Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔρως [109]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔρως
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0130995989
[00009]
Καὶ μαρτυρήσειαν ἄν μοι αἵ τε ἄϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαὶ, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ.
[00257]
Εἰ δὲ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκεῖθεν ἀλλοτριώσεως;
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0889952123
[01136]
Εἰ δὲ ὁ τῆς κόρης ἔρως συναντελαμβάνετο τῇ τῶν τρόπων ἐπιεικείᾳ, πάλιν μοι τῆς ἀθυμίας λέγεις τὴν ὑπερβολήν.
[01834]
Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώνιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς·
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0673813701
[00072]
ἐκκαίει δὲ καὶ ὁ τῆς δόξης ἔρως αὐτὸν, καὶ ὁ τῶν σωμάτων οὐχ ἧττον, ὑπὸ μὲν τῆς ἐξουσίας τικτόμενος, τρεφόμενος δὲ ὑπὸ τῆς τρυφῆς.
[00089]
Εἰ γὰρ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται τὴν ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκείνου ἀλλοτριώσεως;
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0327539027
[01735]
Οὐκ ἔτρωσεν ἡμᾶς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος, ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρόντων, καθάπερ ὁ μακάριος Παῦλος.
[02133]
Εἶπον χθὲς ὑμῖν ὅτι τὸν θάνατον δεδοίκαμεν, οὐκ ἐπειδὴ φοβερός ἐστιν ἐκεῖνος, ἀλλ' ἐπειδὴ οὔθ' ὁ τῆς βασιλείας ἡμᾶς ἔρως ἀνῆψεν, οὔτε ὁ τῆς γεέννης φόβος κατέσχεν, καὶ πρὸς τούτοις, ὅτι τὸ συνειδὸς οὐκ ἔχομεν ἀγαθόν.
[04220]
ἔνθα φόβος ἐστὶ, χρημάτων ἔρως οὐκ ἐνοχλεῖ·
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0787932873
[01490]
Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυμία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτερον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πέφυκεν.
[01649]
Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς παθεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὔτ' ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὔτ' ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημέν ποτε, ἀλλ' αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος.
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0829541862
[00040]
Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανία, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0373843312
[00273]
ἐντεῦθεν ὁ πρὸς τὴν γυναῖκα ἔρως ὑποῤῥεῖ καὶ μαραίνεται, τῆς ἐν τοῖς πορνείοις ὁμιλίας ἐκλυούσης αὐτόν.
De Joseph et de castitate
Ante [Go Back]
000-00-00 Serial Number=0921053708
[00023]
ἀλλ' ὁ μὲν τοῦ δεσπότου πόθος ἀγαθὸς, ὁ δὲ τῆς δεσποίνης ἔρως πονηρός.
[00025]
καὶ ὅσον ἐμηκύνετο ὁ χρόνος, καὶ τὸ τῆς μορφῆς κάλλος ἐπήνθει, τοσοῦτον ἐκείνης ὁ περὶ αὐτὸν δεινὸς ἔρως ἐπηύξανε, καὶ ἔμφυτον τὸ πῦρ τοῦ φίλτρου τὴν καρδίαν αὐτῆς διενέμετο.
De adoratione pretiosae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0176578283
[00078]
Καὶ γὰρ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ ἔρως, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο ἡδέα, διότι φιλοψυχοῦμεν, καὶ τῇ παρούσῃ προσηλώθημεν ζωῇ.
De baptismo Christi
Ante [Go Back]
000-00-00 Serial Number=0406037271
[00014]
οὐ θυμὸς γὰρ ἐνοχλεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐ βασκανία τήκει, οὐκ ἀπόνοια φυσᾷ, οὐ κενοδοξίας ἔρως διαφθείρει, ἀλλὰ πάντα ταῦτα κατέσταλται τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως, διὰ τῆς ἑκάστου ἀκοῆς πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοιμιζούσης τὰ ἄλογα ταῦτα πάθη.
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0667062163
[00187]
οὗτος γὰρ μάλιστα ὁ ἔρως ἐνοχλεῖ ταῖς τῶν νέων ψυχαῖς.
[00669]
Εἰ γὰρ τὸν ἅγιον ἔπεισεν ἐκεῖνον ἀπατηθέντα μνηστῆς ἔρως ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, μᾶλλον δὲ δεκατέσσαρα ἔτη, πολλῷ μᾶλλον ἡμᾶς.
