Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑαυτῆς [213]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑαυτῆς


000-00-00 Serial Number=0232068419
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01006]  Ἡ δὲ γυνὴ νῦν μὲν κελεύουσα λαβεῖν τὴν ἑαυτῆς παιδίσκην, νῦν δὲ ἐπειδὴ ἔλαβεν ἐγκαλοῦσα καὶ μεμφομένη, καὶ τὸν Θεὸν καλοῦσα κατ' αὐτοῦ, καὶ ἀναγκάζουσα τὴν τῆς εὐνῆς κεκοινωνηκυῖαν, καὶ παῖδα αὐτῷ μέλλουσαν τίκτειν λοιπὸν ἐκβάλλειν, τίνα οὐκ ἂν εἰς ἀθυμίαν τὴν ἐσχάτην ἐνέβαλε;
 [01142]  Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι' ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ' ἑαυτῆς, εἰ μὴ τέκοι·
 [01829]  Ὅπερ καὶ ὁ μακάριος Παῦλος δεδοικὼς, ταχέως αὐτὴν ἐκέλευσεν ἀφελεῖν μετὰ τὸ πρᾶξαι τὸ ἑαυτῆς, καὶ τὴν αἰτίαν προσετίθει ταύτην, ἣν ἐγὼ λέγω νῦν·
000-00-00 Serial Number=0407169402
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00019]  Ὅταν δὲ μετέωρος γένηται, καὶ πρὸς τὰ πνευματικὰ τὴν ἑαυτῆς μεταγάγῃ σχολὴν, ἀπετείχισε ταῖς πονηραῖς φαντασίαις τὴν εἴσοδον, οὐκ ἐμφράξασα τὰς αἰσθήσεις, ἀλλὰ τὴν ἀκολούθησιν αὐτῶν πρὸς ἐκεῖνο μεταγαγοῦσα τὸ ὕψος.
000-00-00 Serial Number=0785858154
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00392]  ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα καὶ μετὰ παρρησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς ∆εσπότην ὁρᾶν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονήν, ὅσον τὸ κέρδος, οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν ὅτι οὐδαμῶς ταῦτα τελευτήσει τὰ καλά.
 [00569]  Ψυχὴ γάρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς.
000-00-00 Serial Number=0625316799
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00258]  «Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς;» τοῦτο λέγων ὅτι ὥσπερ ἐκείνη οὐκ ἂν ἐπιλάθοιτο τῶν παιδίων τῶν ἑαυτῆς, οὕτως οὐδὲ ὁ Θεὸς τοῦ γένους τῶν ἀνθρώπων.
 [00598]  [10.34] Καὶ εἰσπηδήσασα πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ἀπαγγείλασα αὐτῷ τὰ γεγενημένα, οὐχ ὡς ἡ τοῦ πράγματος εἶχεν ἀλήθεια, ἀλλ' ὡς αὐτὴ τὸ δρᾶμα τῆς συκοφαντίας κατεσκεύασεν, ἔπεισεν ἅπερ ἤθελε τὸν δικαστήν, ἐρημίαν κατηγοροῦσα καὶ ὡς ἠδικημένη τὴν ἐκδικίαν ἐπεζήτει εἰς ἀπόδειξιν ὧν ἔλεγε τὰ ἱμάτια τοῦ ἀθώου νεανίσκου περιφέρουσα ταῖς ἀκαθάρτοις χερσὶν ἐκείναις.
000-00-00 Serial Number=0117866158
Ad populum Antiochenum Ante [Go Back]  
 [03829]  ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους.
 [04014]  οὐ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παιδοκτονίαν συνετίθει, καὶ τοῦτο κατεσκεύαζε πόῤῥωθεν, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο, καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπισε.
 [04665]  διὰ τοῦτό φησιν, Ἄνευ τῶν δεσμῶν τούτων, οὐκ αὐτὰ τὰ δεσμὰ παραιτούμενος, μὴ γένοιτο! ἀλλ' ἐκείνου τῇ ἀσθενείᾳ συγκαταβαίνων, ἐπεὶ αὐτὸς οὕτως αὐτὰ φιλεῖ καὶ ἀσπάζεται, ὡς γυνὴ φιλόκοσμος τὰ χρυσία τὰ ἑαυτῆς.
000-00-00 Serial Number=0794942200
Ad viduam juniorem Ante [Go Back]  
 [00008]  Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς·
000-00-00 Serial Number=0737041712
Adversus Judaeos Ante [Go Back]  
 [01542]  ὁ μὲν γάρ φησιν, ὅτι Ἡ ἁπαλὴ, ἡ τρυφερὰ, ἧς οὐκ ἔλαβε πεῖραν ὁ ποῦς αὐτῆς ἐπιβῆναι ἐπὶ τοῦ βήματος διὰ τὴν ἁπαλότητα καὶ τὴν τρυφερότητα, ἅψεται παρανόμου τραπέζης, καὶ τῶν ἐκγόνων ἀπογεύσεται τῶν ἑαυτῆς.
000-00-00 Serial Number=0678260267
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01435]  Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς·
000-00-00 Serial Number=0489553332
Catecheses ad illuminandos Ante [Go Back]  
 [00579]  Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς στάχυσι τούτοις τοῖς πνευματικοῖς.
 [00935]  Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας.
 [01040]  καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;
000-00-00 Serial Number=0338327944
Commentarius in Job Ante [Go Back]  
 [00975]  ἀλλ', ὦ ἄθλιε καὶ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα τὸν ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς·
 [01037]  ἐπειδὴ ἐκ τῶν εἰς αὐτὸν συμβάντων οὐ προσεδόκησεν αὐτὸν ἐπικάμψειν, τὸ ἑαυτῆς περιπαθέστερον διηγεῖται.
 [01046]  [45] ὅρα, πῶς πλέκει τὰ ἑαυτῆς τοῖς ἐκείνου·
000-00-00 Serial Number=0381542683
Comparatio regis et monachi Ante [Go Back]  
 [00009]  Καὶ τῆς μὲν ἀρχῆς ἡ κτῆσις τῷ βίῳ τούτῳ συνδιαφθείρεται, μᾶλλον δὲ καὶ ζῶντας ἀπολιμπάνει τοὺς ἑαυτῆς ἐραστὰς, ἤδη δέ τινας καὶ εἰς κίνδυνον μέγαν ἢ ἀδοξίαν κατέστησεν·
000-00-00 Serial Number=0170782745
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00043]  ὅταν δὲ Θεός τι προστάσσῃ, τότε ἡ φύσις τὴν ἑαυτῆς ἀρνεῖται τάξιν, καὶ ἐκεῖνα πράττει, ἅπερ ὁ τοῦ Θεοῦ βούλεται νόμος.
