Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐξὸν [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐξὸν


000-00-00 Serial Number=0403927505
Ad Innocentium papam i Ante [Go Back]  
 [00073]  Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ' ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων.
000-00-00 Serial Number=0743459821
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00823]  Ἀλλὰ μέχρι τίνος ἀπὸ λογισμῶν ταῦτα ἐξετάζομεν, ἐξὸν ἐπὶ τοὺς μακαρίους καὶ γενναίους ἀθλητὰς καταφυγεῖν τοὺς ἐπὶ τῶν προτέρων γεγενημένους χρόνων;
000-00-00 Serial Number=0533883870
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00286]  Τί δαὶ τότε πράξομεν, ἡσθέντες μὲν ὡς ἐν σκιᾷ καὶ εἰκόνι νῦν, ἔργῳ δὲ τὴν βάσανον αἰωνίαν τίνοντες ἐκεῖ, καὶ ταῦτα ἐξὸν ἐν βραχεῖ χρόνῳ τά τε εἰρημένα στρεβλωτήρια διαφυγεῖν καὶ τῶν ἀποκειμένων ἀπολαῦσαι καλῶν;
000-00-00 Serial Number=0173048735
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00181]  Μὴ δὴ ζημιω θῇς καὶ τοῦτον κἀκεῖνον τὸν αἰῶνα, ἐξὸν ἀμφοτέρους κερδᾶναι, εἰ βούλοιο.
000-00-00 Serial Number=0911743104
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00040]  οὐχ ἃ μηδενὶ ἀνθρώπων λαλῆσαι ἐξὸν ἦν, μόνος ἤκουσεν ἐκεῖνος;
000-00-00 Serial Number=0664593101
Ad illuminandos catecheses Ante [Go Back]  
 [00494]  Καὶ τί χρὴ λέγειν τὴν ἡμέραν ἐκείνην, ἐξὸν καὶ ἀπὸ τῶν παρόντων ταῦτα ἀποδεῖξαι πάντα;
000-00-00 Serial Number=0686743796
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01510]  ἑαυτῷ γὰρ ταύτην περιτίθησι τὴν ἀνάγκην, ἐξὸν μὴ περιθεῖναι.
000-00-00 Serial Number=0215689659
Contra theatra Ante [Go Back]  
 [00111]  ἐξὸν γὰρ ἐπιτάξαι θεράποντι καὶ πληρῶσαι τὴν χρείαν προστάγματι, ἔδραμες σὺ εἰς τὰς βόας πρεσβύτης, ἀκμάζοντι πόθῳ παλαιὸν σῶμα στηρίζων.
 [00256]  Ταῦτα λογισμῷ σώφρονι προειδόμενος Ἀβραὰμ, ταῦτα σκοπήσας ὁ μακάριος, ἐμβύθιον ἔκρυψε τὸ πρόσταγμα, οὕτω διατεθεὶς, ὡς ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0530158222
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00098]  Ἐκεῖνοι μὲν γὰρ οὐκ εἶχον εἰς ἑτέρους ἀνενεγκόντες ὑπὲρ τούτων ἐλπίσαι τοῦ πράγματος περιέσεσθαι, οἱ δὲ μετ' ἐκείνους εἰς ἐκείνους ὁρῶντες προχειρότερον ἂν τοῦ πλάσματος κατετόλμησαν τοῦ παραδείγματος τῶν προτέρων τοῖς δευτέροις παρακελευομένου θαρρεῖν ὡς οὐδενὸς ἐν τῇ γῇ νοῦν ἔχοντος ἀλλὰ πάντων ἐξεστηκότων καὶ μεμηνότων, καὶ τοῖς βουλομένοις ἐξὸν ἅπασιν ἅπερ ἂν θέλωσι περὶ ἑαυτῶν λέγειν τε καὶ πιστεύεσθαι.
000-00-00 Serial Number=0820334077
De incomprehensibili dei natura Ante [Go Back]  
 [01294]  οὗτος γάρ ἐστιν ὁ λέγων ὅτι «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.».
 [01295]  Ἀλλ' ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν.
000-00-00 Serial Number=0436561882
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00648]  μᾶλλον δὲ μέχρι πότε ἐπὶ τῆς γῆς κατέχω τὸν λόγον, ἐξὸν εἰπεῖν τὰς ἀνωτέρω δυνάμεις, τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου;
000-00-00 Serial Number=0565112352
De mutatione nominum Ante [Go Back]  
 [00224]  Ἤκουσα ἄῤῥητα ῥήματα, φησὶν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0935259283
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00025]  τὸν πιστευθέντα τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι;
000-00-00 Serial Number=0494923472
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09999]  Ἀλλ' οὐδὲ τοῦτο φιλοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν, καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σαλεύειν, ἐξὸν ἐν λιμένι εἶναι.