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0223281920
[00626]
Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλὼς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ' ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος, ηὔξησε δὲ φιλοδοξίας ἔρως.
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0974239349
[00104]
Ἡ ταπεινοφροσύνη καὶ ὁ πρὸς Θεὸν ἔρως.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0150016963
[00967]
καὶ πολλή τις ἦν ἡμῶν ἡ φιλοσοφία καὶ ὑπεροψία τῶν βιωτικῶν πραγμάτων, καὶ οὔτε χρημάτων πόθος, οὔτε δόξης ἐπιθυμία, οὔτε ὄρεξις καὶ ἔρως ἀσελγείας, οὔτε ἄλλος τις λογισμὸς πονηρὸς τότε ἠνώχλει, ἀλλὰ πάντες εἰς θεοσέβειαν ἑαυτοὺς ἐπεδώκατε, μετὰ δεήσεως καὶ δακρύων·
[00999]
Ἐπεὶ κἀκεῖναι αἱ παρθένοι αἱ τὰς λαμπάδας ἔχουσαι ἐσβεσμένας, παρθένοι ἦσαν τῷ σώματι, ἀλλ' οὐχ ἁγναὶ τῇ καρδίᾳ, ἀλλ' εἰ καὶ μὴ ἀνὴρ αὐτὰς διέφθειρε, ἀλλ' ὁ τῶν χρημάτων διέφθειρεν ἔρως·
[01008]
τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ὁ τῆς βασκανίας ἔρως·
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0274234414
[00555]
καὶ ὁ τῶν χρημάτων ἔρως μετὰ τῶν χρημάτων κἀκεῖνον ἐπὶ τῆς τοῦ δεδανεικότος ποιεῖ διαπαντὸς περιφέρεσθαι ψυχῆς.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0134431183
[00419]
Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν Εἰ γὰρ οὗτός μέ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν ἢ φυγεῖν.
[00534]
Θυμός, ἀθυμία, φθόνος, ἔρις, διαβολαί, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαί, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδέν, ἡδοναὶ ἐπὶ ταῖς τῶν συλλειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος τοῦτο δὴ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν , διδασκαλίαι πρὸς ἡδονήν, ἀνελεύθεροι κολακεῖαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς χάριτες, κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτάς, φόβος δουλοπρεπὴς καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παρρησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολύ, ἡ ἀλήθεια δὲ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τῶν δυναστείαν περιβεβλημένων οὐδὲ διᾶραί τις τὰ χείλη τολμᾷ.
[01247]
Ἢ οὐκ οἶδας ὅσος ταῖς τῶν χριστιανῶν ψυχαῖς λόγων ἔρως εἰσεκώμασε νῦν καὶ ὅτι μάλιστα πάντων οἱ τούτους ἀσκοῦντες ἐν τιμῇ, οὐ παρὰ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς τῆς πίστεως οἰκείοις;
De sancto Meletio Antiocheno
Ante [Go Back]
000-00-00 Serial Number=0292793512
[00086]
Καὶ τὸ μὲν ἄλγος ἐμαραίνετο, ὁ δὲ ἔρως σφοδρότερον ἀνήπτετο, καὶ ἡ ἀθυμία τέλεον ἀνῃρεῖτο·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0288348615
[00138]
Τοιοῦτος γάρ ἐστιν ὁ τῆς ἀγάπης ἔρως, ὡς τοὺς μὴ συμπαρόντας ἡμῖν, ἀλλ' ἀπόντας, ποθουμένους δὲ, καθ' ἑκάστην φαντάζεσθαι ποιεῖν ἡμᾶς τὴν ἡμέραν·
[02479]
ἔρως γάρ ἐστιν οὗτος ἀτέλεστος, καὶ ὅσῳπερ ἂν προέλθῃς πλείονα ὁδὸν, τοσούτῳ μᾶλλον τοῦ τέλους ἀφέστηκας, καὶ ὅσῳ ἂν πλειόνων ἑτέρων ἐπιθυμῇς, τοσούτῳ μᾶλλον ἐπιτείνεται τὰ τῆς βασάνου·
[03298]
Καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς τῶν ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων, καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα.
[06642]
Ἀλλ' ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδὼ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε.