 [00051]  Εἰ δὲ θέλεις γνῶναι, πῶς ἡ φύσις ἀρνεῖται τὴν ἑαυτῆς τάξιν, ἵνα παρὰ φύσιν ὑπηρετήσῃ τῇ τοῦ Θεοῦ βουλῇ, ἐρώτησον τὴν ῥάβδον τὴν Ἀαρών·
000-00-00 Serial Number=0983909726
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00136]  Καὶ γυνὴ μετὰ ταῦτα ὥπλιζε τὰ ἑαυτῆς μηχανήματα, καὶ τῷ δικαίῳ προσῆγε·
000-00-00 Serial Number=0189487278
De Anna i Ante [Go Back]  
 [00187]  οὕτω δὴ καὶ αὕτη ἡ γυνὴ οὐκ ἠρυθρίασεν, οὐκ ᾐσχύνθη, τοῦ ἱερέως καθημένου, αὐτὴ δι' ἑαυτῆς αἰτῆσαι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῷ βασιλεῖ προσελθεῖν·
 [00514]  Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον.
 [00627]  Ἐμοὶ δὲ δοκεῖ καὶ αἰδεῖσθαι τὸ παιδίον τὸ ἑαυτῆς·
 [00661]  Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύουσα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότερον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ' ἀνασπάσαντες ἐκεῖθεν, ἐφ' ἑτέραν μεταμοσχεύουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδεξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς ῥίζης·
000-00-00 Serial Number=0075379133
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00018]  [5] Καὶ ἵνα μὴ μόνον οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες ἀτιμάζωνται νόμοι καὶ τοὺς τῆς φύσεως αὐτοὺς θεσμοὺς ἐκ βάθρων ἀνέσπασαν αὐτὴν καθ' ἑαυτῆς ἐκβακχεύσαντες καὶ τὸν ἁπάντων ἐναγέστερον φόνον εἰς τὸν τῶν ἀνθρώπων εἰσάγοντες βίον.
 [00062]  Ἀλλ' ὅμως τοσαύτης ἀπολαύσασα ἡσυχίας καὶ ὑπ' οὐδενὸς ἐνοχληθεῖσά ποτε τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἡ πλάνη ἀφ' ἑαυτῆς ἐσβέσθη καὶ περὶ ἑαυτὴν διέπεσε καθάπερ τῶν σωμάτων τὰ τηκεδόνι παραδοθέντα μακρᾷ καὶ μηδενὸς αὐτὰ βλάπτοντος αὐτόματα φθείρεται καὶ διαλυθέντα κατὰ μικρὸν ἀφανίζεται.
000-00-00 Serial Number=0597330034
De Christi divinitate Ante [Go Back]  
 [00139]  Καὶ καθάπερ θεράπαινά τις στασιάζουσα, ἐπειδὰν ἴδῃ τὸν ἑαυτῆς δεσπότην, συστέλλεται, καὶ πρὸς εὐταξίαν τὴν προσήκουσαν ἐπανέρχεται·
 [00140]  οὕτω καὶ ἡ φύσις τοῦ σώματος καθάπερ θεράπαινά τις τότε στασιάσασα, καὶ τὴν πάρεσιν ἐργασαμένη, ἐπειδὴ τὸν ∆εσπότην εἶδε τὸν ἑαυτῆς παραγενόμενον, πρὸς τὴν οἰκείαν ἐπανῆλθεν εὐταξίαν, καὶ τὸν πρέποντα κόσμον ἀνέλαβε.
000-00-00 Serial Number=0430097938
De Joseph et de castitate Ante [Go Back]  
 [00038]  Καὶ ἐπεὶ οὐκ ἠδυνήθη τὸν νέον διὰ τοσούτων ὀργάνων ἀπατῆσαι τῶν ἐν αὐτῇ, δι' ἑαυτῆς ἐν οἰκίσκῳ τινὶ λαθραίως καὶ βιαίως κατεῖχεν αὐτὸν πρὸς ἄτακτον εὐνήν.
 [00103]  πῶς τῆς σωφροσύνης τὴν πίστιν φυλάττειν αὐτῷ, πῶς πλεῖον ἑαυτῆς ἐκεῖνον μεθ' ὅρκων ἀγαπᾷν διεβεβαιοῦ.
000-00-00 Serial Number=0923432410
De Maccabeis Ante [Go Back]  
 [00126]  καὶ καθάπερ στεφάνῳ τινὶ τὸν τιμαλφέστατον λίθον, αὕτη τὴν σάρκα τὴν ἑαυτῆς τῷ χορῷ τῶν παιδίων ἐναρμόσασα πρὸς τὸν ποθούμενον Ἰησοῦν ἀπεδήμησε, μεγίστην ἡμῖν καταλιποῦσα παράκλησιν καὶ συμβουλὴν, τὴν διὰ τῶν ἔργων παραίνεσιν, ὥστε ἐῤῥωμένῃ ψυχῇ καὶ ὑψηλῷ τῷ φρονήματι πάντων κατατολμᾷν τῶν δεινῶν.
000-00-00 Serial Number=0906014442
De Susanna Ante [Go Back]  
 [00033]  Ἡ δὲ ὄσφρησις τοῖς περιέργοις μυρίσμασι τῶν νέων ἀποδεθεῖσα, καὶ τὴν ψυχὴν μεθ' ἑαυτῆς συναπέδησεν.
 [00084]  Ἐμοὶ δὲ καὶ πάρεστιν ὁ ἀνὴρ, οὐ τῇ τοῦ σώματος παρουσίᾳ, ἀλλὰ τῇ τῆς ψυχῆς διαθέσει, καὶ τοὺς τῶν γονέων μου χαρακτῆρας μεθ' ἑαυτῆς περιφέρω.
000-00-00 Serial Number=0258011997
De beato Abraham Ante [Go Back]  
 [00209]  Ὁρᾷς πῶς ἡ πλάνη παρ' ἑαυτῆς ὑποσκελίζεται;
000-00-00 Serial Number=0240288377
De diabolo tentatore Ante [Go Back]  
 [00492]  Οὐ παρὰ τὴν ἑαυτῆς φύσιν, ἀλλὰ παρὰ τὴν ἀμέλειαν τῶν μὴ προσεχόντων.
000-00-00 Serial Number=0366152108
De eleemosyna [1] Ante [Go Back]  
 [00068]  Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον [60.749] ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην.
 [00076]  Ἀλλ' ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς.
000-00-00 Serial Number=0207982302
De eleemosyna [3] Ante [Go Back]  
 [00067]  Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον [60.749] ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην.
 [00075]  Ἀλλ' ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς.
000-00-00 Serial Number=0711727560
De incomprehensibili dei natura Ante [Go Back]  
 [00102]  Οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ' ἑαυτῆς μήτε παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν.
 [00433]  Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις καὶ πόσα οἰκοδομημάτων μεγέθη καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τὸν νῶτον φέρει τὸν ἑαυτῆς.
000-00-00 Serial Number=0050284266
De jejunio [2] Ante [Go Back]  
 [00033]  Εἰ γὰρ σώματος ἐπιμελεῖται πολλῷ μᾶλλον πρέπει αὐτῇ ἑαυτῆς κήδεσθαι.
000-00-00 Serial Number=0672736704
De jejunio et eleemosyna Ante [Go Back]  
 [00076]  ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν.
