Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐναντίων [118]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐναντίων


000-00-00 Serial Number=0190123141
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01539]  Καὶ καθάπερ ἐναντίων ἀνέμων εἰς τὴν θάλασσαν ἐμπεσόντων πολὺς καὶ ἄγριος ἀπὸ τῆς μάχης ἐκείνης γίνεται ὁ χειμών·
000-00-00 Serial Number=0126938343
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00217]  δεῖ γὰρ ἐκ τῶν ἐναντίων μεταχειρίσασθαι τὸν λόγον.
 [00484]  ἀλλ' ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην, κωλυμάτων ὄντων, εἰδὼς τί ποτέ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος καὶ οὐ νόμοις φύσεως, οὐ δυσχολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα, [10.4] κατεδέξατο τὸ εἰρημένον καὶ ἐπίστευσε τῇ ὑποσχέσει καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ' ἐν γήρᾳ καὶ ὀψέ ποτε καὶ βραδέως.
 [00529]  ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν·
000-00-00 Serial Number=0032252014
Ad populum Antiochenum Ante [Go Back]  
 [01454]  Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς.
 [02838]  Ἐπειδὴ γὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην, ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων ὡρῶν διὰ τῶν μέσων ἡμῖν ἐγγίνεσθαι.
 [02909]  Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ' ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν αὐτὸν συνέπηξεν, ἀλλ' ὅτι καὶ ἐξ ἐναντίων αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος·
 [02998]  Πρὸς τούτοις εἰρήκαμεν, ὅτι ἐκ τεττάρων στοιχείων τόδε τὸ πᾶν συνέστηκεν ἐναντίων ἀλλήλοις καὶ μαχομένων, καὶ θάτερον τὸ ἕτερον οὐ κατηνάλωσε.
 [03486]  Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων παιδεύου φεύγειν κακίαν.
000-00-00 Serial Number=0106533170
Ad viduam juniorem Ante [Go Back]  
 [00172]  ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων καὶ ἀπεχθείας καὶ μίσους.
000-00-00 Serial Number=0700523198
Adversus catharos Ante [Go Back]  
 [00014]  Ἐπειδὴ γὰρ ἐξ ἑκατέρου μέρους τὰ στρατόπεδα παρετάττετο, καὶ νέφη βελῶν ἠφίετο, καὶ τροπὴ τῶν οἰκείων ἐγίνετο, τῶν ἐναντίων ἐπικειμένων σφοδρῶς, ἀποπηδήσας τοῦ ἵππου, καὶ τὴν ἀσπίδα χαμαὶ θεὶς, καὶ γόνατα κλίνας, ἐκ τῶν οὐρανῶν τὴν συμμαχίαν ἐκάλει, καὶ τὸν τόπον τῆς παρατάξεως τόπον ἐκκλησίας ἐποίει, οὐ τόξοις καὶ βέλεσιν, οὐδὲ δόρασι πολεμῶν, ἀλλὰ δάκρυσι καὶ εὐχαῖς·
 [00015]  καὶ οὕτως ἀθρόον ἀνέμου προσβολῆς ἐμπεσούσης, τὰ μὲν βέλη τῶν ἐναντίων κατὰ τῶν ἀφιέντων ἐφέρετο·
000-00-00 Serial Number=0905552626
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00037]  καὶ καθάπερ στρατιώτης γενναῖος καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, ναυμαχεῖν, πεζομαχεῖν καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων καὶ πανταχοῦ κρατεῖν·