[07874]
Οὐκ ἔτρωσεν ἡμᾶς ὁ τῆς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος·
[09219]
Ἡ ταπεινοφροσύνη καὶ ὁ πρὸς Θεὸν ἔρως.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0827257037
[00192]
Τὸν κύριόν μου τὸν τιμιώτατον ἐπίσκοπον Σέλευκον οἴκοθεν μὲν ὁ περὶ ἡμᾶς ἀνέστησε πόθος, [52.631] ἐντεῦθεν δὲ ὁ τῆς σῆς ἀγάπης ἔρως.
[03413]
Οὕτως ἡμῶν ἐρῶντες οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος, κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε;
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0821310580
[00628]
Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ Σαυρομάται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολεμεῖν εἰώθασιν, ὡς λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν πραγμάτων ἡ προσπάθεια.
[01394]
οὐ θυμὸς γὰρ ἐνδομυχεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐκ ἔρως χρημάτων, οὐ φθόνος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.
[01508]
ἀλλ' ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδῶ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε.
[03198]
οὗτος δὲ ὁ ἔρως ἄπειρος, ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον·
[04961]
οὗτος δὲ ὁ ἔρως ἄπειρος, ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον·
[06419]
Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται.
[06457]
Ὁ δὲ τῶν πνευματικῶν ἔρως τοὐναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος·
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0444313526
[01971]
Γυναικὸς ἔρως, ἡ ἄθεος διδασκαλία, τῆς ἀπάτης μὴ πληρουμένη.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0447313964
[00912]
ὁ ἔρως οὐ βλέπει ἀμορφίαν·
[00913]
διὰ τοῦτο δὲ καλεῖται ἔρως, ὅτι πολλάκις καὶ ἄμορφον φιλεῖ.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0759784818
[09999]
Ἀλλ' ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθήσεται.
[09999]
Μάχεται θυμὸς ἐπιεικείᾳ, μάχεται χρημάτων ἔρως ὑπεροψίᾳ [60.267] χρημάτων, μάχεται βασκανία χρηστότητι.
In Heliam et viduam
Ante [Go Back]
000-00-00 Serial Number=0045455754
[00069]
Ἐστρατήγει δὲ τῆς πολιορκίας ἄτοπος ἔρως, καὶ μίξεως ἐπιθυμία παρανόμου, καὶ ἡλικίας καὶ φύσεως ὅρους ὑπερβαίνουσα.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0956692457
[01372]
Τούτοις δὲ οὐχ ἁπλῶς ἐνδιέτριψα, ἀλλ' ἐπειδὴ πονηρὸν νόσημα εἰς τὰς τῶν ἀνθρώπων εἰσῆλθεν οἰκίας διὰ τῆς τῶν γυναικῶν βλακείας, ὁ τῆς φιλοκοσμίας ἔρως, ὃς καὶ τὴν τῶν χρημάτων ἐπέτεινε τυραννίδα, εἰς ἀκαίρους δαπάνας τοὺς ἄνδρας ἐμβαλών, καὶ πολέμου καὶ στάσεως καὶ φιλονεικίας ὑπόθεσις γινόμενος καθημερινῆς καὶ τὰς τῶν πενήτων κατατείνων γαστέρας.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0605733812
[00072]
Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος.
[00347]
Ἐναντίον γὰρ χρημάτων ἔρως ἔρωτι τοιαύτης ἀκροάσεως.
[05117]
Ἐντεῦθεν πλεονεξία καὶ χρημάτων ἔρως·
[05324]
∆εινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν·
[05353]
∆εινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν γέμον κακῶν·
In Petrum et Paulum
Ante [Go Back]
000-00-00 Serial Number=0447855353
[00031]
Πέτρος, ὁ ἐμὸς πνευματικὸς ἔρως·
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0741253912
[00665]
Ὢ εὐγένεια ψυχῆς! ὢ ἔρως περὶ Θεόν! Ἵνα λαλῇς μοι πάλιν, καὶ ἐγώ σοι λαλῶ, τὴν φιλίαν ἐκείνην ζητῶ, τὴν συνουσίαν.
