Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔλεγες [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔλεγες


000-00-00 Serial Number=0167481959
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00791]  Ἐπειδὴ δὲ ἔλεγες τὸ κεφάλαιον τῶν κακῶν εἶναι τὸ μηδὲ ὑπὲρ τῶν μελλόντων ἔχειν θαῤῥεῖν, μηδὲ εἰδέναι πότερον ἔσται τις λύσις ποτὲ τούτων, ἢ καὶ μέχρι [47.453] τελευτῆς βουλήσεταί σοι πυκτεύειν ὁ τὸν ἀγῶνά σοι τοῦτον θεὶς, ἀκριβὲς μὲν οὐδὲν οὐδὲ αὐτὸς ὑπὲρ τούτων ἔχω λέγειν, οὐδὲ ἀποφαίνεσθαι ὑπὲρ τῶν μελλόντων, ἐκεῖνο μέντοι οἶδα σαφῶς, καὶ αὐτὸν δέ σε οὕτω πεπεῖσθαι ἀξιῶ, ὅτι ὁπότερον ἂν γένηται τούτων, συμφερόντως ἔσται καὶ πρὸς ἡμῶν·
000-00-00 Serial Number=0494666576
Ad populum Antiochenum Ante [Go Back]  
 [02119]  Σὺ διὰ τῆς ἐπιστολῆς ταύτης διαλεγόμενος ταῖς πόλεσι πάσαις ἔλεγες·
 [02229]  Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου;
 [04645]  καὶ Φιλιππησίοις γράφων ἔλεγες·
 [06020]  Πόσων ἐμπρησμῶν, πόσης καταστροφῆς τὰ ῥήματα ταῦτα πικρότερα, ἅπερ ἀπολογούμενος ἔλεγες;
 [06043]  Μέμνησαι πρώην, ὅτε τῆς ἑορτῆς ταύτης καταλαβούσης ἐπιστολὴν ἔπεμψας πανταχοῦ τῆς οἰκουμένης κελεύουσαν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφεῖναι, καὶ συγχωρεῖν αὐτοῖς τὰ ἐγκλήματα, καὶ ὡς οὐκ ἀρκούντων ἐκείνων δεῖξαί σου τὴν φιλανθρωπίαν, ἔλεγες διὰ τῶν γραμμάτων, ὅτι Εἴθε μοι δυνατὸν ἦν καὶ τοὺς ἀπελθόντας καλέσαι καὶ ἀναστῆσαι καὶ πρὸς τὴν προτέραν ἀναγαγεῖν ζωήν! Τούτων ἀναμνήσθητι τῶν ῥημάτων νῦν·
000-00-00 Serial Number=0029653251
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00425]  Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτὸν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅ τι χρῷο σαυτῷ·
 [01382]  Καὶ μὴν αὐτὸς ἔμπροσθεν ἔλεγες·
 [01657]  Ταυτὸν γὰρ ποιεῖς ταῦτα λέγων, ὡς ἂν εἰ ἔλεγες·
000-00-00 Serial Number=0812571645
Commentarius in Job Ante [Go Back]  
 [00327]  εἰ μὲν γὰρ μὴ εἶχον τοσαύτην ἰσχὺν ὥστε αὐτὸν καταβαλεῖν, καλῶς ἔλεγες·
 [00835]  «καὶ μὴν σὺ ἔλεγες, ὅτι·
 [01392]  τίς γὰρ δύναται ἐνεγκεῖν τὴν ἰσχὺν τῶν ῥημάτων σου, ὧν ἀεὶ καυχώμενος ἔλεγες;
000-00-00 Serial Number=0487681210
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00143]  Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι Λάζαρος ἀπέθανε, καὶ νῦν λέγεις, Ποῦ τεθείκατε αὐτόν;