000-00-00 Serial Number=0016965806
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01022]  Ἀγαπητὸν γὰρ τῶν ἐναντίων [47.358] ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν·
 [01375]  Πῶς οὖν οὐκ ἄδικον, ἔνθα μὲν τὰ τῶν χρηστῶν ἐλπίδων δῆλά τέ ἐστι καὶ ἐγγύτερα ἀπογινώσκειν καὶ τρέμειν, ἔνθα δὲ τὰ τῶν ἐναντίων μακρότερα, καὶ ὑπὸ πολλῶν κωλυμάτων ἀνακοπτόμενα, μὴ ἀπογινώσκειν, εἰς δὲ τὰ τῶν δυσχερῶν σαφέστερα καὶ μᾶλλον πλείονα θαρσεῖν·
 [01376]  καὶ ἐπὶ μὲν τῶν λόγων, μὴ πρὸς τὰ πολλάκις συμβαίνοντα λυπηρὰ, ἀλλὰ πρὸς τὰ σπανίως ἐκβαίνοντα χρηστὰ ἀφορᾷν, ἐπὶ δὲ τῶν μοναχῶν τοὐναντίον ποιεῖν, καὶ ἔνθα μὲν αἱ τῶν ἀγαθῶν ἐλπίδες πολλαὶ, πρὸς τὰ λυπηρὰ ἀποκλίνειν μόνον, ἔνθα δὲ αἱ τῶν ἐναντίων, τὰς χρηστὰς [47.372] ἀναλογίζεσθαι μόνας;
000-00-00 Serial Number=0440721869
Commentarius in Job Ante [Go Back]  
 [00325]  τὴν δύναμιν τῶν ἐναντίων διηγούμενος καταβάλλεις τὰ φρονήματα τῶν οἰκείων;
 [01526]  ὡς δικαίοις καὶ ἀμέμπτοις καὶ οὐκ ἂν ἁμαρτοῦσιν, ἐμοὶ δοκεῖ, ὅτι δεκτικὴ τῶν ἐναντίων ἡ φύσις αὐτῶν.
 [03071]  «ὥσπερ», φησίν, «εὐπραγίας ἀπολαύουσιν, οὕτω καὶ τῶν ἐναντίων.».
 [03539]  «ἀλλ' οὐκέτι μοι μελῳδίας ἐστὶν ὑπόθεσις τὸ ὄργανον, ἀλλὰ τῶν ἐναντίων.
000-00-00 Serial Number=0082966864
Contra theatra Ante [Go Back]  
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
000-00-00 Serial Number=0853192329
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00101]  ὁ γὰρ τῆς προσδοκίας φόβος ἀντὶ παιδαγωγοῦ τινος παρὼν σωφρονίζει, καταστέλλει τὴν διάνοιαν, καὶ πονηρὰ βλαστήματα τὰ ἀπὸ τῆς φιλαργυρίας οὐκ ἀφίησι φυῆναι, ὥσπερ δρεπάνῃ τινὶ τῷ φόβῳ τῶν ἐναντίων κωλύων αὐτὰ καὶ περικόπτων.
 [00122]  Ἂν ἐθίσῃς τὴν διάνοιάν σου ἐν τῇ προσδοκίᾳ τῶν ἐναντίων, πολλάκις μὲν οὐδὲ παρέσονται τὰ ἐναντία, εἰ δὲ καὶ παραγένοιντο, οὐ σφόδρα σου καθάψονται.
000-00-00 Serial Number=0139134586
De Anna i Ante [Go Back]  
 [00314]  οὕτω καὶ ἡ γυνὴ τότε ἐκείνη, καθάπερ πνευμάτων ἐναντίων, τοῦ θυμοῦ, καὶ τῆς ἀθυμίας, εἰς τὴν ψυχὴν αὐτῆς ἐμπεσόντων, καὶ τοὺς λογισμοὺς αὐτῆς διακοπτόντων, καὶ πολλὰ τὰ κύματα ἐγειρόντων, οὐχὶ δύο, καὶ τρεῖς, καὶ εἴκοσι ἡμέρας, ἀλλ' ἐπ' ἐνιαυτοὺς ὁλοκλήρους καὶ γὰρ ἐξ ἱκανοῦ τοῦτο ἐγένετο, φησίν·
000-00-00 Serial Number=0428951859
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00073]  Ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων ἐπέκλυζε μὲν ἔτι μικρὸν ὄντα τὸν σπινθῆρα ὡς ἔφην τῆς εὐσεβείας τὸ τῶν ἐναντίων πέλαγος, ὁ δὲ οὐ μόνον οὐκ ἐσβέννυτο τούτῳ, ἀλλὰ καὶ μείζων γινόμενος καὶ φαιδρότερος πάντα ἐπῄει ταχέως τὰ μὲν τῶν ἐχθρῶν καταλύων καὶ ἀναλίσκων εὐκόλως τὰ δὲ τῶν οἰκείων ἀνιστῶν καὶ πρὸς ὕψος ἄφατον αἴρων καίτοι ἀνδρῶν εὐτελῶν καὶ ἀσήμων ὑπηρετησαμένων αὐτῷ.
