Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑκὼν [84]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑκὼν


000-00-00 Serial Number=0824107230
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00287]  ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἷλε τὸν λογισμὸν, ὡς καὶ ὃ πάντων αὐτῷ τιμιώτερον ἦν, τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκὼν, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἕν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.
000-00-00 Serial Number=0276255608
Ad Eudoxiam i Ante [Go Back]  
 [00081]  Ἀλλ' ἑκὼν ἐξέστην τοῦ πλούτου τοῖς δεομένοις τὸ πρᾶγμα ἥκιστα λογισάμενος ἐμαυτῷ εἶναι φροντίδος ἄξιον.
000-00-00 Serial Number=0930491626
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01099]  οὐ γὰρ ἑκὼν ἠδικηκέναι ἔλεγεν, ἀλλ' ἀπατηθείς.
000-00-00 Serial Number=0873240113
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00193]  οὐ γὰρ οὐχ ἑκὼν εἰς τοῦτο προῆλθον, ἀλλ' ὑπὸ τῆς λύπης καὶ τῆς ἀγάπης ἀναγκασθείς, δι' ἣν καὶ ταύτην ἐβιασάμην ἐμαυτὸν γράψαι τὴν ἐπιστολήν, πολλῶν κωλυόντων καὶ λεγόντων·
000-00-00 Serial Number=0516125023
Ad illuminandos catecheses Ante [Go Back]  
 [00527]  καὶ ὅμως οὐδὲ οὕτως ἀναγκάζει μὴ βουλομένους αὐτῷ δουλεῦσαι, ἀλλ' εἰ μὴ χάριν ἔχεις, φησὶ, καὶ παρὰ σαυτοῦ καὶ ἑκὼν θέλεις ἐπιγράψασθαι τὴν δεσποτείαν, οὐκ ἀναγκάζω οὐδὲ βιάζομαι.
000-00-00 Serial Number=0611579180
Ad populum Antiochenum Ante [Go Back]  
 [01445]  Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι' ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς.
 [03948]  Πρῶτον μὲν γὰρ ὁ διηνεκῶς ὀμνὺς, καὶ ἑκὼν καὶ ἄκων, καὶ ἀγνοῶν καὶ εἰδὼς, καὶ σπουδάζων καὶ παίζων, καὶ ὑπὸ θυμοῦ πολλάκις ἐκφερόμενος καὶ ὑπὸ ἑτέρων πολλῶν, ἐπιορκήσει πάντως.
 [03951]  ∆εύτερον δὲ, ὅτι κἂν μὴ συναρπασθεὶς μηδὲ ἄκων μηδὲ ἀγνοῶν τοῦτο πάθῃ, ὑπ' αὐτῆς τοῦ πρά [49.145] γματος τῆς φύσεως, καὶ εἰδὼς καὶ ἑκὼν, ἀναγκασθήσεται ἐπιορκῆσαι πάντως.
000-00-00 Serial Number=0940390050
Adversus Judaeos Ante [Go Back]  
 [00487]  ὑπεύθυνον γὰρ ἑαυτὸν δικαστηρίῳ καὶ ψήφῳ καὶ ἐξετάσει ποιήσας, ἑκὼν τῆς δωρεᾶς ἑαυτὸν ἐξέβαλε τῆς βασιλικῆς.
 [02142]  Καὶ ποίαν ἕξεις, εἰπέ μοι, ἀπολογίαν, τίνα συγγνώμην, ἑκὼν σεαυτὸν εἰς τὸ βάραθρον ὠθῶν, καὶ κατὰ κρημνῶν ἀφιείς;
000-00-00 Serial Number=0045937419
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00019]  οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς τὴν ἀπέχθειαν ἀναδέξασθαι ταύτην εἱλόμην·
000-00-00 Serial Number=0640855372
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00369]  Οὐ γὰρ ἑκὼν τὰ αὐτοῦ κατέβαλεν ἀλλὰ ἀναγκαζόμενος ὑπὸ μείζονος δυνάμεως τοῦτο ἔπραττε.
