Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔξεστιν [66]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔξεστιν


000-00-00 Serial Number=0716210008
Ad populum Antiochenum Ante [Go Back]  
 [00437]  Κοινόν ἐστι τὸ ἔγκλημα, δημόσιον τὸ ἀδίκημα, ἔξεστιν ἑκάστῳ τῶν βουλομένων κατηγορεῖν·
000-00-00 Serial Number=0782137215
Adversus Judaeos Ante [Go Back]  
 [00560]  Ὥστε ἐπὶ λόγου πορνείας ἔξεστιν ἀπολῦσαι.
000-00-00 Serial Number=0428776979
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00454]  Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ' ὅμως καὶ δι' ἀλλοτρίων ἀνάγκη·
000-00-00 Serial Number=0643093526
Commentarius in Job Ante [Go Back]  
 [00864]  «μὴ αὐτὸν ἀνέλῃς·» ὥστε ἔξεστιν αὐτῷ, εἰ λάβοι συγχώρησιν »ἐὰν ἀνέλῃς, οὐκέτι ἡμῖν τὸ θέατρον συγκεκρότηται.».
000-00-00 Serial Number=0474936366
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00010]  πάντως δὲ, εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν.
000-00-00 Serial Number=0742530406
De Anna i Ante [Go Back]  
 [01025]  ἔξεστιν οἰκέτῃ, καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαίνοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγηγερμένην.
 [01068]  Ὥστε ἔξεστιν ἡμῖν, ἂν ἐθέλωμεν, καθ' ἑκάστην ἡμέραν ἑορτὴν ἄγειν, ἂν ἀρετῆς ἐπιμελώμεθα, καὶ τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρωμεν.
000-00-00 Serial Number=0087880611
De Christi divinitate Ante [Go Back]  
 [00224]  Ὅταν γὰρ ποιῇ τις, ὃ τῷ μείζονι μόνῳ ποιεῖν ἔξεστιν, εἶτα ἁλοὺς ἐγκαλεῖται καὶ λέγει, ὅτι Ἐπειδὴ ὁ μείζων ἐποίησε, διὰ τοῦτο κἀγὼ ἐποίησα, οὐ μόνον οὐκ ἀπολύει τῶν ἐγκλημάτων ἑαυτὸν τούτῳ τῆς ἀπολογίας τῷ τρόπῳ, ἀλλὰ καὶ μείζονος μέμψεως καὶ κατηγορίας ὑπεύθυνον ἑαυτὸν καθίστησιν.
 [00229]  Τῷ βασιλεῖ φέρειν ἁλουργίδα, καὶ διάδημα ἔχειν ἐπὶ τῆς κεφαλῆς μόνῳ ἔξεστιν, ἑτέρῳ δὲ οὐδενί.
 [00242]  Ὥσπερ οὖν ἐκεῖνα τῷ βασιλεῖ μόνῳ ἔξεστιν, οὐδενὶ δὲ ἄλλῳ τῶν ὑποκειμένων, ἐὰν δὲ φανῇ τις ποιῶν αὐτὰ, καὶ δικαίως ποιῶν, ἀνάγκη κἀκεῖνον βασιλέα εἶναι·
000-00-00 Serial Number=0294933021
De fato et providentia Ante [Go Back]  
 [00155]  καίτοι τοσούτῳ πλέον τὸ μέσον Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ.
000-00-00 Serial Number=0881966710
De futurae vitae deliciis Ante [Go Back]  
 [00032]  Καὶ τοῦτο ἔξεστιν ὑμῖν ἐκ τοῦ λόγου τούτου μαθεῖν.
000-00-00 Serial Number=0683792889
De jejunio [2] Ante [Go Back]  
 [00044]  Ὅταν ἴδῃς ὅτι κακὸν εἰργάσατο τὸ ἐναντίον, τουτέστι, τὸ μὴ ἀποσχέσθαι ἑνὸς ξύλου τὸν Ἀδὰμ, ἐπίγνωθι ὅσον ἀγαθὸν ἡ νηστεία καὶ ἡ ἀποχὴ ὧν ἔξεστιν.
 [00046]  ἡ δὲ νηστεία καὶ ὧν ἔξεστιν ἀποστήσασα, ἀνακαλεῖται τὸ παράπτωμα.
000-00-00 Serial Number=0027032614
De libello repudii Ante [Go Back]  
 [00049]  γυναικὶ δὲ οὐκ ἔξεστιν ἄνδρας ἀμείβειν, ζῶντος τοῦ ἀνδρός·
 [00130]  Τίνος ἕνεκεν, πολλῶν οὐσῶν, ἃς μετὰ τῶν προσηκόντων νόμων καὶ μετὰ καθαροῦ συνειδότος λαμβάνειν ἔξεστιν, ἐπὶ τὰς κεκωλυμένας τρέχομεν, τὰς οἰκίας ἀνατρέποντες, καὶ πολέμους ἐμφυλίους εἰσάγοντες, καὶ πανταχόθεν ἔχθραν ἑαυτοῖς παρασκευάζοντες, μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ τὴν ζωὴν τὴν ἑαυτῶν καταισχύνοντες, καὶ, τὸ πάντων χαλεπώτατον, ἀπαραίτητον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως συνάγοντες ἑαυτοῖς κόλασιν;
000-00-00 Serial Number=0438658655
De mutatione nominum Ante [Go Back]  
 [01139]  Ὅτι μὲν οὐδενὶ τῶν ἄλλων ἐπιστέλλων, κλητὸν ἑαυτὸν ἐν τῷ προοιμίῳ τῆς Ἐπιστολῆς ἐκάλεσεν, ἔξεστιν ἡμῖν αὐτὰς τῶν Ἐπιστολῶν τὰς ἀρχὰς ἐπελθοῦσι τοῦτο μαθεῖν.
