Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔμελλε [167]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔμελλε


000-00-00 Serial Number=0554123819
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00391]  Ἡ μὲν ὑπόσχεσις ἦν ἀπὸ τοῦ Ἰσαὰκ πᾶσαν ἐμπλήσειν τὴν οἰκουμένην, τὸ δὲ πρόσταγμα, αὐτὸν τοῦτον καταθῦσαι τὸν Ἰσαὰκ, ἐξ οὗ ἔμελλε πᾶσα πληροῦσθαι ἡ γῆ.
 [01109]  Ὅτε δὲ ἔμελλε τελευτᾷν ἐκείνη, τί ἄρα οὐκ εἶπε, τί δὲ οὐκ ἐφθέγξατο, ἃ καὶ λίθον τῆξαι ἱκανὰ, οὐχ ὁρῶσα τὸν παῖδα παρεστῶτα καὶ δακρύοντα, καὶ καθαιροῦντα ὀφθαλμοὺς, καὶ συλλαμβάνοντα στόμα, καὶ περιστέλλοντα, καὶ τὰ ἄλλα πάντα ἐπιμελούμενον, ἅπερ αὐτοῦ τοῦ θανάτου πικρότερα τοῖς γεγεννηκόσιν εἶναι δοκεῖ;
000-00-00 Serial Number=0113427520
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00165]  ἔγνω προορῶν ἄνωθεν ἅπερ ἔμελλε νομοθετεῖν ὁ Χριστὸς ἐλθών·
000-00-00 Serial Number=0212310851
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00545]  [10.17] Ὅπερ εἰ ἔπαθεν ὁ Ἀβραάμ, ἔμελλε πρὸς τὴν πίστιν χωλεύειν.
 [01044]  καίτοι τί γένοιτ' ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν ἔμελλε τοὺς μιμουμένους;
000-00-00 Serial Number=0022777557
Adversus Judaeos Ante [Go Back]  
 [01694]  Ἕτερον δέ ἐστι χρόνον εἰπεῖν ὅσον ἔμελλε κρατεῖν ἡ αἰχμαλωσία, καὶ χρόνον μεθ' ὃν ἀπαντᾷν ἔμελλε καὶ παραγίνεσθαι.
 [01903]  Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προῤῥήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς·
000-00-00 Serial Number=0957527339
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01758]  Τὸν γὰρ τοῦτο προειδότα οὐχὶ καταβάλλειν, ἀλλὰ χεῖρα ὀρέγειν χρὴ, καὶ μείζονα ἐνδείκνυσθαι τὴν σπουδὴν ὑπὲρ τοῦ τὸν μέλλοντα πίπτειν στῆναι γενναίως, εἴτ' ἔμελλε στήσεσθαι, εἴτε μή.
000-00-00 Serial Number=0992328286
Catecheses ad illuminandos Ante [Go Back]  
 [00479]  ∆εκάτην ἔμελλε πληγὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις·
000-00-00 Serial Number=0558274567
Commentarius in Job Ante [Go Back]  
 [03158]  εἴθε ἐνῆν δικάσασθαι», φησίν, «καὶ ἐντυχεῖν αὐτῷ καὶ μαθεῖν, τίνα ἦν, ἃ ἔμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἔμελλε λέγειν.».
 [03161]  «ἤθελον μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν καὶ εἰ ἔμελλε με ὁμοίως κολάζειν.».
 [04106]  ὅτι μὴ κατεχόμενον τὸ ὕδωρ ἔμελλε πανταχοῦ διαχεῖσθαι, ἡ πανταχοῦ τῆς οἰκουμένης ἐδήλωσε θάλασσα.
000-00-00 Serial Number=0286888361
De Anna i Ante [Go Back]  
 [00078]  Ἄλλως δὲ, εἰ καθάπερ τὰ ἡμέτερα σώματα, οὕτω καὶ ὁ οὐρανὸς ἔμελλε κατασκευάζεσθαι καὶ γηρᾷν, πολλὴν ἂν πολλοὶ τοῦ [54.636] ποιοῦντος κατέγνωσαν ἀσθένειαν, ὡς οὐκ ἰσχύοντος ἓν σῶμα διακρατῆσαι ἐπὶ πολλὰς ἐτῶν περιόδους·
000-00-00 Serial Number=0509189069
De Chananaea Ante [Go Back]  
 [00352]  ἐλθὼν δὲ ὁ Χριστὸς, καὶ τὰ τῶν ἀνθρώπων ἀναλαβὼν ὅπλα, αὔθωρον περιετμήθη, θυσίας προσήνεγκε, προσφορὰς, τὰ ἄλλα πάντα, ἔμελλε δὲ λύειν τὸν νόμον·
000-00-00 Serial Number=0555360675
De Davide et Saule Ante [Go Back]  
 [00050]  οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης.