000-00-00 Serial Number=0328511715
De meretrice Ante [Go Back]  
 [00066]  τὴν ὑπὸ σοῦ κατηγορουμένην ἐπὶ ἐγκλήμασι πολλοῖς, ἐφ' οἷς προςῆλθεν τῇ ζωῇ, καὶ μὴ τολμήσασαν, ὡς ἀπρόςωπον, κατὰ πρόςωπον στῆναι, ἀλλ' ὀπίσω κρυπτομένην, καὶ διὰ τοῦ βίου τοῦ προτέρου ἑαυτῆς ἔλεγχος γινομένην;
000-00-00 Serial Number=0479289711
De paenitentia [1] Ante [Go Back]  
 [00783]  ἡ δὲ παρθένος ὅπουπερ ἂν ἀπέρχηται, τὸν δικαστὴν περιάγει μεθ' ἑαυτῆς, καὶ τὸν πολέμιον περιφέρει, καὶ ὁ πολέμιος οὐχ ἑσπέρας αὐτῇ δίδωσιν ἄνεσιν, οὐκ ἐν νυκτὶ, οὐκ ὄρθρου, οὐκ ἐν μεσημβρίᾳ·
 [01214]  οὕτω δὴ καὶ ἡ θάλαττα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ' αὔτανδρον ἀπειλοῦσα κατάδυσιν τοῦ σκάφους, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ.
 [02002]  Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην.
000-00-00 Serial Number=0610146642
De patientia sermo 2 Ante [Go Back]  
 [00214]  Πόσα ἐνώχλησε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε! Λοιπὸν περιβλεψαμένη, καὶ μηδαμόθεν εὑροῦσα τὴν ἑαυτῆς ἐπιθυμίαν, ἄρχεται λοιπὸν συκοφαντεῖν, καὶ τῷ αὑτῆς ἀνδρὶ λέγει·
000-00-00 Serial Number=0655503094
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00252]  Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;
000-00-00 Serial Number=0643151999
De precatione [1] Ante [Go Back]  
 [00051]  Ἅμα τε γὰρ ἔλαβεν αὐτοὺς ἡ προσευχὴ, καὶ δικαίους ἐποίησε, καὶ πόλιν εἰθισμένην ἀκολασίᾳ καὶ πονηρίᾳ καὶ παρανόμῳ βίῳ συζῇν, ἐπανώρθωσεν ὀξέως, παλαιᾶς συνηθείας μεῖζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη μεθ' ἑαυτῆς καὶ σωφροσύνην, καὶ φιλανθρωπίαν, καὶ πραότητα, καὶ πρόνοιαν πτωχῶν.
000-00-00 Serial Number=0996550500
De profectu evangelii Ante [Go Back]  
 [00296]  ὅτε δὲ αὐτὴ δι' ἑαυτῆς προσῆλθε καὶ ἐπέμενε βοῶσα, καὶ λέγουσα·
000-00-00 Serial Number=0924819350
De sacerdotio Ante [Go Back]  
 [00552]  Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται, ὅταν δὲ καθ' ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται καὶ τὸ λοιπὸν μεθ' ἑαυτῆς προσαπόλλυσι σῶμα.
000-00-00 Serial Number=0362119734
De sancta Droside martyre Ante [Go Back]  
 [00130]  Καθάπερ γὰρ ἐν τῇ πηγῇ ἱμάτιον ἀποδυσαμένη, καὶ τὸ σῶμα φαιδρύνουσα, οὕτως ἐν ἐκείνῃ τῇ φλογὶ τὴν σάρκα τὴν ἑαυτῆς ἱματίου παντὸς εὐκολώτερον ἀποθεμένη καὶ τὴν ψυχὴν λαμπρύνουσα, πρὸς τὸν νυμφίον ἠπείγετο δᾳδουχούντων ἀγγέλων αὐτήν.
000-00-00 Serial Number=0821397781
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00029]  Οὐ μὴν οὐδὲ αὕτη τότε ἀργοῦσα εἱστήκει, ἀλλὰ τὰ παρ' ἑαυτῆς πάντα ἐπεδείκνυτο, τὴν προθυμίαν, τὸ φρόνημα, τὸ γενναῖον, τὸ βουληθῆναι, τὸ προελέσθαι, τὸ σπεῦσαι, τὸ ἐπειχθῆναι·
000-00-00 Serial Number=0817526042
De sancta pentecoste Ante [Go Back]  
 [00528]  Καὶ γὰρ ὡς ῥίζα μυρίους τοὺς κλάδους τῆς ἀρετῆς ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας.
000-00-00 Serial Number=0644754052
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00209]  Ἐξῄει τοίνυν ἐκ τῆς οἰκίας ἡ γυνὴ δύο μεθ' ἑαυτῆς ἔχουσα θυγατέρας.
 [00264]  Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε.
 [00323]  διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε·
 [00324]  καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν.
 [00344]  καὶ γὰρ τοῦ σάρκα καταξαινομένην ὁρᾷν πολλῷ χαλεπώτερον καὶ ὀδυνηρότερον, καθάπερ ἔφθην εἰπὼν, τὰ οἰκεῖα σπλάγχνα, τὰς θυγατέρας λέγω, διὰ τῆς οἰκείας καταδῦσαι χειρὸς, καὶ ἀποπνιγομένας ἰδεῖν, καὶ τοῦ τὰς βασάνους ἐνεγκεῖν πολλῷ μείζονος ἔδει τῆς φιλοσοφίας αὐτῇ, ὥστε δυνηθῆναι κατασχεῖν τὰς δεξιὰς τῶν παιδίων, καὶ συνεφελκύσασθαι μεθ' ἑαυτῆς πρὸς τὰ ῥεύματα τοῦ ποταμοῦ.
000-00-00 Serial Number=0903731644
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00199]  Οὐ γὰρ δὴ ἡ οὐσία μείζων ἑαυτῆς καὶ ἐλάττων ἀλλ' ἴση καὶ συνημμένη·
000-00-00 Serial Number=0342314005
De studio praesentium Ante [Go Back]  
 [00016]  αὕτη ἡ δέσποινα καὶ βαρβάρου πάσης βαρβαρικωτέρα, καὶ θηρίου χαλεπωτέρα, καὶ δαιμόνων ἀγριωτέρα, τοὺς αἰχμαλώτους λαμβάνουσα τοὺς ἑαυτῆς, περιφέρει νῦν κατὰ τὴν ἀγορὰν, χαλεπὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα τῶν ὀλεθρίων πόνων.
000-00-00 Serial Number=0067521513
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00003]  Ἡ τρυγὼν ἡ φιλέρημος, ὅτε ἐν ὕλαις συγκοιταζομένη καλεῖ τὸν ὁμόζυγον, γοεραῖς κολακείαις τὰς κοιλάδας δονήσασα, καὶ τὸν ἑαυτῆς ἄῤῥενα παρ' ὕδασι νεμόμενον θέλξασα, καὶ τοῦτον πετάσασα παραινεῖ ταχεῖαν τὴν πτῆσιν ποιήσασθαι·
 [00014]  Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς.
 [00028]  Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς.
 [00032]  Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς·
 [00110]  κἂν ἴδῃ πλοῖον ἐρχόμενον, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα φαντάζεται·
 [00111]  κἂν ἴδῃ ὁδοιπόρους ἐρχομένους πόῤῥωθεν, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα λογίζεται εἶναι·
000-00-00 Serial Number=0706535220
De virginitate Ante [Go Back]  
 [01530]  ἂν δὲ αὐτὴ μηδὲν τῶν μελλόντων προορωμένη τὸ αὐτὸ τοῦτο ἐργάσηται, τὸν ἄνδρα ἀφεῖσα καθ' ἑαυτῆς τρέπει τὸν θυμόν, διατρώγουσα συνεχῶς ὑπὸ τῆς ἐπηρείας ἑαυτήν.
