς ἀλείφων, ὥστε μὴ ἐμφιλοχωρεῖν τοῖς παροῦσι, μηδὲ προσηλῶσθαι τῷ σώματι, μηδὲ κατὰ τοὺς μικροψύχους τῶν πολλῶν διακεῖσθαι, οἳ κἂν μυρία ζήσωσιν ἔτη, ὀλίγα ταῦτα εἶναί φασιν·
 [02416]  Τί τοίνυν ἀθλιώτερον τοῦ πλουτοῦντος γένοιτ' ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν, ἀλλὰ τὸ δείλαιον σῶμα ἐκείνου οὐδὲ τῆς ζωῆς ἀποστερηθὲν, ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κακῶν, λῃστευόμενον καὶ συλούμενον διὰ τὸν τῆς φιλοχρηματίας ἔρωτα ὑπὸ κακούργων καὶ τυμβωρύχων, τῶν πρὸς τὴν κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλεπώτερον, ἢ ἡνίκα ἔζη;
 [02484]  μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων, ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει καὶ πέδας καὶ φυλακὰς καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν.
 [03440]  ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδοθέν ἐστι, διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα ἰδεῖν ἔπεισε τὸν ἑαυτῶν·
 [08245]  Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε·
 [08719]  νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν Μονογενῆ λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς, καὶ πρὸς χρυσὸν ἐπτόησαι;
 [09026]  Τοὺς τῶν ἁγίων βίους καὶ τὴν πολιτείαν διὰ τοῦτο ἀναγράπτους ἡμῖν καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ὄντες ἡμῖν φύσεως ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, διαναστῶμεν περὶ τὴν ταύτης ἐργασίαν, καὶ σφοδρὸν τὸν ἔρωτα τῆς πρὸς αὐτοὺς ἀγάπης ἀνάψωμεν.
000-00-00 Serial Number=0421354532
Epistula ad Cyriacum Ante [Go Back]  
 [00482]  Εἶδες ἔρωτα πόσον ἐσκότισεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν;
 [00688]  Ἡ γὰρ ἀθλία τότε ἐκείνη θυμῷ παραμυθεῖται τὸν ἔρωτα καὶ πάθος ἀνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον.
000-00-00 Serial Number=0767899930
Epistulae Ante [Go Back]  
 [00650]  Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς.
 [01053]  Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν.
 [01608]  Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς.
 [02011]  Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν.
 [02568]  Ἢν τὸν ἔρωτα τῆς καλλίστης ταύτης φιλοσοφίας, ἣν μέτεισι νῦν, τρέφῃς ἐν αὐτῷ διηνεκῶς, καὶ ἀκμάζειν παρασκευάζῃς·
 [02842]  Πόῤῥω μέν σου καθήμεθα τῇ παρουσίᾳ τοῦ σώματος, ἐγγὺς δὲ τῇ διαθέσει τῆς ψυχῆς, καὶ σύνεσμέν σοι, καὶ συμπεπλέγμεθα καθ' ἑκάστην ἡμέραν, τὸν θερμόν σου περὶ ἡμᾶς ἔρωτα, τὴν φιλοξενίαν, τὴν φιλοφροσύνην, τὴν τοσαύτην θεραπείαν καὶ σπουδὴν, ἣν διὰ πάντων ἐπεδείξω, καθ' ἑαυτοὺς ἀναλογιζόμενοι, καὶ ἐντρυφῶντες τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εἰλικρινῆ διάθεσιν, καὶ δόλον οὐκ ἔχουσαν.
 [03111]  Οὕτως ἡμῶν σφοδρῶς ἐρῶν οὐδὲ γὰρ ἔλαθες ἡμᾶς, ἐπείπερ οὐ δυνατὸν ἐραστήν ποτε σφοδρὸν λαθεῖν τὸν ἐρώμενον, γραμμάτων ἡμᾶς οὐκ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῇ κατέχειν τὸν ἔρωτα;
 [03316]  Οἶδά σου τὴν φιλότιμον ψυχὴν, τὸν ἔρωτα τὸν [52.731] θερμὸν, ὃν περὶ τὰς τῶν πενήτων ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι τὸν στέφανον τὸν τῆς φιλανθρωπίας καὶ λαμπρότερον καθιστὰς, καὶ τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται.