 [00371]  Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι·
000-00-00 Serial Number=0465124667
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00063]  Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ὁ τῆς δικαιοσύνης ἀνίσχειν ἥλιος, ὅπερ ἐπὶ τῆς ἡμέρας γίνεται, καὶ τότε συνέβη.
000-00-00 Serial Number=0028496265
De Lazaro Ante [Go Back]  
 [00170]  οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ' ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν·
 [01815]  Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε.
 [01942]  οὐκ ἐπειδὴ πόρνη ἦν, ὑπερεωρᾶτο, ἀλλ' ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας.
000-00-00 Serial Number=0147890747
De Maccabeis Ante [Go Back]  
 [00249]  οὐ γὰρ ἔμελλε πολιᾶς νεότης ἀτολμηροτέρα φανεῖσθαι.
000-00-00 Serial Number=0298679471
De beato Abraham Ante [Go Back]  
 [00078]  ὅσον γὰρ μαλακωτέρα καὶ συμπαθεστέρα, τοσοῦτον ἔμελλε διισχυρίζεσθαι πρὸς τὸν Ἀβραὰμ, καὶ ἐνεποδίζετο ἡ θυσία, καὶ τὸ μυστήριον κατηργεῖτο.
 [00213]  μοιχὸν ἔμελλε λαμβάνειν, καὶ υἱὸν ποιεῖν·
000-00-00 Serial Number=0506896794
De decem millium talentorum debitore Ante [Go Back]  
 [00193]  ἡ γὰρ τῶν φθασάντων εὐγνωμοσύνη τοῖς μετὰ ταῦτα ἠγνωμονηκόσιν ἡμερώτερον αὐτὸν ἔμελλε ποιεῖν.
 [00329]  καὶ οὗτος μὲν εὖ παθὼν ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μικρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ' αὐτοῦ γενόμενον, πάντα ἀφῆκεν.
000-00-00 Serial Number=0337994337
De incomprehensibili dei natura Ante [Go Back]  
 [00334]  Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα·
000-00-00 Serial Number=0164953172
De jejunio [2] Ante [Go Back]  
 [00164]  Εἰ ᾔδει οὖν ὁ Σωτὴρ, ὅτι Ἰούδας ἔμελλε προδιδόναι, πῶς τοῦτον ἐξελέξατο;
000-00-00 Serial Number=0660822272
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00112]  ∆ιὰ τοῦτο τῶν οὐρανῶν αὐτῷ προκειμένων, καὶ τῶν στεφάνων καὶ τῶν ἐπάθλων, ἔμελλε καὶ ἐβράδυνε λέγων·
 [00784]  τὸ δὲ εἰπεῖν ταῦτα ἃ πρὸς τὴν παροῦσαν ἔμελλε χρείαν ἀναγκαῖα εἶναι, φιλανθρώπου καὶ τὸ τῶν πολλῶν συμφέρον ὁρῶντος·
000-00-00 Serial Number=0430478156
De mutatione nominum Ante [Go Back]  
 [00154]  Καὶ γὰρ καὶ οὗτος καὶ μυρία ναυάγια ὑπέμεινεν, ἀλλ' ὅτε εἰς τὸν λιμένα καταίρειν ἔμελλε, πεπληρωμένην ἐπήγαγε τῶν φορτίων τὴν ὁλκάδα.
 [00471]  ἔμελλε γὰρ αὐτῷ καὶ ὁ διάβολος προσελθὼν διαλέγεσθαι περὶ ἀπονοίας·
000-00-00 Serial Number=0787220955
De occursu domini Ante [Go Back]  
 [00021]  [50.808] τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου.
000-00-00 Serial Number=0407361209
De paenitentia [1] Ante [Go Back]  
 [00670]  ἔμελλε γὰρ ὁ νυμφίος ἔρχεσθαι.
000-00-00 Serial Number=0413334489
De patientia sermo 1 Ante [Go Back]  
 [00106]  ἐκέρδησε γὰρ ἑαυτῷ, ἃ προσθεῖναι ἔμελλε κακά.
000-00-00 Serial Number=0983732522
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00060]  ἐπειδὴ γὰρ ἔμελλε παραγίνεσθαι ὁ νυμφίος, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις·
000-00-00 Serial Number=0945084810
De prophetiarum obscuritate Ante [Go Back]  
 [00223]  ἀλλ' ἐπειδὴ προδότης ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν ὁ Χριστός.
 [00338]  Ἐπειδὴ γὰρ λαβὼν τὰς πλάκας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα [56.174] τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι.
000-00-00 Serial Number=0730888784
De sacerdotio Ante [Go Back]  
 [00549]  Τοῦτο δή, τοῦτο ὅπερ καὶ ἐφ' ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε καὶ τῆς Ἐκκλησίας τῆς αὑτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς.