000-00-00 Serial Number=0828258276
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00566]  [106] Εἰ γὰρ τὸν Περσῶν βασιλέα καὶ τοσαύτην ἄγοντα στρατιὰν καὶ τὴν πόλιν ἑλόντα καὶ τὰ λοιπὰ τῶν ἱερῶν ἐμπρήσαντα καὶ τὴν δᾷδα μετὰ χεῖρας ἔχοντα καὶ προσάγειν αὐτὴν ἤδη τούτῳ μέλλοντα τῷ ναῷ μετέβαλεν ὁ δαίμων καὶ γὰρ καὶ ταῦτα ἐν ἀρχῇ τῆς μονῳδίας ἔλεγες οὕτως εἰπὼν θρηνῶν·
000-00-00 Serial Number=0396309793
De diabolo tentatore Ante [Go Back]  
 [00839]  πρὸ τούτου βουλομένῳ μαθεῖν τὴν γνώμην ἔλεγες·
000-00-00 Serial Number=0860307097
De paenitentia [1] Ante [Go Back]  
 [02577]  Πρὸ μικροῦ ἔλεγες·
000-00-00 Serial Number=0151359618
De proditione Judae Ante [Go Back]  
 [00201]  Ὅτε θαυματουργοῦντα εἶδες, οὐκ ἔλεγες, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον·
 [00575]  Πρὸ τούτου ἔλεγες·
000-00-00 Serial Number=0666568756
De sacerdotio Ante [Go Back]  
 [00094]  εἰ δὲ ἐπιβλαβῆ, καὶ ἡμᾶς οὓς πάντων ἀεὶ προτιμᾶν ἔλεγες ἀπαλλάξαι τῆς ζημίας.
000-00-00 Serial Number=0643341243
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05335]  Εἰ μὲν γὰρ εὐθηνοῦντα αὐτὸν ἢ εὐδοκιμοῦντα εἶδες, καλῶς ταῦτα ἔλεγες·
000-00-00 Serial Number=0083324075
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00737]  ἀλλὰ, Κρίνομαι πρὸς σὲ, ἐμαυτοῦ προΐσταμαι, ἐμαυτῷ συνδικῶ, ὥστε οὐδ' ἂν ἐκρίθην, οὐ μόνον οὐκ ἂν κατηγόρησα, εἰ μὴ τοῦτο ἔλεγες, ἐπειδή με ὑπεύθυνον ἐγκλήματι βούλει ποιῆσαι.
 [02598]  ὅτε τοιαῦτα ὕβριζον οὐκ εἶδες, ἀλλ' ἔλεγες·
 [03436]  Γένοιτο ἀληθῆ τὰ τῆς ἀρᾶς αὐτῶν, γένοιτο αὐτοῖς ἀληθῆ τὰ ἀγαθά *Τουτέστιν, εἰ μὴ συμμαρτυρεῖς, ὅτι ἡνίκα ἀναγγέλλειν αὐτοῖς τῶν πολεμίων τὴν ἔφοδον ἔλεγες, εἱστήκειν προσευχόμενος ὑπὲρ αὐτῶν, ἀγαθὰ ὑπὲρ αὐτῶν αἰτῶν.
 [03959]  Πῶς οὖν ἔλεγες, ὅτι Ἠπάτησάς με, ὅτε ταῦτα ἔπασχες;
 [03984]  Τί καὶ τὸν ἄνδρα καταρᾶσαι, Οὐχὶ πρὸ μικροῦ αὐτὸς ἔλεγες, Εἰ ἀνταποδίδοτε κακὰ ἀντὶ ἀγαθῶν, καὶ σὺ ἀντὶ εὐαγγελίων τοῦτο ἐποίησας, καὶ ἐγκαλεῖς ὅτι οὐκ ἀπέκτεινε;
000-00-00 Serial Number=0839974701
Fragmenta in Proverbia Ante [Go Back]  
 [00997]  Καὶ μὴν σὺ πρὸ τούτου ἔλεγες·
000-00-00 Serial Number=0777725458
In Acta apostolorum Ante [Go Back]  
 [05746]  Εἴθε γὰρ ᾔδεις, ἃ ἔλεγες.