 [01891]  Τότε μὲν γὰρ ἡ ἀνθρωπίνη καθ' ἑαυτῆς ἔσχιστο φύσις καὶ πόλεμος ἄσπονδος ἦν.
000-00-00 Serial Number=0533085406
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01595]  Καὶ ἵνα μὴ νομίσῃ ὅτι μεγάλη τίς ἐστι, καὶ ὑπὲρ τὴν ἑαυτῆς φύσιν ἐπαίρηται, πολλάκις καὶ φύματα καὶ τραύματα αὐτῇ περιπλέκεται, ἵνα μάθῃ ὅτι θνητὴ οὖσα περὶ ἀθανάτων λαλεῖ, καὶ ὀφείλει γνωρίζειν, τίς μὲν ἡ τοῦ κηρυττομένου δύναμις, καὶ τίς ἡ ἀσθένεια τοῦ κηρύττοντος.
 [01765]  Ψυχὴ καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας, οὐδαμοῦ τῆς μανίας ἀφίσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ φέρεται, καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενὸς, ἀλλὰ πάντα τῆς κακίας κατατρέχει τὰ χωρία, ἕως ἂν εἰς αὐτὰ τῆς ἀπωλείας τὰ βάραθρα φέρουσα, κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν.
 [05531]  οὕτω δὴ καὶ ἡ θάλασσα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ' αὔτανδρον ἀπειλοῦσα καταδύειν τὸ σκάφος, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ.
 [06114]  Οὐχ οὕτω γυνὴ πενθεῖ τὸν ἄνδρα τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν, ὅτε οὐδεμίαν ὁρῶ προκοπὴν ἐν ὑμῖν.
 [06482]  Καὶ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου, ἔστω ἡ χεὶρ μὴ πλήττουσα τὴν κεφαλὴν, μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζομένη κακὸν, μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι·
 [06868]  Οὐδὲ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παιδοκτονίαν κατεσκεύαζε, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο·
 [09851]  οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν.
 [09999]  Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν.
 [09999]  Ὥσπερ τινὰ οἰκίαν ἀφιεῖσα πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη ∆εσπότην·
000-00-00 Serial Number=0260160923
Epistula ad Cyriacum Ante [Go Back]  
 [00689]  Καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν δεσπότην τὸν ἐκείνου, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον καὶ οὐδὲ ἀφίησιν εἰσελθεῖν εἰς δικαστήριον τὸν ἐγκαλούμενον, ἀλλ' ἠρέμα κατηγορεῖ, τῇ τε ἀνοίᾳ καὶ τῇ εὐνοίᾳ τοῦ δικάζοντος, τῇ τε ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου καὶ τὸ δοῦλον εἶναι τὸν ἐγκαλούμενον θαρροῦσα καὶ τὰ ἐναντία εἰποῦσα τῶν γενομένων, ἐκράτησε τοῦ δικαστοῦ καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν καὶ καταδικάσαι τὸν ἀνεύθυνον καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην καὶ δεσμωτήριον εὐθέως καὶ ἀπαγωγὴ καὶ ἅλυσις.
000-00-00 Serial Number=0146256149
Epistulae Ante [Go Back]  
 [02449]  Βαβαὶ, ἡλίκον ἐστὶ γενναία καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων.
000-00-00 Serial Number=0223505139
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01047]  Καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν ἐκείνου δεσπότην, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον, καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον.
 [01307]  Μάθε πῶς καὶ ἐν τῇ ἀρετῇ καὶ πρὸ τῶν ἐπάθλων αὐτὴ ἑαυτῆς ἔπαθλον ἡ ἀρετὴ γίνεται.
000-00-00 Serial Number=0972654164
Epitimia lxxiii Ante [Go Back]  
 [00023]  [17] Γυνὴ θηλάζουσα ἑαυτῆς βρέφος, καταφρονήσασα τοῦ οἰκονομῆσαι αὐτὸ, εὑρέθη δὲ τὸ βρέφος αὐτῆς νεκύων, εἴ ἐστι ἀβάπτιστος ὢν ἡμερῶν μʹ, ἔχει ἐπιτίμιον χρόνον αʹ·
000-00-00 Serial Number=0220019102
Expositiones in Psalmos Ante [Go Back]  
 [00962]  Εἶτα ἐπειδὴ εἶπε τὰ τοῦ Θεοῦ, λέγει καὶ τὰ παρ' ἑαυτῆς·
 [00969]  Εἶπε τοὺς ὕμνους τοῦ Θεοῦ, τὸ μισοπόνηρον, τὸ φιλάνθρωπον, τὸ κηδεμονικὸν, εἶπε τὴν ἑαυτῆς σωτηρίαν, εἶπε τὸν τρόπον καθ' ὃν ἐσώθη, εἶπε τίνα μετὰ τὸ [55.67] σωθῆναι αὕτη εἰσήγαγεν·
 [01550]  Ἡ μὲν γὰρ κακία, κἂν τὴν οἰκουμένην ἔχῃ μεθ' ἑαυτῆς, πάντων ἐστὶν ἀσθενεστέρα·
 [01552]  τὸν γὰρ Θεὸν ἔχει μεθ' ἑαυτῆς ἱστάμενον.
 [02585]  ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς ∆εσπότην.
 [04348]  ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς ∆εσπότην.
 [06359]  Ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως ἐθέλησα ἐπισυνάξαι τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἐθελήσατε.
 [06413]  Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν·
000-00-00 Serial Number=0680988252
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00905]  Ἔχθραν ἀθάνατον ἔλυσε, δήμους ἀποσχισθέντας συνήγαγεν, συγγενεῖς, καὶ πολίτας ἐκπεπολεμωμένους κατήλλαξεν, ἡ φύσις καθ' ἑαυτῆς ἐφάνη μανεῖσα, γένος διεσπάσθη, τὰ τῆς πολιτείας διῃρέθη δίκαια, ταῦτα πάντα εἰργάσατο ἡ ἀδικία, ταῦτα πάντα διέλυσε, καὶ ἠφάνισεν ἡ αἰχμαλωσία.
 [01025]  ὁρᾷς τὴν παλαιὰν αὐτὴν ὑφ' ἑαυτῆς κατεργουμένην.
 [03693]  Περὶ τῆς τοῦ Θεοῦ λέγει βασιλείας, ὅτι ἀνάλωτός ἐστι καὶ ἀχείρωτος, καὶ μένει ἐφ' ἑαυτῆς, κἂν μηδεὶς ᾖ.
000-00-00 Serial Number=0626388907
Fragmenta in Job Ante [Go Back]  
 [00053]  Κἀνταῦθα τοίνυν τῇ συνήθῃ ἑαυτῆς ἡ Γραφὴ κεχρημένη, καὶ δεικνῦσα ὅτι τὸν ἄνθρωπον οὐδὲν οὕτω χαρακτηρίζει, ὡς τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ θεοσεβὲς, ἐντεῦθεν καὶ τὸν Ἰὼβ γνωριζόμενον ἀποφαίνει, καί φησιν, ὅτι ἦν ἄνθρωπος ἀληθινός.
