Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔθηκεν [89]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔθηκεν
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0545057237
[01556]
Τὸν γὰρ Ὀζᾶν βουληθέντα περιτρεπομένην ὀρθῶσαι τὴν κιβωτὸν, παραχρῆμα ἐπάταξε καὶ νεκρὸν ἔθηκεν ἡ τοῦ Θεοῦ ὀργὴ, καὶ οὕτως ἐπὶ πολὺ κατέσεισε τοῦ ∆αυῒδ τὴν ψυχὴν οὗτος ὁ φόβος, ὡς μὴ πρότερον τολμῆσαι πρὸς ἑαυτὸν ἀνενεγκεῖν τὴν κιβωτὸν, πρὶν ἢ μαθεῖν ὅπως χρήσαιτο τῷ τότε αὐτὴν ὑποδεξαμένῳ Ἀβεδδαρᾶ.
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0872072577
[00047]
οὐ τὴν οἰκουμένην ἅπασαν εἰς χεῖρας αὐτῷ φέρων ἔθηκεν ὁ Θεός;
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0742039740
[00334]
Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημένων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0016598701
[01863]
Καὶ γὰρ τὸν νόμον, ὃν ἐξ ἀρχῆς ἔθηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου πᾶσιν ἀνθρώποις διαλεγόμενος, τοῦτον καὶ τότε διετήρησε.
[03616]
Ἀλλ' εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τούτου καὶ νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἄλλα πάντα Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ ἀρχῆς αὐτοδιδάκτως ἐπ' αὐτὰς ἐλθόντων·
[03643]
Ἀφ' ὧν ἑτέρους ἁμαρτάνοντας ἐκόλασεν, ἀφ' ὧν νόμους ἔθηκεν, ἀφ' ὧν τὰ δικαστήρια ἐκάθισε.
[04591]
ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ἀντὶ πάντων τὴν ἅλυ [49.165] σιν·
[05722]
Εἰ νόμον ἔθηκεν ὁ βασιλεὺς, τοὺς ἐχθροὺς ἅπαντας ἀλλήλοις καταλ [49.206] λάττεσθαι, ἢ τὰς κεφαλὰς ἀποτέμνεσθαι, ἆρα οὐκ ἂν πάντες ἐσπεύσαμεν ἐπὶ τὰς τῶν πλησίον καταλλαγάς;
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0227040470
[01490]
∆ιὰ τοῦτο καὶ ὁ ∆ανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ' ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη.
[02105]
Καὶ ἐπειδὴ ἔθυσεν, ἐπιθέντος Ἀαρὼν τὰς χεῖρας, καὶ τῶν υἱῶν αὐτοῦ, ἀπὸ τοῦ αἵματος λαβὼν, ἔθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ.
Catechesis ultima ad baptizandos
Ante [Go Back]
000-00-00 Serial Number=0430859208
[00024]
καίτοι γε οὐδεὶς νυμφίος ὑπὲρ νύμφης ψυχὴν ἔθηκεν·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0501470864
[00321]
μορμολύκειόν σοι τοιοῦτον ἔθηκεν, καὶ οὐ διανίστασαι;
[04265]
«τίς τοῦτο διετύπωσεν;» φησίν, «τίς τοὺς τῆς φύσεως νόμους ἔθηκεν;
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0680932283
[00102]
τοῦτον γὰρ ἡμῖν ὁ Θεὸς τὸν νόμον ἄνωθεν ἔθηκεν.
[00211]
Οὐκ ἤκουσας οἷον αὐτῇ νόμον ἔθηκεν ὁ Παῦλος, μᾶλλον δὲ ὁ Χριστὸς εἰπὼν δι' ἐκείνου, ὅτι μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, καὶ «Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι»;
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0656158864
[00048]
Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων ἴδοι τὸ μέγεθος, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ ∆αυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς, ἀλλὰ τὸ πλέον ὀφείλων.
De cruce et latrone i
Ante [Go Back]
000-00-00 Serial Number=0127146602
[00185]
Ἐπεὶ οὖν τὴν ψυχὴν αὑτοῦ ἔθηκεν, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ.
