Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιθυμίᾳ [98]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιθυμίᾳ


000-00-00 Serial Number=0218526602
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00247]  Τὸν γὰρ τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ ληφθέντα οὐ λέγω μόνον, ὅτι ἀνάπαυσιν οὐ χρὴ ζητεῖν, ἀλλ' οὐδὲ παρούσης αἰσθάνεσθαι.
 [00262]  Καὶ τοῦτο οὐκ ἀπὸ τῶν ἐμαυτοῦ λόγων, ἀλλ' ἀπ' αὐτοῦ τοῦ κατασχεθέντος τῇ ἐπιθυμίᾳ ταύτῃ τῇ καλῇ παραστῆσαι πειράσομαι.
000-00-00 Serial Number=0141520441
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00298]  οὐκ ἔστιν ἀδικοῦντα οὐδ' ἀδικούμενον ἰδεῖν, οὐ παροξύνοντα καὶ παροξυνόμενον οὐκ ὀργιζόμενον, οὐ βασκαίνοντα, οὐκ ἐπιθυμίᾳ ἀτόπῳ φλεγόμενον, οὐχ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἀλύοντα χορηγίας, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας κοπτόμενον·
000-00-00 Serial Number=0876628280
Ad illuminandos catecheses Ante [Go Back]  
 [00443]  Καίτοι γε ἐκ τῶν ἔξωθεν δικαστῶν εἴ τις εἶπέ τινι τῶν ἁλόντων λῃστῶν ἢ τυμβωρύχων, εἰπεῖν τὰ πεπλημμελημένα, καὶ ἀφεθῆναι τῆς κολάσεως, πάσῃ προθυμίᾳ ἂν κατεδέξαντο τοῦτο, τῇ τῆς σωτηρίας ἐπιθυμίᾳ τῆς αἰσχύνης καταφρονοῦντες.
000-00-00 Serial Number=0346536696
Ad populum Antiochenum Ante [Go Back]  
 [02151]  ποῖον δὲ κέρδος ἐκ τοῦ προσηλῶσθαι μεθ' ὑπερβολῆς τῇ τοῦ παρόντος βίου ἐπιθυμίᾳ;
 [05216]  Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασιλέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολλοὶ τῶν τὴν πόλιν ἡμῖν οἰκούντων τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ ἐπὶ τὸν ποταμὸν τρέχουσι, μυρία κωμῳδοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι.
 [05652]  Σὺ μὲν πᾶσαν φιλοφροσύνην ἐπίδειξαι περὶ τὸν ἀδελφὸν, καὶ μὴ κολάσεως ἐπιθυμίᾳ μείζονος ἀφῇς τὰ πλημμελήματα, ἀλλὰ φιλοστοργίᾳ καὶ γνώμῃ χρηστῇ.
000-00-00 Serial Number=0348615646
Adversus Judaeos Ante [Go Back]  
 [01182]  Καὶ καθάπερ ὁ ἰατρὸς ἐκεῖνος οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ παραδείγματι χρήσασθαι πάλιν, χαρισάμενος τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, φιάλην οἴκοθεν κομίσας ἐκέλευσεν ἐν ταύτῃ μόνῃ τῆς ψυχροποσίας ἀπολαύειν, καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιδιδοῦσι προσέταξε συντρίψαι τὴν φιάλην αὐτὴν, ἵνα ἀνυπόπτως καὶ λαθραίως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης·
 [02536]  Ἔστι γὰρ, ἔστι καὶ ὀργῇ μεθύειν, καὶ ἐπιθυμίᾳ ἀτόπῳ, καὶ φιλαργυρίᾳ, καὶ κενοδοξίᾳ, καὶ μυρίοις ἑτέροις πάθεσι.
 [02546]  Εἰ δὲ ἐπιθυμίᾳ τις καὶ ὀργῇ κατεχόμενος μεθύει, πολλῷ μᾶλλον ἀσεβῶν ἄνθρωπος, καὶ εἰς Θεὸν βλασφημῶν, [48.928] καὶ ἐναντιούμενος αὐτοῦ τοῖς νόμοις, καὶ τῆς ἀκαίρου φιλονεικίας μηδέποτε ταύτης καθυφεῖναι βουλόμενος, μεθύει καὶ μέμηνε, καὶ κωμαζόντων καὶ ἐξεστηκότων ἀθλιώτερον διάκειται, κἂν αὐτὸς αἰσθάνεσθαι μὴ δοκῇ.