 [00441]  Τίς γὰρ τῶν εὐφρονούντων ἐπὶ τῆς ἑαυτῆς διανοίας ἀδικήσοι τὴν φύσιν, γαστρὶ μὲν μητρὸς τὸν ἐξ αὐτῆς ἀποδιδοὺς, διαφθείρων δὲ δι' ἀμφοτέρων ἑκάτερον, μιᾷ μυθολογίᾳ φόνον διπλοῦν ἐργαζόμενος;
 [00739]  ∆ιὰ πάντων οὖν τῶν ῥημάτων βέλος ὀλιγωρίας ἐξαποστέλλουσα, συμμίγνυσι καὶ τὸ ἑαυτῆς πρόσωπον, ἵνα τῇ τε τῶν παίδων μνήμῃ, τῷ τε ἑαυτῆς πάθει, μειζόνως ἐκκαλέσηται εἰς ἀποδυσπέτησιν τὸν δίκαιον.
 [00751]  Ὅρα, πῶς πλέκει τοῖς ἐκείνου τὰ ἑαυτῆς·
 [00762]  κακοτέχνως δὲ τὴν τοιαύτην εἰσηγεῖται βουλὴν, ἔκ τε τῶν τοῦ ἀνδρὸς, καὶ τῶν ἑαυτῆς συμφορῶν, τὸν λόγον κατασκευάζουσα.
 [00787]  Ἀλλ', ὦ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς, τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως.
000-00-00 Serial Number=0992762625
Fragmenta in Proverbia Ante [Go Back]  
 [00454]  Ἔσφαξε τὰ ἑαυτῆς θύματα.
 [00461]  [33] α.] Ἐκέρασεν εἰς κρατῆρα τὸν οἶνον ἑαυτῆς.
 [00466]  [43] β.] Ἀπέστειλε τοὺς ἑαυτῆς προφήτας καὶ ἀποστόλους μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι μετὰ δογμάτων οὐδὲν ταπεινὸν ἐχόντων καὶ καταβεβλημένον, ἐκκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ Θεοῦ·
 [00756]  ἡ μὲν ἀρετὴ τὸν ἑαυτῆς κοσμεῖ ἡ δ' αὖ κακία, τὸν κακὸν ἐφύβριστον ἔτι ποιεῖ.
 [02000]  Καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν.
 [02001]  Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλὴμ, παιδίσκη πάντων γεγενημένη ἐθνῶν, ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα Κυρίου, κυριοκτόνος γενομένη.
000-00-00 Serial Number=0723414421
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00114]  Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθένοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενείματο τὴν πανήγυριν.
000-00-00 Serial Number=0729640186
In Acta apostolorum Ante [Go Back]  
 [05358]  Εἰ βούλεσθε δὲ, καὶ αὐτὴν ἐφ' ἑαυτῆς τὴν θλῖψιν ἐξετάσωμεν.
 [07197]  Ὥσπερ γάρ τινα οἰκίαν ἀφιεῖσα, πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη ∆εσπότην·
 [08644]  Ἐκείνη ἵνα Παῦλον ἴδῃ, καὶ τὰ χρυσία ἔδωκεν ἑαυτῆς·
 [09999]  Ἀλλ' ὅρα καὶ τὴν κακίαν ὑφ' ἑαυτῆς ἀναιρουμένην.
000-00-00 Serial Number=0053919435
In Bassum martyrem Ante [Go Back]  
 [00026]  εἶδε μαθητὰς θεατρικαῖς ἀταξίαις τὴν ἐκκλησιαστικὴν εὐταξίαν ὑβρίζοντας, εἶδεν ἐν κακίᾳ καὶ φθόνῳ διάγοντας, εἶδε δόλον τῷ φθόνῳ συνάπτοντας, εἶδεν ὑποκρίσεως λαίλαπας καθάπερ σκάφη τοὺς ἁπλουστέρους βυθίζοντας, εἶδε φονεύοντας κατὰ πρόθεσιν, εἶδεν ἀδικοῦντας ὅσα δυνάμεθα, εἶδε ναυαγοῦσαν μὲν τὴν ἀγάπην, εὐπλοοῦσαν δὲ τὴν ἀπάτην, ἐν τῷ πελάγει τοῦ βίου, εἶδε τῆς ἀληθείας ἀποπηδῶντας καὶ τῷ ψεύδει προστρέχοντας, καὶ συνελόντα φράσαι, εἶδε τῷ μαμωνᾷ μᾶλλον ἢ τῷ Κυρίῳ δουλεύοντας, καὶ τὴν γῆν ἡμῖν ὡς παισὶ παιδαγωγὸν ἐπετίναξε, καὶ φιλοστόργου μητέρος ἐπεδείξατο σπλάγχνα, ἣ πολλάκις τὸν ὑπομάζιον ἑαυτῆς παῖδα ἀτάκτως κλαυθμυρίζοντα ἀποστῆσαι βουλομένη τοῦ ἔθους, τὸ μικρὸν ἐκεῖνο κλινίδιον διατινάσσει σφοδρῶς, οὐχ ἵνα πλήξῃ, ἀλλ' ἵνα φοβήσῃ τὸ νήπιον·
 [00030]  Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;
000-00-00 Serial Number=0239712059
In Genesim sermo 3 Ante [Go Back]  
 [00477]  Αὕτη γὰρ κἂν γείτονας ἔχῃ σώφρονας, ἡμέραν ἐξ ἡμέρας αὐτὰς σκοπεύει, ταύτας ἐπιτρέχει, κἄν τινας τῶν γνωρίμων καὶ τῶν συγγενῶν θεάσηται εἰσερχομένους εἰς τὰς οἰκίας αὐτῶν, αὐταῖς τὰ ἑαυτῆς κακὰ προαναφωνοῦσα, μοιχαλίδας καὶ μαινάδας ἀποκαλεῖ, τὰς ἐλευθέρας καὶ τῷ σώματι καὶ τῷ πνεύματι.
 [00502]  τεκνοτρόφον, τῶν ἁγίων ταῖς μνείαις κοινωνοῦσαν, ξένοις τὴν διακονίαν ἐκτελεῖν, καὶ μὴ ἐπιτρέχειν ἐν ἐπιτηδεύμασι τῶν ἑαυτῆς λογισμῶν.
 [00514]  Καὶ τὸν φόβον τοῦ Θεοῦ τοῦ ἐφορῶντος τὰ πάντα οὐ κατέχει ἐν τῇ ἑαυτῆς καρδίᾳ·
000-00-00 Serial Number=0643943071
In Joannem Ante [Go Back]  
 [00057]  καὶ τὸν Παράκλητον ἔχει φθεγγόμενον ἐν ἑαυτῷ τὸν πανταχοῦ παρόντα, τὸν οὕτως ἀκριβῶς εἰδότα τὰ τοῦ Θεοῦ, ὡς τὰ ἑαυτῆς οἶδεν ἡ τῶν ἀνθρώπων ψυχή·
 [00334]  ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥᾳδίως, ἀλλὰ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς.