000-00-00 Serial Number=0304067910
De diabolo tentatore Ante [Go Back]  
 [00674]  οὕτω γοῦν καὶ δένδρα ὑπὸ ἀνέμων ἐναντίων ῥιπιζόμενα ἰσχυρότερα γίνεται.
000-00-00 Serial Number=0882516146
De fato et providentia Ante [Go Back]  
 [00600]  ἡ δὲ καὶ ἐξ ἐναντίων συνίστασθαι δύναται.
000-00-00 Serial Number=0223282278
De incomprehensibili dei natura Ante [Go Back]  
 [00846]  ἀλλ' ἐπειδὴ προθυμία καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀπορράψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα καὶ περαιτέρω τὸν λόγον προάγομεν.
000-00-00 Serial Number=0910151362
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00516]  Ἀλλ' ὅμως ἐλθὼν εἰς μέσον, καὶ φανεὶς μόνον, πάντα ἐτάραξε τὰ τῶν ἐναντίων, πάντα συνέχεε, καὶ καθάπερ πῦρ εἰς καλάμην ἐμπεσὸν καὶ χόρτον, οὕτω κατέκαυσε τὰ τῶν δαιμόνων, καὶ εἰς ἅπερ ἐβούλετο, πάντα μετέστησε.
 [00544]  Ὑμεῖς γὰρ τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.
 [00551]  Καὶ τοῦτο καὶ ἀπὸ τῶν ἐναντίων ἔστι κατιδεῖν.
 [00552]  Ὅταν γὰρ ἴδῃς τὰ ἐναντία τούτων συνδραμόντα, καὶ πλοῦτον, καὶ εὐγένειαν, καὶ πατρίδος μέγεθος, καὶ ῥητο ρείας δεινότητα, καὶ ἄδειαν καὶ θεραπείαν πολλήν, καὶ εὐθέως σβεσθέντα τὰ καινοτομηθέντα, τούτους δὲ ἀπὸ τῶν ἐναντίων περιγενομένους, τί τὸ αἴτιον, εἰπέ μοι;
 [00574]  Ἀλλ' ὅμως καὶ διὰ τῶν ἐναντίων ἐκράτει.
000-00-00 Serial Number=0909541667
De precatione [2] Ante [Go Back]  
 [00037]  Εὐχὴ καὶ Μωυσῆν τὸν νομοθέτην ἱλαστήριον τοῦ Θεοῦ πεποίηκεν τὸν Ἰσραὴλ, καὶ πρόπαια κατὰ τῶν ἐναντίων τοῖς Ἰσραηλίταις ἔπηξεν.
000-00-00 Serial Number=0168878078
De sacerdotio Ante [Go Back]  
 [00574]  Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον ἢ πρὸς ἑτέρων χάριν ἢ πρὸς ἀπέχθειαν ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ, ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ, οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι.
 [00664]  καὶ γὰρ οἱ μὲν ἵνα μὴ μετὰ τῶν ἐναντίων τάξωσιν ἑαυτοὺς εἰς τὴν τοῦ κλήρου καταλέγονται τάξιν, οἱ δὲ διὰ πονηρίαν καὶ ἵνα μὴ παροφθέντες μεγάλα ἐργάσωνται κακά.
 [00745]  Ἤδη γάρ τις ταύτην πιστευθεὶς τὴν διακονίαν καὶ χρυσὸν συναγαγὼν πολύν, αὐτὸς μὲν οὐ κατέφαγεν, ἀλλ' οὐδὲ εἰς τοὺς δεομένους πλὴν ὀλίγων ἀνήλωσε, τὸ δὲ πλέον κατορύξας ἐφύλαττεν, ἕως οὗ καιρὸς χαλεπὸς ἐπιστὰς παρέδωκεν αὐτὰ ταῖς τῶν ἐναντίων χερσί.