In Zacchaeum publicanum
Ante [Go Back]
000-00-00 Serial Number=0839268684
[00033]
Ὢ ἔρωτος θείου, ὢ ἐπιθυμίας ἀγαθῆς! ὢ ἔρωτος χρυσοπτέρου, μᾶλλον δὲ Χριστοῦ, τοῦ τὴν ἔχουσαν αὑτὸν ψυχὴν εἰς οὐρανοὺς ἀναφέροντος! Ἤδη ὁ θεῖος ἔρως, ὁ ἄρας αὐτὸν ἀπὸ τῆς γῆς, δενδροβάτην παρεσκεύασεν·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0298093021
[02433]
Καὶ γὰρ κἀκεῖνο ἔρως ἄτοπος, καὶ τοῦτο, ἀλλ' οὗτος ἐκείνου δριμύτερος καὶ ὀξύτερος.
[02444]
Πόθεν οὖν τίκτεται οὗτος ὁ ἔρως;
[02452]
Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡμῶν τὸ τὰ τοιαῦτα θαυμάζειν, οὐκ ἐν ἡμῖν ἄρα ὁ ἔρως.
[07082]
Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυμία, δυναστεία, χρημάτων ἔρως καὶ σωμάτων, ἀλαζονεία, τῦφος, θυμὸς, ἅπας ὁ λοιπὸς τῶν νοσημάτων τούτων ἐσμός.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0600514054
[00070]
Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυμία χρημάτων, ἔρως ἀρχῆς, πόθος δόξης·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0844068825
[01265]
οὐκέτι χρημάτων ἐπιθυμία κατέχει, οὐκέτι πλεονεξίας ἔρως, οὐκέτι σωμάτων.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0098450899
[02696]
καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης, καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων·
[03126]
Οὐχ αὕτη δὲ μόνον ἡ ἁμαρτία ταῦτα ποιεῖ, ἀλλὰ καὶ πᾶς ἔρως ἄτοπος.
[03129]
ἐπὶ δὲ τῶν χρημάτων ἁπανταχοῦ φαινομένων, ἐν ἀργυροκοπείοις, ἐν πανδοχείοις, ἐν χρυσοχοείοις, ἐν ταῖς τῶν πλουτούντων οἰκίαις, σφοδρῶς ὁ ἔρως πνεῖ.
[03524]
Ἀναισχυντία, ἰταμότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου·
[05771]
καὶ οὐδὲν αὐτὸν δουλώσασθαι ἠδυνήθη, οὐ δεσμὸς, οὐ δουλεία, οὐ δεσποίνης ἔρως, οὐ τὸ ἐν ἀλλοτρίᾳ εἶναι·
[09999]
Ὁ γὰρ τῆς φιλοχρηματίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς, ἐφέστηκεν ἐγ-κελευόμενος αὐτοῖς τὰ ἀπάνθρωπα ἐπιτάγματα ἐκεῖ-να, καὶ θηρία ποιήσας, οὕτως ἐπὶ τὰς θήκας ἄγει.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0067665517
[00870]
Ἡδονὴ καὶ βρώματα καὶ φιλαρχίας ἔρως.
[02429]
Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν, καὶ ὁ τῆς ζωῆς ἔρως·
[02538]
Καὶ γὰρ μέθη ψυχῆς πλοῦτος, καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, μέθη ψυχῆς ἐστι.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0900439143
[02812]
Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0368365824
[00438]
Ἀλλ' ἔρως μέ τις λαμβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός.
[00440]
ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης·
[01859]
Ὄντως μανία, ὄντως ἔρως μέγας.
[01866]
ἔρως γάρ ἐστι.
[02691]
Χρημάτων ἔρως, φιλαρχίας, δόξης καὶ τῶν ἄλλων τοιούτων·
[02891]
οὕτω δὴ καὶ ὁ τῆς δόξης ἔρως ἐπεισελθὼν, πάντα ἀνέτρεψε καὶ συνέχεε.
[03644]
Καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν, καὶ ἐπιθυμία ἐξηπάτησεν.
[03766]
ὁ τῶν σωμάτων ἔρως, ὁ τῶν χρημάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλλων ἁπάντων.
[05375]
Ἔνεστι γάρ τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα.
[05390]
Οὐδὲν γὰρ οὕτως ἡμῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός·
[05491]
ἀλλ' εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος.