 [01954]  ἀλλ' ὅμως καὶ οὕτως ἡ κτίσις τὸν ∆εσπότην ἐπέγνω τὸν ἑαυτῆς.
 [01979]  ἡ δὲ ψυχὴ κυρία ἑαυτῆς γενομένη, καὶ τῶν πρακτέων τὴν ἐξουσίαν ἔχουσα, οὐ πάντα, ἂν μὴ βούληται, πείθεται τῷ Θεῷ.
 [05143]  ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος, καὶ τοὺς πρὸς αὐτὴν καταφεύγοντας, ὥσπερ ἐν ἀσφαλεῖ τειχίῳ φυλάττουσα, τῇ τῆς οἰκείας δυνάμεως ὑπερβολῇ, καὶ τὰς μὲν λαθραίους ἐκτρεπομένη καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ' ἑαυτῆς.
000-00-00 Serial Number=0233923376
In Joannem theologum Ante [Go Back]  
 [00020]  Πρώτη ἀνάψασα τὸν τῆς θεολογίας λύχνον, πᾶσαι τῶν περάτων αἱ Ἐκκλησίαι πρὸς σὲ δραμοῦσαι, ἑκάστη τὴν ἑαυτῆς λαμπάδα τὴν θεολογίαν ἀνῆψε, καὶ ὑπέστρεψε χαίρουσα.
000-00-00 Serial Number=0993462443
In Psalmum 094 Ante [Go Back]  
 [00127]  εἰπέ μοι σὺ πρῶτον, πῶς ἡ γῆ ἐν μιᾷ ὥρᾳ τῆς ἑωθινῆς τὴν κολόκυνταν ἀφ' ἑαυτῆς ἐξέφυσε, καὶ πῶς ἐν μιᾷ ῥοπῇ τοῖς φύλλοις ἐκόμα, καὶ τὸν προφήτην ἐσκίαζε·
000-00-00 Serial Number=0313905299
In Psalmum 100 Ante [Go Back]  
 [00162]  Αὕτη καὶ Μαρίας [55.634] τῆς ἀδελφῆς Μωϋσέως ἁψαμένη, λεπρῶσαν ἀφ' ἑαυτῆς παρευθὺ ἀπέδειξεν, ὀργὴν δὲ κατ' αὐτῆς καὶ θυμὸν ἐπ ήγαγε παρὰ τοῦ ∆εσπότου.
000-00-00 Serial Number=0992896557
In Psalmum 145 Ante [Go Back]  
 [00055]  οὕτω δὴ καὶ ἡ γλῶττα τῶν προφητῶν οὐκ ἀφ' ἑαυτῆς ἐφθέγγετο, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος.
000-00-00 Serial Number=0722463310
In Samaritanam Ante [Go Back]  
 [00196]  Καὶ ἤρξατο λοιπὸν ἡ γυνὴ τὰς ἑαυτῆς ἁμαρτίας ἀνακα λύπτειν·
000-00-00 Serial Number=0171641469
In Samaritanam in die mediae pentecostes Ante [Go Back]  
 [00075]  καὶ οὐ μόνη τὸ δῶρον κατέσχεν, ἀλλὰ καὶ τοὺς ἑαυτῆς πολίτας ἔπεισε πρὸς αὐτὸν δραμεῖν, ἀποστολικῶς κηρύξασα;
000-00-00 Serial Number=0097971737
In annuntiationem deiparae Ante [Go Back]  
 [00058]  Βούλομαι νῦν ἐγὼ ἐκ τῆς παρθένου γῆς ἐμαυτῷ περιπῆξαι νέον Ἀδὰμ, ἵνα καὶ ἡ φύσις ὑπὲρ ἑαυτῆς εὐπροσώπως ἀπολογήσηται, καὶ νομίμως στεφανωθῇ κατὰ τοῦ καταβάλλοντος αὐτὴν, καὶ ὁ πολέμιος εὐλόγως καταισχυνθῇ.
 [00109]  Μὴ τοίνυν ἔχε κατὰ τὴν ψυχὴν τάραχον, τὴν εἰρήνην τῆς οἰκουμένης κεκτημένη μεθ' ἑαυτῆς.
000-00-00 Serial Number=0934886694
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00024]  καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστάθμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα·
 [00119]  Καὶ παρ' ἑαυτῆς διελογίζετο λέγουσα·
 [00121]  Εἰ ἐψεύσατο ὁ ἐλθὼν τέως, καθ' ἑαυτῆς ἐρεθίζω τὴν γλῶτταν τοῦ γέροντος.
 [00175]  τί οὖν καθ' ἑαυτῆς ἐπὶ πλεῖον ἐρεθίζω τὸν Ἰωσήφ;
000-00-00 Serial Number=0263924539
In decollationem sancti Joannis Ante [Go Back]  
 [00056]  κἂν χήρα τυγχάνῃ, αὐτὴ δι' ἑαυτῆς τοὺς πάντας ἀτιμάζει.
 [00151]  Πρὸς τὴν τῶν τέκνων ἑαυτῆς εὔ [59.490] νοιαν, ἢ πρὸς τὴν τοῦ προφήτου φιλοξενίαν;
000-00-00 Serial Number=0694962859
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03918]  Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδο [61.492] κοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς·
000-00-00 Serial Number=0334892333
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01870]  Καὶ καθάπερ ἐπὶ τοῦ σώματος ἡ χεὶρ, τοῦ ποδὸς σηπομένου, ἂν μὴ συμπαθῇ καὶ τραῦμα καθάρῃ καὶ φάρμακον ἐπιθῇ καὶ ἀποπλύνῃ ἰχῶρα, ἐν τοῖς ἑαυτῆς τοῦτο πείσεται κακοῖς, καὶ ἡ μὴ βουληθεῖσα διακονῆσαι ἑτέρῳ ἐκτὸς οὖσα τοῦ πάθους, αὐτὴ ἔνοχος ἔσται τῷ πάθει·
000-00-00 Serial Number=0053470612
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00869]  Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν ∆εσπότην, οὐκ ἠθέλησε.
 [01634]  [61.54.40] καὶ πᾶσα τέχνη ἡ μὴ ἀρκουμένη τοῖς ὅροις τοῖς ἑαυτῆς τοῦτο ἂν εἴη.
 [01879]  Πῶς οὖν πρὸ τούτου, φησὶν, ἀφ' ἑαυτῆς πάντα ἑώρα;
 [01880]  Οὐδέποτε ἀφ' ἑαυτῆς, ἀλλ' εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειμένην ἐν μέσῳ·
 [04535]  Καὶ γὰρ πρὸς τὴν πορφυροπώλιδα ἦλθον, [61.129] καὶ ἐκείνη καθάπερ θεραπαινὶς τὰ ἑαυτῆς προὔθηκε·
 [05878]  Πολλὰ γὰρ ὁ γάμος ἐπισύρεται, ἅπερ ᾐνίξατο καὶ ἐνταῦθα, καὶ ἐν τῷ περὶ ἐγκρατείας λόγῳ, ἐκεῖ μὲν εἰπὼν, ὅτι Οὐκ ἔχει ἐξουσίαν ἑαυτῆς ἡ γυνὴ, ἐνταῦθα δὲ εἰπών·
 [07857]  Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ
 [08289]  Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναμενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω·
 [09136]  Ὅτι δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνεργείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον·
 [09139]  Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἡ ψυχὴ τοῦ ἀνθρώπου τὰ ἀπόῤῥητα τὰ ἑαυτῆς.