 [01153]  κἂν γὰρ μὴ πάντῃ γένωνται τῶν ἐναντίων, ἀλλ' ὅμως ὑπὲρ ὧν θαρρεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται, καὶ οἷς μετὰ πίστεως προσῄεσαν ἀκλινοῦς, οὐκέτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στερρότητος, ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν.
 [01277]  τὸ δὲ καὶ διὰ τῶν τούτοις ἐναντίων δύνασθαι βάλλειν τὸν διάβολον καὶ κατατοξεύειν τὰς τῶν ἀνθρώπων ψυχὰς τοῦτό ἐστι τὸ πολλῆς ἐκπλήξεως καὶ ἀπορίας μεστόν.
000-00-00 Serial Number=0305846870
De sancta pentecoste Ante [Go Back]  
 [00488]  Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ' ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ·
 [00493]  Καὶ γὰρ ἡ τῶν ἐναντίων πεῖρα διδάσκαλος ἀεὶ γίνεται σαφὴς ἐκείνων, ὧν πρότερον ἐν ἀπολαύσει τυγχάνοντες ἦμεν.
000-00-00 Serial Number=0087506413
De sanctis martyribus [2] Ante [Go Back]  
 [00033]  καὶ γὰρ ὥσπερ χορεύοντες ἐπὶ τὰς βασάνους ᾔεσαν μεθ' ἡδονῆς, καὶ ὥσπερ πολεμοῦντες οὕτως ἀνδρείαν πᾶσαν καὶ καρτερίαν ἐπεδείξαντο, καὶ τῶν ἐναντίων ἐκράτησαν.
000-00-00 Serial Number=0352330029
De virginitate Ante [Go Back]  
 [00980]  Ἄξιον δὲ ἐνταῦθα θαυμάσαι τοῦ μακαρίου τὴν πολλὴν εὐμηχανίαν καὶ τὴν σύνεσιν καὶ πῶς δύο ἀναγκαίων καὶ ἐναντίων ἀπειλημμένος, τοῦ τε συστῆσαι τὸ ἑαυτοῦ πρόσωπον ὥστε εὐπαράδεκτον γενέσθαι τὴν συμβουλὴν καὶ τοῦ μηδὲν μέγα φθέγξασθαι περὶ ἑαυτοῦ διὰ τὸ τῆς ἀρετῆς ταύτης γεγονέναι ἐκτὸς ἀμφότερα ἐν βραχεῖ κατεσκεύασεν.
 [01427]  Ὁ δὲ πρὶν ἢ γεύσασθαι καὶ ἐμπλησθῆναι τῆς φιλίας, ἀκμαζούσης ἔτι τῆς ἐπιθυμίας, αὐτὴν ἀφαιρεθεὶς αὐτὸ τοῦτο μᾶλλον ἐκείνου πενθεῖ, καὶ ἐξ ὑποθέσεων ἐναντίων ἴσοις ἀμφότεροι συνέχονται τοῖς λυπηροῖς.
000-00-00 Serial Number=0165952444
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03654]  ∆ιὰ γὰρ τῶν ἐναντίων μάλιστα τὰ ἐναντία πολλάκις οἰκονομεῖ.
 [07271]  Ἀπὸ γὰρ χιτωνίσκου μόνον εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις·
 [08084]  Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις·
 [09999]  ῥῆξον τὴν φάλαγγα τῶν ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου, στῆσον τὸ τρόπαιον.
 [09999]  τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν.