000-00-00 Serial Number=0301394343
De sancta Droside martyre Ante [Go Back]  
 [00150]  ἐπειδὴ δὲ ἔμελλε τελευτᾷν, οὕτω μικρολογεῖται, ὡς τοσαύτην ποιήσασθαι σπουδὴν ὑπὲρ τῆς τῶν ὀστῶν μετακομιδῆς, καὶ ἐκ τοσούτου διαστήματος κελεύει τὰ λείψανα ἀνάγεσθαι;
000-00-00 Serial Number=0993625224
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00073]  ∆ύο τοίνυν ἔμελλε γίνεσθαι ἄτοπα, μοιχεία, καὶ φόνος·
 [00075]  Εἰ μὲν γὰρ ἔμελλε πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ τὴν ψυχὴν ἐπιδοὺς τὴν ἑαυτοῦ ἀπαλλάττειν ἐκείνην τῆς ὕβρεως, καὶ ἀποκτείναντες ἐκεῖνοι τὸν δίκαιον τῆς Σάῤῥας οὐχ ἥπτοντο, καλῶς ἐνεκάλεις·
 [00093]  Οὕτω καὶ ἐνταῦθα ὁ Αἰγύπτιος μέλλων αὐτὴν λαμβάνειν οὐχ ὡς γυναῖκα τοῦ Ἀβραὰμ, ἀλλ' ὡς ἀδελφὴν, οὐκ ἔμελλε μοιχὸς κρίνεσθαι.
 [00097]  εἰ δὲ οὐδὲν ἔμελλε τὸ ὄνομα τῆς γυναικὸς προστήσεσθαι τῆς Σάῤῥας εἰς τὸ τὴν ὕβριν ἀποκρούσασθαι, καθὼς καὶ αὐτός φησιν, ὅτι Ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὕτη, καὶ περιποιήσονταί σε, πολλῷ μᾶλλον θαυμάζειν τὸν δίκαιον χρὴ ἐν τοσαύτῃ πράγματος δυσκολίᾳ δυνηθέντα καὶ αἱμάτων καθαρὸν τηρῆσαι τὸν Αἰγύπτιον, καὶ εἰς δύναμιν τὴν ἑαυτοῦ τὸ ἔγκλημα τῆς ὕβρεως παραμυθήσασθαι.
 [00324]  καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν.
000-00-00 Serial Number=0143189907
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00242]  [63.575] οὔτε αὐτὸς, οὔτε ἄγγελος ἔμελλε τοῦτο ποιεῖν·
 [03628]  οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης.
 [07008]  Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, οὐ πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι;
 [07777]  Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε.
 [09227]  ∆ιὰ τοῦτο τῶν οὐρανῶν αὐτῷ προκειμένων, καὶ τῶν στεφάνων, καὶ τῶν ἐπάθλων, ἔμελλε καὶ ἐβράδυνε λέγων·
 [09999]  Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ' ὡς ὀφειλὴν παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν·
000-00-00 Serial Number=0703223884
Epistula ad Cyriacum Ante [Go Back]  
 [00603]  Τίνος γὰρ ἕνεκεν ἔμελλε λήψεσθαι μεγίστας ἀμοιβάς;
000-00-00 Serial Number=0934437871
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00958]  Τίνος γὰρ ἔμελλε, εἰπέ μοι, λήψεσθαι τὰς μεγίστας ἀμοιβάς, εἴ γε ἀπραγμόνως ἐκήρυξε τρυφῶν καὶ ἐν εὐθυμίᾳ διάγων;
000-00-00 Serial Number=0694348156
Expositiones in Psalmos Ante [Go Back]  
 [01056]  τελευτᾷν ἔμελλε, καὶ κοινωνοὺς ἐκάλει τῆς ἡδονῆς, λέγων·
 [06687]  εἰ δὲ τεῖχος ἔμελλε καταπίπτειν, τίνος ἕνεκεν ὅπλα περίκεινται;
 [07159]  Ἐπειδὴ γὰρ οὐδὲν ἀνθρώπινον ἦν τῶν λεγομένων, ἀλλ' οὐράνια καὶ πνευματικὰ διηγεῖσθαι ἔμελλε, καὶ οὐκ ἐξ οἰκείας εὑρέσεως, ἀλλ' ἐκ θείας ἐνεργείας, τῷ ὀνόματι τῆς ἐρυγῆς τοῦτο παρίστησιν.
000-00-00 Serial Number=0491460562
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03832]  Ὡς οὖν τόπου ὑπομνῆσαι αὐτοὺς, καὶ τῆς προτέρας εὐεργεσίας, καὶ τῆς μετὰ ταῦτα τοῦ Θεοῦ ἀποστροφῆς, ἐπὶ τοῦ τόπου ἐκείνου προσέταξεν εἰπεῖν, ἅπερ ἔμελλε λέγειν ὁ προφήτης.
000-00-00 Serial Number=0557093561
Homilia de capto Eutropio Ante [Go Back]  
 [00698]  Ἐπεὶ οὖν ὁ Χριστὸς συνάλλαγμα μεθ' ἡμῶν ἐποίει (καὶ γὰρ ὡς νύμφην με ἔμελλε λαμβάνειν), καὶ προῖκά μοι γράφει, οὐ χρημάτων, ἀλλ' αἵματος.