 [09707]  Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ μέλος, καὶ πάντα μεθ' ἑαυτῆς συγ-κινεῖ.
 [09948]  αὕτη δὲ τοὺς δι' ἐκείνων διαστάντας δι' ἑαυτῆς μέλλοι συνάγειν καὶ ποιεῖν σῶμα ἕν.
 [09999]  Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς.
 [09999]  Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόμενα ἀγαθά.
 [09999]  οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύ-νεται.
 [09999]  Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ τῆς φύ-σεως αὐτῷ μεταβληθείσης ταῦτα γίνεται, ἀλλ' ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆς ἐνδείκνυσιν δύναμιν ἡ ἀγάπη·
 [09999]  Οὐ ζητεῖ τὸ ἑαυτῆς, πρὸς τοὺς ὑπερ-ορῶντας τῶν λοιπῶν·
000-00-00 Serial Number=0670135677
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00433]  ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
 [00437]  Ὡς ἐὰν τροφὸς, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα.
 [02001]  Καὶ πῶς χωρὶς τούτου οὐδὲν φέρει ἀφ' ἑαυτῆς;
000-00-00 Serial Number=0440440774
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01930]  Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάμον, καθάπερ ἀθλητὴν ἐκ παλαίστρας, πᾶσαν δι' ἀκριβείας ἔχουσαν τὴν ἐπιστήμην, καθάπερ ζύμην ὀφείλουσαν τὸ ὅλον φύραμα εἰς τὸ ἑαυτῆς μεταστῆσαι κάλλος.
 [03332]  Οὐδὲ ἰδεῖν κατηξιώθη τὸ παιδίον τὸ ἑαυτῆς ἡ γυνὴ, οὐδὲ ὑστέρας ἀκοῦσαι φωνῆς, οὐδὲ σπαῖρον θεάσασθαι, ἀλλ' ὥσπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγεν.
000-00-00 Serial Number=0456124604
In epistulam ad Colossenses Ante [Go Back]  
 [02671]  Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ συνειδὸς, γάννυται τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς·
 [02696]  Ὥσπερ οὖν αὕτη μάρτυς, ἄν τε ἐφ' ἑαυτῆς, ἄν τε ἐπὶ τοῦ παιδὸς ἐργά [62.358] ζηται τοῦτο, ἄν τε ἐπὶ τοῦ ἀνδρὸς, ἢ ἑτέρου τινὸς τῶν φιλτάτων·
 [04173]  Καθάπερ χρυσοῦ τὸ καθαρώτατον ἂν ἀφέλῃς καὶ ἑτέρῳ ἀναμίξῃς χρυσῷ, οὕτω δὴ καὶ ἐνταῦθα, τὸ πιότατον τῆς ἡδονῆς χωνευούσης ἡ γυνὴ δεχομένη τρέφει καὶ θάλπει, καὶ τὰ παρ' ἑαυτῆς συνεισενεγκαμένη ἄνδρα ἀποδίδωσι.
000-00-00 Serial Number=0866775751
In epistulam ad Ephesios Ante [Go Back]  
 [03832]  Οὐ γὰρ οὕτως οἶμαι τοῖς ἑαυτῆς χρυσίοις τὴν γυναῖκα καλλωπίζεσθαι, ὡς τὸν ἄνδρα τοῖς τῆς γυναικός·
 [04238]  δεῖ μὲν γὰρ, ἀλλὰ μήτε συνεχῶς, μήτε ἀμέτρως, μήτε ὑπὲρ τῶν οἰκείων ἀδικημάτων, ὅπερ ἀεί φημι, μήτε τῆς ὑπηρεσίας ἄν τι ἐλλείπῃ, ἀλλ' εἰ τὴν ἑαυτῆς βλάπτει ψυχήν·
 [04394]  μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι·
 [06957]  Ψυχὴ γὰρ μὴ ἀπογνοῦσα ἑαυτῆς, μηδὲ δεχομένη τὰ πεπυρωμένα βέλη, μετὰ πολλῆς τῆς προθυμίας στήσεται κατὰ τοῦ Ἐχθροῦ, ἀναῤῥήξει αὐτοῦ τὸν θώρακα τῇ μαχαίρᾳ ταύτῃ, δι' ἧς ἀνέῤῥηξε καὶ τὰ νοήματα αὐτοῦ ᾐχμαλώτευσε Παῦλος·
000-00-00 Serial Number=0949214399
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06064]  Εἰ γὰρ καὶ ἀφ' ἑαυτῆς ἡ ψυχὴ πρὸς ἀποδυσπέτησίν ἐστιν ἕτοιμος, πόσῳ μᾶλλον, ὅταν καὶ ὁ συμβουλεύων ᾖ;
 [06892]  Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ μήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν.
000-00-00 Serial Number=0696222186
In epistulam ad Romanos Ante [Go Back]  
 [02616]  οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδείξασθαι·
 [05405]  Εἶτα, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τοῖς πόνοις σου μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὕτη ἡ χάρις, ἀλλὰ καὶ ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ' ἑαυτῆς εἰσφέρει συμμαχίαν, ἐπήγαγε λέγων·
 [06652]  ἡ χάρις καὶ τὴν ἐξ ἑαυτῆς καὶ τὴν ἐκ τοῦ νόμου παρέχει δικαιοσύνην.
 [09999]  ὑπὲρ δὲ ἑαυτῆς καὶ δεδοικυῖαν καὶ θαῤῥοῦσαν (Φοβοῦμαι γὰρ, φησὶ, Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι·
000-00-00 Serial Number=0659727633
In filium viduae Ante [Go Back]  
 [00107]  Ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐκμάξασα, καὶ τὴν ἐσθῆτα ἑαυτῆς περιστείλασα, καὶ τὸ στῆθος καλύψασα, προσέπεσε τοῖς ἴχνεσι τοῦ ∆εσπότου, καὶ ἀποκριθεῖσα τῷ Κυρίῳ ἔφη·
000-00-00 Serial Number=0593124866
In illud Domine non est in homine Ante [Go Back]  
 [00079]  οὐ τὰ ἑαυτῆς εἶπεν ἡ Γραφὴ, ἀλλὰ τὰ ἑτέρου ἀπήγγειλε.
000-00-00 Serial Number=0008692443
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00042]  Ἡ θάλασσα τὰ ἑαυτῆς κύματα καταστείλασα, πρὸς ἐπίβασιν ἑαυτὴν τοῦ ∆εσπότου ἡτοίμασε·
000-00-00 Serial Number=0052211881
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00144]  Ἰδοὺ τὴν ἑρμηνείαν αὐτῶν εἰς μέσον ἀγαγὼν, πῶς ἔδειξα αὐτὴν ὑφ' ἑαυτῆς βαλλομένην.
000-00-00 Serial Number=0238487065
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00161]  ἐλεημοσύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν.
 [00265]  Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρήσασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλάξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας.
 [00370]  Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι;
 [00591]  Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ' ἑαυτῆς ἡ φύσις ἐσχίζετο.