 [03403]  οὐκ ἀνεμείναμεν δὲ ἡμεῖς τὰ σὰ γράμματα, ἀλλὰ πρότεροι τῷ γράφειν ἐπεπηδήσαμεν, τὸν θερμὸν ἔρωτα, ὃν περὶ τὴν σὴν ἐμμέλειαν ἔχομεν, κἀν τούτῳ δεικνύντες.
 [03455]  ἀπὸ γὰρ τῆς γνώμης σε ἀνακηρύττοντες ὁμοίως ἐκείνοις, εἰς τοὺς πρώτους σε τῶν φίλων γράφομεν, καί σοι χάριτας ἴσμεν, ὅτι ὀλίγα συγγενόμενος ἡμῖν, τάχα δὲ οὐδ' ὀλίγα, τῶν πολὺν ἡμῖν συντραφέντων χρόνον οὐκ ἐλάττονα περὶ ἡμᾶς ἐπιδείκνυσαι ἔρωτα.
 [03476]  Τὸν δεσπότην μου τὸν ποθεινότατον καὶ τιμιώτατον Ἀσυγκρίτιον τὸν πεσβύτερον προσειπεῖν παρ' ἡμῶν παρακλήθητι μετὰ τῶν ποθεινοτάτων αὐτοῦ τέκνων, καὶ πάντα σου τὸν κλῆρον, ὃν ἐπαίδευσας ἐν βραχεῖ τὸν σὸν περὶ ἡμᾶς μιμεῖσθαι ἔρωτα.
000-00-00 Serial Number=0792899966
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00011]  Καὶ γὰρ καὶ τὸ σῶμα ἡμῖν ἐρρωμενέστερον γέγονε καὶ καθαρὸν ἀναπνέομεν ἀέρα, οἵ τε συναποδημοῦντες ἡμῖν ἐπαρχικοὶ οὕτω θεραπεύουσιν ὅτι οὐδὲ οἰκετῶν ἡμᾶς ἀφιᾶσι δεῖσθαι τὰ οἰκετῶν ποιοῦντες καὶ γὰρ ἥρπασαν τὸ ἐπίταγμα τοῦτο διὰ τὸν περὶ ἡμᾶς ἔρωτα καὶ δορυφορίαι πανταχοῦ, ἑκάστου αὐτοὺς μακαρίζοντος διὰ τὴν διακονίαν ταύτην.
 [00823]  Εἶδες ἔρωτα πῶς ἐπεσκότησεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν;
 [01046]  Ἡ γὰρ ἀθλία τότε ἐκείνη ὑπὸ τῆς χαλεπῆς μανίας ἐμβακχευομένη θυμῷ παραμυθεῖται τὸν ἔρωτα καὶ πάθος συνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον, καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος.
000-00-00 Serial Number=0711491168
Expositiones in Psalmos Ante [Go Back]  
 [00564]  Ἐπειδὴ δὲ παρεγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς τὸν οὐρανὸν ἡμᾶς καλῶν, καὶ τῶν ἐνταῦθα πείθων καταφρονεῖν, καὶ τὸν ἐκείνων ἔρωτα ἐναποτιθέμενος, καὶ ἀποσχίζων ἡμᾶς τῶν βιωτικῶν·
 [00880]  Οὐ γὰρ εἶπεν ἁπλῶς, Ὁ βασιλεὺς, ἀλλ', Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, τὸν ἔρωτα ἐνδεικνυμένη τὸν αὐτῆς.