 [09999]  ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλει τις μετὰ ταῦτα ζωὴ καὶ ἀντίδοσις εἶναι;
000-00-00 Serial Number=0588305414
Epistulae Ante [Go Back]  
 [03182]  Καὶ ἐθαύμαζόν σε ἐπ' ἐκείνοις, πολλῷ δὲ πλέον νῦν, ὅτι, καὶ μηδενός σοι παραστάντος αὐτόθι, ἀλλὰ τῶν μὲν φευγόντων, τῶν δὲ ἐλαυνομένων, τῶν δὲ κρυπτομένων, μόνος ἕστηκας ἐπὶ τῆς παρατάξεως, τὸ μέτωπον αὐτῆς κατακοσμῶν, καὶ οὐδένα ἀφιεὶς γενέσθαι λειποτάκτην, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων τεταγμένους τῇ ἐμμελείᾳ σου καθ' ἑκάστην ἡμέραν μεθιστᾷς.
 [03184]  Παλαιστινοὶ μὲν γὰρ καὶ Φοίνικες, καθὼς ἔγνων σαφῶς, οὐκ ἐδέξαντο τὸν παρὰ τῶν ἐναντίων ἀποσταλέντα ἐκεῖσε, οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσαν·
000-00-00 Serial Number=0669085860
Expositiones in Psalmos Ante [Go Back]  
 [06719]  ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν, ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ τῶν ἐναντίων τείχη καταβάλλοντας, καὶ τοὺς λαοὺς ὡπλισμένους τῇ τοῦ Ἰησοῦ παντευχίᾳ.
000-00-00 Serial Number=0570726454
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00254]  Ὁρᾷς οὖν ἕκαστον μεμετρημένον, καὶ ἐξ ἐναντίων τὸ φάρμακον συγκείμενον, οἷόν ἐστι ἐπὶ τῶν ἰατρῶν.
000-00-00 Serial Number=0871358871
Fragmenta in Job Ante [Go Back]  
 [00852]  Καὶ καθάπερ στρατιώτης γενναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν καὶ σφενδόναις, καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων, καὶ πανταχοῦ κρατεῖν·
 [01201]  ἢ πρὸς συμμαχίαν ἐμὴν κατὰ τῶν ἐναντίων ὑμᾶς προετρεψάμην;
000-00-00 Serial Number=0640299022
Fragmenta in Proverbia Ante [Go Back]  
 [00883]  [59] β.] Ἐπεὶ θηρευτής ἐστι καὶ ἁλιευτὴς ἡμῶν ὁ λογισμὸς, ὁ οὖν δόλιος ὢν οὐκ ἐπιτυγχάνει τῆς θήρας τῶν ἐναντίων λογισμῶν, ἀλλ' αὐτὸς θηρεύεται ὑπ' αὐτῶν.
000-00-00 Serial Number=0258466363
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00292]  τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν εὔπορός εἰμι καὶ εὐμήχανος·
000-00-00 Serial Number=0816500962
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00087]  πανταχοῦ κρημνοὶ, πανταχοῦ σκόπελοι, καὶ οὐχ οὕτω θάλαττα μαινομένη, καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων διακοπτομένη ταράττεται, ὡς ἡ οἰκουμένη τότε ἅπασα κεκίνητο, τῶν μὲν παλαιῶν ἀνασπωμένων ἐθῶν τῶν ἐν τοσούτῳ χρόνῳ παγέντων, καὶ οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν οὐδεὶς οὐδέποτε πρότερον ἤκουσεν.
 [00108]  Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ καὶ ἐκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.
 [00209]  Ἀλλ' ὅμως, ὅτε ταῦτα ἐγίνετο, διὰ τῶν ἐναντίων τὸ κήρυγμα ᾔρετο, καὶ οἱ μαθηταὶ, τοῦ διδασκάλου πολεμουμένου καὶ ἐπιβουλευομένου καὶ δεσμουμένου, μᾶλλον ἐθάῤῥουν, μᾶλλον ἐσκίρτων, μᾶλλον ἐπήδων.
000-00-00 Serial Number=0342287302
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00116]  Ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰατικὰ, καθάπερ καὶ ἰατρῶν παῖδές φασι, καὶ τὸ κατεψυγμένον θερμαίνομεν, καὶ τὸ καταξηρανθὲν ὑγραίνομεν·
000-00-00 Serial Number=0852757871
In Acta apostolorum Ante [Go Back]  
 [03931]  Σὺ δέ μοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται πᾶς διὰ τῶν ἐναντίων.