000-00-00 Serial Number=0166661024
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00126]  Οὐδέποτε γὰρ, γυναικὸς κυούσης ἐν σαββάτῳ, ἡ φύσις ἀνέμεινε τὸν νόμον, καὶ ἐξεδέξατο παρελθεῖν τὸ σάββατον, καὶ τότε λυθῆναι τὰς ὠδῖνας, ἀλλὰ εἰργάζετο τὸ ἑαυτῆς ἔργον καὶ σαββάτου ὄντος.
000-00-00 Serial Number=0608640611
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00120]  ∆ιὰ τοῦτο Παῦλος χήρᾳ γυναικὶ διαλεγόμενος, καὶ κελεύων αὐτὴν ξενοδοχεῖν, οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἑαυτῆς τοῦτο ἐπέταττεν.
 [00122]  Οὐκ εἶπεν, εἰ χρήματα ἐδαπάνησεν, οὐδὲ, εἰ τοῖς οἰκέταις ἐκέλευσε τοῦτο ποιῆσαι, ἀλλ', εἰ δι' ἑαυτῆς τοῦτο εἰργάσατο.
000-00-00 Serial Number=0540697455
In illud Vidi dominum Ante [Go Back]  
 [01103]  οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν.
000-00-00 Serial Number=0158040106
In illud Vidua eligatur Ante [Go Back]  
 [00037]  ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ' αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ;
 [00077]  Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ' ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω·
000-00-00 Serial Number=0502972603
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00006]  Νηστεία τοὺς ἑαυτῆς ἐραστὰς εἰς οὐρανοὺς ἀνάγουσα, τῷ Χριστῷ παρεστάναι ποιεῖ, καὶ μετὰ τῶν ἁγίων ἔχειν τὴν κοινωνίαν.
000-00-00 Serial Number=0564793766
In mediam pentecosten Ante [Go Back]  
 [00056]  Ποσάκις γὰρ, φησὶν, ἐν τοῖς Εὐαγγελίοις, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὡς ὄρνις τὰ νοσσία ἑαυτῆς·
000-00-00 Serial Number=0026974320
In pharisaeum et meretricem Ante [Go Back]  
 [00123]  καὶ πάντα μου τὰ μέλη, δι' ὧν ἐστρατευσάμην κατὰ σοῦ, μᾶλλον δὲ καθ' ἑαυτῆς, σοὶ προσφέρω, φιλάνθρωπε.
 [00232]  Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἀκάματον, τὴν ἐργάτιν τῶν ἀγαθῶν, τὴν διὰ τῶν πλοκάμων αὐτῆς καὶ τῶν δακρύων ὑφαίνουσαν ἑαυτῇ τὴν τῆς ἀθανασίας στολὴν, τὴν πρεσβεύουσαν διὰ πάντων αὐτῆς τῶν μελῶν περὶ ἑαυτῆς, τὴν ἄπληστον ἐν οἷς οὐκ ἐχρῆν ἰδεῖν, ἀπληστοτέραν ἐν οἷς τὸ ἄμετρον μακαρίζεται;
 [00340]  μὴ κοιμηθῇς τῆς ἡδυπαθείας τὸν ὕπνον, ἵνα μὴ κινήσῃς καθ' ἑαυτῆς τὸν δίκαιόν μου θυμόν·
000-00-00 Serial Number=0885000527
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00101]  οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ' ὡς ἐξ ἀδάμαντος πεπηγυῖα ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν.
000-00-00 Serial Number=0014718294
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00106]  Ἐξήλ λετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ' ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος.
000-00-00 Serial Number=0201675832
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00097]  ἡ δὲ κτίσις οὐκ ἠγνόησε τὸν ἑαυτῆς ∆εσπότην τε καὶ δημιουργόν.
 [00100]  διὸ καὶ οὐκ ἠνείχετο, ἀλλ ἐχαλέπαινε, μὴ θέλουσα φέρειν ἐφ ἑαυτῆς τοὺς θεοστυγεῖς Ἰουδαίους.
000-00-00 Serial Number=0849970698
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00097]  ἡ δὲ κτίσις οὐκ ἠγνόησε τὸν ἑαυτῆς ∆εσπότην τε καὶ δημιουργόν.
 [00100]  διὸ καὶ οὐκ ἠνείχετο, ἀλλ' ἐχαλέπαινε, μὴ θέλουσα φέρειν ἐφ' ἑαυτῆς τοὺς θεοστυγεῖς Ἰουδαίους.
000-00-00 Serial Number=0465083659
In venerabilem crucem sermo Ante [Go Back]  
 [00148]  εἶτα ἐκείνη συνέπεισε τὸν ἑαυτῆς ἄνδρα, καὶ ἔφαγον ἀπὸ τοῦ ξύλου.
000-00-00 Serial Number=0377252102
In venerandum crucem Ante [Go Back]  
 [00018]  Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ' ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα κατὰ τὸν Κυρίου λόγον, μὴ σκυθρωπάζοντες ὡς ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες.
000-00-00 Serial Number=0055724800
Non esse desperandum Ante [Go Back]  
 [00089]  ἐπειδὰν δὲ εὕρῃ ἀλλοτρίαν αὐτῷ οὖσαν τροφὴν, ὁμιλήσασα ἐπὶ πλέον αὐτῷ τῇ πεπτικῇ δυνάμει, ἐκεῖνον μὲν οὐ διαφθείρει, τὴν δὲ ἑαυτῆς ἀπόλλυσιν ἰσχὺν, ὅθεν οὐδὲ τὴν προτέραν δύναται κατέχειν τροφὴν, ἀλλὰ ἀτονήσασα κἀκείνην αὐτῷ συνεξεμεῖ μετὰ πολλῆς τῆς ὀδύνης·
 [00180]  ὡς τὴν ἑαυτῆς φίλει κεφαλὴν, ὦ γύναι·
000-00-00 Serial Number=0712872624
Oratio de hypapante Ante [Go Back]  
 [00157]  ἐννοήσασα τοιγαροῦν ἡ [74] μακαρία παρθένος τὸ ἑαυτῆς ἄφθαρτον κύημα καὶ τῶν σημείων αὐτοῦ τὰς ἰάσεις, καὶ τῆς διδασκαλίας τὰ ἀπόῤῥητα μυστήρια, ἔγνω αὐτὸν ἀληθῶς εἶναι Θεόν·
000-00-00 Serial Number=0851231396
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00216]  Καὶ πόσῳ βέλτιον μήτε ἀντιδιδόναι τὰ τοιαῦτα, μήτε ἀντιλαμβάνειν, ἀλλὰ τὸν καιρὸν τῶν πόνων, ὃν εἰς τὴν ἀνάπαυσιν ἀναλίσκεις τὴν ἐκείνου, τοῦτον εἰς τὴν ἑαυτῆς δαπανᾶν σωτηρίαν, ἢ χαλεπώτερα πονουμένην ἔτι καὶ καταισχύνειν ἑαυτῆς τὴν ὑπόληψιν;
000-00-00 Serial Number=0544248343
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00168]  καὶ δίδωσιν αὐτὴν τῇ Σάῤῥᾳ ὁ Ἀβραὰμ, ὥστε ἀμῦναι τῇ ὕβρει τῇ ἑαυτῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»