000-00-00 Serial Number=0926783919
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00131]  Ἐπεὶ οὖν ἐν τούτοις τὰ πράγματα ἦν, οὐ [μόνον] τοῖς εἰρημένοις, ἀλλὰ καὶ πολλῷ πλείοσι, καὶ οὐ διδάσκαλοι μόνον, ἀλλὰ καὶ μαθηταὶ ἐκινδύνευον, καὶ οὐ μαθηταὶ μόνον, ἀλλὰ καὶ διδάσκαλοι (εἰ μὲν γὰρ θάτερον μέρος ἦν ἐν πειρασμῷ, τὸ δὲ λοιπὸν ἐν ἀδείᾳ ἔμελλε τοῦτο ἐκείνῳ παράκλησις γίνεσθαι·
000-00-00 Serial Number=0305444777
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00072]  Ἐπειδὴ γὰρ οὐκ ἔμελλε διηνεκῶς ὁ θάνατος κρατεῖν, διὰ τοῦτο τὸν πρῶτον αὐτοῦ θεμέλιον καὶ τὴν πρώτην ῥίζαν ἐν δικαιώματι παγῆναι ἐποίησεν, ἵνα σαθρὸς ὁ θεμέλιος γένηται.
000-00-00 Serial Number=0143766403
In Acta apostolorum Ante [Go Back]  
 [01009]  Καίτοιγε ἔμελλε παρέσεσθαι τὸ Πνεῦμα·
 [01316]  Κεφαλὶς γὰρ βιβλίου δίδοται τῷ Ἰεζεκιὴλ, καὶ ἐσθίει ἃ ἔμελλε λέγειν·
 [01821]  Εἰ γὰρ μὴ ξένους ἔμελλε θήσειν, τί καὶ παρεγένετο ὁ Χριστός;
 [04052]  Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔμελλε φαίνεσθαι τὸ γενόμενον, διὰ δὴ τοῦτο καὶ ἐπ' αὐτοῦ τούτου καὶ ἐπὶ τῆς γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον.
 [04755]  Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα ἕκαστος μαθήσεσθαι, τοῦτο ἤδη ἐξεκάλυψεν·
 [06266]  ∆ιότι ἔμελλε καὶ ἄλλας πόλεις διελθεῖν καὶ εὐαγγελίσασθαι.
 [08662]  Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται.
 [08692]  Ὅτε δὲ ἔμελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί·
 [09074]  Εἶτα ἐπειδὴ ἱστορίας ἔμελλε μεμνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόματα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων.
 [09999]  Ἐπεὶ οὖν ἔμελλε κηρύττειν, ἵνα μὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεμε τοῦτον, καίτοι ἐξ ἡμισείας ἦν·
 [09999]  Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων.
 [09999]  Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ μὲν οὐ τοσαύτη ἔμελλε βλάβη γενέσθαι ἐκ τούτου·
 [09999]  εἴ γε ἔμελλε τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν, καὶ ὡς ἐπὶ κατορθώματι φρονοῦσι μεγάλῳ.
000-00-00 Serial Number=0393388927
In Heliam et viduam Ante [Go Back]  
 [00251]  Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός·
000-00-00 Serial Number=0288259149
In Isaiam Ante [Go Back]  
 [00426]  Ὅτε γοῦν τὰ ὑψηλὰ διδάγματα φέρων ἦλθεν ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς καὶ τὴν τῶν ἀγγέλων καταφυτεύειν ἔμελλε πολιτείαν, οὐκ ὀλίγα περὶ μέτρων καὶ αὐτὸς διείλεκται καὶ τῶν τούτων εὐτελεστέρων εἶναι δοκούντων, ἀσπασμῶν καὶ μεσασμῶν καὶ πρωτοκλισιῶν.
 [00556]  μετὰ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τὸν θάνατον εἶπε καὶ τὴν ἀνάστασιν καὶ τὸν καιρὸν καθ' ὃν ἔμελλε παρέσεσθαι·
 [00558]  καθὼς δὲ τὸ τῶν πραγμάτων μαρτυρεῖ τέλος, ἅπερ ἔμελλε κατορθοῦν <ὁ Χριστὸς> προαναφωνῶν.
 [00699]  ὁ δὲ τῆς Καινῆς ἔμελλε μετὰ ἔτη πλείονα δίδοσθαι.
 [01904]  Καὶ γὰρ ἐπὶ τοῦ ∆ανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται.
000-00-00 Serial Number=0859935105
In Joannem Ante [Go Back]  
 [00145]  Εἰ μὲν Ἰωάννης ἡμῖν ἔμελλε διαλέξεσθαι, καὶ τὰ αὐτοῦ πρὸς ἡμᾶς ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρίδα εἰπεῖν καὶ ἀνατροφήν.