000-00-00 Serial Number=0028865278
In Genesim sermones Ante [Go Back]  
 [00635]  Καίτοι χθὲς, ὦ μακάριε Παῦλε, ἔλεγες, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω.
000-00-00 Serial Number=0019769549
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00084]  πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος·
000-00-00 Serial Number=0001585543
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01223]  Ἀνωτέρω μὲν γὰρ ἔλεγες, ὅτι διὰ τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος ἐξουσίας πανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς μέσον ἦγες·
 [05257]  πρὸ μικροῦ ἔλεγες, ὅτι αὐτεπάγγελτοι, μετὰ πολλῆς τῆς παρακλήσεως δεόμενοι ἡμῶν·
 [06565]  Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς;
 [06971]  Πῶς οὖν ἔμπροσθεν ἔλεγες, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, καὶ Ὃ [61.577] λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ·
000-00-00 Serial Number=0630051136
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07696]  οὐ σὺ ἔλεγες, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;
000-00-00 Serial Number=0710413635
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01404]  Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, καὶ αὐτὸς ἦν ὁ τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως ταῦτα καλῶς ἔλεγες·
000-00-00 Serial Number=0509548306
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03331]  Εἰ μὲν γὰρ ἐξετάζειν καὶ κρίνειν ἐπετράπη σοι, καλῶς ταῦτα ἔλεγες·
 [05126]  Πῶς οὖν, φησὶν, ἔλεγες, ὅτι τὸ θέλειν ἀρκεῖ;
000-00-00 Serial Number=0178977787
In epistulam ad Philippenses Ante [Go Back]  
 [01116]  οὐχὶ σὺ ἔλεγες, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι;
 [03691]  Εἰ τοίνυν πάντες τῆς ἀναστάσεως τυγχάνουσι, καὶ οὐ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας, πῶς ὡς μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγες, Εἴ πως καταντήσω;
 [04818]  Καὶ μὴν ἔλεγες, ὅτι Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
000-00-00 Serial Number=0407688856
In epistulam ad Romanos Ante [Go Back]  
 [07493]  Καὶ μὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν·
000-00-00 Serial Number=0698057115
In illud Memor fui dei Ante [Go Back]  
 [00323]  οὐκ ἔλεγες, Οὐκ ἔστι μου δυνατώτερος ὁ ἐμοὶ ἀντιταττόμενος;
000-00-00 Serial Number=0834947944
In illud Ne timueritis Ante [Go Back]  
 [00088]  καὶ καλῶς ἂν ταῦτα ἔλεγες·
 [00298]  Ἆρα εἰ ἕλκος ἔχων ἰατρὸν μετεκάλεις, καὶ εἶδες ὅτι ἠκόνησε τὸ σιδήριον, οὐκ ἔλεγες, Τέμε, εἰ καὶ ὀδυνῶμαι, τὴν ἀπὸ τῆς τομῆς σωτηρίαν ἐκδεχόμενος;
000-00-00 Serial Number=0587788641
In illud Pater si possibile est Ante [Go Back]  
 [00025]  Καὶ μὴν σὺ ἔλεγες, ὅτι·
 [00030]  ἔλεγες γὰρ, ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
 [00047]  Καὶ πῶς ἔλεγες·
 [00086]  Εἰ μὲν γὰρ ἠναγκάζετο ὑπό τινος, καλῶς ἔλεγες αὐτὸν δειλιᾷν·
000-00-00 Serial Number=0276226997
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00059]  Ἄρτι ἔλεγες·
 [00318]  Ποῦ ἔστιν ὁ ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου;
000-00-00 Serial Number=0057530582
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00073]  Ὅτε ἐν βασιλικαῖς αὐλαῖς διῆγεν, ὅτε τὰ χρήματα εἶχεν, ὅτε τὴν θεραπείαν τὴν βασιλικὴν, οὐδὲν τοσοῦτον ἔλεγες, καὶ νῦν ὁρῶσα ἐπὶ κοπρίας καθήμενον, καὶ ὑπὸ σκωλήκων συνειλισσόμενον, τοῦτο λέγεις, Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»