Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐργασίας [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐργασίας


000-00-00 Serial Number=0742153823
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01774]  Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διατρεφομένην τῶν χειρῶν.
000-00-00 Serial Number=0572530866
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00225]  Εἰ γὰρ πράξαντά σε εἰς γέενναν ἐμπεσεῖν προὔκειτο, ἀναδύσασθαι ἐχρῆν, ἀλλ' οὐχὶ μετὰ πολλῆς καὶ οὕτω τῆς προθυμίας ἅπτεσθαι τῆς τῶν καλῶν ἐργασίας;
000-00-00 Serial Number=0515420735
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00690]  κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγόν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν·
 [00699]  [22] Ταῦτα οὖν ἅπαντα εἰδότες, μήποτε τῆς τῶν ἀγαθῶν ἐργασίας ἀποστῶμεν, μηδέ, ἐπειδὰν εἰς τὴν τοῦ ἡλίου τάξιν ἢ τῆς σελήνης ἐλθεῖν μὴ δυνηθῶμεν, καὶ τῆς τῶν ἀστέρων καταφρονήσωμεν.
 [00704]  Καὶ γὰρ ἄτοπον τὸν μὲν κριτὴν μηδὲ ψυχροῦ ποτηρίου μισθὸν παρορᾶν, ἡμᾶς δέ, εἰ μὴ πάνυ μεγάλα εἴη τὰ κατορθώματα, καὶ τῆς τῶν μικρῶν ἐργασίας ἐνδοιάζειν περὶ τὴν ἀντίρροπον ἀντίδοσιν.
000-00-00 Serial Number=0822188139
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00380]  Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, [7.23] ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, [7.24] ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
 [00387]  [7.28] Εἰ γάρ τις ἀνέλοι τῷ λόγῳ τὴν τῆς νυκτὸς ἡσυχίαν καὶ τὴν ἄνεσιν καὶ τὴν ἀνακωχήν, δι' ἧς ἅπαντα ἀναπαύονται καὶ ψυχὴ πεπονηκυῖα καὶ σῶμα ταλαιπωρηθὲν ἀκμαζούσῃ τῇ διανοίᾳ τῆς μεθ' ἡμέραν ἐργασίας ἅπτεσθαι παρασκευάζει, ἄχρηστον ὄψεται τὸ ζῷον τοῦτο γινόμενον.
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
000-00-00 Serial Number=0183074892
Ad illuminandos catecheses Ante [Go Back]  
 [00270]  ὅσοι δὲ οὐδέπω τῆς ἀγαθῆς ταύτης ἐργασίας ἥψαντο, ἐντεῦθεν ἁψάσθωσαν, ἵνα καὶ τὴν ἐκ τῆς ῥᾳθυμίας καταδίκην τῇ μετὰ ταῦτα προθυμίᾳ ἀποκρούσωνται.
000-00-00 Serial Number=0194347739
Ad populum Antiochenum Ante [Go Back]  
 [03468]  Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι ἐργασίας ἐπιθυμίαν ἀδιάπτωτον.
 [03692]  Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην.
000-00-00 Serial Number=0066229880
Adversus Judaeos Ante [Go Back]  
 [02517]  οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται, ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, ἀπ' αὐτῆς τοῦ κατορθώματος τῆς ἐργασίας τινὰ παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι.
 [02594]  Καὶ οὐδὲ ἀρνούμενον ἀφίησιν, ἀλλ' ἐνάγει καὶ ἄκοντα εἰς τὴν τῆς ἐργασίας ὁμολογίαν·
000-00-00 Serial Number=0170981407
Catecheses ad illuminandos Ante [Go Back]  
 [01006]  [6.25] Οὕτω γὰρ καὶ τὸν νυμφίον εἰς ἔρωτα πλείονα ἐπισπάσεσθε καὶ αὐτοὶ τοῦ χρόνου προϊόντος λαμπρότεροι καὶ φαιδρότεροι φανήσεσθε, τῆς χάριτος ἐπὶ πλεῖον αὐξανομένης διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας.