 [09999]  Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται.
 [09999]  Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡμῶν ἀναλογιζέσθω παρ' ἑαυτῷ, καὶ μετὰ ἀκριβείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνους προπεσὼν διέφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ·
 [09999]  κινεῖται γὰρ ὑπὸ τῶν ἐναντίων.
000-00-00 Serial Number=0995357394
In Genesim sermones Ante [Go Back]  
 [00092]  ἅπαντας δὲ τῶν ἐναντίων τοὺς πύργους καταστρέψαι δυνήσεται.
000-00-00 Serial Number=0733025134
In Isaiam Ante [Go Back]  
 [01562]  [5.3] Ἀποστήσω, φησί, τὴν ἐμὴν συμμαχίαν, γυμνώσω μου τῆς βοηθείας, ἐρήμους καταστήσω τῆς τοσαύτης προνοίας καὶ εἴσονται διὰ τῶν ἐναντίων ὧν ἀπήλαυον ἔμπροσθεν, ὅταν ὦσι πᾶσιν εἰς ἁρπαγὴν προκείμενοι.
000-00-00 Serial Number=0461122990
In Joannem Ante [Go Back]  
 [05545]  Οὐδὲ γὰρ ἀπὸ τῶν χρηστῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων τὸν λόγον ὑφαίνει.
000-00-00 Serial Number=0141026199
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00065]  Καὶ ταυτὸν γέγονεν, ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστος ἰδὼν τοὺς ὑπ' αὐτὸν ταττομένους στρατιώτας, οὐ φέροντας τὰς τῶν ἐναντίων ἀπειλὰς, ἀλλὰ καταπεπληγμένους ὑπὸ τῆς ἀγωνίας, ἅπαντας αὐτοὺς ἐπιῤῥώσειεν, περιφράξας πανταχόθεν θώρακι καὶ ἀσπίδι καὶ περικεφαλαίᾳ, καὶ τῇ λοιπῇ παντευχίᾳ·
 [00066]  [52.796] οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασάμενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμόνων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν.
000-00-00 Serial Number=0446226239
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01232]  Σὺ δέ μοι σκόπει πῶς πάλιν ἑαυτοῦ μέμνηται, ὃ συνεχῶς λέγειν οὐ παύσομαι, ἀπὸ τῶν ἐναντίων ἑαυτῷ συνιστάμενος.
 [02878]  ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλοι τις ζωὴ μετὰ ταῦτα καὶ ἀντίδοσις εἶναι;
 [03654]  Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐμηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγμα.
 [03714]  Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία ἐγίνετο.
 [03988]  ἀλλ' αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαράδεκτα τῶν ἐναντίων, φῶς καὶ σκότος.
 [05785]  Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου.
000-00-00 Serial Number=0683397114
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00891]  Θέλει γὰρ εἰπεῖν, πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεὸς, καὶ πῶς οὐκ ἔστιν ἀνθρώπινον τὸ κήρυγμα.
 [00905]  ὅταν οὖν οἱ σημεῖα καὶ σοφίαν ζητοῦντες μὴ μόνον μὴ λαμβάνωσιν ἅπερ αἰτοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐπιθυμοῦσιν ἀκούωσιν, εἶτα διὰ τῶν ἐναντίων πείθωνται, πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις;
 [00914]  Οὕτω καὶ ἐπὶ τῆς κτίσεως ἐποίησε, τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων.
 [00920]  Μεγάλης τοίνυν δυνάμεως καὶ σοφίας ἀπόδειξις τὸ διὰ τῶν ἐναντίων πείθειν.
 [02733]  Ἀπὸ γὰρ τῶν ἐναντίων τὰ παρ' ἡμῖν.
 [02950]  Μὴ, παρακαλῶ, μηδενὸς τούτων ἐπιθυμήσωμεν τῶν ῥημάτων, ἀλλὰ τῶν ἐναντίων.