 [02982]  Καὶ τί λέγω θυμὸν καὶ ὀργὴν, [55.119] ὅπου γε καὶ ὀφθαλμὸς ὁ ἡμέτερος θηρίων χεῖρον περιέβαλε πάθεσιν, εἰς ἔρωτα πικρὸν περιπείρας;
 [03122]  Καὶ πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα;
 [04745]  Καὶ τί λέγω θυμὸν καὶ ὀργὴν, [55.119] ὅπου γε καὶ ὀφθαλμὸς ὁ ἡμέτερος θηρίων χεῖρον περιέβαλε πάθεσιν, εἰς ἔρωτα πικρὸν περιπείρας;
 [04885]  Καὶ πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα;
 [06291]  Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς πλησίον ἐκφέρειν, καὶ λέγειν ὅτι φιλοῦσι.
 [06302]  Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον ἡμῖν ἐνδείξηται, καὶ κοινωνοὺς ποιήσῃ τοῦ ἔρωτος.
 [06328]  Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ' ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργεσίας μέγεθος, ἢ τὸ φιλεῖσθαι παρ' αὐτοῦ.
 [06363]  οὕτω καὶ ὁ Θεὸς ὑποδείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει.
 [06369]  Ταῦτα δὲ πάντα συλλέγων ἀναλογίζου πρὸς ἑαυτὸν, καὶ θερμὸν ἐργάσῃ τὸν ἔρωτα, καὶ λαμπρὰν ἀνάψεις τὴν φλόγα.
 [06413]  Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν·
 [06415]  ∆έδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα.
 [06422]  Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη·
 [06424]  Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ' ἢ ἐκεῖνον μόνον, καὶ πανταχοῦ αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες.
 [06459]  Ἅπερ οὖν εἰδὼς καὶ ὁ μακάριος ∆αυΐδ, φιλῶν διετέλει, καὶ τὸν ἔρωτα οὐκ ἠνέσχετο κατέχειν ἔνδον, ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπείγετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν.
 [06470]  τοῦτο μεγαλοψύχου τινός ἐστι διανοίας, τοῦτο φιλοσόφου ψυχῆς καὶ πρὸς τὸν οὐράνιον ἐπτερωμένης ἔρωτα.
000-00-00 Serial Number=0412443638
Fragmenta in Job Ante [Go Back]  
 [01849]  Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον, διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο.
000-00-00 Serial Number=0626908004
Homilia de capto Eutropio Ante [Go Back]  
 [00557]  Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε.
 [00704]  Ἦλθε λαβεῖν τὴν πόρνην, λέγω γὰρ αὐτὴν, ὡς ἦν ἀκάθαρτος, ἵνα [52.408] μάθῃς τοῦ νυμφίου τὸν ἔρωτα.
000-00-00 Serial Number=0969049573
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00108]  ∆ιὰ τοῦτο καὶ ὁ παρὼν ἐπίπονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν.
000-00-00 Serial Number=0173520863
Homilia in martyres Ante [Go Back]  
 [00020]  Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο σήμερον ἡμῶν τὸν σύλλογον, τὸ λαμπρὸν τοῦτο θέατρον, τὴν ζέουσαν ἀγάπην, τὴν θερμὴν διάθεσιν, τὸν ἀκατάσχετον ἔρωτα;
000-00-00 Serial Number=0304919004
In Acta apostolorum Ante [Go Back]  
 [00014]  Ὄψει δὲ καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐνταῦθα καθάπερ πτηνοὺς διατρέχοντας γῆν καὶ θάλατταν, καὶ τοὺς δειλοὺς ἐκεί [60.15] νους καὶ ἀσυνέτους ἀθρόον ἄλλους ἀντ' ἄλλων γενομένους, καὶ χρημάτων ὑπεροπτὰς, καὶ δόξης, καὶ θυμοῦ, καὶ ἐπιθυμίας, πάντων ἁπλῶς ἀνωτέρους γεγονότας, καὶ πολλὴν τὴν ὁμόνοιαν ἔχοντας, καὶ οὐδαμοῦ οὐδεμίαν βασκανίαν ὡς ἔμπροσθεν, οὐδὲ τὸν περὶ πρωτείων ἔρωτα, ἀλλὰ πᾶσαν ἀπηκριβωμένην ἐν αὐτοῖς τὴν ἀρετὴν, καὶ τὴν ἀγάπην μεθ' ὑπερβολῆς διαλάμπουσαν, ὑπὲρ ἧς καὶ πολλὰ παρήγγειλεν αὐτοῖς λέγων, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.