000-00-00 Serial Number=0794466197
Catecheses ad illuminandos Ante [Go Back]  
 [01087]  Καὶ οὐδὲν τῶν ὁρωμένων κατεπλήττοντο, ἀλλὰ πάντα παρέτρεχον ὡς ὄναρ καὶ σκιὰν αὐτὰ ἡγούμενοι, διὰ τὸ πτερωθῆναι αὐτῶν τὸν λογισμὸν τῇ τῶν μελλόντων ἐπιθυμίᾳ.
000-00-00 Serial Number=0038152337
Commentarius in Job Ante [Go Back]  
 [03015]  [20,20b] ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται, [20,21a] οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ.
000-00-00 Serial Number=0750880539
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00417]  Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων·
 [00430]  Τῶν γὰρ τὴν μεγίστην ἄθλησιν ἀθλησάντων ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστῃ τινὶ καὶ ἀρχαίᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ δεσμὰ, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα.
000-00-00 Serial Number=0718836069
Contra ludos et theatra Ante [Go Back]  
 [00080]  Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ, ἀλλὰ τῇ ἐπιθυμίᾳ [56.267] συνεγένου, καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω.
000-00-00 Serial Number=0184049070
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00678]  Ὁ δὲ οὐδὲ οὕτω καθυφῆκε τοῦ θυμοῦ ἀλλὰ τῇ τῆς ἡμετέρας λεηλασίας ἐπιθυμίᾳ διαρρηγνύμενος οὐδὲ τὸν καιρὸν ὃν ἠπείλησεν ἔμεινεν ἀλλὰ τὸν Εὐφράτην διαβαίνειν μέλλων ἀπόπειραν ἐποιεῖτο τῶν στρατιωτῶν καί τινας εὐαριθμήτους κολακείᾳ διαφθείρας τοὺς ἀντιστάντας οὐ παρέλυσε τῆς στρατείας δεδοικὼς μὴ διαστήσας αὐτοὺς ἀσθενέστερον ἐργάσηται τῷ Πέρσῃ τὸν στρατόν.
000-00-00 Serial Number=0618671298
De Maccabeis Ante [Go Back]  
 [00128]  Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτερίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐνταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων.
 [00195]  Καθάπερ γὰρ ἄνθρωποι φλεγόμενοι εἰς εὔριπον ψυχρῶν ὑδάτων ἑαυτοὺς ἀφιᾶσιν, οὕτως ἐκεῖνος ἐκκαιόμενος τῇ τῶν ἀδελφῶν ἐπιθυμίᾳ πρὸς τὴν τιμωρίαν ἐκείνην ἀφῆκεν ἑαυτόν.
000-00-00 Serial Number=0011520922
De Susanna Ante [Go Back]  
 [00040]  Ταύτης ἐν ἐπιθυμίᾳ γεγόνασι δύο πρεσβύτεροι τοῦ λαοῦ, οἱ δοκοῦντες κυβερνᾷν τὸ ποίμνιον, καὶ ἕκαστος αὐτῶν φλογὶ τῆς ἐπιθυμίας καιόμενος, θάτερος θατέρῳ τὸ ἔγκρυφον τῆς καρδίας πῦρ φανερῶσαι ᾐσχύνετο.
 [00065]  ἐν ἐπιθυμίᾳ σου γάρ ἐσμεν.
000-00-00 Serial Number=0180323124
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00064]  ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ·
000-00-00 Serial Number=0319363296
De diabolo tentatore Ante [Go Back]  
 [00045]  Μήτε ἐκεῖνος συντριβέτω σου τὴν ἀσθένειαν, ἀναγκάζων πλείω τῆς οἰκείας δέξασθαι δυνάμεως, μήτε σὺ ἐπηρέαζε τῇ ἐκείνου ἐπιθυμίᾳ κωλύων ἅπαν, ὅσον δύναται δέξασθαι, λαβεῖν.
000-00-00 Serial Number=0903402448
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00519]  τῇ δὲ ἐπιθυμίᾳ τὸ ἧπαρ·
000-00-00 Serial Number=0335305989
De paenitentia [1] Ante [Go Back]  
 [01208]  οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ἐξολισθαίνοντες, καθάπερ μέθῃ τινὶ τῇ τῆς πράξεως ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν·
 [01356]  ὅταν οἴνῳ μὲν μὴ μεθύωμεν, μεθύωμεν δὲ ἐπιθυμίᾳ πονηρᾷ·
000-00-00 Serial Number=0925032377
De patientia sermo 2 Ante [Go Back]  
 [00257]  Ἐν ἐπιθυμίᾳ σού ἐσμεν, πείσθητι ἡμῖν·
000-00-00 Serial Number=0187042177
De prophetiarum obscuritate Ante [Go Back]  
 [00039]  τῷ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τῇ ἐπιθυμίᾳ.