 [01171]  Ὡς μέλη τοίνυν ἡμέτερα περιπτυξάμενοι οὕτω γνησίαν τὴν περὶ αὐτοὺς ἀγάπην ἐπιδειξώμεθα καὶ μὴ τοῦτο ἴδωμεν ὅτι ἐνηλλαγμένην ἔχουσι τὴν διάλεξιν, ἀλλὰ τῆς ψυχῆς αὐτῶν τὴν φιλοσοφίαν μετὰ ἀκριβείας κατανοήσωμεν, μηδὲ ὅτι βάρβαρον ἔχουσι τὴν γλῶτταν, ἀλλὰ τὸ ἔνδον φρόνημα καταμάθωμεν καὶ ὅτι ἅπερ ἡμεῖς ἐν λόγοις φιλοσοφοῦντες διδάσκειν σπουδάζομεν, ταῦτα οὗτοι διὰ τῶν πραγμάτων ἐπιδείκνυνται, τὸν ἀποστολικὸν νόμον διὰ τῶν ἔργων πληροῦντες τὸν κελεύοντα ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας τὴν καθημερινὴν πορίζεσθαι τροφήν.
000-00-00 Serial Number=0383032978
De Anna i Ante [Go Back]  
 [00253]  Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκουσθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύσεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο.
 [01035]  Ταῦτα εἶπον, οὐχ ἵνα κροτήσητε καὶ θαυμάσητε, ἀλλ' ἵνα διὰ τῶν ἔργων αὐτὰ ἐπιδείξησθε, καὶ τὸν καιρὸν τὸν τῆς νυκτὸς καὶ τὸν τῆς ἡμέρας, καὶ τὸν τῆς ἐργασίας καιρὸν ἐν εὐχαῖς καὶ δεήσεσι διαλαμβάνοντες.
 [01209]  Ποδαλγίαι γοῦν, καὶ καρηβαρίαι, καὶ παρέσεις, καὶ νεύρων ἀνήκεστοι διαστροφαὶ, καὶ πονηρὰ καὶ διεφθαρμένα ῥεύματα παντοδαπὰ, κἀκείνοις μάλιστα ἐνοχλεῖν εἴωθε τοῖς τρυφῶσι, τοῖς μύρων ὄζουσιν, οὐ τοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις, καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας τὴν ἀναγκαίαν τροφὴν πορίζουσι.
000-00-00 Serial Number=0105459809
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00377]  Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.
000-00-00 Serial Number=0049934685
De Lazaro Ante [Go Back]  
 [00255]  Ὅτι γὰρ οὐκ ἀργίας ἐστὶ τὸ σάββατον, ἀλλ' ἐργασίας ἐστὶ πνευματικῆς ὑπόθεσις, ἀπ' αὐτῶν τῶν πραγμάτων δῆλον.
000-00-00 Serial Number=0318743944
De eleemosyna [1] Ante [Go Back]  
 [00021]  καὶ οὐ πιστεύεις, ὅτι ἐὰν μικρόν τι τῶν, ὡς λέγεις, καμάτων σου δώσεις, ἐλεημοσύνην ἐκείνῳ παρέχεις τῷ χαρισαμένῳ σοι τὴν ἰσχὺν καὶ δύναμιν τῆς ἐργασίας;
000-00-00 Serial Number=0893114507
De eleemosyna [3] Ante [Go Back]  
 [00020]  καὶ οὐ πιστεύεις, ὅτι ἐὰν μικρόν τι τῶν, ὡς λέγεις, καμάτων σου δώσεις, ἐλεημοσύνην ἐκείνῳ παρέχεις τῷ χαρισαμένῳ σοι τὴν ἰσχὺν καὶ δύναμιν τῆς ἐργασίας;
000-00-00 Serial Number=0965107799
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00638]  οὐχὶ πένης καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας ποιούμενος τὴν τροφήν;
000-00-00 Serial Number=0551312983
De negatione Petri Ante [Go Back]  
 [00244]  Ἂν ἐν συνηθείᾳ καταστήσῃς αὑτὸν, μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε οὔτε ἑκὼν οὔτε ἄκων ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας·
000-00-00 Serial Number=0823642254
De paenitentia [1] Ante [Go Back]  
 [02686]  Ἄρα οὖν πανταχοῦ χρὴ τῆς τῶν ἔργων ἐργασίας·
000-00-00 Serial Number=0601319969
De sacerdotio Ante [Go Back]  
 [00382]  οὗτοι δὲ τοὺς μὲν ἀπὸ τῆς ἐργασίας τῆς καθημερινῆς τρεφομένους διαπτύουσιν, εἰ δέ τις λόγων ἅψαιτο τῶν ἔξωθεν καὶ ἀργῶν τρέφοιτο, τοῦτον ἀποδέχονται καὶ θαυμάζουσι.