000-00-00 Serial Number=0993115962
Expositiones in Psalmos Ante [Go Back]  
 [02389]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώκειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ' ἀντ' ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον;
 [02405]  Καὶ πολλὰ τοιαῦτα λέγειν ἐξὸν, σκόπει καὶ ἐπὶ τῶν ἄλλων.
000-00-00 Serial Number=0404483318
Fragmenta in Proverbia Ante [Go Back]  
 [00443]  ἀοικήτους δὲ, τὰς θείας ἐννοίας, ἃς οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0140046775
In Acta apostolorum Ante [Go Back]  
 [00473]  Ἔμαθε Παῦλος ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι·
 [02262]  ἐξὸν δὲ μανθάνειν, ὅτι ὡς νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ.
 [02712]  Ταὐτὸν γάρ ἐστιν, οἷον ἂν εἴ τις ἐξὸν δέκα ὑγιαίνοντας ἔχειν ἢ μυρίους νοσοῦντας, ἐπεισάγοι τοῖς δέκα τοὺς μυρίους.
 [07666]  Ἵνα μὴ νομίσωσιν, ὅτι, εἰ καὶ παρανομία ἦν τὸ πρᾶγμα, ἐπειδὴ ἄρχων ἦν, διὰ τοῦτο ἐπήκουσεν, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ λογίσωνται, οὐ μόνον οὐ κολλᾶσθαι, ἀλλ' οὐδὲ προσέρχεσθαι ἐξὸν, φησίν.
 [07976]  Τί μοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσασθαι;
000-00-00 Serial Number=0961859822
In Joannem Ante [Go Back]  
 [02058]  Ἐπεὶ καὶ Μωϋσῆς, ἐξὸν αὐτῷ τῆς ἀγνωμοσύνης ἀπαλλαγῆναι τῆς Ἰουδαϊκῆς, καὶ λαμπροτέραν ἀρχὴν ἔθνους ἑτέρου λαβεῖν καὶ πολλῷ μείζονος·
 [02803]  ∆ῆλον δὲ κἀκεῖθεν τοῦτο, ὅτι οὐδεὶς τὸν πλησίον ἑαυτοῦ προτίθησιν, οὐδὲ ἐξὸν αὐτῷ χαρίσασθαι τιμὴν, ἑτέρῳ ταύτης παραχωρεῖν ἐθέλοι, καὶ ταῦτα τοσαύτης οὔσης.
 [04139]  ∆έον γὰρ αὐτὸν ἀποδέξασθαι τῆς σπουδῆς καὶ τοῦ ζήλου, δέον ἐκπλαγῆναι, ὅτι τοσαύτην τοῦ οἴκου ποιεῖται πρόνοιαν, οἱ δὲ ἐγκαλοῦσι, καπηλεύειν ἐξεῖναι λέγοντες, λύειν δὲ τὴν καπηλείαν οὐκ ἐξὸν εἶναι, ἂν μὴ σημεῖόν τι ἐπιδείξηται.
000-00-00 Serial Number=0598410428
In Kalendas Ante [Go Back]  
 [00186]  Τί γένοιτ' ἂν οὖν, εἰπέ μοι, τῶν βασκάνων ἐλεεινότερον, ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαρὰν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον;
000-00-00 Serial Number=0820289373
In Petrum et Paulum Ante [Go Back]  
 [00037]  ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς ∆εσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0447560251
In Psalmos 101-107 Ante [Go Back]  
 [00572]  Ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0624524474
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05231]  Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε;
 [06914]  εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα), καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0104801238
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00888]  Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν μηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐμαυτοῦ ἐσκόπουν.
000-00-00 Serial Number=0067962646
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06258]  Ὥστε εἰ καὶ μὴ ἐκ προγόνων διεδέξατο πλοῦτον, ἀλλ' ὅταν, ἐξὸν λαβεῖν, μὴ προσίηται μηδὲ προστιθῇ τοῖς οὖσι, μέγιστον δεῖγμα ἐκφέρει τοῦ χρημάτων ὑπερορᾷν.
 [06325]  Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ ἐξὸν μὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι' ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερ ἐβούλετο λαβεῖν.
 [06543]  Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαντος, μὴ λαβών.