[05521]
∆ιὰ τοῦτο πάντα διέφθαρται, ὅτι ἐκεῖνος ἡμᾶς κατέχει ὁ ἔρως.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0503343105
[00446]
Οὐκ ἔστιν οὐδὲν, ἀλλ' ὁ τῆς ἀληθείας ἔρως μόνον.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0169639289
[02356]
οὕτω καὶ ἡ ψυχὴ ἐν νεότητι μὲν οὖσα πυρέττει, καὶ δόξης αὐτὴν ἔρως κατέχει μάλιστα καὶ τρυφῆς καὶ ἀφροδισίων καὶ πολλῶν ἄλλων φαντασιῶν·
[03535]
Μὴ καιέτω, μηδὲ κατεχέτω χρημάτων ἔρως, ἀλλὰ κατακαιέσθω καὶ κατασβεννύσθω ἡ ἐπιθυμία αὕτη ἡ ἄτοπος τῷ πυρὶ τοῦ πνεύματος, καὶ κατακοπτέσθω τῇ μαχαίρᾳ τοῦ Πνεύματος.
[05529]
ὁ ἔρως τῶν σωμάτων.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0894566655
[00274]
Οὕτω γάρ ἐστι τυραννικὸν ὁ ἔρως ὁ πνευματικὸς, ὡς μηδενὶ παραχωρεῖν καιρῷ, ἀλλ' ἀεὶ τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ μηδεμίαν θλῖψιν ἢ ὀδύνην συγχωρεῖν περιγενέσθαι τῆς ψυχῆς.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0735836804
[01474]
Τοῦτό ἐστιν ἔρως, τοῦτο φιλία·
[08810]
καὶ γὰρ ἀκόλαστος ἦν ὁ ἔρως·
[09881]
Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι φιλίαν;
[09999]
Ἂν γὰρ οὗτός σε ὁ ἔρως ἕλῃ, ὄψει τὸν βόρβορον καὶ τὸν πηλὸν, καὶ καταγελάσῃ τῶν νῦν θαυμαζομένων·
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0601369619
[00174]
Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρημάτων ἔρως, καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσματα καὶ ὕβρεις καὶ λοιδορίαι καὶ μυρία ἕτερα.
[00866]
Οὔτε γὰρ χρημάτων ἔρως, οὔτε δόξης ἐπιθυμία, οὔτε ἄλλο οὐδὲν οὕτω ταύτην διενοχλεῖ τὴν ἡλικίαν, ὡς ὁ τῶν σωμάτων ἔρως.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0524241388
[00609]
οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη.
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0134715438
[00161]
Ὅπου ἐὰν ἀπέλθῃ, ὁ ἔρως τῆς φιλοχρηματίας ἕπεται·
[00703]
Ἐντεῦθεν ἡμῖν ἡ πολλὴ τῆς ἐλεημοσύνης ὑπεροψία, ἐντεῦθεν ὁ τῆς πλεονεξίας ἔρως, ἐντεῦθεν ἡ ὠμότης καὶ ἀπανθρωπία.
In illud Utinam sustineretis modicum
Ante [Go Back]
000-00-00 Serial Number=0353525221
[00008]
Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα, οὗτος δὲ ἐγκώμιον·
[00023]
Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ λιπαρὰν ἄρουραν τὴν ἡμετέραν ἐργάσεται ψυχὴν, καὶ πρὸς τὴν τῶν θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν.
In ramos palmarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0983900070
[00014]
ἄγει δὲ αὐτοὺς πρὸς ταῦτα οὐκ ἔνδοξος ἔρως, ἀλλ' ἐπινίκιος ὕμνος καὶ πάθος·
In sanctum pascha sermo 6
Ante [Go Back]
000-00-00 Serial Number=0919862926
[00261]
Αὕτη ἡ σωτήριος ἐπιθυμία τοῦ Ἰησοῦ, οὗτος ὁ ἔρως ὁ πνευματικώτατος, δεῖξαι μὲν τοὺς τύπους ὡς τύπους, τὸ δὲ ἱερὸν σῶμα τοῖς μαθηταῖς αὐτοῦ ἀντιδοῦναι·
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
000-00-00 Serial Number=0568212152
[00169]
Καὶ πάντα ἔρωτα οὗτος νικήσας ὁ ἔρως καὶ παρωσάμενος ἐξέβαλε τῆς ψυχῆς.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
000-00-00 Serial Number=0441951096
[00287]
Κενοδοξίας ἔρως.
Synopsis scripturae sacrae
Ante [Go Back]
[02255]
Ἅδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»