 [01653]  Πονηρίας γὰρ τοῦτο ἐσχάτης, ἐπὶ τοῖς ἑτέρων τήκεσθαι ἀγαθοῖς, καὶ μάλιστα ὅτε μηδὲ μετὰ τῆς σῆς τοῦτο ἔμελλε γίνεσθαι ζημίας.
 [02993]  Οὐ τοίνυν ᾔδει αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην καὶ πάντας βαπτίζειν, ἀλλ' ὅτε ἔμελλε βαπτίζεσθαι, τότε αὐτὸν ἔγνω·
 [03686]  τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, ἡ τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἡ ἐπὶ τοῦ σταυροῦ, ἡ ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως·
 [03724]  πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι.
 [04510]  τότε ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, ἐπειδὴ ἔμελλε καὶ συντελεῖσθαι ὁ αἰών·
 [05919]  Βαβαὶ, πόση τῆς γυναικὸς ἡ φιλοσοφία! πῶς πράως τὸν ἔλεγχον δέχεται! Πῶς γὰρ οὐκ ἔμελλε, φησί;
000-00-00 Serial Number=0813547373
In Jordanem fluvium Ante [Go Back]  
 [00087]  Ἐπειδὴ οὖν ἔμελλε τοῦτο τὸ ὄνομα πάλιν αὐτῷ τηρεῖσθαι, ὅτε ἔμελλε βαπτίζεσθαι ὑπὸ Ἰωάννου, προλαβὼν ἀπέθετο τὰ ἐνέχυρα τῆς ἐπιφανείας, καὶ ἔστησε τοὺς λίθους, οὓς μὲν ἔλαβεν ἐκεῖθεν, τοὺς πατριάρχας, οὓς ἤγειρε τότε·
000-00-00 Serial Number=0634290159
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00058]  ἔμελλε δὲ οὗτος λαμβάνων τηρεῖν ἐν ἀφθαρσίᾳ τὴν παρθένον.
000-00-00 Serial Number=0064823031
In centurionem Ante [Go Back]  
 [00003]  Ἑκατοντάρχου τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν·
 [00031]  Ἑκατοντάρχου, φησὶ, τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος·
000-00-00 Serial Number=0282440722
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00985]  Οὐ γὰρ, εἰ μὴ ἔμελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην.
 [05957]  Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ' ἂν τοὺς μαθητὰς τῆς πλάνης ἀπήλλαξεν.
 [06097]  καὶ παρακαλεῖ, ὅτε τὴν νύμφην ἔμελλε λαμβάνειν.
 [07502]  Καὶ ὃ πρῶτον ἔμελλε τιθέναι, τοῦτο ὕστερον τίθησι·
000-00-00 Serial Number=0539438725
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00690]  Ἄλλως δὲ ἔδει ἤδη παραγενέσθαι, εἴ γε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγενέσθαι·
000-00-00 Serial Number=0726391494
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01412]  φυτευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κομίζεσθαι τὴν ἀντίδοσιν.
 [02548]  δεσμωτήριον ᾤκει, καὶ συνεκέκλειστο ὑπὸ Νέρωνος, καὶ ὅσον οὔπω ἔμελλε τελευτᾷν.
000-00-00 Serial Number=0229192853
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03025]  Ποῖον οὖν ἔμελλε κρίνειν ἁμάρτημα, μηδὲν ἑαυτῷ συνειδώς;
 [05631]  Εἰ μὲν γὰρ ἐκοινώνει αὐτῷ κατὰ τοῦτο, καθὸ ἀκάθαρτος ἦν, λέγω δὲ κατὰ τὴν ἀσέβειαν, ἔμελλε καὶ αὕτη ἀκάθαρτος γίνεσθαι·
 [08414]  Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην.
 [08415]  Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ' ἐπειδὴ πάντως ἔμελλε γίνεσθαι, διὰ τοῦτο προεῖπεν·
 [08497]  Ἃ γὰρ ἔμελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι μόνοι σιτούμενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς μέθην ἐξέβαινον.
 [08549]  οὕτω καὶ ὁ Παῦλος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλόμενος, Ἀναμνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑμῖν δέδωκε τὴν μυσταγωγίαν, καὶ ἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑμῶν ἔμελλε, ταῦτα ἐνετέλλετο, καὶ παραδιδοὺς ὑμῖν τὸ δεῖπνον ἐκεῖνο, μετ' ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον.