000-00-00 Serial Number=0421790242
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00010]  Θαῤῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισμένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας μενόντων ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων.
000-00-00 Serial Number=0687369168
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00567]  ἵν', ὅταν μέλλῃς ἁρπάζειν, ἢ πλεονεκτεῖν, ἢ τύπτειν ἕτερον, ἀναμνησθῇς ὅτι ταύτας μέλλεις ἀντὶ συνηγόρων πρὸς τὸν Θεὸν πέμπειν, καὶ διὰ τούτων τὴν θυσίαν ἀναφέρειν ἐκείνην τὴν πνευματικὴν, καὶ μὴ καταισχύνῃς αὐτὰς, μηδὲ ἀπαῤῥησιάστους ἐργάσῃ, τῇ διακονίᾳ τῆς πονηρᾶς ἐργασίας.
 [05943]  ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν·
 [05947]  Οὐ τοίνυν ἀρκεῖ κακίας ἀπαλλαγῆναι, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀγαθῶν ἐργασίας.
 [06352]  ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, τῆς ἐργασίας παράκλησίν τινα λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων πλειόνων ὁμοίως ἅψασθαι.
000-00-00 Serial Number=0147163153
Fragmenta in Proverbia Ante [Go Back]  
 [00312]  Ιδὲ τῆς ἐργασίας τὴν τελειότητα·
 [00349]  ἀνάπτοντες θυμὸν μὲν εἰς μῖσος, ἐπιθυμίαν δὲ, πρὸς αἰσχρὰς ἐργασίας.
 [01880]  Καὶ τὸν καιρὸν τῆς τῶν ἀναγκαίων ἐργασίας, ὃν πάντες ποιοῦνται προοίμιον σπουδῆς, τοῦτον οὗτος ἔχει τῶν ἐπιθυμιῶν·
000-00-00 Serial Number=0685688913
In Acta apostolorum Ante [Go Back]  
 [09723]  Νῦν δὲ πῶς ἅψομαι τῆς ἐργασίας, τοσούτους μὲν ὑετοὺς ὁρῶν καταφερομένους τῆς διδασκαλίας, τὰ δὲ λήϊα ἡμῖν ἐπὶ τοῦ αὐτοῦ μέτρου μένοντα, καὶ οὐδὲν ὑψηλότερον τὰ γεννήματα γενόμενα;
 [09999]  ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ' ἡμέραν ἐργασίας τρεφομένοις.
 [09999]  Ἄνδρες, ἐπίστασθε, ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι·
 [09999]  ∆ιὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας[60.258] Θεός.
 [09999]  Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται διατεινόμενος, καθάπερ ὄντως ὗς πιαινόμενος, τὸ κάλλιστον τῆς ἡμέρας ἐν σκότει καταναλώσας.
 [09999]  Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον·
 [09999]  Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡμῶν ἐστι.
 [09999]  Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑμῖν περιγίνεται, πῶς ἔπεισεν ἄνθρωπος εὐτελής;
000-00-00 Serial Number=0253888488
In Genesim sermones Ante [Go Back]  
 [00912]  ἐπὶ δὲ τῶν τοῦ Θεοῦ λόγων οὐχὶ φυλακῆς ἐσμεν ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ ἐργασίας πολλῆς.