000-00-00 Serial Number=0817244887
De paenitentia [2] Ante [Go Back]  
 [00262]  Ἀλλὰ Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.
000-00-00 Serial Number=0028593123
De sacerdotio Ante [Go Back]  
 [01210]  οὐδὲ γὰρ τοῦτο ὃ κοινὸν τῆς ἀνθρωπείας φύσεώς ἐστι, τὸ μὴ πάντα ἐπιτυγχάνειν, ἔξεστιν ἐκείνῳ παθεῖν, ἀλλ' ἂν μὴ δι' ὅλου συμφωνῇ τῷ μεγέθει τῆς ὑπολήψεως αὐτοῦ τὰ λεγόμενα, σκώμματα μυρία καὶ μέμψεις λαβὼν ἄπεισι παρὰ τῶν πολλῶν.
000-00-00 Serial Number=0790727615
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00061]  Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον.
000-00-00 Serial Number=0003286541
De sancta pentecoste Ante [Go Back]  
 [00060]  Καὶ ἵνα μάθητε, ὅτι ἔξεστιν ἡμῖν ἀεὶ ἑορτάζειν, καὶ οὐκ ἔστι καιρὸς ὡρισμένος, οὐδὲ ἀνάγκῃ χρόνον συγκεκλείσμεθα, ἀκούσατε τοῦ Παύλου τί φησιν·
000-00-00 Serial Number=0806222558
De virginitate Ante [Go Back]  
 [00663]  Τοῖς μὲν γὰρ οὔτε ἐνοχλεῖν αὐτὸν οἶμαι εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγή, κἄν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐθέως ἐπὶ τὸν λιμένα καταφυγεῖν.
 [01304]  Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν βούλοιντο, ἔξεστιν αὐτοῖς μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ' αὐτῶν διαβολαῖς δυνατωτέραν ποιοῦσιν.
 [01528]  Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτῇ τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἴκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο.
000-00-00 Serial Number=0263076127
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [08712]  Ἀλλὰ τοῦτό σοι ἔξεστιν ἐπὶ γῆς ἰδεῖν.
000-00-00 Serial Number=0733030558
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00697]  Ἐπειδὴ καὶ περὶ Ἡρακλείδου τοῦ ἐπισκόπου ἡμῖν ἐδήλωσας, ἔξεστιν αὐτῷ, εἰ βουληθείη, δοῦναι ἔκστασιν καὶ πάντων ἀπαλλαγῆναι·
000-00-00 Serial Number=0489121854
In Acta apostolorum Ante [Go Back]  
 [01797]  Πάντα γάρ μοι, φησὶν, ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.
 [08186]  ἔξεστιν ἀναμαχέσασθαι.
 [09246]  Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦντας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιόχῳ πράγματα παρέχοντας.
 [09999]  Καὶ ὅρα, οὐχ ἁπλῶς φησιν, ἀλλ', Εἰ ἔξεστιν ὑμῖν;
 [09999]  Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
 [09999]  Εἰ ἔξεστιν ὑμῖν ἕτερον, ἔδεισεν ἂν, μὴ ἁλῷ καὶ μείζονα δίκην δῷ.
 [09999]  Καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
 [09999]  Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι.
000-00-00 Serial Number=0660484195
In Joannem Ante [Go Back]  
 [00099]  Ὥστε ἔξεστιν ἄφνω μεταθέσθαι, καὶ γενέσθαι χρύσεον ἀντὶ πηλίνου.
000-00-00 Serial Number=0014988482
In diem natalem Ante [Go Back]  
 [00046]  Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα, ἀκριβῶς εἰδέναι τὸν βουλόμενον.
000-00-00 Serial Number=0783201694
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05999]  ἐννοείτω μετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι.
000-00-00 Serial Number=0670883834
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00729]  Καὶ γὰρ ἔξεστιν οἴκοι καθημένους ταύτην τὴν ἁλείαν ἐργάζεσθαι.
 [02462]  Ὥστε ἔξεστιν ὑμῖν μὴ μόνον μὴ μετὰ ἀπεχθείας, ἀλλὰ καὶ μετὰ ἡδονῆς ἡμῶν ἀκούειν.
 [04966]  Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει·
 [04967]  πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθή σομαι ὑπό τινος.