 [00519]  Οὐκ ἀπεπήδηκεν ἑκὼν ἀλλ' ἀπηλάσθη καὶ ἐξεβλήθη ἄκων καὶ ἀναγκαζόμενος τότε ὅτε μάλιστα μένειν ἤθελε καὶ διὰ τὴν κνίσαν καὶ διὰ τὰ θύματα.
 [00521]  Οὐκ ἂν οὖν οὕτω δαψιλοῦς τραπέζης καὶ κνίσης καὶ καπνῶν καὶ χειμάρρων αἱμάτων ἀνεχώρησεν ὁ δαίμων ἑκὼν ὁ καὶ χωρὶς τούτων μένων, ὡς ἔφης, διὰ τὴν πρὸς τὴν ἐρωμένην μανίαν.
000-00-00 Serial Number=0558921337
De Lazaro Ante [Go Back]  
 [00169]  βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τὸ πάθος, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησὶ, Τίνα ζητεῖτε;
000-00-00 Serial Number=0383763969
De consubstantiali Ante [Go Back]  
 [00250]  Ὅτι γὰρ ἑκὼν ἐπὶ τὸ πάθος ἤρχετο, φησὶν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
000-00-00 Serial Number=0109614491
De fato et providentia Ante [Go Back]  
 [00115]  ὥσπερ ἂν εἴ τις παῖδα γνήσιον καὶ ἐλεύθερον, ἁπλοῦν τινα καὶ ἀπόνηρον, τῇ δεξιᾷ μὲν κατέχων μὴ ἐκβάλοι τῆς πατρικῆς οἰκίας, παραινοῖ δὲ αὐτῷ ποιεῖν δι' ὧν καὶ ἑκὼν καὶ ἄκων ἐκπεσεῖται τῶν πατρικῶν ἁπάντων.
 [00489]  οὐ γὰρ ἑκὼν τοῦτο ἐποίησε, καθὼς σὺ φῄς.
000-00-00 Serial Number=0518427670
De mansuetudine sermo Ante [Go Back]  
 [00044]  καί τις ὁρῶν θυμούμενον ἄνθρωπον, ἀπορήσειεν ἂν εἴτε ὁ δαίμων ἐλαύνει τὸν ἄθλιον, εἴτε ἑκὼν εἰς τοσαύτην ἐξηνέχθη μανίαν.
000-00-00 Serial Number=0970393896
De mutatione nominum Ante [Go Back]  
 [00839]  ἵνα μάθῃ ὅτι καὶ ἐν τῷ πρὸ τούτου χρόνῳ ἑκὼν αὐτῷ συνεχώρει·
 [00876]  Καὶ ἵνα μάθητε ὅτι πολὺ μὲν εἰς τὴν Παύλου σωτηρίαν ἡ κλῆσις, καθάπερ καὶ εἰς τὴν τῶν ἄλλων ἁπάντων ἀνθρώπων, οὐ μὴν ἔρημον αὐτὸν ἀφῆκεν εἶναι τῶν οἰκείων κατορθωμάτων καὶ τῶν διὰ τὴν βούλησιν ἐπαίνων, οὐδὲ ἐλυμήνατο αὐτοῦ τὸ αὐτεξούσιον, ἀλλ' ἑκὼν προσῆλθεν οὗτος καὶ ἐξ οἰκείας εὐγνωμοσύνης, ἐξ ἑτέρου παραδείγματος τοῦτο ποιήσω φανερόν.
 [00949]  Ἀλλ' ὅτι μὲν ἑκὼν καὶ ἐκ προαιρέσεως προσῆλθεν ὁ Παῦλος, ἱκανῶς ἀποδέδεικται.