 [09351]  Ὅρα πόσον ἔρωτα εἶχε διδασκαλίας ἐν ἀρχῇ ὢν τοσαύτῃ.
 [09999]  Τί ποιεῖ σωμάτων ἔρωτα;
 [09999]  Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἐρῶντες ἔρωτα, οὐδὲν ἡγοῦνται οὔτε ἔνδοξον οὔτε τίμιον, ἀλλ' ἐκεῖνα, ὅσα ἂν αὐτοῖς πρὸς τὴν ἐπιθυμίαν συντείνῃ, ταῦτα κρίνεται καὶ ἔνδοξα καὶ ἔντιμα, καὶ τοῦτο πάντα αὐτοῖς ἐστιν ἡ ἐρωμένη, πολλῷ μᾶλλον οἱ τούτῳ ἁλόντες τῷ ἔρωτι, οὐδὲν ἡγοῦνται τὰ ἐπιτίμια.
000-00-00 Serial Number=0363788545
In Genesim sermo 3 Ante [Go Back]  
 [00012]  οὐ τὸν ἔξω ἄνθρωπον εἰς μετεωρισμοὺς καὶ γέλωτας καὶ εἰς βάραθρα ἀκολασίας ἐμβάλλουσα, ἀλλὰ τὸν ἔνδον πρὸς θεογνωσίας ἀνάπτουσα ἔρωτα, καὶ τῶν βιωτικῶν ἁπάντων ἀπαρνουμένη τὴν σύνθεσίν τε καὶ σύγκρασιν, πρὸς μόνην τὴν τῆς βασιλείας ἀείζωον ἀναβιβάζει ὁδόν.
000-00-00 Serial Number=0765488029
In Joannem Ante [Go Back]  
 [00658]  διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα εἷλε τὸν αὐτῶν·
000-00-00 Serial Number=0012965262
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00003]  Ὅσοι τῆς ∆εσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε, τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε.
000-00-00 Serial Number=0350306511
In Psalmum 094 Ante [Go Back]  
 [00096]  Ἀλλ' ὅμως οἱ Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγε λικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον καὶ ἀπάνθρωπον ἔχοντες ἦθος, ἀκούσαντες τὴν ἀπόφασιν, εὐθέως ἐπὶ μετάνοιαν τρέπονται, ἐξομο λογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰδότες εἰ ἀφεθήσεται αὐτοῖς.
000-00-00 Serial Number=0786463916
In Psalmum 118 Ante [Go Back]  
 [01292]  Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ καὶ ἱκανὰ κατα θέλξαι καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους.
 [01625]  Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ προφήτου δηλοῖ.
000-00-00 Serial Number=0070948243
In Zacchaeum publicanum Ante [Go Back]  
 [00051]  οἶδά σου τὴν ψυχὴν, οἶδά σου τὸν ὅσιον ἔρωτα·
000-00-00 Serial Number=0626125634
In catenas sancti Petri Ante [Go Back]  
 [00166]  Ἀλλ' ὢ τῆς μετὰ τὴν ἀνάστασιν τριττῆς ἐρωτήσεως, δι' ἧς οὐ μόνον τὸν ἐκείνου πρὸς αὐτὸν ἐγκάρδιον διετράνωσεν ἔρωτα, ἀλλὰ καὶ τὰ τῆς τελευτῆς προηνίξατο διὰ τῆς νεότητος καὶ τοῦ γήρως καὶ τοῦ ἀλλοτρίου περιζώματος, τὸ τῆς ἀντιστρόφου σταυρώσεως ὑποσημηνάμενος σχῆμα.