 [08955]  καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ' ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα μαγγανεύουσί φησι·
 [09999]  οὐ γὰρ δὴ μετ' ἐκείνου εὐλογεῖσθαι ἔμελλε·
 [09999]  Καίτοι οὔτε αὐτὸς, οὔτε ἄγγελος ἔμελλε τοῦτο ποιεῖν·
000-00-00 Serial Number=0717309773
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01445]  Ἐπειδὴ γὰρ ἔμελλε λέγειν μὴ ὑπερβαίνειν μηδὲ πλεονεκτεῖν τὸν ἀδελφὸν, προλαβὼν μὴ νομίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν ἀδελφῶν μόνον ταῦτά φημι, ἀλλ' οὐδὲ τὰς ἑτέρων γυναῖκας, οὐδὲ τὰς ἁπλῶς ἀνάνδρους καὶ κοινὰς ἔχειν χρή.
 [01919]  Ξένον τι ἔμελλε λέγειν·
000-00-00 Serial Number=0700896025
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00430]  Ὅτι τεχθεὶς ἔμελλε τοῦτο γίνεσθαι·
 [00776]  Ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος πάντα τὸν ἔμπροσθεν καταδαπανήσας βίον [62.521] εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσι καταναλώσας, ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης.
 [02000]  Ἐπεὶ οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν Ἐκκλησιῶν, διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω, τὴν ὑψηλήν·
 [03329]  Τί οὖν ἔμελλε λέγειν, εἴ τις ἦν ἄνθρωπος τῶν πολλῶν;
000-00-00 Serial Number=0093826234
In epistulam ad Ephesios Ante [Go Back]  
 [00606]  Ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἔμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται.
 [01637]  Ἐπειδὴ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ἄκουσον τί φησιν·
 [02287]  Εἰ γὰρ ἔμελλε φεύγειν, οὕτως ὡς εἶχε τὰς ἁλύσεις ἔφυγεν ἄν·
 [02288]  εἰ ἔμελλε φεύγειν τεθορυβημένος, οὐκ ἂν τοσαύτην ἐποιήσατο πρόνοιαν, ὥστε καὶ τὰ σανδάλια λαβεῖν, ἀλλ' εἴασεν ἄν.
 [03018]  διὰ τοῦτο καὶ νῦν τοῦτο τέθεικεν, ἐπειδὴ ἔμελλε διαφόρων χαρισμάτων μνημονεύειν.
 [05011]  Ἵν' οὖν μὴ νομίσωσιν, ὅτι ἁπλῶς πολέμους εἰσάγει καὶ μάχας, ἐπειδὴ ἔμελλε μεγάλη τίκτεσθαι ὀργὴ, εἰ καὶ αὐτοὶ ἔμελλον ἐπεξιέναι, τούτου χάριν λέγει·
 [06792]  Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοῦτο ἄνωθεν ἤδη ἐπαίδευσε, καὶ οὐδὲ οὕτως ἐδέξαντο.
 [07124]  Ὅπερ ἔμελλε γίνεσθαι, εἰ τὸ σῶμα ἔμεινεν ἀθάνατον.
000-00-00 Serial Number=0821468711
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00872]  οὐ μικρὸν δὲ τοῦτο σκάνδαλον ἔμελλε γίνεσθαι.
000-00-00 Serial Number=0106741965
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01213]  ἔμελλε γὰρ ἡ οἰκουμένη·
 [05210]  Ἐπεὶ οὖν ἔμελλε πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ.
 [06670]  Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν·
 [07209]  ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ' ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ.
 [07408]  ἐκβήσεσθαι δὲ ἔμελλε καὶ ὕστερον διὰ τῶν δέκα φυλῶν.
 [07572]  Ἠγνόει ἄρα δεσπότας ἀπάγων ἑαυτῷ, καὶ οὓς ἔμελλε προσκυνεῖν ἐνέβαλεν εἰς κάμινον·
 [09185]  Ἐπεὶ δὲ διὰ Μωϋσέως ἔμελλε νομοθετεῖν, διὰ τοῦτο ἀξιόπιστον αὐτὸν ποιεῖ.
 [09835]  Τοσαῦτα δὲ γράψας, ὀλίγα αὐτὰ ἔφησεν εἶναι, σύγκρισιν ποιῶν πρὸς ἃ ἔμελλε λέγειν·
000-00-00 Serial Number=0283820152
In epistulam ad Philippenses Ante [Go Back]  
 [00033]  ὅτι γὰρ οὐκ ἔμελλε τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὧν φησιν, ὅτι Ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς·
 [00156]  Ἄλλως δὲ, ἐκεῖ μὲν οὖν ἔμελλε πολλὰ διατάττεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωμα·
 [02911]  Ἐκεῖνο μὲν γὰρ κἂν μὴ νῦν ἐγένετο, ὕστερον ἔμελλε·
000-00-00 Serial Number=0341391742
In epistulam ad Romanos Ante [Go Back]  
 [00630]  Ἐπεὶ οὖν οὕτως ἦσαν πεφυσιωμένοι, ὁ δὲ Παῦλος ἔμελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νομιζόμενον τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα καὶ ἐν οἰκίᾳ γυναικὸς εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήματα περιβαλ[λ]όμενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα μετὰ λῃστῶν, καὶ ἕτερα πολλὰ ἄδοξα ὑπομείναντα, καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων καὶ μεγάλων εἰδότας οὐδέπω·
 [01415]  Ἄκουσον γοῦν τοῦ Παύλου θρηνοῦντος καὶ ἀποδυρομένου ὑπὲρ ἁμαρτημάτων, ὧν οὐκ ἔμελλε δώσειν δίκην.