De libello repudii
Ante [Go Back]
000-00-00 Serial Number=0711680949
[00084]
Ἄξιον δὲ καὶ αὐτὸν τὸν νόμον ἀκοῦσαι Μωϋσέως, ὃν περὶ τούτου ἔθηκεν.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0403085232
[01545]
Καὶ πόθεν δῆλον ὅτι κἀκεῖνον αὐτὸς ἔθηκεν;
De paenitentia [2]
Ante [Go Back]
000-00-00 Serial Number=0681350410
[00481]
Ἠκούσατε πάντως τῆς τοῦ ∆ε [59.766] σπότου φιλανθρωπίας, ὅτι πρὸς τὸν μακάριον Πέτρον μετὰ τῶν ἄλλων ἐπαίνων καὶ τοῦτο ἔθηκεν·
De perfecta caritate
Ante [Go Back]
000-00-00 Serial Number=0726620793
[00086]
Οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις ἔδωκεν, εἰ δεσμοῖς εἱμαρμένης κεκρατημένοι ἦμεν.
De sancto hieromartyre Babyla
Ante [Go Back]
000-00-00 Serial Number=0138111889
[00011]
Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέξατο σφαγήν·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0699231863
[00729]
[35] Ὅτι ἀναγκαίως ἔθηκεν εἰς τὸ τῆς ἐγκρατείας ὑπόδειγμα.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0316592157
[03626]
Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων τὸ μέγεθος ἴδοι, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ ∆αυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς ἀμοιβὴν, ἀλλὰ τὸ πλέον ὀφείλων·
[05172]
Καὶ πῶς οὐ δεινὸν, ὅτι ὁ μὲν Χριστὸς καὶ τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους·
[05983]
∆ιόπερ ἐκεῖνα παρεὶς, τοῦτο ἔθηκεν ὁ Χριστὸς, ἵνα μάθῃς, ὅτι εἰ τὸ [63.749] φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατὰ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτατα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται.
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0499850631
[00024]
Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον ἢ τρυφὴν μόνον, ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶ ναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών·
[00180]
Καὶ ἴδε πόσην ἀποτομίαν ἔθηκεν·
[00588]
Καὶ δόγμα ἔθηκεν, ὅπως πᾶς ὁ λαός, φυλή, γλῶσσα, ἥ, ἂν εἴπῃ ῥῆμα κατὰ τοῦ θεοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσται καὶ ὁ οἶκος αὐτῶν εἰς διαρπαγήν.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0031557143
[00138]
Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον, ἢ τρυφὴν μόνον, ἢ δυναστείαν μόνον, ἢ τιμὰς μόνον, ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών·
[00940]
Καὶ δόγμα ἔθηκεν ὅπως πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἐὰν εἴπῃ ῥῆμα κατὰ τοῦ Θεοῦ Σιδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0629491806
[05515]
οὐχ ἁπλῶς δὲ μετὰ ταῦτα τὰ τοῦ Βαροὺχ ἔθηκεν.
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0944025218
[00677]
οὐκ ἐν λιθίνῳ, ἀλλ' ἐν ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν ἔθηκεν.
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0612912774
[00249]
οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις παρῄνεσεν, οὐκ ἂν τοσαῦτα εἰργάσατο, εἰ ἀνάγκῃ τὸ τῶν ἀνθρώπων γένος δεδεμένον ἦν·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0956286728
[01815]
καὶ καθάπερ οἱ ἔξωθεν τοὺς φονικοὺς, τοὺς περὶ λωποδυτῶν, τοὺς γαμικοὺς, καὶ πάντας τοὺς τοιούτους, οὕτω καὶ ἡμεῖς τοὺς κολαστικοὺς, οὓς οὐκ ἄνθρωπος ἔθηκεν, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς.
[02824]
Ἐνταῦθα καλῶς τὸν ὄλεθρον ἔθηκεν.
[03479]
Νόμον ἔθηκεν ὁ Χριστὸς, ὥστε μηδένα ὀμνύναι.
[08843]
διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν.