000-00-00 Serial Number=0244945884
De sacerdotio Ante [Go Back]  
 [01232]  Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά Καὶ γὰρ ἂν φθάσῃ τῇ τῶν ἀλόγων ἐπαίνων ἐπιθυμίᾳ ἁλῶναι, οὐδὲν αὐτῷ τῶν πολλῶν πόνων ὄφελος, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως·
000-00-00 Serial Number=0726935446
De virginitate Ante [Go Back]  
 [01080]  ἐνδοὺς ἐπιθυμίᾳ ἀτόπῳ καὶ ἀπάτῃ ἁλοὺς καὶ μὴ κρατήσας ἡδονῆς , τό τε κατ' εἰκόνα καὶ ἄκοντος ἀφῃρέθη λοιπόν.
000-00-00 Serial Number=0751364708
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01356]  Μὴ τοίνυν, ἐπειδὴ πολλοὺς οὐ δύνασαι διδάξαι, καὶ τῶν ὀλίγων καταφρόνει, μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ, καὶ τῶν μικρῶν σεαυτὸν ἀφελκύσῃς.
 [01558]  Οὕτω τοίνυν καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν ὀλίγα ἔτη ζήσωμεν ἐνταῦθα, πολλὰ νομίζειν αὐτὰ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων.
 [02784]  ἀντιτείνων δὲ καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος τῇ ἐκείνου, ἐλέῳ κέχρηται ταὶ φιλανθρωπίᾳ.
 [05648]  οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ὁρμήσαντες, καθάπερ μέθῃ δεινῇ τῇ τῆς ἁμαρτίας ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν, οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσιν.
 [06250]  Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρημάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστίν.
 [09999]  ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν.
 [09999]  Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν.
 [09999]  Ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος.
 [09999]  παντὸς πυρέττοντος οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἀλούς;
000-00-00 Serial Number=0954383075
Epistula ad Cyriacum Ante [Go Back]  
 [00688]  Ἡ γὰρ ἀθλία τότε ἐκείνη θυμῷ παραμυθεῖται τὸν ἔρωτα καὶ πάθος ἀνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον.
000-00-00 Serial Number=0453909516
Epistulae Ante [Go Back]  
 [02570]  Αἱ γὰρ γενναῖαι ψυχαὶ οὐ μιμοῦνται τὴν βραδυτῆτα τουτωνὶ τῶν φυτῶν, τῶν τοῖς κόλποις τῆς γῆς παρακατατιθεμένων, ἀλλ' ὁμοῦ τε φυτεύονται ἐν τῇ καλλίστῃ τῆς ἀρετῆς ταύτης ἐπιθυμίᾳ, καὶ πρὸς αὐτὸν ἀνατείνονται τὸν οὐρανὸν, καὶ τοσαύτην ἐπιδείκνυνται τῶν καρπῶν τὴν φορὰν, ὡς ἅπαντα ἀποκρύπτειν πλοῦτον καὶ τῇ δαψιλείᾳ καὶ τῇ φύσει.
 [03033]  Ἐὰν γὰρ θαῤῥῶμεν περὶ τῶν ἀγαπώντων ἡμᾶς, ὅτι ἐν ἐπιθυμίᾳ καὶ ἐν ὑγείᾳ καὶ ἐν ἀσφαλείᾳ καθεστήκατε, οὐ μικρὰν δεξόμεθα τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς παράκλησιν, ἀλλὰ καὶ μεγίστην καρπωσόμεθα παραμυθίαν, καίτοι γε ἐσχάτην ἐρημίαν οἰκοῦντες.
000-00-00 Serial Number=0817085564
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00554]  «ἐν πολλῇ ἐπιθυμίᾳ».
 [01046]  Ἡ γὰρ ἀθλία τότε ἐκείνη ὑπὸ τῆς χαλεπῆς μανίας ἐμβακχευομένη θυμῷ παραμυθεῖται τὸν ἔρωτα καὶ πάθος συνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον, καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος.