000-00-00 Serial Number=0185459197
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00243]  Ἔτι γὰρ ἀρχῆς οὔσης τοῦ κηρύγματος, ἄνθρωποι πένητες καὶ ἀπὸ τῆς καθημερινῆς ζῶντες ἐργασίας πρὸς ἄνδρας πολιτευομένους καὶ πρώτους τῆς πόλεως ἔχθρας ἀνεδέχοντο, οὔτε βασιλέως, οὔτε ἄρχοντος ὄντος που πιστοῦ, καὶ πόλεμον ἀκήρυκτον ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο.
 [01042]  Ἡ δὲ ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις, τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς, ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπησχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον.
 [01045]  Ὥστε οὐδὲ οὗτος ἀργός ἐστιν, ἀλλ' ἐργασίας, καὶ ἐργασίας μεγάλης λαμβάνει τὸν μισθόν.
 [01177]  περὶ γὰρ πενήτων καὶ τῶν οὐκ ἄλλως τῆς ἀναγκαίας εὐπορούντων τροφῆς, ἢ ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας διαλέγεται.
000-00-00 Serial Number=0919738770
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02925]  οἷον, ὁ γηπόνος τῆς ἀπὸ τῶν χειρῶν ἐργασίας, ὁ ναύτης τῆς ἀπὸ τοῦ πλεῖν ἐμπορίας, ὁ στρατιώτης τῆς ἀριστείας τῆς ἀπὸ τῶν πολέμων.
 [06250]  ὁ ἐκ τῆς καθ' ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις;
 [07323]  καὶ τοῖς μὲν μέτρον ἐστὶν ὡρισμένον τῆς μοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ μέτρον οὐδὲν ἴσασιν, ἀλλ' ὅσον ἂν ὀρύξωσι, τοσούτῳ μείζονος ἐφίενται ταλαιπωρίας.
000-00-00 Serial Number=0817424953
In epistulam ad Ephesios Ante [Go Back]  
 [04353]  Οὐκ ἀρκεῖ κακίας ἀπαλλαγῆναι, εἰ δεῖ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀρετῶν ἐργασίας.
 [06007]  ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται.
000-00-00 Serial Number=0760291696
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06929]  Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόμενοι ὕπνῳ, οὐ μόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαμπρᾶς γενομένης ἡμέρας κεῖνται ἐπὶ κλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόμενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούμενοι ὕπνου καὶ νωθείας·
000-00-00 Serial Number=0211415589
In epistulam ad Romanos Ante [Go Back]  
 [07796]  Μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ, ἵνα ἡ μὲν χεὶρ ἐλεημοσύνην ποιῇ, τὸ δὲ στόμα εὐλογῇ τοὺς ἐπηρεάζον [60.596] τας, ἡ δὲ ἀκοὴ θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν.
000-00-00 Serial Number=0456371546
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00052]  Ἰδόντες, φησὶν, οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσήγαγον αὐτοὺς τοῖς στρατηγοῖς, καὶ πολλὰς ἐπιθέντες ἐκείνοις πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς.
000-00-00 Serial Number=0614020765
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00837]  Ἂν ἐν συνηθείᾳ καταστήσῃς σαυτὸν μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε, οὔτε ἑκὼν, οὔτε ἄκων, ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας, τοιοῦτον γὰρ ἡ συνήθεια.
000-00-00 Serial Number=0401021838
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00325]  Ὥσπερ δὲ τὸ σκότος δοκεῖ μὲν τοῖς ἀνοήτοις εἶναι κακὸν, οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὴν ἡμέραν ἡμῖν συν τελεῖ, καὶ πρὸς τὰς ἐργασίας ἐν αὐτῇ τοὺς ἀναπαυ σαμένους ἐπιτηδειοτέρους κατασκευάζει·
000-00-00 Serial Number=0447672427
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00038]  Οὐδὲν τούτων ἔστιν εἰπεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, πτωχοὶ καὶ πένητες, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ζῶντες.