[09999]
οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα ὁ συγγραφεύς.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0313555002
[00444]
Ἵνα γὰρ μὴ ἀκούσασα τὸ, Αὐτός σου κυριεύσει, φορτικὴν εἶναι νομίσῃ τὴν δεσποτείαν, πρότερον τὸ τῆς κηδεμονίας ἔθηκεν ὄνομα εἰπὼν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, τουτέστιν, Ἡ καταφυγή σου καὶ ὁ λιμὴν καὶ ἡ ἀσφάλεια ἐκεῖνος ἔσται σοι·
[00579]
Ὅπερ μέγιστον ἀγαθὸν εἶναι νομίζεται, γῆρας λιπαρὸν καὶ μῆκος ζωῆς, τοῦτο ἔθηκεν ἔπαθλον τοῖς τιμῶσιν αὐτούς·
[00580]
καὶ ὅπερ ἔσχατον εἶναι δοκεῖ κακὸν, θάνατος ἄωρος, τοῦτο ἔθηκεν ἐπιτίμιον τοῖς ὑβρίζουσιν εἰς αὐτούς·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0767079771
[00576]
∆ιὰ τοῦτο τὸ, Ἐποίησεν, ἀφεὶς, τὸ, Ἦν, ἔθηκεν.
[00842]
Πῶς οὖν, φησὶν, ἀρχὴν ἔθηκεν ὁ Ἰωάννης εἰπὼν, Ἐν ἀρχῇ ἦν;
[01521]
Εἰπὼν δὲ καὶ τοὺς μὴ γνόντας αὐτὸν, ἐν βραχεῖ καὶ τὴν αἰτίαν [59.68] τῆς ἀγνοίας ἔθηκεν.
[02530]
Εἰπὼν γὰρ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐκ εἶπεν, ὅτι ὁ Υἱὸς ἰδὼν ἐξηγήσατο, ἀλλ' ἕτερόν τι πλέον τοῦ ἰδεῖν ἔθηκεν, εἰπὼν, ὅτι Ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ Πατρός.
[03409]
Πολλοῖς μὲν καὶ ἐκ γενετῆς τὰ ὀνόματα ἔθηκεν, ὡς τῷ Ἰσαὰκ, ὡς τῷ Σαμψὼν, ὡς τοῖς ἐν τῷ Ἡσαΐᾳ καὶ Ὠσηέ·
[03631]
Ἦλθε διὰ σὲ, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ σοῦ·
[04905]
ἀλλ' ἐκεῖνος μὲν τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους·
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0768016696
[00526]
Ἐπειδὴ γὰρ ὁ θεμέλιος οὐκ ἀσφαλὴς, ἀλλὰ σφόδρα σαθρὸς ἦν, ἐν αὐτῇ τὴν ἀσφάλειαν ἔθηκεν ὁ ποιήσας.
In dictum Pauli Nolo vos ignorare
Ante [Go Back]
000-00-00 Serial Number=0868172228
[00276]
Ἐνταῦθα τὴν αἰτίαν τῆς πορνείας οὐκ ἔθηκεν, ἀλλὰ τὴν τιμωρίαν.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0696306705
[03444]
οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ' αὐτὴν τὴν ποιότητα.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0513600051
[05709]
Βαβαί! ποῦ τὴν δουλείαν ἔθηκεν! Ὥσπερ οὐδὲν ὠφελεῖ ἡ περιτομὴ, οὐδὲ βλάπτει ἡ ἀκροβυστία, οὕτως οὐδὲ ἡ δουλεία οὐδὲ ἡ ἐλευθερία.
[09975]
Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάν-των τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισμα ἀγάπης [61.269] χωρίς·
[09990]
Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆ-σαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0094129682
[00891]
Οὐδεὶς στρατιώτης πυρὰν ἡμῖν ἀνῆψεν, οὐδὲ ἔθηκεν ἐπὶ κρατίκλης·
[01655]
Ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυε, τὸ τῆς ἀσχημοσύνης.
[01896]
Ἀλλ' ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ, Ἀπέθανεν, ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως εἶπεν·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0442811787
[02845]
Οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα [62.567] τι καὶ ὑψηλὸν, ἀλλ' ὅπερ ἐστὶν εὐσυνείδητον·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0563452482
[00530]
Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει μέτρον καὶ ὅριον ἔθηκεν, ἵνα μηδεμίαν ἔχωμεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱματίῳ ἢ καὶ δευτέρῳ περιβάλλεσθαι τὸ σῶμα ἐκέλευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην.
[03203]
καὶ τὸν μὲν ἔθηκεν εἰς τοῦτο, τὸν δὲ εἰς ἐκεῖνο.