000-00-00 Serial Number=0266777933
De negatione Petri Ante [Go Back]  
 [00244]  Ἂν ἐν συνηθείᾳ καταστήσῃς αὑτὸν, μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε οὔτε ἑκὼν οὔτε ἄκων ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας·
 [00247]  οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ἂν τοιοῦτον σαυτῷ θήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων καθ' ἑκάστην αὐτὸν ἐκπληρώσεις ἡμέραν, ὑπὸ τῆς συνηθείας ἑλκόμενος.
000-00-00 Serial Number=0358277678
De paenitentia [1] Ante [Go Back]  
 [02239]  Εἰ καὶ χθὲς ὑμῶν ἀπελείφθην, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς·
000-00-00 Serial Number=0329322875
De proditione Judae Ante [Go Back]  
 [00196]  ὁ δὲ ἑκὼν ἔμεινεν ἀδιόρθωτος.
 [00546]  Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τί ποιεῖ.
 [00636]  Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός.
 [00690]  Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου·
 [00718]  Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον.
000-00-00 Serial Number=0117053986
De sacerdotio Ante [Go Back]  
 [00306]  εἰ δὲ οὐδεὶς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον;
 [00834]  προλαβὼν γὰρ αὐτὸς ἑαυτῷ ταύτην ἀφείλετο τὴν ἀπολογίαν τῷ προσδραμεῖν καὶ ἁρπάσαι τὴν διακονίαν καὶ οὐκέτ' ἂν δύναιτο λέγειν ὁ ἑκὼν καὶ ἐθελοντὴς ἐπὶ τοῦτο ἐλθὼν ὅτι ἄκων τὸ δεῖνα ἥμαρτον καὶ ἄκων τὸν δεῖνα διέφθειρα.
 [00897]  Σὺ δὲ σαυτὸν ἑκὼν ἀπεστέρησας τῶν ἐκείνου χειρῶν·
000-00-00 Serial Number=0338760555
De virginitate Ante [Go Back]  
 [00426]  Εἰ δέ τις ἑκὼν ταῦτα τολμήσειεν ἅπερ ἄκοντες ἐκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἁπάντων καταδικάζοιτο ψήφοις ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.
 [01047]  Εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου ἑκὼν ἀναγκάζοντος οὐδενὸς δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην.
 [01381]  Πλὴν ἀλλ' εἰ δοκεῖ ἐκεῖνα ἀφέντες, ἃ συγκεκλήρωται φύσει τῷ γάμῳ καὶ ἅπερ οὐδεὶς ἂν οὔτε ἑκὼν οὔτε ἄκων διαφύγοι, ταῦτα ἐπισκεψώμεθα νῦν.
000-00-00 Serial Number=0856441140
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03966]  Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων.
 [04555]  Ἔξεστιν οὖν σοι ταῦτα ὑπομένοντα τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά.
 [07181]  καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ταῖς ἁγίαις χερσὶν ὁρῶν, δυνάμενος πάντας κλονῆσαι καὶ ῥῖψαι κάτω.
000-00-00 Serial Number=0942498505
Epistulae Ante [Go Back]  
 [02538]  Οἶδα ὅτι ὀλιγάκις ἐπέσταλκα τῇ τιμιότητί σου, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης κατεχόμενος.
000-00-00 Serial Number=0204529047
Fragmenta in Proverbia Ante [Go Back]  
 [00279]  μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ' ἑκὼν καὶ προαιρέσεως καρδίας πιστεύων τῷ Θεῷ, ἑτοιμάζεται δι' ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν.
000-00-00 Serial Number=0545329511
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00193]  Καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ' ἑκὼν [64.1052] καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα.
000-00-00 Serial Number=0079751849
In Acta apostolorum Ante [Go Back]  
 [01101]  Πόσους ἀναγκάζεται σκανδαλίζειν, καὶ ἑκὼν καὶ ἄκων! πόσους πλήττειν, καὶ ἑκὼν καὶ ἄκων! Οὐκ ἄλλως λέγω, ἀλλ' ὡς ἔχω καὶ διάκειμαι.