000-00-00 Serial Number=0579791307
Expositiones in Psalmos Ante [Go Back]  
 [02468]  Ἀλλ' οὐδὲν ἔχων ἐγκαλεῖν, ἀλλ' ἐπιθυμίᾳ ἁλοὺς ἀκαίρῳ, καὶ ταῦτα λοιπὸν γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμεινεν οὐδὲ σμικρόν.
000-00-00 Serial Number=0422472417
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02089]  Οὐ καιρός ἐστι τῶν ἐν ἐπιθυμίᾳ ἴσ.
000-00-00 Serial Number=0439534068
Fragmenta in Proverbia Ante [Go Back]  
 [00092]  εἰ δὲ ἁλῷς τῇ παγίδι, καί τοι τὸ πρᾶγμα οὐκ ἀνάγκης ἦν, ἀλλὰ θελήσεως, θησαυρίζεις σεαυτῷ ἀπώλειαν, τῇ τοῦ πλείονος ἐπιθυμίᾳ, τὸν κεκρυμμένον ὄλεθρον τῇ παγίδι μὴ ἐνιδών·
 [00203]  Ἥτις πρὸς ἡδονὰς καρδίας ὁμιλοῦσα, καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0940534174
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00351]  ∆ίδωσι γὰρ αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτόν·
000-00-00 Serial Number=0218478680
Homilia in martyres Ante [Go Back]  
 [00030]  τίμησον αὐτοὺς καὶ τῇ κοσμίῳ ἀναχωρήσει, μή τις ἰδών σε ἀσχημονοῦντα ἐν καπηλείῳ εἴπῃ, ὅτι οὐ διὰ τοὺς μάρτυρας παρεγένου, ἀλλ' ἵνα τὸ πάθος αὐξήσῃς, ἵνα τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρίσῃ.
000-00-00 Serial Number=0729310691
In Acta apostolorum Ante [Go Back]  
 [00221]  Ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέσθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν.
 [07386]  ἀλλὰ ἀφῆκεν, ὥστε ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι.
 [09999]  Τῇ πολλῇ περὶ τοῦ ἀκοῦσαι ἐπιθυμίᾳ ἐπιτρέπει αὐτῷ λέγειν ὁ βασιλεύς.
 [09999]  τί δαὶ, ὅταν ἐπιθυμίᾳ ἀλόγῳ καὶ ἔρωτι;
000-00-00 Serial Number=0100318074
In Genesim sermones Ante [Go Back]  
 [00547]  οὐ γὰρ δὴ θρυαλλίδα διάβροχον ἐλαίῳ, καθάπερ οὗτος, ἐξάπτομεν, ἀλλὰ ψυχὰς ἐν εὐσεβείᾳ ἀρδομένας τῇ τῆς ἀκροάσεως ἀνάπτομεν ἐπιθυμίᾳ.
000-00-00 Serial Number=0464285672
In Joannem Ante [Go Back]  
 [00390]  Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρη [59.37] μάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστί.
000-00-00 Serial Number=0378913641
In Psalmum 705 Ante [Go Back]  
 [00012]  Ἣ καὶ ἐξελθοῦσα τῆς πόλεως, ἑσπέρας ἤδη καταλαβούσης, μετὰ μιᾶς θεραπαινίδος, ἐπισίτιά τε λαβοῦσα μεμετρημένα τῇ πίστει (οὐ γὰρ ἐβούλετο τοῖς Ἑλληνικοῖς ἀποχρᾶσθαι βρώμασιν Ἰουδαία τυγχάνουσα, καὶ ὑπὸ τοῦ νόμου κωλυομένη), γενομένη δὲ παρὰ τῷ Ὀλοφέρνῃ, ὡς πρόσφυξ, ἐν στολῇ καθαρᾷ καὶ κόσμῳ γυναικείῳ εὐπρεπεῖ, ἐξανδραποδίσασα τὸν ἀλλόφυλον τῇ ἐπιθυμίᾳ τῇ πρὸς γυναῖκα, ἑαυτὴν μὲν διεφύλαττεν ἄχραντον·
000-00-00 Serial Number=0302937448
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00154]  συγγνώμης γὰρ ἀξιωθήσῃ, ὡς ἐν ἐπιθυμίᾳ νικηθεῖσα γυνή.