 [03216]  Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν, καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρ [60.474] τίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε.
 [06022]  Πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γενέσθαι;
 [06036]  ἐπειδὴ δὲ οὐκ ἔμελλε γίνεσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς
 [06052]  καὶ ἐνταῦθα δὲ μετὰ τῶν ἄλλων, ὧν εἴρηκε, κατεσκεύαζε τὸ μὴ δόξαι δι' ἔχθραν λέγειν, ἅπερ ἔμελλε κατ' αὐτῶν ἐρεῖν·
 [06129]  Εἰ γὰρ μὴ ἔμελλε πληροῦν αὐτοῖς τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν καὶ ὑπισχνεῖτο;
 [07099]  Πῶς γὰρ ἂν ταῦτα ἀπῄτησεν ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε;
 [08261]  Μὴ τοίνυν μοι τοῦτο εἴπῃς, ὅτι ὁ δεῖνά μοι εἰργάσατο δεινὰ, ἀλλ' ἐννόησον τί ἐποίησεν ὁ Χριστὸς πρὸς αὐτῷ τῷ σταυρῷ διὰ τοῦ φιλήματος, ᾧ προδίδοσθαι ἔμελλε, τὸν προδότην διορθούμενος.
 [09457]  καίτοι γε οὐ πάντας ἔμελλε κερδανεῖν ὁ Χριστὸς, ἀλλ' ὅμως ὑπὲρ ἁπάντων ἀπέθανε, τὸ αὑτοῦ πληρῶν.
 [09999]  Ὅτε γοῦν οὐ βαρβάρων στρατόπεδον ἔμελλεν αὐτοὺς πολιορκεῖν, ἀλλὰ ἡ θεήλατος ὀργὴ τὰς πόλεις αὐτῶν ἐκ βάθρων ἀνασπᾷν, καὶ οὐκέτι ὅπλων ἦν ὁ καιρὸς, οὐδὲ μάχης καὶ παρατάξεως, ἀλλ' ἱκετηρίας, τοσαύτην ἐποιήσατο ὑπὲρ αὐτῶν σπουδὴν, ὅσην ἂν εἰ αὐτὸς ἀπόλλυσθαι ἔμελλε.
 [09999]  Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν·
000-00-00 Serial Number=0339758515
In epistulam ad Titum Ante [Go Back]  
 [00948]  Ἐπειδὴ γὰρ ἔμελλε βασιλεύειν, εἰκότως πρότερον ἐμάνθανεν ἄρχεσθαι, καὶ ἀρχόμενος ἄρχων ἦν καὶ προέστη τῆς οἰκίας.
000-00-00 Serial Number=0018913567
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00016]  Οὐκ ἦν [352] γὰρ αὐτῷ ἀσφαλές, μὴ πιστεύσαντι πρότερον καὶ πληροφορηθέντι περὶ ὧν ἔμελλε διηγήσασθαι, ἄρξασθαι τοῦ διδάσκειν·
000-00-00 Serial Number=0396182299
In illud Exiit edictum Ante [Go Back]  
 [00010]  ἐπειδὴ δὲ ἔμελλε κήρυγμα καθ' ὅλης τῆς οἰκουμένης τῆς εὐσεβείας ἡ πίστις διαδίδοσθαι, συνάπτεται ἡ οἰκουμένη ὑφ' ἑνὶ συνθήματι·
 [00171]  Ἐπειδὴ γὰρ ἔμελλε σαφὲς γίνεσθαι τὸ τῆς
 [00241]  ἔμελλε γὰρ καλὰ δοκεῖν τοῖς ἀνθρώποις τὰ πρὸς εὐσέβειαν.
000-00-00 Serial Number=0707674444
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00247]  Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, καὶ τὴν καινὴν ἔμελλε διδόναι διαθήκην, φησίν·
000-00-00 Serial Number=0380802989
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00103]  Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών·
 [00386]  Εἰ δὲ ἐναντίος ἦν ὁ Θεὸς τῆς Παλαιᾶς τῷ Θεῷ τῆς Καινῆς, οὐκ ἔμελλε διὰ τῶν γυναικῶν προδιατυποῦν τῆς Καινῆς ∆ιαθήκης τὴν ὑπεροχήν.