 [01679]  ∆ιὰ τοῦτο ἑκὼν παρίησιν, ἐπειδὴ οὐκ ἤρκει τὰ ἀγαθὰ ἐπισπάσασθαι·
 [02689]  Ὁ μὴ ὀμνὺς, πάντως ἐπὶ εὐλάβειαν ἥξει καὶ ἑτέραν, καὶ ἑκὼν καὶ ἄκων, καὶ αἰσχυνόμενος καὶ φοβούμενος.
 [08192]  Μόνον μὴ ἑκὼν καταπέσῃς.
 [09999]  Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, τὸ Κατὰ πόλιν εἶπεν.
 [09999]  Ἐνταῦθα δείκνυσιν, ὅτι ἑκὼν πάσχει ἃ πάσχει·
 [09999]  τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ' ἵνα κακῶν ἐμαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς.
000-00-00 Serial Number=0993513644
In Eliam prophetam Ante [Go Back]  
 [00131]  Ἔτρεχεν οὖν καὶ ἄκων καὶ ἑκὼν ὁ Ἠλίας, καὶ τοὺς ὄμβρους εὐηγγελίζετο·
000-00-00 Serial Number=0138641834
In Joannem Ante [Go Back]  
 [00897]  Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων.
 [01249]  Τοῦτο μὲν γὰρ οὐδεὶς οὐδέποτε ἑκὼν ἔπαθεν·
 [01449]  Ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, κἂν σφόδρα ἀναίσθητος ᾖ, κἂν ἐχθρὸς, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ, πάντως καὶ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν Ποιητήν.
 [01450]  Ὅθεν μοι καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε, καὶ ἑκὼν ἑαυτὸν κατεκρήμνισεν.
 [03936]  ∆ιὰ τοῦτο γοῦν πολλάκις τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκὼν, ὥστε εὐπαράδεκτον μᾶλλον γενέσθαι.
000-00-00 Serial Number=0731516540
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04825]  ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης μέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ μὴ δικάσασθαι, ἵνα καὶ μισθὸν ἔχῃς.
 [06253]  Ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκαζόμενος, φησίν·
 [06773]  οὐαὶ δὲ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι! Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω·
 [06790]  Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω·
 [06803]  πῶς οὖν εἶπεν, Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω·
000-00-00 Serial Number=0805614591
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00125]  ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο.
 [00949]  Ἔξεστι καὶ σοὶ τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά.
 [01532]  οὐ γὰρ ἑκὼν τοῦτο πάσχω, ἀλλὰ διὰ τοὺς οὐκ αἰσχυνομένους τὰ πράγματα, τὰ ῥήματα αὐτὸς ἀναγκάζομαι λέγειν.
 [02230]  ἐπειδὴ δὲ ἐκεῖνα πέφευγας, καὶ ἑκὼν καὶ ἄκων πεισθήσῃ λοιπόν.
 [02962]  Καὶ εὐκολώτερον ἄν τις μυρία πρόοιτο τάλαντα ἑκὼν, καὶ οὐδὲν ἡγήσεται πεπονθέναι δεινὸν, ἢ τρεῖς ὀβολοὺς ἁρπαγεὶς καὶ παρὰ γνώμην, οἴσει πράως.
000-00-00 Serial Number=0212653935
In epistulam ad Colossenses Ante [Go Back]  
 [02402]  οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ' ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ' ὑμῶν ἀκούειν τὰ δέοντα.
 [03903]  Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω·
000-00-00 Serial Number=0541035414
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04689]  Εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, φησίν·
 [07499]  καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν.
000-00-00 Serial Number=0594892442
In epistulam ad Philippenses Ante [Go Back]  
 [02229]  Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσὼν, ἀλλὰ τούτῳ αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμῇ.
000-00-00 Serial Number=0253816962
In epistulam ad Romanos Ante [Go Back]  
 [02513]  ποιεῖ δὲ αὐτὸ ἑκὼν, οὐκ ἀγνοῶν, ἵνα πλείονα δείξῃ τὴν ὑπερβολήν.