[04420]
ἀνεῖλε πικρίαν, ἔθηκεν εὐσπλαγχνίαν·
[05990]
Εἰ γάρ τις ἐξετάζοι, διὰ τί μὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ἐροῦμεν, ὅτι ὡς νηπιωδεστέροις οὖσι, καὶ μάλα εἰδὼς ὅτι, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0388969362
[02140]
Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0287601829
[01245]
Ἵνα γὰρ μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν;
[02968]
∆ύο τοίνυν τρόποις τὸ πρᾶγμα ἀδύνατον ἔφησεν εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθηκεν·
[04427]
εἶτα καὶ ὕστερον μέγα τι ἔθηκεν εἰπών·
[04504]
∆ιὰ τί γὰρ μὴ, λέγων ἐν τῷ ∆ευτερονομίῳ, ὅτι Ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός;
[08444]
ὅπερ ἀνωτέρω ἔθηκεν εἰπὼν, Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων·
[09112]
καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0653655112
[01157]
Ἵνα τοίνυν ἀξιοπίστους αὐτοὺς ἐργάσηται, καὶ τὴν αἰτίαν ἔθηκεν.
[01638]
Ὃ δὴ καὶ Παῦλος εἰδὼς, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, πρῶτον μὲν παρεκάλεσεν, ἱκετηρίαν ἔθηκεν·
[03462]
ἔθηκεν ἐπιθυμίαν πρὸς παιδοποιίαν, ἀλλ' οὐ πρὸς πορνείαν, καὶ μοιχείαν·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0807143211
[04573]
Ἀλλ' οὕτω μὲν οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος·
[08259]
καὶ οὐκ αἰδῇ τὸν νόμον, ὃν ἔθηκεν ὁ Χριστός;
[08415]
Καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν.
[09999]
Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα.
In illud Exiit edictum
Ante [Go Back]
000-00-00 Serial Number=0279235065
[00217]
Ἐν δὲ τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἔθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
[00221]
ἔθηκεν ἐν φάτνῃ Μαριὰμ τὸν Σωτῆρα·
[00226]
Οὕτω, φησὶν, ἔθηκεν αὐτὸν ἐν φάτνῃ, καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες.
In illud Filius ex se nihil facit
Ante [Go Back]
000-00-00 Serial Number=0002791047
[00097]
∆ιὰ τοῦτο περὶ μὲν ἐκείνων εἰπὼν ὅτι εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, οὐδὲν αὐτοῖς διὰ τοῦτο ἔθηκεν ἔπαθλον·
In illud Messis quidem multa
Ante [Go Back]
000-00-00 Serial Number=0600128472
[00147]
τούτῳ γὰρ καὶ κόλασιν ὁ Χριστὸς ἔθηκεν·
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0941600084
[00217]
μεταξὺ δέ με ταῦτα λέγοντα εἰσῆλθεν ὁ νόμος τοῦ Χριστοῦ, ὃν ἔθηκεν αὐτοῖς, οὕτω λέγων·
In illud Si esurierit inimicus
Ante [Go Back]
000-00-00 Serial Number=0204233587
[00282]
∆ιὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ' αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν.
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0492688060
[00052]
ἵνα μὴ ἡ διαφορὰ τῶν ἔργων διαφόρους δημιουργοὺς εἰσαγάγῃ, καὶ μὴ λέγηται, ὅτι ἄλλος τὰ ἄνω ἐποίησε, καὶ ἄλλος τὰ κάτω, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ ἔθηκεν ἀνακηρύττειν καὶ τῶν ἄνω καὶ τῶν κάτω τὴν δημιουργίαν.
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0585759699
[01289]
καὶ πῶς, ἅπερ ἡμῖν ὁ Θεὸς ἔθηκεν, μεταθήσομεν;
In sanctum pascha sermo 7
Ante [Go Back]
000-00-00 Serial Number=0868739605
[00092]
Καὶ ἵνα δείξῃ αὐτοῦ τὴν φύσιν τοῖς ἄστροις ἁμιλλωμένην, ἐμφαίνει ὅτι καὶ γυμνὸν ἔθηκεν ἐν τῷ παραδείσῳ στολῆς οὐ χρῄζοντα.
Non esse ad gratiam concionandum
Ante [Go Back]
[00162]
εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔθηκεν αὐτῇ ὁ Θεός.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»