000-00-00 Serial Number=0172202349
In decollationem sancti Joannis Ante [Go Back]  
 [00014]  Οἶδα γὰρ πολλὰς εὐσχήμονας καὶ ἀγαθὰς, ὧν με δεῖ μνημονεῦσαι τὸν βίον πρὸς οἰκοδομὴν καὶ ἔρωτα τῶν καλῶν.
000-00-00 Serial Number=0586645544
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02474]  ἀλλὰ θαυμάζουσι μὲν τὸ ὁρώμενον, οὐκ ἐμπίπτουσι δὲ εἰς ἔρωτα αἰσχρόν.
 [02511]  Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιμίαν, πῶς οὐ πολλῷ μᾶλλον αἱ πνευματικαὶ αὗται ἐπῳδαὶ περιέσονται τοῦ κακοῦ, μόνον ἂν ἐθέλωμεν ἀποστῆναι;
 [03224]  Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν.
 [07331]  σὺ δὲ σεμνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς καὶ ἄνανδρος, ὡς μηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν;
000-00-00 Serial Number=0122795939
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00236]  Οὕτω γὰρ τὸν τούτων ἐκβαλόντες ἔρωτα, τὸν θεῖον ἐκεῖνον ἕξομεν, καὶ τῆς ἀθανάτου δόξης ἀπολαύσομεν·
 [06960]  Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην εἰς μέσον ἀγάγωμεν, ἕτερον ἔρωτα πάλιν παράνομον ἀπογυμνοῦντες.
 [07295]  τίς ἡ μανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ μόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα.
 [07605]  ∆ιὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν τὸν περὶ αὐτὸν ἐνδεικνύμενος, ἔλεγεν·
 [07636]  νυνὶ δὲ οὐ παιδίον [61.206] ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν μονογενῆ [61.206] λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι;
 [09999]  Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ-έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ-νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ-61.275 ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ-νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;
000-00-00 Serial Number=0363404810
In epistulam ad Ephesios Ante [Go Back]  
 [05822]  Καθάπερ ἄγαλμα δεχόμενος, οὕτως ἀπὸ τῆς ἑσπέρας ἐκείνης, ἧς ἂν αὐτὴν εἰς τὸν θάλαμον δέχηται, διδασκέτω σωφροσύνην, ἐπιείκειαν, ὅπως βιώσηται σεμνῶς, ἐκ προοιμίων εὐθέως καὶ ἐξ αὐτῶν τῶν προθύρων καταβάλλων τῶν χρημάτων τὸν ἔρωτα·
000-00-00 Serial Number=0531898022
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08550]  ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται;
 [08667]  οὐ γὰρ δύναται πεινῶσα γαστὴρ ἔρωτα τεκεῖν, μᾶλλον δὲ οὐδὲ αὐταρκείᾳ κεχρημένη·
000-00-00 Serial Number=0042958915
In epistulam ad Romanos Ante [Go Back]  
 [00988]  οὕτω καὶ ἐκεῖνοι πρὸς τὸν παράνομον τοῦτον ἐξεβράσθησαν ἔρωτα.
 [01440]  Ἀνῃρέθη καὶ ὁ Υἱὸς ἐλθὼν, καὶ οὐδὲ οὕτως ἔσβεσε τὸν ἔρωτα, ἀλλ' ἀνῆψε μειζόνως, καὶ ἐπιμένει παρακαλῶν καὶ μετὰ τὸ τὸν Υἱὸν ἀναιρεθῆναι τὸν αὐτοῦ, καὶ δεόμενος, καὶ πάντα ποιῶν ὑπὲρ τοῦ πρὸς αὐτὸν ἐπιστρέψαι.
 [03148]  Καὶ γὰρ τοὺς ἐρῶντας ἀκόλαστον ἔρωτα τῶν πυρεττόντων χαλεπῶς μᾶλλον ἐλεεῖν ἄξιον, καὶ τοὺς μεθύοντας τῶν βασανιζομένων.