 [03729]  Μὴ τοίνυν ἐπὶ τοσοῦτον δράμῃς βάραθρον, μηδὲ ἑκὼν σεαυτὸν προδῷς.
 [08287]  Καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ὁρῶν ταῖς ἁγίαις χερσὶ, δυνάμενος ὁμοῦ πάντα κλονῆσαι καὶ ῥῖψαι κάτω.
000-00-00 Serial Number=0003056586
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00837]  Ἂν ἐν συνηθείᾳ καταστήσῃς σαυτὸν μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε, οὔτε ἑκὼν, οὔτε ἄκων, ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας, τοιοῦτον γὰρ ἡ συνήθεια.
 [00839]  οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης, ἂν τοῦτον σαυτῷ ἐπιθήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων αὐτὸν καθ' ἑκάστην ἐκπληρώσεις ἡμέραν ὑπὸ τῆς συνηθείας ἑλκόμενος.
000-00-00 Serial Number=0014798164
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00169]  Ὁ τοίνυν καὶ δόξαν τὸ πρᾶγμα καλῶν, καὶ τῷ μαθητῇ ἐπιτιμῶν, ὅτι διεκώλυεν αὐτὸν, καὶ τὸν καλὸν ποιμένα ἐντεῦθεν δεικνὺς ἀπὸ τοῦ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, καὶ ἐπιθυμίᾳ ἐπιθυμεῖν λέγων [51.36] τὸ πρᾶγμα, καὶ ἑκὼν ἐπὶ τοῦτο ἐρχόμενος, πῶς παρακαλεῖ μὴ γενέσθαι τοῦτο;
 [00179]  Οὕτω πηρώσας αὐτοὺς πρότερον καὶ δείξας, ὅτι ἠδύνατο διαφυγεῖν, τότε ἐξέδωκεν ἑαυτὸν, ἵνα μάθῃς ὅτι οὐκ ἀνάγκῃ, οὐδὲ βίᾳ, οὐδὲ τῇ τυραννίδι τῶν ἐπελθόντων ἄκων τοῦτο ὑπέμεινεν, ἀλλ' ἑκὼν, καὶ προαιρούμενος καὶ βουλόμενος, καὶ ἐκ πολλοῦ ταῦτα οἰκονομῶν.
000-00-00 Serial Number=0888692081
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00090]  ἴδε τὰς χεῖράς μου, καὶ λόγισαι κατὰ σαυτὸν, πότερον ἐκεῖνός εἰμι ὁ σταυρωθεὶς ἑκὼν, ἢ ἄλλος τις παρ' ἐκεῖνον·
000-00-00 Serial Number=0477154374
In parabolam de filio prodigo Ante [Go Back]  
 [00193]  ἅγιος ὁ Υἱὸς, ἅμα καὶ Μόσχος ὁ ἀεὶ θυόμενος ἑκὼν, καὶ ἀεὶ ζῶν·
000-00-00 Serial Number=0268835366
In principium jejuniorum Ante [Go Back]  
 [00040]  Ἀνάνηψον τῆς βιω [62.746] τικῆς θαλάσσης, ὦ ἄνθρωπε, καὶ μέρισον τὸν πλοῦτον ἑκὼν πτωχοῖς·
000-00-00 Serial Number=0660088778
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02477]  Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν, καὶ τὸν βασιλέα δὲ οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι.
 [02519]  Καὶ μεταπεμφθεὶς πάλιν ὑπὸ τοῦ βασιλέως, προαγορεύει αὐτῷ σωτηρίαν, εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους·
 [02531]  Πῶς ἑάλω Ἱερουσαλὴμ προλέγει, καὶ ἀπὸ ἀτιμίας εἰς τιμὴν ἦλθε Ἰωακεὶμ, ὁ ἑκὼν προσχωρήσας τῷ Ναβουχοδονόσορ μετὰ τῆς μητρὸς αὐτοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»