000-00-00 Serial Number=0726102412
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00204]  Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ἀφίστασθαι τῆς Ἀσίας, καὶ ἐπὶ τὴν Ῥώμην ἄγεσθαι, καὶ ἐκεῖθεν ἐπὶ τὸν οὐρα νὸν ἀποδημεῖν·
000-00-00 Serial Number=0033648968
In illud Messis quidem multa Ante [Go Back]  
 [00096]  ἐπειδὴ τὰ πράγματα οὕτω διέκειτο, ἔμελλε δὲ αὐτοὺς παντα χοῦ τῆς οἰκουμένης ἐκπέμπειν, εἰκὸς δὲ αὐτοὺς θορυ βεῖσθαι καὶ ταράττεσθαι, καὶ πρὸς ἑαυτοὺς ἀναλογίζε σθαι Καὶ λέγειν·
000-00-00 Serial Number=0768174827
In illud Ne timueritis Ante [Go Back]  
 [00513]  Μετὰ ταῦτα δὲ, τὸ παιδίον ἐπειδὴ ηὐξήθη, τὸ ἀπὸ τῆς τραπέζης τεχθὲν, ἐπειδὴ ἀνὴρ ἐγένετο ὁ τῆς φιλοξενίας καρπὸς (οὐ γὰρ οὕτως αὐτὸν ἡ μήτρα ἐγέννησεν ἐκείνη, ὡς ἐγέννησεν ἡ τράπεζα, πρὸ δὲ πάντων τὸ ῥῆμα τοῦ Θεοῦ), ἐπειδὴ ηὐξήθη καὶ ἀνὴρ ἐγένετο, καὶ ὥρα γάμου λοιπὸν ἦν (πρόσεχε μετ' ἀκριβείας ὃ λέγω), ἔμελλε λοιπὸν τελευτᾷν ὁ γέρων ὁ μακάριος Ἀβραὰμ ἐκεῖνος, ὁ πατριάρχης·
000-00-00 Serial Number=0530600667
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00466]  εἰσελθὼν καὶ εὑρὼν τὴν οἰκουμένην οὕτω κακουμένην, ἔμελλε τὸν οὐρανὸν καλλωπίζειν, καὶ ἀφιέναι τὸν νοσηρόν;
 [00469]  οὐ γὰρ οὐρανὸν ἔμελλε θεραπεύειν, ἀλλ' ἄνθρωπον.
000-00-00 Serial Number=0532812893
In principium Actorum Ante [Go Back]  
 [01339]  Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν·
000-00-00 Serial Number=0095206976
In ramos palmarum [2] Ante [Go Back]  
 [00127]  Ταῦτα δὲ καὶ ἕτερα ἔλεγον οἱ ἀρχιερεῖς, ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ Κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἔμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν τῷ κόσμῳ εἰς μνήμην καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν·
000-00-00 Serial Number=0388432443
In saltationem Herodiadis Ante [Go Back]  
 [00056]  Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων·
000-00-00 Serial Number=0505032897
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00044]  Πέτρος ἔμελλε πιστεύεσθαι τὰς κλεῖς τῆς Ἐκκλησίας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ἤμελλε πιστεύεσθαι τὸ πλῆ θος τοῦ λαοῦ.
 [00084]  καὶ τῷ Πέτρῳ συνεχωρήθη ἁμαρτῆσαι, ἐπειδὴ ἔμελλε πι στεύεσθαι λαὸν πολὺν, ἵνα μὴ ἀπότομος ὢν καὶ ἀνα μάρτητος, ἀσύγγνωστος εἰς τοὺς ἰδίους ἀδελφοὺς ᾖ.
 [00193]  Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρ τίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλαν θρωπότεροι γένωνται.
000-00-00 Serial Number=0353900969
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00011]  [6] Ὅτε τοίνυν ἔμελλε τὴν δεκάτην ἐπάγειν πληγὴν Αἰγυπτίοις ὁ θεός αὕτη δὲ ἦν ὁ τῶν πρωτοτόκων θάνατος , ἔλεγεν πρὸς τὸν Μωϋσῆν·
000-00-00 Serial Number=0648788452
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00450]  Εἰ γὰρ καὶ εἰς ἐθνικοὺς ἔμελλε διαδίδοσθαι, ἀλλὰ διὰ Ἑβραίων ἀνδρῶν, τῶν ἀποστόλων.
000-00-00 Serial Number=0927150905
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00087]  ἔνθα μετ' ἀκριβείας οὐ περὶ τῆς παρουσίας μόνον, ἀλλὰ καὶ περὶ ὧν ἔμελλε παραγενόμενος πράττειν, καὶ περὶ τοῦ τόκου, καὶ περὶ τῆς γεννήσεως, καὶ περὶ τοῦ σταυροῦ, καὶ περὶ τῶν θαυμάτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐκλογῆς, περὶ τῆς Καινῆς ∆ιαθήκης, περὶ τῆς παύσεως τῶν Ἰουδαϊκῶν, καὶ περὶ τοῦ ἀφανισμοῦ τῶν Ἑλληνικῶν, καὶ περὶ τῆς εὐγενείας τῆς κατὰ τὴν Ἐκκλησίαν, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν καθεξῆς ὄντων πραγμάτων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»