 [03198]  ὅταν δὲ καὶ Θεοῦ πόθος ᾖ, πάντων ἐστὶν ὑψηλότερος, καὶ οὔτε πῦρ, οὐ σίδηρος, οὐ πενία, οὐκ ἀῤῥωστία, οὐ θάνατος, οὐκ ἄλλο τι τῶν τοιούτων φανεῖται δεινὸν τῷ τοιοῦτον κεκτημένῳ τὸν ἔρωτα, ἀλλὰ πάντων καταγελάσας, πρὸς τὸν οὐρανὸν πτήσεται, καὶ τῶν ἐκεῖ διατριβόντων οὐδὲν ἔλαττον διακείσεται, οὐδὲν ἕτερον ὁρῶν, οὐκ οὐρανὸν, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ πρὸς ἓν μόνον κάλλος τεταμένος τὸ τῆς δόξης ἐκείνης·
 [03200]  Ἐρασθῶμεν τοίνυν τοῦτον τὸν ἔρωτα (τούτου γὰρ ἴσον οὐδὲν) καὶ διὰ τὰ παρόντα, καὶ διὰ τὰ μέλλοντα·
 [05785]  Οὐ γὰρ εἶπε ταῦτα οἷς καθημέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα καὶ δόξης ἐπιθυμίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στεῤῥότητα ἀναμοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡμῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας.
 [06034]  ἓν γὰρ ἐσκόπει διὰ πάντων, τὸ τὸν καλὸν τοῦτον ἐμπλῆσαι ἔρωτα.
 [06790]  Εἰ δὲ ἑτέρωθεν βούλει μαθεῖν τοῦ πράγματος καταφρονεῖν, ὑψηλὸς γενοῦ τῇ διανοίᾳ, καταγέλασον τῶν ὁρωμένων, αὔξησον τῆς ἀληθοῦς δόξης τὸν ἔρωτα, ἐμπλήσθητι φρονήματος πνευματικοῦ, εἰπὲ πρὸς τὴν ψυχὴν, ὡς Παῦλος εἶπεν·
 [07825]  Οὐδὲ γὰρ ὀφθαλμὸς δύναται τυθῆναι πορνικὰ βλέπων, οὐ χεὶρ παραστῆναι ἁρπάζουσα καὶ πλεονεκτοῦσα, οὐ πόδες χωλὰ βαδίζοντες καὶ ἐπὶ θέατρα ἀναβαίνοντες, οὐ γαστὴρ τρυφῇ δουλεύουσα, καὶ τῶν ἡδονῶν ἀνάπτουσα τὰς ἐπιθυμίας, οὐ καρδία θυμὸν ἔχουσα καὶ ἔρωτα πορνικὸν, οὐ γλῶττα αἰσχρὰ φθεγγομένη.
 [08332]  οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει τὸν ἔρωτα.
 [08807]  Ὥστε ὅταν σφόδρα ἐπιτείνῃ τὴν κόλασιν, τότε δείκνυσι τὸν ἔρωτα.
 [08827]  ὁ τὸν θεῖον τοῦτον καὶ καθαρὸν ἐρῶν ἔρωτα, ἐννόησον ὅσης ἀπολαύσεται ἡδονῆς.
 [09875]  Τί οὖν ἐξέλυσε τοῦτον τὸν ἔρωτα;
 [09999]  Οὐδὲ γὰρ ἂν, εἰ μὴ πολλὴν ἀρετὴν ἐκέκτητο, εἰς ἔρωτα αὐτὸν ἐπεσπάσατο.
000-00-00 Serial Number=0397654653
In illud In faciem ei restiti Ante [Go Back]  
 [00013]  κόσμος μὲν, ὅτι οὕ τως αὐτὸν ἐχειρωσάμην, καὶ πρὸς τὸν ἔρωτα ἐπεσπα σάμην τὸν ἐμὸν, ὡς μηδαμοῦ μηδέποτε ἀνέχεσθαι χωρὶς τοῦ παιδὸς φαίνεσθαι·
000-00-00 Serial Number=0857432187
In illud Ne timueritis Ante [Go Back]  
 [00459]  Οὐδὲν ποιεῖ πόθον καὶ ἔρωτα, ὡς ἀγάπη.