 [04972]  ἐκεῖνα γὰρ οὐκ ἔξεστιν·
 [05297]  καὶ γὰρ εἰπὼν, Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, οὐχὶ τὴν ἐλευθερίαν ἡμῶν ἀνεῖλε·
 [07528]  Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει·
 [07529]  πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ.
 [07629]  Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν.
 [09999]  Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦν-τας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον·
 [09999]  ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκ-κλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ' ἔξω ταῦτα γίνεται, καὶ μάλα εἰκότως.
000-00-00 Serial Number=0368372083
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01815]  ἔξεστιν, ἂν θέλῃς, ἐν τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι, εἰς ἐκείνην καταλέξαι τὴν στρατολογίαν.
000-00-00 Serial Number=0381803334
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01366]  Κἂν γὰρ ἕτεροι πρὸς ἡμᾶς πολεμῶσιν, ἔξεστιν ἡμῖν εἶναι εἰρηνικοῖς·
 [04012]  Οὕτω καὶ ἐπὶ τῶν ἀγώνων τῶν ἔξωθεν τῷ μὲν μὴ σφόδρα ἐρῶντι τῶν στεφάνων, ἔξεστιν ἐκ πρώτης συμποσίοις καὶ μέθαις προσανέχειν·
000-00-00 Serial Number=0461321592
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01112]  Πλὴν τοῦτο τὸ χάρισμα οὐχ ἑνὶ, οὐδὲ δευτέρῳ, ἀλλὰ πᾶσιν ἔξεστιν ἔχειν.
 [01113]  Οἶδα ὅτι κεχήνατε καὶ ἐξεπλάγητε, εἴ γε μέλλοιτε ἀκούσεσθαι, ὅτι ἔξεστιν ὑμῖν μεῖζον χάρισμα ἔχειν τοῦ νεκροὺς ἀνιστᾷν, καὶ τυφλοὺς ὀμματοῦν, καὶ ἐκεῖνα ποιεῖν ἃ καὶ ἐπὶ τῶν ἀποστόλων·
 [02235]  Μὴ οὖν, ἐπειδὴ μὴ ἐπάθομεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι.
 [02905]  Οὐ γὰρ εἶπεν, Οὐ πρέπει, οὐδὲ συμφέρει, οὐδὲ ἔξεστιν, ἀλλ', Ἀδύνατον·
000-00-00 Serial Number=0550830781
In epistulam ad Philippenses Ante [Go Back]  
 [00603]  Ὅταν δὲ μηδὲν τούτων ᾖ, ἀλλ' ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε, μὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία;
000-00-00 Serial Number=0235611320
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00707]  Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέμοις, ἱκανῶς ὁ λόγος ἀπέδειξε, καὶ πλείω δὲ τῶν εἰρημένων τοῖς φιλοπόνοις ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν.
000-00-00 Serial Number=0508845389
In illud In faciem ei restiti Ante [Go Back]  
 [00466]  Ἵνα γὰρ μή τις ἀκούσας, ὅτι Τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν ἰουδαΐζειν, τοῖς δὲ Ἰουδαίοις ἐφεῖται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι.
000-00-00 Serial Number=0143916130
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00363]  Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομο-λογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳ-δίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς.
000-00-00 Serial Number=0561885059
In illud Vidi dominum Ante [Go Back]  
 [00043]  Ὡς εἴ γε τοῦτο μὴ προσῇ, ἀλλὰ σὺν τῷ κέρδει καὶ ἡ τῶν κεφαλαίων αὐτῷ ἐπιγένηται ζημία, οὐδὲ ἀπαίρειν ἔξεστιν αὐτῷ, οὐδὲ τοὺς πολυπλόκους ἐκείνους ὑπομένειν κινδύνους.
000-00-00 Serial Number=0275934815
In principium Actorum Ante [Go Back]  
 [01150]  ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πόνου πλείονα καρποῦσθαι τὴν διόρθωσιν·
000-00-00 Serial Number=0417415917
In sancta et magna parasceve Ante [Go Back]  
 [00094]  Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν οὐδένα.
000-00-00 Serial Number=0579581499
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00189]  καὶ γὰρ ἔξεστιν ἐν ἄλλῃ ἡμέρᾳ καὶ τῇ τέρψει χαρίσασθαι, καὶ τῆς ἁμαρ τίας ἀπαλλαγῆναι.
000-00-00 Serial Number=0020758092
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00039]  οὐ γὰρ ἔξεστιν, ἐπείπερ οὐκ ἐκκομίζεται τῆς ἱερᾶς οἰκίας τὸ θῦμα οὐδὲ εἰς κοινωνίαν τοῖς ἔξω προφέρεται.
000-00-00 Serial Number=0851708293
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00005]  [1.3] Οὕτως Θεὸς ἐργάζεται μεγάλα, οὕτως ἐκ τῶν ἀδυνάτων δημιουργεῖ τὰ παράδοξα, ἵνα γνωσθῇ ὅτι μόνῳ ὅσα θέλει πάντα ἔξεστιν αὐτῷ.
000-00-00 Serial Number=0082917750
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01471]  Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»