 [07788]  Ἄλλας γὰρ Ἐκκλησίας ἐσύλησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ μὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ' εἱλόμην λιμῷ διαφθαρῆναι μᾶλλον, ἢ σκανδαλίσαι ἕτερον.
000-00-00 Serial Number=0654003322
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00169]  Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυμείτω, μαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι·
 [00419]  Οἱ τοίνυν, ἐξὸν ζητῆσαι, μὴ ζητήσαντες, καὶ τοῦ κηρύγματος τοῦτο ἀπαιτοῦντος, πῶς δόξης ἕνεκέν τι πράττομεν;
 [00842]  θωρακίζεις τοὺς στρατιώτας, ἐξὸν ἀναπαύεσθαι καὶ ἡσυχάζειν;
000-00-00 Serial Number=0406806588
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00292]  Ἵνα γὰρ μάθῃς, ὅτι οὐδέν ἐστιν ὁ πλοῦτος, οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ σοι δείκνυμι πολλοὺς, οἷς ἐξὸν κερδαίνειν, οὐ κερδαίνουσιν, οἷς ἐξὸν ὑγιαίνειν, κατατήκουσιν ἑαυτῶν τὰ σώματα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι.
 [01951]  Οὐ νομοθετῶν τοῦτό φησιν, ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων·
000-00-00 Serial Number=0803120911
In epistulam ad Colossenses Ante [Go Back]  
 [00367]  Καὶ ποία ἀνάγκη, εἰπέ μοι, ἐξὸν πάντα χρησίμως ποιεῖν, διαιρεῖν, καὶ τὰ μὲν μὴ μόνον εἰς οὐδὲν δέον, ἀλλὰ καὶ εἰκῆ ἀναλίσκειν, τὰ δὲ χρησίμως;
000-00-00 Serial Number=0087505579
In epistulam ad Ephesios Ante [Go Back]  
 [04140]  τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀποικίσαι τῆς ψυχῆς καὶ μεταστῆσαι, καὶ εἰς ὑπερορίαν τινὰ ἀπαγαγεῖν;
000-00-00 Serial Number=0501868665
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07486]  Ὡς ἂν εἰ ἔλεγε πρὸς αὐτοὺς, Οὐδεὶς ὑμῶν ἀφῆκε βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐ θησαυροὺς τοιούτους, οὐδὲ, ἐξὸν εἶναι βασιλέως υἱὸν, κατεφρόνησε τούτου, καθὼς ὁ Μωϋσῆς πεποίηκε.
 [07499]  καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν.
000-00-00 Serial Number=0393728137
In epistulam ad Philippenses Ante [Go Back]  
 [00327]  Μικρὰ ταῦτα, τὸ μυρίων ἀνέχεσθαι στομάτων, ἐξὸν τὰ αὐτοῦ μεριμνᾷν;
 [01114]  ποῖος στρατηγὸς, ἐξὸν ἀπαλλαγῆναι τοῦ πολέμου μετὰ εὐδοξίας καὶ τροπαίων, καὶ μετὰ τοῦ βασιλέως ἐν τοῖς βασιλείοις ἀναπαύεσθαι, καταδέξαιτο ἂν ἔτι καὶ ἱδροῦν καὶ παρατάττεσθαι;
 [03387]  ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος φέρον, μὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέλειαν, ἀλλ' ἀναγκάζηται λιμώττειν καὶ στενοχωρεῖσθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα;
 [04294]  Ἐννοήσωμεν πόσης ἀποστερούμεθα δόξης, ἐξὸν μὴ ἀποστερηθῆναι.
000-00-00 Serial Number=0500803530
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00145]  πῶς εἰσῆλθε, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν αὐτῷ ἦν φαγεῖν καὶ τοῖς μετ' αὐτοῦ;
000-00-00 Serial Number=0269115925
In illud Pater si possibile est Ante [Go Back]  
 [00192]  ἢ ἐξὸν ἦν ἐμπαίζειν αὐτῷ;
000-00-00 Serial Number=0383063018
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00261]  Τί τοίνυν διώκεις ἡδονὴν κατάγνωσιν ἔχουσαν, ὄλεθρον τίκτουσαν, πληγὴν ἐπάγουσαν ἀνία τον, ἐξὸν εὐφραίνεσθαι καὶ μηδὲν πάσχειν δεινόν;
000-00-00 Serial Number=0722068906
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00106]  Καθήμενος γὰρ καὶ ἀκούων αὐτοῦ λέγοντος, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν·
000-00-00 Serial Number=0850009739
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01624]  Ἡ τοίνυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»