000-00-00 Serial Number=0344005346
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00132]  Πολλάκις γὰρ ἀπ' αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αἰχμάλωτον λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα.
000-00-00 Serial Number=0974068582
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00201]  Τὸ γὰρ κάλλος ὑμῶν τῆς ψυχῆς διὰ τῶν αἰσθήσεων αὐτῶν ἀπολάμπον ὁρῶντες, κἂν ἁπάντων ὦσι νωθρότεροι, εἰς ἔρωτα τῆς εὐπρεπείας ἐμπεσοῦνται τῆς ὑμετέρας.
000-00-00 Serial Number=0752030730
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00004]  Τοῦτο δὲ εἶπον, καὶ ὃν περὶ αὐτὸν ἔρωτα ἔχω, εἰς μέσον ἐξήνεγκα, ἵνα καὶ ὑμᾶς κοινωνοὺς ποιήσω τοῦ φίλτρου.
 [00005]  Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς κατ αισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες·
000-00-00 Serial Number=0601188719
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00284]  Πίστις γὰρ αὐτῷ τοῦτον ἀνέκαιε τὸν ἔρωτα.
000-00-00 Serial Number=0942081451
Quales ducendae sint uxores Ante [Go Back]  
 [00122]  ∆ιὰ γὰρ τοῦτο καὶ τοῦτον ἡμῖν ὁ Παῦλος ἀνέγνω τὸν νόμον, ἵνα πανταχόθεν ἡμᾶς πρὸς τὸν ἔρωτα συνελάσῃ τοῦτον.
 [00189]  Εἰ γὰρ, καὶ χωρὶς τούτου, φρονήματός εἰσιν αἱ γυναῖκες ἐμπεπλησμέναι, καὶ πρὸς δόξης ἔρωτα εὐέμπτωτοι, ἂν καὶ ταύτην προσλάβωσι τὴν προσθήκην, πῶς ἔσονται φορηταὶ τοῖς συνοικοῦσιν αὐταῖς;
 [00223]  αἱ δὲ τῷ κάλλει [51.233] τῆς ψυχῆς καταλάμπουσαι, ὅσῳπερ ἂν ὁ χρόνος προΐῃ, καὶ πεῖραν τῆς οἰκείας εὐγενείας παρέχωσι, τοσούτῳ μάλιστα θερμότερον τοῖς οἰκείοις ἀνδράσι ποιοῦσι τὸν ἔρωτα, καὶ τὴν πρὸς αὐτὸν ἐξάπτουσιν ἀγάπην.
000-00-00 Serial Number=0941803157
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00011]  Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς.
000-00-00 Serial Number=0812938333
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00169]  Καὶ πάντα ἔρωτα οὗτος νικήσας ὁ ἔρως καὶ παρωσάμενος ἐξέβαλε τῆς ψυχῆς.
 [00276]  Ἐπειδὴ γὰρ ᾔδει ὁ Χριστὸς ὅτι φιλάργυρος ἦν καὶ διὰ χρημάτων ἔρωτα ἔμελλεν ἀπόλλυσθαι, οὐ μόνον αὐτὸν οὐκ ἀπῄτησε τούτου δίκας τότε, ἀλλ' ὥστε αὐτοῦ καταλεᾶναι τὸ πάθος καὶ τὰ χρήματα αὐτῷ τῶν πενήτων ἐπίστευσεν, ἵν' ἔχων ὅθεν κορέσῃ τὴν φιλοχρηματίαν, μὴ καταπέσῃ εἰς τὸ φρικῶδες ἐκεῖνο βάραθρον·
000-00-00 Serial Number=0776131928
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00132]  ∆ιὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»