000-00-00 Serial Number=0464642882
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00620]  ὡς ὅ γε κατεχόμενος ἐπιθυμίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοημένος, οὐκ ἂν εἴη σώφρων, τουτέστιν, ὑγιής.
000-00-00 Serial Number=0365696013
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01694]  Καὶ ὁ πυρέττων οὐδέποτε ἐμφορηθῆναι δύναται, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ μεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ.
000-00-00 Serial Number=0941528320
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00742]  Μὴ τοίνυν, ἐπειδὴ τὴν οἰκουμένην οὐ δύνασαι σῶσαι καὶ τῶν ὀλίγων καταφρόνει, μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ τῶν μικρῶν ἀφελκύσῃς σεαυτόν.
 [04197]  Εἰ δὲ μέλλοιμεν ἐν ἐπιθυμίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξομεν τοῦ πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον·
 [05851]  Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεμένους σχεδὸν αἰχμαλώτους ἔλαβον, τῇ τῆς οἰκείας εὐμορφίας ἐπιθυμίᾳ τούτους χειρωσάμεναι πάντας.
 [07239]  μέχρι τίνος μεθύομεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ κεκαρωμένοι;
 [09999]  Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέρα-στον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται·
 [09999]  Ἵνα δὲ μὴ μόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁμόνοια ᾖ, τὸν μὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ τιμήσας, τὴν δὲ γυναῖκα τῇ ἐπιθυμίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς μέσον ἀμφοτέ-ροις καταθεὶς, καὶ ἕτερα μετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν.
 [09999]  Τοιοῦτοι καὶ οἱ χρημάτων ἐπιθυμίᾳ κατεχόμενοι·
000-00-00 Serial Number=0064556301
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00682]  Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
000-00-00 Serial Number=0081397653
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01808]  ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἁλοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθεὶς ἁπλῶς.
 [02905]  Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ μήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦ μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώμοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον.
 [03596]  Ποθήσωμεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, μὴ φόβῳ γεέννης, ἀλλ' ἐπιθυμίᾳ βασιλείας.
 [03836]  ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος.
000-00-00 Serial Number=0060597718
In epistulam ad Colossenses Ante [Go Back]  
 [03114]  Τὸ γὰρ ἐν ὥρᾳ εἶναι τὴν γυναῖκα, τοῦτον δὲ ἐν ἐπιθυμίᾳ, οὐδὲν ἄλλο δείκνυσιν, ἀλλ' ἢ ὅτι διὰ τὴν ἀγάπην οὕτω γεγένηται.
000-00-00 Serial Number=0471325159
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02115]  οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν.
 [04791]  Εἰπέ μοι γὰρ, πυρέττοντος παντὸς οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἁλούς;
 [07939]  καὶ γὰρ τοὺς ἐπαίνους ἐπαίνων ἑτέρων ἐπιθυμίᾳ διακρουόμεθα, ἵνα μειζόνων πάλιν τύχωμεν ἐγκωμίων, ἵνα μᾶλλον θαυμασθῶμεν.
000-00-00 Serial Number=0881659925
In epistulam ad Romanos Ante [Go Back]  
 [01903]  φεύγειν δὲ μὴ τὴν ἐν χρήμασι πλεονεξίαν μόνον, ἀλλὰ καὶ τὴν ἐν ἐπιθυμίᾳ πονηρᾷ καὶ τὴν ἐν ἱματίοις καὶ τὴν ἐν τραπέζῃ καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασι.
 [01974]  Ὅτε τοίνυν τὸν φόβον ηὔξησε, τότε λοιπὸν ἐπάγει τὰ τῆς χάριτος, ἐν πολλῇ καταστήσας ἐπιθυμίᾳ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καί φησι·
 [03832]  σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόμενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυμίᾳ καθιστὰς τοῦ μυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους.
 [04977]  Καὶ γὰρ οὐχ οὕτω δεινὸν τὸ οἴνῳ μεθύειν, ὡς ἐπιθυμίᾳ χρημάτων·
 [04988]  καὶ γὰρ ὁμοίως ἀμφότεροι ἐπιθυμίᾳ ἀτόπῳ κατέχονται.
 [05149]  κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον ἀγόμενοι, οἱ δὲ πνευματικοὶ ἐπιθυμίᾳ καὶ πόθῳ·
 [06326]  Τοῦτο ἀρίστου διδασκάλου, τὸ μὴ τῇ τῶν μαθητῶν ἐπιθυμίᾳ ἕπεσθαι πανταχοῦ, ἀλλ' αὐτοὺς πρὸς τὸ οἰκεῖον ἄγειν θέλημα, καὶ τὰς ἀκάνθας ἀποσπᾷν, καὶ τότε καταβάλλειν τὰ σπέρματα, καὶ μὴ εὐθέως πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεσθαι πανταχοῦ.