 [04213]  Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς [61.122] καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τιμωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲ καταφρονῶν χρημάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή;
 [04780]  Πλάνης γάρ ἐστιν ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν, ἃ μηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε.
 [08128]  Καὶ οὐκ εἶπε, Κομάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀμφότερα ταῦτα ἓν εἶναι νομοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰ [61.218] κατασκευάζων, ἀπό τε τῶν νενομισμένων, ἀπό τε τῶν ἐναντίων.
 [09999]  Τὸ δὲ μᾶλλον καὶ μεῖζον οὐ τῶν ἐναντίων ἐστὶν, ἀλλὰ τῶν ὑπερεχόντων.
000-00-00 Serial Number=0951071501
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00422]  Ἀλλ' ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τὰ τῶν ἐναντίων ἐμφράξωμεν στόματα.
 [00637]  Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων·
 [00665]  Καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι.
 [00666]  Πᾶσιν ἀνθρώποις, φησὶν, ἐναντίων.
000-00-00 Serial Number=0897987306
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03002]  μα [62.571] λακὴ γίνεται, ἀγεννὴς, ἄνανδρος, ἀνελευθέρα, δειλὴ, θρασύτητος, κολακείας, ἀμαθίας πλήρης, θυμοῦ, ἀκροχολίας, πάντων τῶν κακῶν μεστὴ, τῶν δὲ ἐναντίων ἀγαθῶν ἔρημος.
000-00-00 Serial Number=0744922996
In epistulam ad Ephesios Ante [Go Back]  
 [06378]  Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ' ἡμῶν ἀπαγγέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους ποιεῖ τοὺς ἡμετέρους.
 [06449]  ∆έον σε εὐχαριστεῖν, ἄνθρωπε, ὅτι τοιούτου περιγίνῃ, ἂν ἐθέλῃς, ἐκ τῶν ἐναντίων καὶ ἀγανακτεῖς, νωθροῦ τινος καὶ ὑπνηλοῦ στρατιώτου φθεγγόμενος ῥήματα.
 [06916]  Θυρεός ἐστιν ἡ πίστις, πρῶτος δεχόμενος τὰς τῶν ἐναντίων προσβολὰς, καὶ τὰ ὅπλα τηρῶν ἄτρωτα.
000-00-00 Serial Number=0328566611
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00708]  Οἱ γὰρ κατάσκοποι δι' οὐδὲν εἰσέρχονται, ἀλλ' ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν·
000-00-00 Serial Number=0641783714
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01835]  Ἐὰν δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ ἔμβηθι μετὰ πολλῆς τῆς προθυμίας εἰς τοὺς ἀγῶνας, ῥῆξον τὴν φάλαγγα τῶν ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου, στῆσον τὸ τρόπαιον·
 [07244]  τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχει εὔπορός εἰμι καὶ εὐμήχανος, μὴ δείσῃς·
000-00-00 Serial Number=0197188556
In epistulam ad Philippenses Ante [Go Back]  
 [04452]  καὶ, εἰ βούλεσθε, σκοπήσωμεν τοῦτο πρῶτον ἀπὸ τῶν ἐναντίων ἑνὸς, τῆς πορνείας·
000-00-00 Serial Number=0983305573
In epistulam ad Romanos Ante [Go Back]  
 [03216]  Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν, καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρ [60.474] τίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε.
 [03500]  ὥσπερ οὖν ἐὰν μὴ νήφωμεν, οὐδὲ ἀπὸ τῶν ἐναντίων καρπωσόμεθά τι χρηστόν.
 [03607]  Καὶ σκόπει πάλιν αὐτοῦ τὴν φιλονεικίαν, καὶ πῶς ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει.
 [03903]  δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον λέγω·
 [05831]  Καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, [60.546] οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους.
 [07076]  Τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ τῷ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.
 [07673]  Θαυμάσας δὲ [60.593] καὶ ἐκπλαγεὶς τὴν χρηστότητα, καὶ κατὰ τὸ ἐγχωροῦν αὐτῷ διὰ δύο τῶν ἐπιτατικῶν ὀνομάτων αὐτὴν ἀνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους, καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν.