 [00151]  νυνὶ δὲ οὐκ ἐποίησεν οὕτως, ἀλλὰ καὶ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβάλλειν, καὶ ἑτέροις πολλοῖς τρόποις θεραπεῦσαι καὶ ἄμπελον καὶ δένδρα καὶ σπέρματα τοῖς ἀνθρώποις ἐνομοθέτησεν, ἵν' ἡ τῆς ἐργασίας ἀσχολία πάσης ἀπάγῃ πονηρίας τὴν τῶν ἐργαζομένων διάνοιαν.
 [00176]  Οὕτω γὰρ καὶ πονηρὰν ἔννοιαν τῇ τῆς ἐργασίας ἀσχολίᾳ τῆς διανοίας ἐκβαλοῦμεν ῥᾳδίως, καὶ τοῖς δεομένοις ἐπικουρήσομεν, καὶ τὰς ἑτέρων οὐκ ἐνοχλήσομεν θύρας, καὶ τὸν νόμον τοῦ Χριστοῦ πληρώσομεν τὸν εἰπόντα·
 [00187]  Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν, ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους καὶ ἄκαρπα δένδρα, τὴν δὲ ἐργασίας ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν.
 [00188]  Καὶ ἕκαστον δὲ τῶν ὄντων, ὡς εἰπεῖν ἁπλῶς, ὑπὸ μὲν τῆς ἀργίας φθείρεται, ὑπὸ δὲ τῆς οἰκείας ἐργασίας χρησιμώτερον γίνεται.
 [00189]  Ταῦτα οὖν εἰδότες ἅπαντα, καὶ πόσον μὲν ἀπὸ τῆς ἀργίας τὸ βλάβος, πόσον δὲ ἀπὸ τῆς ἐργασίας τὸ κέρδος, τὴν μὲν φεύγωμεν, τὴν δὲ διώκωμεν, ἵνα καὶ τὸν παρόντα βίον εὐσχημόνως ζήσωμεν, καὶ δεομένοις ἐκ τῶν ἐνόντων ἐπικουρήσωμεν, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀμείνω κατασκευάσαντες τύχωμεν τῶν αἰωνίων ἀγαθῶν·
000-00-00 Serial Number=0522259235
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00120]  Οὐκ αἰσχύνῃ Ἰουδαίους, οὐδὲ ἐρυθριᾷς, οἳ μετὰ τοσαύτης ἀκριβείας τὸ σάββατον φυλάττουσι, καὶ ἀπὸ τῆς ἑσπέρας αὐτῆς πάσης ἐργασίας ἀφίστανται;
000-00-00 Serial Number=0342383087
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00026]  ἀπεμισθωσάμην αὐτῶν πᾶσαν τὴν ζωὴν, καὶ ἐπηγγειλάμην αὐτοῖς ὑπὲρ πάσης ὁμοῦ τῆς ἐργασίας διδόναι μισθὸν τὴν βασιλείαν τῶν οὐρανῶν·
 [00205]  Εἶδον μόνον τὸν σὸν ἀμπελῶνα, τοῖς ὀφθαλμοῖς ἡμῖν μόνοις ἐκοινώνησαν τῆς ἐργασίας, τὰς ὄψεις αὐτῶν ὑπέδειξαν, οὐ κατώρθωσαν πράξεις τινάς·
000-00-00 Serial Number=0687858701
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00006]  Καὶ ἁπαξαπλῶς, ἵνα μὴ ἐν τῷ προλόγῳ μηκύνω τὸν λόγον, πᾶσα τέχνη, καὶ πᾶν ἐπιτήδευμα πρὸς τὴν χρείαν τῆς ζωῆς τοῖς ἀνθρώποις πεποιημένον, τοῦ γαληνοῦ ἀέρος ἐκλάμψαντος, ἀκώλυτον ἔχει τὴν κίνησιν πρὸς τὴν τῆς ἐργασίας ὁρμήν.
000-00-00 Serial Number=0421390355
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00107]  Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἢν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν', ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γένωνται.
000-00-00 Serial Number=0348419905
In principium Actorum Ante [Go Back]  
 [00093]  Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθημερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»