 [07745]  Ὁ μὲν γὰρ πολλὰ κεκτημένος, καὶ ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ πλείονι κατέχεται τῶν ὄντων·
000-00-00 Serial Number=0660604358
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00008]  διὰ τοῦτο ταχέως ἐσίγησεν, καὶ τὸν λόγον κατέκλεισε, τῇ ἐπιθυμίᾳ τῇ ὑμετέρᾳ χαρίσασθαι βουλόμενος, καὶ ὁλοκλήρου τοῦ ὀφλήματος ἡμᾶς ὑπευθύνους καθιστάς.
000-00-00 Serial Number=0481424868
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00179]  Οὐχ ἑάλως σωμάτων ἐπιθυμίᾳ, ἀλλ' ἑάλως χρημάτων ἐπιθυμίᾳ·
000-00-00 Serial Number=0983501911
In illud Ne timueritis Ante [Go Back]  
 [00539]  Οὐδὲ γὰρ οὕτω βακτηρία ὑπότρομα ὄντα τὰ σώματα τῶν παλαιῶν καὶ γεγηρακότων ἀνορθοῦν πέφυκεν, ὡς ὁ στίχος οὗτος τῶν νέων καὶ γεγηρακότων ἐν τῇ ἐπιθυμίᾳ καὶ ὑπὸ τῆς ἁμαρτίας πολιορκουμένων ὑπότρομον οὖσαν τὴν διάνοιαν ἐγείρει.
000-00-00 Serial Number=0271155059
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00169]  Ὁ τοίνυν καὶ δόξαν τὸ πρᾶγμα καλῶν, καὶ τῷ μαθητῇ ἐπιτιμῶν, ὅτι διεκώλυεν αὐτὸν, καὶ τὸν καλὸν ποιμένα ἐντεῦθεν δεικνὺς ἀπὸ τοῦ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, καὶ ἐπιθυμίᾳ ἐπιθυμεῖν λέγων [51.36] τὸ πρᾶγμα, καὶ ἑκὼν ἐπὶ τοῦτο ἐρχόμενος, πῶς παρακαλεῖ μὴ γενέσθαι τοῦτο;
000-00-00 Serial Number=0964042783
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00439]  οὐ γὰρ τῇ πρὸς τὸ παρὸν βλαπτούσῃ ἐπιθυμίᾳ προσέχει, ἀλλὰ τῇ πρὸς τὸ μέλλον λυσιτελούσῃ ὑγείᾳ.
000-00-00 Serial Number=0405338109
In illud Vidi dominum Ante [Go Back]  
 [00080]  Τάχα τι πρὸς ἡδονὴν ἐπάθετε καὶ ἐν ἐπιθυμίᾳ τῆς δόξης ἐκείνης γεγόνατε.
 [01130]  Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἐνενόησεν ὅσον ἐστὶ ψυχὴν ἐπιθυμίᾳ μεθύουσαν κατασχεῖν, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος·
 [01265]  Οὕτω καὶ κυβερνήτης ἐπιβάτας ἔχων φιλοτίμους καὶ πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα εἴη, ἀλλὰ πλείω διατρίβειν ἀναγκάζεται χρόνον, καθ' ἕκαστον λιμένα τὸ σκάφος ὁρμίζων, καθ' ἑκάστην πόλιν ἐπιβαίνειν ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων ἐπιθυμίᾳ.
000-00-00 Serial Number=0959076643
In principium Actorum Ante [Go Back]  
 [00008]  Ἐλάττους γίνονται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι' ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς.
 [00013]  Εἰ γὰρ ἐλάττους τῷ ἀριθμῷ, ἀλλὰ τιμιώτεροί ἐστε τῇ ἐπιθυμίᾳ.
 [00741]  Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ.
000-00-00 Serial Number=0352487504
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00127]  Ἀλλὰ γὰρ ἐλάθομεν ἐπιθυμίᾳ πατρικῶν κατορθωμάτων πέρα τοῦ μέτρου τοὺς λόγους ἐξάγοντες, οὐ τοῦ μέτρου τῶν τούτῳ κατωρθωμένων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»