000-00-00 Serial Number=0455459893
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00056]  Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος, οὐκ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις λύει τὰ δεινὰ, ἀλλ' ὅταν αὐξηθῇ πάντα τὰ παρὰ τῶν ἐναντίων, καὶ δειχθῇ διὰ τῶν πραγμάτων τῶν αὐτοῦ ἀθλητῶν ἡ ὑπομονὴ, τότε καὶ τὴν οἰκείαν ῥοπὴν ἐπιδείκνυται·
000-00-00 Serial Number=0984980822
In illud Vidi dominum Ante [Go Back]  
 [00484]  Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων δείκνυσι πολλὴν τοῦ πράγματος τὴν ἰσχὺν οὖσαν.
000-00-00 Serial Number=0245966375
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00097]  Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης.
000-00-00 Serial Number=0851864696
In parabolam de ficu Ante [Go Back]  
 [00169]  [59.590] Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα.
000-00-00 Serial Number=0055104792
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00127]  Ταύτην ἐπῆλθε διὰ τοῦ τῆς μετανοίας τρόπου, ἐκ τῶν ἐναντίων τὰ ἐναντία διὰ τῆς πίστεως ἰασάμενος.
000-00-00 Serial Number=0820079327
In sanctum Stephanum i Ante [Go Back]  
 [00038]  Ταῦτα τοῦ στεφάνου τῶν Ἐκκλησιῶν τὰ ῥήματα, τοιαῦτα τοῦ στεφανίτου κατὰ τῶν ἐναντίων τὰ τοξεύματα·
000-00-00 Serial Number=0088571250
In sanctum Stephanum iii Ante [Go Back]  
 [00004]  Καὶ βλέπε μοι τὰς τότε τῶν ἐναντίων φάλαγγας, καὶ ἐκπλάγηθι τοῦ στρατιώτου τὴν ἀνδρείαν.
000-00-00 Serial Number=0530348897
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00003]  Καὶ ἐπείπερ πολλὴ καταδρομὴ τῶν ἐναντίων γίνεται ἀγνοούντων τῆς ἀληθείας τὴν φύσιν καὶ αἱρετικοὶ ἀποσκιρτήσαντες φαίνονται καὶ Ἰουδαῖοι ἐπαγγέλλονται πάσχα τελεῖν, Χριστιανῶν δὲ μόνων τὸ μυστήριον τοῦτό ἐστιν καὶ ἡ τοῦ μυστηρίου τελετὴ παρ' ἡμῖν μετὰ ἀκριβείας συνίσταται, θέλω ἁπάντων τε ἐκείνων συντόμως μνησθῆναι καὶ ἀπαμφιάσαι τὴν σύγχυσιν ἀπὸ τοῦ καθ' ἡμᾶς μυστηρίου καὶ οὕτως ἑκάστου χρόνου εἰπεῖν τὴν διάνοιαν, καθὼς ἂν δῷ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ.
000-00-00 Serial Number=0650755703
In venerandum crucem Ante [Go Back]  
 [00071]  Οὐχ ὁρᾷς, ὅτι καὶ ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα, καὶ ἐγρήγορσις ἡδίων μετὰ τὸν ὕπνον, καὶ ὑγίεια ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων;
000-00-00 Serial Number=0389816046
Interpretatio orationis Pater noster Ante [Go Back]  
 [00019]  οὕτω δὴ καὶ ἡμεῖς κυκλωθέντες ὑπὸ τῶν ἐναντίων δυνάμεων καὶ ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ πονηρῶν λογισμῶν, ζητοῦμεν ἐλθεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, ἐξελέσθαι ἡμᾶς.
000-00-00 Serial Number=0559292734
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00026]  Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρωπίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαιμόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυβερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθιζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυφλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθίζετο, μαρτυρεῖ μου τῷ λόγῳ ∆αυῒδ ὁ προφήτης.
000-00-00 Serial Number=0828389525
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00335]  ἡ δὲ ἔχουσα τοὺς συνοικοῦντας τῶν ἐναντίων ἁπάντων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»